Αθανάσιος ο Μέγας, 4ος αι.

Ἐπιστολὴ πρὸς Δρακόντιον

Epistula ad Dracontium / Послание к Драконтию

Epistula ad Dracontium ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ∆ΡΑΚΟΝΤΙΟΝ.

Ἀπορῶ τί γράψω. Ἆρα γὰρ ὡς παραιτούμενον μέμψομαί σε, ἢ ὡς τὸν καιρὸν ὁρῶντα, καὶ κρυπτόμενον διὰ τὸν φόβον τῶν Ἰουδαίων; Πλὴν εἴτε ἄλλως, εἴτε οὕτως, ἄξιον μέμψεως τὸ παρὰ σοῦ γεγενημένον, ἀγαπητὲ ∆ρακόντιε. Οὐ γὰρ ἔπρεπε λαβόντα σε τὴν χάριν κρύπτεσθαι, οὐδὲ φρόνιμον ὄντα, διδόναι τοῖς ἄλλοις προφάσεις φυγῆς. Πολλοὶ γὰρ ἀκούσαντες σκανδαλίζονται· οὐχ ὡς ἁπλῶς τοῦτό σου ποιοῦντος, ἀλλὰ συνορῶντος τὸν καιρὸν, καὶ τὰς ἐπικειμένας θλίψεις τῇ Ἐκκλησίᾳ. Καὶ φοβοῦμαι μὴ, διὰ σαυτὸν φεύγων, δι' ἄλλους εὑρεθῇς κινδυνεύων παρὰ τῷ Κυρίῳ. Εἰ γὰρ ὁ ἕνα τῶν μικρῶν σκανδαλίζων, ἕλοιτ' ἂν μύλον ὀνικὸν περὶ τὸν τράχηλον αὐτοῦ κρεμασθῆναι, καὶ καταποντισθῆναι· τί ἂν πάθοις σὺ τοσούτοις γινόμενος σκάνδαλον; Καὶ γὰρ ἡ ἐκ παραδόξου γενομένη συμφωνία ἐν τῇ Ἀλεξαν δρέων χώρᾳ, ἐν τῇ σῇ καταστάσει, ἐξ ἀνάγκης σχι σθήσεται διὰ τὴν σὴν ἀναχώρησιν· καὶ ἡ ἐπισκοπὴ δὲ τῆς χώρας αὐτῆς ὑπὸ πολλῶν ἁρπαγήσεται· καὶ πολλῶν οὐκ ὀρθῶν, ἀλλ' ὧν οἶδας καὶ αὐτός. Καὶ ἐθνικοὶ δὲ οἱ ἐπαγγελλόμενοι Χριστιανοὶ γίνεσθαι ἐπὶ τῇ σῇ καταστάσει, ἀπομενοῦσιν Ἕλληνες, τῆς σῆς εὐλαβείας ἐξουθενούσης τὴν δοθεῖσαν χάριν. Ποία οὖν ἐπὶ τοῖς τοιούτοις ἀπολογία παρὰ σοῦ δοθήσεται; Ποίοις ἂν ἀπονίψασθαι καὶ ἀπομάξασθαι λόγοις τὰς τοιαύτας αἰτίας δυνήσῃ; Πῶς θεραπεύσεις τοὺς διὰ σὲ πεσόντας καὶ σκανδαλιζομένους; Ἢ πῶς, μετὰ τὸ σχισθῆναι τὴν εἰρήνην, συῤῥάψαι ταύτην δυνήσῃ; Ὦ ἀγαπητὲ ∆ρακόντιε, ἀντὶ χαρᾶς λύπην ἡμῖν πεποίηκας, ἀντὶ παραμυθίας στεναγμόν. Προσεδοκοῦμεν γὰρ παραμυθίαν ἔχειν σε μεθ' ἡμῶν, καὶ νῦν βλέπομεν φεύγοντά σε, καὶ ὁρῶμεν, ὅτι κρι νόμενος μὲν ἐλεγχθήσῃ, κινδυνεύων δὲ μεταμεληθήσῃ. Καὶ τίς φείσεται, ὡς ὁ προφήτης εἴρηκεν, ἐπὶ σοί; Τίς ἀνακάμψει ἐπὶ σὲ εἰς εἰρήνην, ὁρῶν τοὺς ἀδελ φοὺς, δι' οὓς Χριστὸς ἀπέθανε, βλαβέντας ἐπὶ τῇ σῇ φυγῇ; ∆εῖ γὰρ εἰδέναι σε καὶ μὴ ἀμφιβάλλειν, ὅτι πρὶν μὲν κατασταθῇς σαυτῷ ἔζης, κατασταθεὶς δὲ, οἷς κατεστάθης. Καὶ πρὶν μὲν λάβῃς τὴν τῆς ἐπισκοπῆς χάριν, οὐδεὶς ἐγίνωσκέ σε· γενόμενον δὲ λοιπὸν, οἱ λαοὶ προσδοκῶσι φέροντά σε τροφὴν αὐτοῖς, τὴν ἐκ τῶν Γραφῶν διδασκαλίαν· ὅταν τοίνυν οἱ προσδοκῶντες λιμώττωσι, σὺ δὲ σαυτὸν μόνον τρέφῃς, καὶ ἔλθῃ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἡμεῖς τε αὐτῷ παραστῶμεν, ποίαν σχοίης ἀπολογίαν, ὁρῶντος αὐτοῦ τὰ ἴδια πρόβατα λιμώττοντα; Εἰ μὲν γὰρ μὴ εἰλήφεις τὰ δηνάρια, οὐκ ἂν ἐμέμψατό σε· λαβόντα δὲ καὶ χώσαντα καὶ κρύψαντα, μέμψαιτ' ἂν εἰκότως, λέγων ἐκεῖνα τὰ ῥήματα, ἃ μὴ γένοιτο, κἂν ἀκοῦσαι τὴν σὴν εὐλάβειαν· Ἔδει σε βαλεῖν τὰ δηνάριά μου τοῖς τραπεζίταις, ἵνα ἐλθὼν κἀγὼ παρ' ἐκείνων ἀπαιτήσω. Παρακαλῶ φεῖσαι σεαυτοῦ καὶ ἡμῶν· σαυτοῦ μὲν, ἵνα μὴ κινδυνεύσῃς· ἡμῶν δὲ, ἵνα μὴ λυπηθῶ μεν ἐπὶ σοί. Φρόντιζε τῆς Ἐκκλησίας, ἵνα μὴ διὰ σὲ πολλοὶ τῶν μικρῶν βλαβῶσι, καὶ οἱ ἄλλοι δὲ πρόφα σιν λάβωσιν εἰς τὸ ἀναχωρεῖν. Εἰ μὲν οὖν τὸν και ρὸν ἐφοβήθης, καὶ καταπτήξας τοῦτο ἐποίησας, οὐκ ἀνδρικὸν τὸ φρόνημα· ἔδει γὰρ τὸν κατὰ Χριστὸν ζῆλον ἐν τοῖς τοιούτοις ἐπιδείκνυσθαι, καὶ μᾶλ λον ἐν ταῖς περιστάσεσι παῤῥησιάζεσθαι, λέγειν τε τὰ τοῦ μακαρίου Παύλου ῥήματα· Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν· καὶ μάλιστα, ὅτι οὐ πρέπει τῷ καιρῷ δουλεύειν, ἀλλὰ τῷ Κυρίῳ· εἰ δὲ τῶν Ἐκκλησιῶν ἡ διάταξις οὐκ ἀρέσκει σοι, οὐδὲ νομίζεις τὸ τῆς ἐπισκο πῆς λειτούργημα μισθὸν ἔχειν, ἀλλὰ καταφρονεῖν τοῦ ταῦτα διαταξαμένου Σωτῆρος πεποίηκας σαυτόν· παρακαλῶ, μὴ τοιαῦτα λογίζου, μηδὲ ἀνέχου τῶν ταῦτα συμβουλευόντων· οὐ γὰρ ἄξια ∆ρακοντίου ταῦτα. Ἃ γὰρ ὁ Κύριος διὰ τῶν ἀποστόλων τετύπωκε, ταῦτα καλὰ καὶ βέβαια μένει· ἡ δὲ τῶν ἀδελφῶν δειλία παύσεται. Εἰ γὰρ τὸν αὐτὸν νοῦν εἶχον πάντες, οἷον νῦν ἔχουσιν οἱ συμβουλεύοντές σοι, πῶς ἂν ἐγένου σὺ Χριστιανὸς, ἐπισκόπων μὴ ὄντων; Ἐὰν δὲ καὶ οἱ μεθ' ἡμᾶς ἀναλάβωσι τὸν τοιοῦτον νοῦν, πῶς ἂν συστῆναι δυνήσωνται αἱ Ἐκκλησίαι; Ἢ νομίζουσιν οἱ συμβουλεύοντές σοι μηδὲν εἰληφέναι σε, ὅτι καταφρονοῦσιν; Ἀλλὰ καὶ τοῦτο ψευδῶς. Ὥρα γὰρ αὐτοὺς νομίζειν μηδὲν εἶναι μηδὲ τὴν τοῦ λουτροῦ χάριν, ἐάν τινες τούτου καταφρονῶσι. Ἀλλ' εἴληφας, ὦ ἀγαπητὲ ∆ρακόντιε· μὴ ἀνέχου τῶν συμβουλευόντων σοι, μηδὲ ἀπάτα σαυτόν. Ἀπαιτηθήσε ται γὰρ τοῦτο παρὰ τοῦ δεδωκότος Θεοῦ. Ἢ οὐκ ἤκουσας τοῦ Ἀποστόλου λέγοντος· Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος; Ἢ οὐκ ἀνέγνως, πῶς μὲν τὸν διπλάσαντα ἀποδέχεται, τὸν δὲ κρύψαντα κατεδίκασε; Γένοιτο δὲ ταχέως ἐπανελθεῖν σε, ἵνα καὶ σὺ τῶν ἐπαινουμένων γένῃ· Ἢ εἰπὲ, τίνος σε θέλουσιν εἶναι μιμητὴν οἱ συμβουλεύοντές σοι; ∆εῖ γὰρ ἡμᾶς κατὰ σκοπὸν τῶν ἁγίων καὶ τῶν Πατέρων πολιτεύεσθαι, καὶ τούτους μιμεῖσθαι· εἰδέναι δὲ, ὅτι, τούτων ἀφιστάμενοι, ἀλλότριοι καὶ τῆς τούτων κοινωνίας γενόμεθα. Τίνα μὲν μιμεῖσθαί σε θέλουσιν ἐκεῖνοι; Τὸν διστάζοντα καὶ θέλοντα μὲν ἀκολουθῆσαι, ὑπερτιθέμενον δὲ καὶ συμβουλευόμενον διὰ τοὺς ἰδίους· ἢ τὸν μακάριον Παῦλον, τὸν ἅμα τῷ τὴν οἰκονομίαν ἐγχειρισθῆναι, μὴ προσαναθέμενον σαρκὶ καὶ αἵματι; Εἰ γὰρ καὶ ἔλεγεν, Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, ὅμως γινώσκων ὃ ἔλαβε, καὶ οὐκ ἀγνοῶν τὸν δεδωκότα, ἔγραφεν· Οὐαὶ γάρ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι· ὥσπερ δὲ τὸ οὐαί μοι οὐκ εὐαγγελιζόμενος, οὕτως διδάσκων καὶ κηρύσσων τὸ Εὐαγγέλιον, χαρὰν καὶ στέφανον εἶχε τοὺς μαθητευομένους· διὰ τοῦτο καὶ σπουδὴ τῶν ἁγίων μέχρι τοῦ Ἰλλυρικοῦ κηρύττειν, καὶ μὴ ὀκνεῖν μηδὲ εἰς τὴν Ῥώμην ἀπελθεῖν, μηδὲ εἰς τὰς Σπανίας ἀναβῆναι, ἵνα ὅσον κοπιᾷ, τοσοῦτον καὶ τοῦ κόπου τὸν μισθὸν μείζονα ἀπολάβῃ. Ἐκαυχᾶτο οὖν τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, καὶ ἐθάῤῥει τὸν μέγαν στέφανον ἀποληψόμενος. Οὐκοῦν, ἀγαπητὲ ∆ρακόντιε, τίνα μιμούμενος τοῦτο ποιεῖς; τοῦτον, ἢ τοὺς μὴ τοιούτους; Ἐγὼ μὲν εὔχομαί σε καὶ ἐμαυτὸν πάντων τῶν ἁγίων μιμητὴν γενέσθαι. Ἢ τάχα τινὲς οἱ διὰ τοῦτο συμβουλεύοντές σοι κρύπτεσθαι, ὡς λόγον καὶ ὅρκον σου δεδωκότος μὴ στῆναι, ἐὰν κατασταθῇς; Τοιαῦτα γὰρ αὐτοὺς ἀκούω περιβομβεῖν ταῖς ἀκοαῖς, καὶ δοκεῖν ἐν τούτοις εὐλαβεῖσθαι· ἀλλ' εἰ ἦσαν ἀληθῶς εὐλαβεῖς, ηὐλα βήθησαν ἂν μάλιστα τὸν ἐπιθέντα σοι Θεὸν τὸ λειτούργημα. Εἰ δὲ ἀναγνόντες ἦσαν τὰς θείας Γραφὰς, οὐκ ἂν παρὰ ταύτας συνεβούλευον. Ὥρα γὰρ αὐτοὺς καὶ τὸν Ἱερεμίαν καταμέμφεσθαι, καὶ τὸν μέγαν αἰτιᾶσθαι Μωσῆν, ὅτι τὴν τούτων συμβουλὴν οὐκ ἤκουσαν, ἀλλὰ τὸν Θεὸν φοβηθέντες, τὴν διακονίαν ἐτέλεσαν, καὶ προφητεύοντες ἐτελειώθησαν. Καὶ γὰρ αὐτοὶ ἀποσταλέντες, καὶ λαβόντες ἤδη τὴν τῆς προφητείας χάριν, παρῃτήσαντο μὲν, ἐφοβήθησαν δὲ μετὰ ταῦτα, καὶ οὐκ ἐξουδένωσαν τὸν ἀποστείλαντα. Εἴτε τοίνυν ἰσχνόφωνος εἶ, καὶ βραδύγλωσσος, ἀλλὰ φοβήθητι τὸν πλάσαντά σε Θεόν· εἴτε νεώτερον σαυτὸν λέγεις πρὸς τὸ κήρυγμα, ἀλλ' εὐλαβοῦ τὸν γινώσκοντά σε πρὸ τοῦ πλασθῆναι· εἴτε λόγον δέδω κας (ὁ δὲ λόγος τοῖς ἁγίοις ὡς ὅρκος ἦν), ἀλλὰ ἀνά γνωθι τὸν Ἱερεμίαν, πῶς καὶ αὐτὸς εἰρηκὼς, Οὐ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου, ὕστερον δὲ φοβηθεὶς τὸ ἐν αὐτῷ πῦρ γενόμενον, οὐκέτι, ὡς εἴρηκε, πεποίηκεν, οὐδὲ ὡς προληφθεὶς τῷ ὅρκῳ ἐκρύβη· ἀλλὰ τὸν ἐγχειρίσαντα εὐλαβούμενος, τετελείωκε τὴν προφητείαν. Ἢ οὐκ οἶδας, ἀγαπητὲ, ὅτι καὶ Ἰωνᾶς φεύγων, γέγονε μὲν, ὡς γέγονε, μετὰ δὲ ταῦτα πάλιν προεφήτευσεν; Μὴ τοίνυν ἄλλα παρὰ ταῦτα συμβουλεύου. Μᾶλλον γὰρ ἡμῶν οἶδεν ὁ Κύριος τὰ ἡμῶν, καὶ οἶδε τίσιν ἐγχειρίζει τὰς ἑαυτοῦ Ἐκκλησίας. Κἂν γὰρ μὴ ἄξιός τις τυγχάνῃ, ἀλλὰ μὴ πρὸς τὸν πρότερον βίον ἀποβλεπέτω, ἀλλὰ τὴν διακονίαν ἐκτελείτω· ἵνα μὴ πρὸς τῷ βίῳ καὶ τὴν ἐκ τῆς ἀμελείας κατάραν ἀπενέγκηται. Ἆρα γὰρ, ἀγαπητὲ ∆ρακόντιε, ταῦτα γινώσκων καὶ συνετὸς τυγχάνων, οὐ κατανύττῃ τὴν ψυχήν; Οὐ φροντίζεις μὴ ἀπόληταί τις τῶν ἐγχειρισθέντων σοι; Οὐ φλέγῃ ὡς ἀπὸ πυρὸς τοῦ συνειδότος; Οὐ φοβῇ τὴν ἡμέραν τῆς κρίσεως, ἐν ᾗ οὐδεὶς τῶν συμβουλευόντων νῦν ἐκεῖ γενήσεται βοηθός; Ἕκαστος γὰρ τῶν ἐγχειρισθέντων αὐτῷ καὶ λόγον ἀποδώσει. Τί γὰρ ὤνησε τὸν κρύψαντα τὸ δηνάριον ἡ πρόφασις; Ἢ τί ὠφέλησε τὸν Ἀδὰμ εἰρηκότα, Ἡ γυνή με ἠπάτησεν; Ἀγαπητὲ ∆ρακόντιε, εἰ καὶ ἀληθῶς ἀσθενὴς τυγχάνεις, ἀλλὰ ἀναλαβεῖν σε τὴν φροντίδα πρέπει, ἵνα μὴ, τῆς Ἐκκλησίας ἐρήμου τυγχανούσης, οἱ ἐχθροὶ ταύτην βλάψωσι, πρόφασιν εὑρόντες τὴν σὴν φυγήν. Πρέπει σε ἀναζώσασθαι, ἵνα μὴ μόνους ἡμᾶς ἀφῇς ἐν τῷ ἀγῶνι· πρέπει σε συγκαμεῖν, ἵνα μετὰ πάντων καὶ τὸν μισθὸν ἀπολάβῃς. Σπεῦδε τοιγαροῦν, ἀγαπητὲ, μηκέτι βραδύνων, μηδὲ ἀνέχου τῶν σε κωλυόντων, ἀλλὰ τοῦ δεδωκότος μνήσθητι· καὶ δεῦρο πρὸς ἡμᾶς τοὺς ἀγαπῶντάς σε, τοὺς συμβουλεύοντάς σοι τὰ τῶν Γραφῶν, ἵνα καὶ παρ' ἡμῶν προπεμφθῇς, καὶ λειτουργῶν ἐν ταῖς Ἐκκλησίαις μνημονεύσῃς καὶ ὑπὲρ ἡμῶν. Οὐ γὰρ σὺ μόνος ἐκ μοναχῶν κατεστάθης, οὐδὲ σὺ μόνος προέστης μοναστηρίου, ἢ μόνος ὑπὸ μοναχῶν ἠγαπήθης· ἀλλ' οἶδας, ὅτι καὶ Σεραπίων μοναχός ἐστι, καὶ τόσων μοναχῶν προέστη· οὐκ ἔλαθέ σε, πόσων μοναχῶν πατὴρ γέγονεν Ἀπολλώς. Οἶδας Ἀγάθωνα, καὶ οὐκ ἀγνοεῖς Ἀρίστωνα· μνημονεύεις Ἀμμωνίου, τοῦ μετὰ Σαραπίωνος ἀποδημήσαντος· ἴσως δὲ ἤκουσας καὶ περὶ Μουΐτου. ἐν τῇ ἄνω Θηβαΐδι, καὶ δύνασαι μαθεῖν περὶ Παύλου τοῦ ἐν τῷ Λατῷ, καὶ περὶ ἄλλων πολλῶν. Καὶ ὅμως οὗτοι, κατασταθέντες, οὐκ ἀντειρήκασιν, ἀλλ' ἔχοντες τύπον τὸν Ἑλισσαῖον, καὶ εἰδότες τὰ κατὰ Ἡλίαν, μαθόντες τε τὰ κατὰ τοὺς μαθητὰς καὶ ἀποστόλους, ἀντελάβοντο τῆς φροντίδος, καὶ οὐ κατεφρόνησαν τῆς λειτουργίας, καὶ οὔτε χείρους ἑαυτῶν γεγόνασιν, ἀλλὰ καὶ μᾶλλον τοῦ καμάτου τὸν μισθὸν προσδοκῶσι, προκόπτοντες καὶ προκόπτειν ἄλλους νουθετοῦντες. Πόσους ἀπὸ τῶν εἰδώλων ἐπέστρεψαν; Πόσους ἀπὸ τῆς δαιμονιώδους συνηθείας ἔπαυσαν νουθετοῦντες; Πόσους παρέστησαν τῷ Κυρίῳ δούλους, ὥστε καὶ τοὺς ὁρῶντας τὰ σημεῖα ταῦτα βλέποντας θαυμάζειν; Ἢ οὐχὶ μέγα σημεῖον κόρην ποιῆσαι παρθενεύειν, καὶ νεώτερον ἐγκρατεύεσθαι, καὶ εἰδωλολάτρην ἐπιγνῶναι τὸν Χριστόν; Μὴ τοίνυν κωλυέτωσάν σε μοναχοὶ, ὡς μόνον ἐκ μοναχῶν κατασταθέντα, μηδὲ σὺ προφασίζου, ὡς χείρων σεαυτοῦ ἐσόμενος· δύνασαι γὰρ καὶ καλλίων γενέσθαι μιμούμενος τὸν Παῦλον, ζηλῶν τῶν ἁγίων τὰς πράξεις. Οἶδας γὰρ, ὅτι οἱ τοιοῦτοι, οἰκονόμοι τῶν μυστηρίων κατασταθέντες, μᾶλλον κατὰ σκοπὸν ἐδίωκον εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Πότε Παῦλος ἐμαρτύρησε, καὶ τὸν στέφανον λαβεῖν προσεδόκησεν, εἰ μὴ ὅτε ἀπεστάλη διδάσκειν; Πότε Πέτρος ὡμολόγησεν, εἰ μὴ ὅτε εὐηγγελίζετο, καὶ ἁλιεὺς ἀνθρώπων γέγονε; Πότε Ἡλίας ἀνελήφθη, εἰ μὴ ὅτε πᾶσαν τὴν προφητείαν ἐπλήρωσε; Πότε Ἑλισσαῖος ἐν πνεύματι ἔσχε διπλᾶ, εἰ μὴ ὅτε πάντα καταλιπὼν ἠκολούθησε τῷ Ἡλίᾳ; ∆ιὰ τί δὲ καὶ ἐξελέξατο μαθητὰς ὁ Σωτὴρ, εἰ μὴ ἵνα καὶ ἀποστείλῃ; Ὅθεν, τούτους ἔχων τύπον, ἀγαπητὲ ∆ρακόντιε, μὴ λέγε, μηδὲ πείθου τοῖς λέγουσιν ἁμαρτίας εἶναι πρόφασιν τὴν ἐπισκοπὴν, μηδὲ ὅτι ἐκ ταύτης ἀφορμὴ τοῦ ἁμαρτάνειν ἐστίν. Ἔξεστι γὰρ καὶ ἐπί σκοπον ὄντα σε πεινᾷν, καὶ διψῇν, ὡς ὁ Παῦλος· δύνασαι μὴ πιεῖν οἶνον, ὡς ὁ Τιμόθεος· καὶ νηστεύειν καὶ αὐτὸς συνεχῶς, ὡς ὁ Παῦλος ἐποίει· ἵνα κατ' ἐκεῖνον οὕτως νηστεύων, χορτάζῃς ἄλλους ἐν τοῖς λόγοις, καὶ διψῶν ἐν τῷ μὴ πιεῖν, ποτίζῃς ἄλλους διδάσκων. Μὴ οὖν ταῦτα προβαλλέτωσαν οἱ συμβουλεύοντές σοι. Οἴδαμεν γὰρ καὶ ἐπισκόπους νηστεύοντας, καὶ μοναχοὺς ἐσθίοντας. Οἴδαμεν καὶ ἐπισκόπους μὴ πίνοντας οἶνον, μοναχοὺς δὲ πίνοντας· οἴδαμεν καὶ σημεῖα ποιοῦντας ἐπισκόπους, μοναχοὺς δὲ μὴ ποιοῦντας. Πολλοὶ δὲ τῶν ἐπισκόπων οὐδὲ γεγαμήκασι, μοναχοὶ δὲ πατέρες τέκνων γεγόνασιν· ὥσπερ καὶ ἐπισκόπους πατέρας τέκνων, καὶ μοναχοὺς ἐξ ὁλοκλήρου γένους τυγχάνοντας. Καὶ πάλιν οἴδαμεν κληρικοὺς πεινῶντας, μοναχοὺς δὲ νηστεύοντας. Ἔξεστι γὰρ καὶ οὕτως, καὶ ἐκείνως οὐ κεκώλυται. Ἀλλὰ πανταχοῦ τις ἀγωνιζέσθω· καὶ γὰρ ὁ στέφανος οὐ κατὰ τόπον, ἀλλὰ κατὰ τὴν πρᾶξιν ἀποδίδοται. Οὐκοῦν μὴ ἀνέχου τῶν ἕτερα παρὰ ταῦτα συμβουλευόντων, ἀλλὰ μᾶλλον ἐπείγου, καὶ μὴ μέλλε· μάλιστα ὅτι καὶ ἡ ἁγία ἑορτὴ ἐγγίζει, ἵνα μὴ χωρὶς σοῦ οἱ λαοὶ τὴν ἑορτὴν ποιήσωσι, καὶ μέγαν κίνδυνον ἐπισπάσῃ κατὰ σαυτοῦ. Τίς γὰρ αὐτοῖς εὐαγγελίσεται τὸ Πάσχα μὴ παρόντος σου; Τίς αὐτοῖς τὴν ἡμέραν ἀναγγελεῖ τῆς ἀναστάσεως, κρυπτομένου σου; Τίς αὐτοῖς συμβουλεύσει δεόντως ἑορτάζειν, φεύγοντός σου; Ὢ πόσοι μὲν ὠφεληθήσονται παραγενομένου σου, πόσοι δὲ βλαβήσονται φεύγοντός σου! Καὶ τίς ἐπὶ τούτοις ἀποδέξεταί σε; Καὶ διὰ τί συμβουλεύουσί σοι μὴ ἀντιλαμβάνεσθαί σε τῆς ἐπισκοπῆς, αὐτοὶ θέλοντες ἔχειν πρεσβυτέρους; Εἰ γὰρ φαῦλος τυγχάνεις, μὴ συνέστωσάν σοι· εἰ δὲ ἐπιτήδειον εἶναί σε ἐπιγινώσκουσι, μὴ φθονείτωσαν τοῖς ἄλλοις· εἰ γὰρ τὸ διδάσκειν καὶ προΐστασθαι πρόφασίς ἐστιν ἁμαρτίας κατ' ἐκείνους, μὴ διδασκέσθωσαν αὐτοὶ, μηδὲ πρεσβυτέρους ἐχέτωσαν, ἵνα μὴ χείρους ἑαυτῶν γένωνται αὐτοί τε καὶ οἱ διδάσκοντες αὐτούς. Ἀλλὰ μὴ πρόσεχε τούτοις τοῖς ἀνθρωπίνοις ῥήμασι, μηδὲ ἀνέχου τῶν ταῦτα συμβουλευόντων, καθὰ πολλάκις προεῖπον· σπεῦδε δὲ μᾶλλον καὶ ἐπίστρεφε πρὸς τὸν Κύριον, ἵνα, τῶν προβάτων αὐτοῦ φροντίζων, μνημονεύσῃς καὶ ἡμῶν. Τούτου δὲ χάριν προετρεψάμην ἐλθεῖν τοὺς ἀγαπητοὺς ἡμῶν Ἱέρακα τὸν πρεσβύτερον, καὶ Μάξιμον τὸν ἀναγνώστην· ἵνα καὶ διὰ λόγων σε προτρέψωνται, καὶ μαθεῖν δυνηθῇς ἐκ τούτου τήν τε διάθεσιν ἣν ἔχων ἔγραψα, καὶ τὸν ἐκ τοῦ ἀντιλέγειν τῇ ἐκκλησιαστικῇ διατάξει κίνδυνον.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

5
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать