Κύριλλος Αλεξανδρείας, 5ος αιώνας

Ἐξήγησις εἰς τοὺς Ψαλμούς 2

Expositio in Psalmos 2 / Толкование на Псалтырь, часть 2

Expositio in Psalmos Κυρίλλου Ἀρχιεπισκόπου Ἀλεξανδρείας εἰς τοὺς ψαλμούς.

Ἱεροὶ μὲν λόγοι καὶ τῶν θείων ἄθροισις μαθημάτων εὐκλεᾶ τοῖς εἰρηκόσιν περιποιοῦσι τὴν ὄνησιν, Κρεῖσσον γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. χρῆναι δὲ οἶμαι πονεῖν καὶ μάλα προθύμως ἔν γε δὴ τοῖς οὕτως ὀνησιφόροις, ὄκνου τε εἶναι καὶ ῥᾳθυμίας κρείττονα τὸν ἀξιαγάστων ἐρῶντα πραγμάτων· οὐ γὰρ τοῖς εἰωθόσιν ἀναπίπτειν εἰς ῥᾳθυμίαν ἁλώσιμα γένοιτ' ἂν τὰ ἐξαίρετα τῶν κατορθωμάτων, ἀλλὰ τοῖς ἱδροῦν ἐθέλουσι περὶ αὐτῶν. ἔνθεν τοι κἀγὼ παρατέθηγμαι καὶ νῦν ἐπί γε τὸ δεῖν ὀλίγα ἄττα κατὰ δύναμιν καὶ εἰς τὴν τῶν ψαλμῶν ἀφηγήσασθαι βίβλον, σφόδρα γὰρ αὐτὴν θαυμάσας ἔχω. γεγράφασι μὲν ἤδη προφθάσαντές τινες, λείπει δὲ οὐδὲν γύμνασμα θεοφιλὲς καὶ ἡμῖν γε προβαλέσθαι τὴν συγγραφήν.

Πᾶσα μὲν οὖν γραφὴ θεόπνευστος καταπλουτεῖ τὸ ἐπωφελές, ἀπευθύνει γὰρ εἰς τὸ τῷ Θεῷ δοκοῦν, καὶ τῆς ἐξαιρέτου ζωῆς ἀκριβῆ τὴν εἴδησιν ἐνεργάζεται· ἐξαιρέτως γε μὴν ἡ τῆς μελῳδίας συγγραφὴ μονονουχὶ καὶ καταμεθύει τοῖς περὶ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ διηγήμασι, καὶ τὸ τῆς ἐνανθρωπήσεως μυστήριον λεπτῶς τε καὶ κατερρινημένως προαναφωνεῖ παραλιμπάνουσα τῶν γεγονότων τὸ σύμπαν οὐδέν. πάντα γὰρ ἀφηγεῖται σαφῶς, τάς τε τοῦ Σωτῆρος διδασκαλίας καὶ αὐτὰς δὲ τὰς θεοσημείας, καὶ προσέτι τούτοις τὰς εἰς αὐτὸν γεγενημένας τῶν Ἰουδαίων παροινίας, τὸν σταυρὸν καὶ τὰ ἐν αὐτῷ, τοὺς ὀνειδισμοὺς καὶ τὸν μυκτηρισμόν, τὴν εἰς ᾅδου κάθοδον, τὴν λύτρωσιν τῶν κάτω πνευμάτων, τὴν ἐκ νεκρῶν ἀνάστασιν, τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν, τὴν ἀπόστασιν τῶν ἐξ Ἰσραήλ, τὰς συμφοράς, τὴν ἅλωσιν τῆς Ἱερουσαλήμ, τὴν ἐπὶ παντὶ τῷ ἔθνει γεγενημένην ἀποστροφήν, τὸ κατάλειμμα τὸ περισεσω σμένον, τῶν ἁγίων ἀποστόλων τὴν ἀνάρρησιν, τὴν πνευματικὴν ἱερουργίαν, τὴν τῶν ἐθνῶν κλῆσιν, τὴν ἑπομένην μετὰ τοῦτο τοῦ Ἰσραὴλ διὰ πίστεως ἐπιστροφήν, τὰς εἰς ὕστερον τοῖς ἁγίοις ἐσομένας τιμάς, τὴν ἄνω πόλιν, τὴν εἰς ἀφθαρσίαν ἀναδρομὴν τῶν ἀπὸ γῆς σωμάτων· καὶ ἅπαξ ἁπλῶς πᾶν ὅπερ ἐστὶν εἰς ὄνησίν τε καὶ σωτηρίαν τελοῦν τοῖς ἐντευξομένοις, τοῦτο σαφῶς τε καὶ ἀπλανῶς καὶ ὡς ἐξ ἁγίου Πνεύματος ἀφηγεῖσθαι σκοπὸς αὐτῇ. Ἰστέον δὲ ὅτι προφήτης ὑπάρχων ὁ θεσπέσιος ∆αυὶδ καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, καθὼς γέγραπται, τοῖς περὶ Χριστοῦ διηγήμασιν ἐμφιλοχωρεῖ. ἐντεῦθεν οἶμαι παρελθεῖν αὐτὸν καὶ εἴς γε τὸ δεῖν ᾠδὰς συντιθέναι καὶ μέλη δοξολογίας. καὶ οὐκ ἀπᾳδόντως τῷ νόμῳ τὸ χρῆμα ἐπράττετο. προστέταχε δὲ μετὰ τῶν ἄλλων καὶ τοῦτο

, καὶ γοῦν τὸν ἐφ' ἑκάστῃ θυσίᾳ τεθεσμοθέτηκε τρόπον. διαμέμνηται δὲ καὶ θυσίας αἰνέσεως, ἣν καὶ ὀνομάζει σωτηρίου, γέγραπται γὰρ ὅτι Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. ἔφη δὲ οὕτω ὁ Θεὸς πρὸς τὸν ἱεροφάντην Μωϋσέα· Οὗτος ὁ νόμος θυσίας σωτηρίου, ἣν προσοίσουσι Κυρίῳ. ἐὰν μὲν περὶ αἰνέσεως προσφέρῃ αὐτήν, καὶ προσοίσει περὶ τῆς θυσίας τῆς αἰνέσεως ἄρτους ἐκ σεμιδάλεως ἀναπεποιημένους ἐν ἐλαίῳ καὶ λάχανα ἄζυμα κεχρισμένα ἐλαίῳ καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ· ἐπ' ἄρτοις ζυμίταις προσοίσει τὰ δῶρα αὐτοῦ ἐπὶ θυσίᾳ αἰνέσεως σωτηρίου. καίτοι προστέταχεν ἐναργῶς ἐν ἑτέροις ἀπροσκόμιστον εἶναι τῷ Θεῷ τὸ ἐζυμωμένον· ἔφη γὰρ οὕτως, ὅτι Πᾶσαν ζύμην καὶ πᾶν μέλι οὐ προσοίσετε τῷ Θεῷ. δῶρον ἀπαρχῆς προσοίσετε αὐτά, ἐπὶ δὲ τὸ θυσιαστήριον οὐκ ἀναβήσεται εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ. εἶτα πῶς ἐπ' ἄρτοις ζυμίταις ἡ τοῦ σωτηρίου καὶ ἡ τῆς αἰνέσεως τελεῖται θυσία; μυστικὸν ἔχει τὸν λόγον· προανεφώνει γὰρ ὁ νόμος, ὅτι τοῖς ἐξ ἐθνῶν ἀναμὶξ ἔμελλον οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες τὰς τῆς αἰνέσεως θυσίας προσκομίζειν τῷ Θεῷ.

Ηὕρητο τοίνυν ἐκ νόμου τὸ χρῆμα, τὸ δοξολογεῖσθαί φημι τὸν τῶν ὅλων Θεὸν ἐν τῷ ἁγίῳ ναῷ· ἐτετάχατο δὲ εἰς τοῦτο χοροί τε καὶ χοροστάται, ᾠδοὶ καὶ ἱεροψάλται ἀπὸ τῶν υἱῶν Λευί, ἀνεκόμιζόν τε τὰς εἰς Θεὸν ὑμνωδίας πρωΐ τε καὶ ἐν ἑσπέρᾳ καταθυομένων τῶν ἀμνῶν καὶ θυμιωμένου τοῦ λεπτοῦ καὶ συνθέτου θυμιάματος. γέγραπται γὰρ ἐν τῇ Ἐξόδῳ οὕτως· Καὶ ταῦτά ἐστιν ἃ ποιήσεις ἐπὶ τοῦ θυσιαστηρίου· ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστήριον ἐνδελεχῶς, κάρπωμα ἐνδελεχισμοῦ τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωΐ, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν. περὶ δέ γε τοῦ θυμιάματος οὕτως ἔφη· Καὶ ποιήσεις θυσιαστήριον θυμιάματος ἐκ ξύλων ἀσήπτων. προσεπάγει δὲ τούτοις· Καὶ καθίσει ἐπ' αὐτῷ λεπτὸν τὸ πρωῒ πρωΐ, ὅταν ἐπισκευάζῃ τοὺς λύχνους· ὀψέ, θυμιάσει ἐπ' αὐτοῦ θυμίαμα ἐνδελεχισμοῦ διαπαντὸς ἐναντίον Κυρίου εἰς τὰς γενεὰς αὐτῶν. καὶ ἡ μὲν τῶν ἀμνῶν θυσία κατασημαίνοιεν ἂν τὸν δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τεθύσθαι Χριστὸν καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακεκομίσθαι τῷ Θεῷ καὶ Πατρί· ἀλλὰ καὶ ἡ τοῦ λεπτοῦ καὶ συνθέτου θυμιάματος ἀναφορὰ τοῦτο δὴ πάντως ὑπεμφαίνοιεν ἄν, ἐνδελεχὴς γὰρ καὶ ἀδιάλειπτος ἡ θυσία· ἀεὶ γὰρ εὐώδης νοητὸς ὁ Ἐμμανουήλ, ὀσμὴ τῆς γνώσεως ὢν τοῦ Θεοῦ καὶ Πατρός, καὶ μεστὴν αὐτοῦ τὴν ἁγίαν ἀποφαίνων σκηνὴν τουτέστι τὴν Ἐκκλησίαν.

Ἦδον τοιγαροῦν, ὡς ἔφην, τῆς τῶν ἀμνῶν θυσίας ἐπιτελουμένης, καὶ ἐφ' ἁπάσαις δὲ ταῖς ἑτέραις θυσίαις ἁρμοδίως ἑκάστῃ κατὰ τὸ εἰκός· γέγραπται γὰρ οὕτως ἐν τῇ πρώτῃ Παραλειπομένων· Καὶ οἱ Λευΐται ἦσαν αἴροντες τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτῆς εἰς τὴν λειτουργίαν αὐτῆς· ὅτι καὶ ἐν τοῖς λόγοις ∆αυὶδ τοῖς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς τῶν υἱῶν Λευῒ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χεῖρα Ἀαρὼν τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοφόρια, καὶ ἐπὶ τὸν καθαρισμὸν πάντων τῶν ἁγίων, καὶ ἐπὶ τὰ ἔργα λειτουργίας οἴκου τοῦ Θεοῦ, καὶ εἰς τοὺς ἄρτους τῆς προθέσεως, εἰς τὴν σεμίδαλιν τῆς θυσίας, καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα, καὶ εἰς τήγανον, καὶ εἰς τὴν πεφυραμένην, καὶ εἰς πᾶν μέτρον· καὶ τοῦ στῆναι πρωῒ τοῦ αἰνεῖν καὶ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ οὕτως τὸ ἑσπέρας· καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ Κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νεομηνίαις καὶ ἐν ταῖς ἑορταῖς κατὰ ἀριθμόν, κατὰ τὴν κρίσιν ἐπ' αὐτοῖς διὰ παντὸς τῷ Κυρίῳ.

Ὅτι δὲ ἀπόλεκτοί τινες ἦσαν τῶν ἐξ αἵματος Λευῒ τεταγμένοι πρὸς τὰς ᾠδάς, πιστώσεται πάλιν τὸ γράμμα τὸ ἱερόν, ἔχει γὰρ οὕτως ἐν ταῖς Παραλειπομέναις· Καὶ ἔστησε ∆αυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ καὶ Αἰμὰν καὶ Ἰδιθοὺμ τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις. ᾖδον μὲν οὖν οἱ περὶ ὧν ὁ λόγος, κατὰ ῥυθμὸν οἶμαί που τὸν ἐγχώριον καὶ τοῖς Ἑβραίων δήμοις ἐντριβῆ συντεθειμένων αὐτοῖς τῶν ψαλμῶν. φασὶ δὲ τοὺς μὲν αὐτῶν συνθεῖναί τε καὶ ᾆσαι δι' ἑαυτοῦ τὸ θεῖον καταλαβόντα νεὼν τὸν θεσπέσιον ∆αυίδ, τινὰς δὲ δὴ πάλιν τοὺς ψαλμῳδοὺς ἱερέας ὄντας καὶ ἁγίους καὶ πνεῦμα χάριτος ἔχοντας τῆς προφητικῆς. ταύτῃ τοι καὶ γεγράφθατο σαφῶς οἱ μὲν τοῦ ∆αυίδ, οἱ δὲ τῷ ∆αυίδ, ἀνατιθέντων τάχα που τῶν γεγραφότων αὐτοὺς ὡς εὑρετῇ καὶ πρώτῳ τῆς ψαλμῳδίας τῷ μακαρίῳ ∆αυίδ, ἢ καί (ὅπερ, ὥς γε οἶμαι, φαίνεται καὶ νοεῖν πρεπωδέστερον) τὴν τῆς ᾠδῆς δύναμιν ἀναφέροντες εἰς Χριστόν, ὠνόμασται γὰρ ἐν τοῖς ἱεροῖς γράμμασιν καὶ ∆αυὶδ διά τοι τὸ ἐξ αἵματος κατὰ σάρκα γενέσθαι τοῦ μακαρίου ∆αυίδ. καὶ γοῦν γέγραπται περὶ τῶν υἱῶν Ἰσραήλ, ὡς ἐν ἐσχάτοις καιροῖς μεταγνώσονται καὶ αὐτοί, καὶ κεκλήσονται διὰ πίστεως εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ. Καὶ μετὰ ταῦτα, γάρ φησιν, ἐπιστρέψουσιν υἱοὶ Ἰσραὴλ καὶ ἐπιζητήσουσιν Κύριον τὸν Θεὸν αὐτῶν καὶ ∆αυὶδ τὸν βασιλέα αὐτῶν.

Ἰστέον δὲ ὅτι οἱ μὲν τῶν ψαλμῶν, ὡς ἤδη φθάσας προεῖπον, σαφῶς τε καὶ ἐναργῶς τὸ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ λαλοῦσι μυστήριον, οἱ δὲ προσωποποιΐας ἐπέχουσι δύναμιν. εἰσφέρεται γὰρ ὁ δέ τις τυχὸν τὰ ἐφ' οἷς εὖ πέπονθεν ἀνατιθεὶς χαριστήρια καὶ τὴν τῆς αἰνέσεως ἀποπληρῶν θυσίαν· ὁ δὲ πάσχων ὑπὲρ εὐσεβείας διωγμούς τε καὶ θλίψεις καὶ πειρασμοὺς ὑπομένων καὶ τῆς ἄνωθεν ἐπικουρίας γλιχόμενος· ἕτερος δέ τις ἀνδρισάμενος καὶ νενικηκὼς καὶ τῆς τῶν ἀνθεστηκότων αὐτῷ κατευμεγεθήσας ἰσχύος· ὁ δὲ τοῖς τῆς ἁμαρτίας καὶ τοῖς τῶν παθῶν χειμῶσιν ἐνισχημένος καὶ παρὰ τοῦ σώζειν εἰδότος τὸν ἔλεον αἰτῶν. εἰσὶ δὲ καὶ οἳ ἀφήγησιν ἔχουσι καὶ διδα σκαλίαν ἐννομωτάτης τε καὶ ἐπιεικοῦς πολιτείας , καὶ ὅπως ἄν τις διαβιῴη λαμπρῶς, ἀλλὰ καὶ πραγμάτων ἀρχαιοτέρων εἰς δόξαν Θεοῦ γεγονότων ποιοῦνται τὴν ἀνάμνησιν. ἅπαντα δὲ ταυτὶ πλείστην ὅσην τὴν ὄνησιν ἐνεργάσεται καὶ τεχνίτας ἀποφανεῖ πρὸς πᾶν ἔργον ἀγαθὸν τοὺς ἀκριβεῖ διανοίας ὄμματι τῆς εὐαγοῦς πολιτείας περιαθρεῖν ἐθέλοντας τὴν ὁδόν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать