Γρηγόριος Νύσσης, 4ος αιώνας

Περὶ τῶν βαπτισμὸν ἀναβαλλομένων

De iis qui baptismum differunt / О тех, кто откладывает крещение

De iis qui baptismum differunt ΤΟΥ ΑΥΤΟΥ ΓΡΗΓΟΡΙΟΥ ΠΡΟΣ ΤΟΥΣ ΒΡΑ∆ΥΝΟΝΤΑΣ ΕΙΣ ΤΟ ΒΑΠΤΙΣΜΑ.

Οἱ τῆς οἰκουμένης ταύτης βασιλεῖς, ἡνίκα ἂν νόμους συγγράψωσι τοὺς τῶν ἀνθρώπων βίους καλῶς κα νονίζοντας, τοῖς ἄρχουσιν αὐτοὺς ἐγχειρίζοντες, δι' ἐκείνων κελεύουσι τοῖς ὑπηκόοις δημοσιεύεσθαι, ἵν' οὕτως ἀπαράβατα τὰ προστεταγμένα φυλάττοιτο.

Ἔδωκε δὲ ὁ μέγας Θεὸς νόμους τοῖς τῶν Ἐκκλησιῶν ἡγεμόσιν, οὓς καθ' ἕκαστον ἐνιαυτὸν ἐν τοῖς καθήκουσι χρόνοις προφέροντες, ὑπαναγινώσκομεν ὑμῖν, καὶ τηρεῖν εἰς δύναμιν τὰ γεγραμμένα κελεύο μεν. Ἰδοὺ τοίνυν ὁ τῶν ὅλων ἀγαθὸς οἰκονόμος, ὁ τοὺς ἐνιαυτοὺς ἀνακυκλῶν καὶ κυβερνῶν τὴν τῶν χρόνων περίοδον, ἤγαγεν ἡμέραν σωτήριον, καθ' ἣν σύνηθες ἡμῖν καλεῖν εἰς υἱοθεσίαν τοὺς ξένους, εἰς χάριτος μετουσίαν τοὺς πενομένους, εἰς κάθαρσιν ἁμαρτιῶν τοὺς ἐῤῥυπωμένους τοῖς πλημμελήμασι. Καὶ τοῦτό ἐστι τὸ ἀρχαῖον ἐκεῖνο κήρυγμα, τὸ προλαβὸν ὀλίγον τοῦ Σωτῆρος τὴν ἐπιφάνειαν· «Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.» Εἰ δὲ μήτε Ἰωάννης, μήτε ∆αβὶδ ἐγὼ, ἀλλὰ ἡ ταπεινότης τοῦ ὑπηρέτου μὴ βλαπτέτω τοῦ ∆εσποτικοῦ νόμου τὴν δύναμιν. Οὔτε γὰρ τοὺς γραμματέας τῶν νόμων αἰδούμενοι τοῖς διηγορευμένοις πειθόμεθα· ἀλλὰ δεδοικότες τοῦ Νομοθέτου τὴν ἐξουσίαν, ὑποκύπτομεν τοῖς προστάγμασιν. Ἦλθε χάρις βασιλικὴ δυσὶ τάγμασι θλιβομένοις χαριζομένη τὴν ἄνεσιν· τοῖς δεσμώταις λύσιν, τοῖς ὀφειλέταις συγχώρησιν. Καὶ διὰ τοῦτο κἀγὼ ἀμφοτέροις τοῖς τάγμασιν, τὰ κατάλληλα ἰατρεῖα ἀνοίγω· καὶ μετὰ πολλῆς πεποιθήσεως ὑπισχνοῦμαι τὴν ἐκ τῆς ἐπιμελείας βοήθειαν.

Ἵνα δὲ μὴ νομίσῃ τις πολυδάπανον τὴν θεραπείαν, αὐτὰ προλέγω τὰ φάρμακα οἷς ἐξιῶμαι τοὺς κάμνοντας. Τοῖς μὲν γὰρ δι' ὕδατος καὶ λουτροῦ ἐγγυῶμαι τὴν ὑγείαν, τῶν δὲ δι' ὀλίγων δακρύων ἐξαλείφω τὴν νόσον. Ἁπλῆ γὰρ ἡ μεταχείρησις, καὶ θεόπεμπτος ἡ δωρεὰ, καὶ μεγάλη ἀληθῶς ἡ ἐπιτυχία, χωρὶς καύσεως ἢ τομῆς χρονίων ἀπαλλαγῆναι τραυμάτων, ἃ κακῶς ἐπάθομεν ἐκ τῶν δηγμάτων τοῦ ὄφεως. Ἔλθετε οὖν, οἱ κεκακωμένοι, πρὸς τὴν ἑαυτῶν ἐπιμέ λειαν, καὶ μὴ ῥᾳθυμίᾳ δότε τὸ πρᾶγμα. Νόσος γὰρ παλαιωθεῖσα καὶ ἐγχρονίσασα, τέχνης θεραπείας γίνεται κρείττων. Οἱ πένητες καὶ ἐνδεεῖς, σπεύσατε πρὸς τὴν διανομὴν τῶν βασιλικῶν χαρισμάτων· τὰ πρόβατα, πρὸς τὴν σφραγῖδα καὶ τὸ σημεῖον τοῦ σταυροῦ τὸ τῶν κακῶν ἀλεξητήριον. ∆ότε μοι τὰ ὀνόματα, ἵνα ἐγὼ μὲν αὐτὰ ταῖς αἰσθηταῖς ἐγχαράξω βίβλοις, καὶ γράψω τῷ μέλανι· Θεὸς δὲ ταῖς ἀφθάρτοις πλα ξὶν ἐνσημήνηται, δακτύλῳ γράψας ἰδίῳ, ὥς ποτε τοῖς Ἑβραίοις τὸν νόμον. «Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Λούσασθε, ἀφέλεσθε τὰς ἁμαρτίας ὑμῶν.» Ταῦτα ἐγράφη πρὸ πολλοῦ· οὐκ ἐπαλαιώθη δὲ τῶν γραμμάτων ἡ δύναμις, ἀλλ' ἀκμάζει καὶ καθ' ἡμέραν ἰσχύει. Ἐξέλθετε τοῦ δεσμωτηρίου, παρακαλῶ. Μισήσατε τὰ τῆς ἁμαρτίας σκοτεινὰ οἰκητήρια. Φεύγετε τὸν διάβολον, ὡς πικρὸν δεσμοφύλακα, ἐκ τῆς συμφορᾶς τῶν ἁμαρτωλῶν τρεφόμενον καὶ κερδαίνοντα. Ὡς γὰρ Θεὸς εὐφραίνεται ταῖς δικαιοσύναις ἡμῶν, οὕτως ἐφήδεται τοῖς παραπτώμασιν ὁ τῆς ἁμαρτίας αἴτιος. Ἔξω τοῦ παραδείσου τυγχάνεις, ὁ κατηχούμενος, κοινωνῶν τῆς ἐξορίας τῷ Ἀδὰμ τῷ προπάτορι. Νῦν δέ σοι τῆς θύρας ὑπανοιγομένης, εἴσελθε ὅθεν ἐξῆλθες, καὶ μὴ βραδύνῃς, μήπου θάνατος παρεμπεσὼν ἀποφρά ξῃ τὴν εἴσοδον. Ἡ κεφαλὴ λοιπὸν λευκαίνεται, τοῦ βίου τὸ θέρος ἐγγὺς, τάχα ἀκονᾶται καθ' ἡμῶν ἡ δρεπάνη, καὶ δέδοικα, μὴ καθευδόντων ἡμῶν καὶ ἐνασχολουμένων ταῖς ματαίαις ματαιότησιν, ἀθρόον ἐπιστῇ φοβερὸς ὁ τέμνων. Ἀλλ' ἐρεῖς ὁ νέος· Οὐδέ πω γεγήρακα. Μὴ τοίνυν ἀπατηθήσῃ· θάνατος γὰρ προθεσμίαις ἡλικιῶν οὐχ ὁρίζεται, οὐδὲ φοβεῖται τοὺς ἐν ἀκμῇ, κατὰ δὲ γερόντων μόνον ἔχει τὸ κράτος. Καὶ τούτου μάθε τὴν καθημερινὴν πεῖραν διδάσκαλον. Ὁρᾷς γὰρ τὴν κλίνην τῆς ἐκφορᾶς, ὅπως ἀνω μάλως, καὶ ὡς ἔτυχε, πᾶσαν ἡλικίαν ἐξάγει, σήμε ρον τὸν πρεσβύτην, αὔριον τὸ ἀνθοῦν καὶ χαρίεν μει ράκιον, μετ' ὀλίγον τὸν αὐξανόμενον τοῦ ἰούλου, πάλιν τὸν ῥωμαλέον, καὶ ἀκμάζοντα, αὖθις τὴν γραῦν, ὁμοῦ τὴν κόρην. Ταῦτα ὁρῶντες, τὴν ἀδηλίαν ἀσφα λισώμεθα· Οὐ γάρ ἐστιν ἐργῶδες, ἵνα ἀσκὸς κενωθῇ τοῦ πνεύματος, μικρὸν ὑπανοιγέντος τοῦ στόμα τος, οὐδὲ δύσκολον ἄνθρωπον ἐν ἀκαρεῖ τὴν ψυχὴν προέσθαι.

Ὁρῶ ὅταν ποτὲ σεισμὸς ἐπιγένηται τῷ βίῳ, ἢ λιμὸς, ἢ πολεμίων καταδρομὴ, πάντας ἐπειγμένως ἐπὶ τὸ βαπτιστήριον σπεύδοντας, ἵνα μὴ κενοὶ τῆς χάριτος ἐξ ἀνθρώπων ἀπέλθωσιν. Τί οὖν; τὰ ἄλλα τὰ ποικίλα πάθη καὶ ἀπροσδόκητα οὐκ ἰσοδυναμεῖ τοῖς κακοῖς ἐκείνοις; Ἀποπληξίαι, παρακοπαὶ, πνίξεις ἀδόκητοι, πνευμάτων ἐνστάσεις, καὶ τὰ τούτων ἀκόλουθα; Οὐ βλέπομεν τοὺς ἐν τῷ τρέχειν πίπτον τας, ἐσθίοντας καὶ τελείως τῆς τροφῆς παυομένους, καθεύδοντας καὶ λανθανόντως τῷ ἀδελφῷ τοῦ ὕπνου τῷ θανάτῳ προσαγομένους; Ἀσφάλισαι τὸ ἀστάθμη τον καὶ ἄδηλον τοῦ βίου. Μὴ ἐμπορεύου τὴν χάριν, ἵνα μὴ ἐκπέσῃς τῆς δωρεᾶς. Τοσαῦτα χρεώστησον, ὅσα δυνατὸν καὶ συγχωρηθῆναι, ὅσα καὶ τὴν φιλανθρωπίαν τοῦ βασιλέως οὐκ ἀποκλείσει. Καὶ γὰρ οἱ τῆς γῆς ἄρχοντες ὅταν τινὰ λάβωσιν ὑπεράγαν σπαθήσαντα τὰ δημόσια, καὶ τῶν βασιλικῶν χρημάτων ὑπὲρ κόρον κατατρυφήσαντα, τῆς μὲν ἀποδόσεως ἀπογινώσκουσι· κολάζουσι δὲ πικρῶς, ἀντὶ τῶν χρημάτων ταῖς τιμωρίαις ἀρκούμενοι. Πολλοὺς χρόνους ἐχαρίσω τῇ ἡδονῇ δὸς καὶ τῇ φιλοσοφίᾳ σχολήν. Ἀπό δυσαι τὸν παλαιὸν ἄνθρωπον, ὡς ἱμάτιον ῥυπαρὸν, τὸ αἰσχρὸν, τὸ γέμον αἰσχύνης τὸ ἐκ τοῦ πλήθους τῶν ἁμαρτιῶν πολυκόλλητον, τοῖς οἰκτροῖς ῥακίοις περι κεκεντημένον τῆς ἀνομίας. ∆έξαι δὲ τὸ τῆς ἀφθαρσίας ἔνδυμα, ὅπερ ὁ Χριστός σοι διαπλώσας προτείνεται, καὶ μὴ ἀπώσῃ τὴν δωρεὰν, ἵνα μὴ ὑβρίσῃς τὸν δωρη σάμενον. Ἐπὶ μακρὸν ἐνεκυλίσω τῷ βορβόρῳ· σπεῦσον, ἄνθρωπε, ἐπὶ τὸν ἐμὸν Ἰορδάνην, οὐκ Ἰωάννου καλοῦντος, ἀλλὰ Χριστοῦ προτρέποντος. Ὁ γὰρ τῆς χάριτος ποταμὸς ῥεῖ πανταχοῦ, οὐκ ἐν τῇ Παλαιστίνῃ τὰς πηγὰς ἔχων, καὶ εἰς τὴν γείτονα καλυπτόμενος θάλασσαν, ἀλλὰ πᾶσαν τὴν οἰκουμένην κυκλῶν, καὶ εἰσβάλλων εἰς τὸν παράδεισον· ἀντιπρόσωπος ῥέων τῶν τεσσάρων τῶν ἐκεῖθεν ἀποῤῥεόντων, καὶ πολὺ τιμιώτερα εἰσάγων εἰς τὸν παράδεισον τῶν ἐκεῖ θεν ἐκφερομένων. Οἱ μὲν γὰρ φέρουσιν ἀρώματα, γεωργίαν, καὶ βλάστημα γῆς. Ὁ δὲ ἀνθρώπους εἰσφέρει γεννήματα πνεύματος. Ὅπου δ' ἂν ἑλκύσῃς, ἐκεῖ μεταῤῥεῖ, πρὸς πᾶσαν τὴν οἰκουμένην ἐξοχετεύεται, καὶ οὐ δαπανᾷ ἐν τοῖς μεριζομένοις τὸ ῥεῖθρον. Πηγὴν γὰρ ἔχει πλουσίαν τὸν Χριστὸν, καὶ ἀπ' ἐκείνου ῥέων, σύμπαντα πελαγίζει τὸν κόσμον, Γλυκὺς οὗτος καὶ πότιμος, οὐδὲν τῆς ἀηδοῦς ἅλμης ἐπισυρόμενος. Ἡδύνεται γὰρ τῇ ἐπιφοιτήσει τοῦ πνεύματος ὡς ἡ Μεῤῥὰ πηγὴ τῇ θήξει τοῦ ξύλου, διαβατὸς τοῖς εὐσεβέσι, τοῖς δὲ βεβήλοις ἀγχιβαθὴς καὶ ἀπρόσιτος. Μίμησαι τὸν Ἰησοῦν τὸν Ναυή. Βά στασον τὸ Εὐαγγέλιον, ὡς ἐκεῖνος τὴν κιβωτόν· ἄφες τὴν ἔρημον, τὴν ἁμαρτίαν· περαιώθητι τὸν Ἰορδάνην· σπεῦσον εἰς τὴν κατὰ Χριστὸν πολιτείαν, εἰς τὴν γῆν τὴν γόνιμον τῶν εὐφραινόντων καρπῶν, τὴν ῥέουσαν, κατὰ τὴν ἐπαγγελίαν, μέλι καὶ γάλα· κατάλυσον τὴν Ἱεριχὼ, τὴν παλαιὰν συνήθειαν, μὴ ἀφῇς αὐτῆς ὀχύρωμα· ἐκ θεμελίων λῦσον τῶν ἁμαρτωλῶν λογισμῶν τὴν μητέρα· ποίησον τοὺς δολεροὺς Γαβαωνίτας οἰκέτας τοῦ Ἰσραὴλ, τουτέστι, δούλους τοὺς πονηροὺς λογισμοὺς τοῦ κατὰ τὸ Εὐαγ γέλιον βίου· λιθοβολείσθω ὁ σοφιστὴς καὶ πλεον έκτης Ἄχαρ· ὁ τὴν γλῶσσαν τὴν χρυσῆν ὑφελόμενος. Οὗτος δέ ἐστιν ἐκεῖνος ὁ τῆς τιμίας ἐντολῆς ἀφανίσας τὴν τήρησιν. Πάντα ἐκεῖνα τύπος ἡμέτερος, πάντα προμηνύματα τῶν νῦν φαινομένων πραγμάτων. Ἀπόλυσον λοιπὸν τοῦ βίου σου τὸν γαστρίμαρ γον κόρακα· δὸς τῇ περιστερᾷ καιρὸν ἐπιπτῆναί σοι· ἣν πρῶτος Ἰησοῦς τυπικῶς ἐξ οὐρανοῦ κατ ήγαγε, τὴν ἄδολον, τὴν πραϋτάτην, τὴν πολύγονον· ἥτις ἐπειδὰν εὕρῃ ἄνδρα κεκαθαρμένον ὡς πύριον καλῶς ἠσκημένον, εἰσοικίζεται καὶ ἐπωάζουσα πυροῖ τὴν ψυχὴν, καὶ πολλὰ τίκτει καὶ εὐχαρῆ τὰ ἑαυτῆς τέκνα. Ταῦτα δέ εἰσιν ἀγαθαὶ πράξεις καὶ λόγοι σε μνοὶ, πίστις, εὐσέβεια, δικαιοσύνη, σωφροσύνη, ἁγνεία, καθαρότης. Ταῦτα τέκνα τοῦ πνεύματος, κτήματα δὲ ἡμέτερα. Μέχρι πότε μαθητὴς τῶν πρώτων στοιχείων; Ἄνοιξόν σου τὴν ψυχὴν ὡς δέλτον, καὶ συγχώρησον ἡμῖν ἐγχαράξαι μάθημα τέλειον· μὴ ἀεὶ μετὰ τῶν παίδων ψελλίζου· μὴ νηπιώδης τὴν φρένα. Ἐρυθριῶ ὑπὲρ σοῦ, ὅτι γηράσας λοιπὸν μετὰ τῶν κατηχουμένων ἐκβάλλῃ, ὡς παιδάριον ἄνουν καὶ οὐκ ἐχέμυθον, μέλλοντος μυστηρίου λαλεῖσθαι. Ἑνώ θητι τῷ μυστικῷ λαῷ καὶ μάθε λόγους ἀποῤῥήτους. Φθέγξαι μεθ' ἡμῶν ἐκεῖνα, ἃ καὶ τὰ ἑξαπτέρυγα Σεραφὶμ μετὰ τῶν τελείων Χριστιανῶν ὑμνοῦντα λέγει. Ἐπιθύμησον τροφῆς ἐνδυναμούσης ψυχήν· γεῦσαι πόματος καρδίαν εὐφραίνοντος· ἐράσθητι μυστηρίου εἰς νεότητα τοὺς παλαιοὺς ἀοράτως ἀμεί βοντος. Μίμησαι τὸν Αἰθίοπα τὸν εὐνοῦχον τῆς ζεού σης ἐπιθυμίας. Καὶ γὰρ ἐκεῖνος ἐπειδὴ τὸν Φίλιππον προσαχθέντα παρὰ τοῦ Πνεύματος σύνεδρον ἐπὶ τοῦ ἅρματος ἔλαβεν, ὁδοῦ δὲ πάρεργον ἔμαθε μὴ ἀνα γινώσκειν μόνον, ἀλλὰ καὶ γινώσκειν τὸν σοφὸν Ἡσαΐαν· ἐγεύσατο δὲ διὰ τῆς ἑρμηνείας ὡς ἀγαθὸς σκύλαξ τοῦ αἵματος καὶ τοῦ σφαγέντος ἀμνοῦ· σφο δρῶς τοῦ Φιλίππου καθυλάκτησεν, μέχρις οὗ πρὸς τὴν τελείαν αὐτὸν θήραν τῆς ἐν χερσὶ προφητείας ὡδή γησεν· αὐτοσχέδιον δὲ τὸ βάπτισμα ζητήσας ἔλαβεν, οὔτε καταγωγίαν ἀναμείνας, οὔτε πόλιν ἢ κώμην, ἢ τὸν τόπον ἁγιάσματος ἐκδεξάμενος, λογισάμενος δὲ σωφρόνως, ὅτι πᾶς τόπος τοῦ κοινοῦ ∆εσπότου, καὶ πᾶν ὕδωρ ἐπιτήδειον εἰς τὴν τοῦ βαπτίσματος χρείαν, μόνον ἐὰν εὕρῃ πίστιν τοῦ λαμβάνοντος, καὶ εὐλογίαν τοῦ ἁγιάζοντος ἱερέως. Μὴ παροξύνῃς τὸν βαπτιστὴν βραδύνων, μηδὲ παροργίσῃς αὐτὸν ἡμέραν ἐξ ἡμέρας ἀναβαλλόμενος, καὶ δαπανῶν ἐν ὑποσχέσεσι τὸν ῥέοντα χρόνον, μήποτέ σου ταῖς ὁμοίαις φωναῖς Ἰωάννου καθίκηται, γέννημά σε ὀνομάζων ἐχίδνης, ἢ ἀσπίδα κωφὴν, πρὸς τὴν φωνὴν τοῦ ἐπ ᾴδοντος ἀγριαίνουσαν, ἢ τὴν ἀξίνην σοι δείξῃ τεθηγμένην καὶ στίλβουσαν, παρακειμένην τῷ δένδρῳ, καὶ τὴν τομὴν ἀπειλοῦσαν. Αἱρετώτερον ἐν κακῶν ἐκλογῇ ἀξιωθέντα τινὰ τοῦ σωτηρίου λουτροῦ, γενέ σθαι πάλιν ἐν ἁμαρτήματι, ἢ τῆς χάριτος ἀμέτοχον τελευτῆσαι τὸν βίον. Τὸ μὲν γὰρ πλημμέλημα τυ χὸν καὶ συγγνώμης ἢ φιλανθρωπίας ἀξιωθήσεται, ἧς πολλὴ παρὰ τῶν ἀγαθῶν ἐλπίς· τὸ δὲ παντά πασιν ἀπηγορευμένην ἔχειν τὴν σωτηρίαν ἐξ ἀπο φάσεως ὡρισμένης· ὅταν γὰρ ἀκούσω τῆς ἀψευδοῦς φωνῆς λεγούσης, «Ἀμὴν, ἀμὴν λέγω σοι· ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ,» οὐδὲν δύναμαι τοῖς ἀμυήτοις προσδοκῆ σαι χρηστόν.

Τίνος γὰρ ὄντως συγγνώμης δίκαιον τοῖς τοιούτοις μεταδιδόναι, οἳ τὴν βασιλικὴν χάριν ἐνύβρισαν, μὴ δεξάμενοι τὰς ἀποκοπὰς τῶν χρεῶν, μηδὲ προσκυνήσαντες τὴν ἐλευθερίαν καὶ ἀσπασάμε νοι, αὐτεπάγγελτον πρὸς αὐτοὺς ἐλθοῦσαν ἐξ οὐρα νῶν· διὰ δὲ τῆς καταφρονήσεως τοῦ δώρου, τὸν δω ρησάμενον ἀτιμάσαντες; Ψυχὴν ἀφώτιστον καὶ τῇ χάριτι τῆς παλιγγενεσίας μὴ κοσμηθεῖσαν, οὐκ οἶδα οὐδὲ εἰ ἄγγελοι μετὰ τὸν χωρισμὸν τοῦ σώματος ὑποδέχονται. Πῶς γὰρ τὴν ἀσφράγιστον, τὴν μηδὲν τῆς δεσποτείας ἐπίσημον φέρουσαν; Ἦ εἰκὸς ἐμφέρε σθαι τῷ ἀέρι πλανωμένην καὶ ἀλητεύουσαν, καὶ ἀζή τητον, ὡς ἀδέσποτον· ἐπιθυμοῦσαν ἀναπαύσεως καὶ μονῆς, καὶ μὴ εὑρίσκουσαν ὀδυρομένην ἀνόνητα, καὶ μεταμελομένην ἄπρακτα· ὁμοίαν τῷ πλουσίῳ, ὃν πορφύρα, καὶ βύσσος ἠμφίαζεν, τρυφὴ δὲ παντοία καὶ ἀπόλαυσις ἁβροδίαιτος ἔτρεφεν, ὕλην τοῦ ἀσβέστου πυρός. Ἐθέλω δὲ ὑμῖν εἰπεῖν τινα καὶ λόγον ἀνδρὸς ἀθλίου, ἀποτυχόντος τῆς μεγάλης ἐλπίδος, καὶ ζη τοῦντος ὕδωρ ἐν ἀνύδρῳ καιρῷ. Πρώην γὰρ ἡνίκα ἡ καταδρομὴ τῶν νομάδων Σκυθῶν, πολλὴν σὺν τοῖς οἰκοῦσι χώραν ἠφάνισεν, ἐπὶ τῆς Κομαναίων πόλεως ταύτης ἀστυγείτονος τὰ προάστεια τῶν βαρβάρων ληϊζομένων, ἀνήρ τις νέος τῶν εὐπατριδῶν, Ἀρχίας τοὔνομα, ὃν καὶ αὐτὸς ἀκριβῶς ἠπιστάμην περιαλ γεῖν τοῖς τε ἰδίοις καὶ κοινοῖς τῆς πατρίδος κακοῖς ἐξῆλθε τῆς πόλεως καὶ τοῦ φρουρίου, ὡς κατοπτεῦσαι ἀκριβῶς, πόσοι μὲν οἱ λῃοῦντες βάρβαροι, τίνα δὲ τὰ συμβαίνοντα πάθη· καὶ περιπεσὼν τοῖς πολεμίοις κατετοξεύθη. Πεσὼν δὲ καὶ πρὸς τὸν θάνατον ἐπειγόμενος, ὡς εἶχε δυνάμεως, ἀνεβόα (καὶ γὰρ ἦν τῶν ἀμυήτων)· Ὄρη καὶ νάπαι, βαπτίσατε· δένδρα, καὶ πέτραι, καὶ πηγαὶ, δότε τὴν χάριν. Καὶ ταῖς οἰκτραῖς φωναῖς ταύταις ἐπετελεύτησεν. Ἃς καὶ ἡ πόλις μαθοῦσα, πλέον τῆς συμφορᾶς τῆς κατὰ τὸν πόλεμον ἀπεθρήνησεν. Παραπλήσιοι δὲ τούτῳ καὶ οἱ παρὰ τῶν νόσων ἀθρόως πιεζόμενοι. Ὅταν γὰρ ὁ χθὲς ὑγιαίνων καὶ μακροὺς ἑαυτῷ τοὺς χρόνους τῆς ζωῆς διαγράφων πάθῃ τὸ τοῦ παλαιοῦ ματαιόφρονος, καὶ λεχθῇ πρὸς αὐτὸν ἐκ τῆς ἀπογνώσεως, ὅτι ταύτῃ τῇ νυκτὶ ἡ ψυχή σου τοῦ σώματος λύεται, τότε θόρυβος καὶ κραυγή· καὶ πάντα ἐν ῥοπῇ καιροῦ ὀξέως ζητεῖται, τὰ σκεύη, τὸ ὕδωρ, ὁ ἱερεὺς, ὁ λόγος ὁ πρὸς τὴν χάριν προευτρεπίζων, ὃν ἀπαιτεῖ μὲν ἡ χρεία, ἐπισκοτεῖ δὲ ἡ νόσος, σφοδρὸν καὶ ἀνένδοτον ἐργαζο μένη τὸ ἆσθμα. Καὶ ποιεῖ τὸν θόρυβον τῆς κατὰ πόλεμον συνοχῆς οὐκ ἐλάττονα· πάντες δὲ οἱ κατὰ τὴν οἰκίαν ἀλλήλοις ἀπαντῶντες ἐκρήγνυνται· καὶ ὠθισμός ἐστι, καὶ ταραχὴ, καὶ θρόος γοώδης καὶ ἄσημος, ὥσπερ ἐν νυκτομαχίᾳ ἀλλήλοις ἐμπλεκομένων, δούλων, συγγενῶν, φίλων, τῶν παίδων, τῆς γαμετῆς. Ὡς ἔτι τοίνυν καιρὸς εἰρήνης, τὰ καθ' ἑαυ τοὺς σωφρόνως διαθώμεθα. Ἐν σχολῇ καὶ γαλήνῃ τοῦ βίου δέξασθε τὴν τοῦ Χριστοῦ δωρεὰν, ὅτε καὶ ὁ λαμ βάνων τὴν ὑψηλὴν καὶ ἀσύγκριτον εὐεργεσίαν μεθ' ἡδονῆς τῷ καταλόγῳ τῶν υἱοθετουμένων συναριθμεῖ ται, καὶ οἱ γνώριμοι πάντες τὴν ἐκείνου πρὸς τὸ κρεῖττον μεταποίησιν ἐξαίρετον χαρὰν καὶ εὐφροσύνην ποιοῦνται. Ἀλλὰ δέδοικα, φησὶ, τὸ τῆς φύσεως ἡμῶν εἰς ἁμαρτίαν εὔκολον, καὶ διὰ τοῦτο πρὸς τὴν χάριν τῆς παλιγγενεσίας βραδύνω. Εὐπρόσωπον μέν σου τῆς δειλίας τὸ πρόσχημα, καὶ καλῶς σαυτὸν κατασχηματίζεις τῷ τῆς εὐλαβείας πλάσματι· ἀλλά σοι σύντομος ἐρώτησις προσαχθεῖσα ἀρκέσει προγυμνῶσαι τὴν σκηνὴν εὐκόλως. Ἐπεὶ γὰρ, ὁ δεδοικέναι λέγων τὴν ἁμαρτίαν, κατηχούμενος ὑπάρχεις, τίνα ἄρα ζῇς βίον ἀκατηγόρητον, ἢ τὸν ἀναμάρτητον, ἢ τὸν ἐν ἁμαρτίαις; Εἰ μὲν γὰρ τὸν ἀναμάρτητον, τί δειλιᾷς τὸ βά πτισμα, καὶ πρὸ ἐκείνου τηρῶν τὴν νομοθετημένην ἀκρίβειαν; Εἰ δέ σοι ἀκάθαρτος καὶ ἀφύλακτος ἡ ζωὴ βραδύνων ἐν ἀνομίαις, καὶ τῇ μακρᾷ συνηθείᾳ ἕξιν κτώμενος τοῦ κακοῦ, πρόδηλον ὅτι τὴν ἐσχάτην ἀνα μένεις ἀναπνοήν· ἵνα τῷ βαπτίσματι παραληφθέντι κατὰ τὴν τελευταίαν ὥραν συντελεσθῇ ἡ ζωή.

Τοῦτο δέ ἐστι καινὴ καὶ παράδοξος ἐμπορία, οὐ χρυσοῦ καὶ ἐσθῆτος, ἀλλὰ πλήθους ἀνομιῶν καπηλεία περίεργος τῆς κατὰ ψυχὴν καθάρσεως. Καὶ καθάπερ οἱ χοῖροι πηλὸν ἐκ πηλοῦ μετέρχονται, καὶ τὸν βόρβορον ἔχου σιν αὑτοῖς ἐνδιαίτημα· οὕτως οἱ ταῖς ἀκαθαρσίαις συζῶντες συνάπτουσιν ἐπαλλήλους τὰς ἀνομίας. Ἢ γὰρ τῇ πορνείᾳ μολύνονται, ἢ τὴν δυσώνυμον μοι χείαν τεχνάζουσιν, ἢ τὴν μέθην ἀσκοῦσι τὸ τῶν πο νηρῶν ἐπιθυμιῶν ὑπέκκαυμα, ἢ τὰς ἀδελφὰς τούτων καὶ συγγενεῖς ἁμαρτίας ἐπιτηδεύουσι. Φοβοῦνται δὲ τὸ βάπτισμα, ὡς τῶν ἡδονῶν κώλυμα, καὶ τῶν μια ρῶν ἀπολαύσεων ἀποχήν. Ὅταν οὖν λέγει ὁ προφα σιζόμενος προφάσεις ἐν ἁμαρτίαις, ὅτι Φοβοῦμαι, πρόδηλός ἐστιν οὐ τὴν ἁμαρτίαν εὐλαβούμενος, ἀλλὰ μακρὰν αὐτῷ γενέσθαι βουλόμενος, τὴν ἐν ταῖς ἁμαρτίαις ἀναστροφήν. Οἱ δὲ ταύτην ἔχοντες ἐν τῷ βάθει τὴν πονηρὰν γνώμην, πρῶτον μὲν οὐδὲ ἀξιοῦν ται τῆς χάριτος· ἀλλὰ ταῖς κεναῖς ἐλπίσιν ἑαυτοὺς ἀποβουκολοῦντες ἀδοκήτως ἀπάγονται, ἀψοφητὶ καὶ ἀθρόον ὡς ἐπιβούλου κλέπτου τοῦ θανάτου καταλαμβάνοντος. Ἀλλὰ καὶ πλεονάσας ὁ Θεὸς τὴν οἰκείαν μακροθυμίαν καὶ ἀγαθότητα, καταξιώσας τῶν μυστηρίων τὸν φιλαμάρτητον ἐπὶ τῆς ἐσχάτης ἡμέρας, οὐκ ἔστιν αὐτοῖς τοσοῦτον τῆς πραγματείας τὸ κέρδος, ὅσον νομίζουσιν. Οἴονται γὰρ εὐθὺς μὲν ὑπανοιχθήσεσθαι τὴν βασιλείαν αὐτοῖς· λήψεσθαι δέ τινα χῶρον ἀγαθῶν γέμοντα θαυμαστῶν, καὶ τῶν ἴσων ἀξιωθήσεσθαι τοῖς δικαίοις τιμῶν. Τὸ δὲ κενή τίς ἐστιν ἐλπὶς, δόξῃ ψευδεῖ τὴν ψυχὴν γοητεύουσα. Ὡς γὰρ ἐμοὶ φαίνεται, τριχῆ τὰ τῶν ἀνθρώπων διαιρεθήσεται ἐπὶ τῆς προσδοκωμένης ζωῆς, ὡς γενικώτερον τέως χωρὶς ὑπομερισμῶν διελθεῖν. Καὶ τὸ μὲν πρῶτόν ἐστι τάγμα τῶν ἐπαινετῶν καὶ δικαίων· δεύτερον, τῶν οὔτε τιμωμένων, οὔτε κολαζομένων· τρίτον τῶν διδόντων δίκας ὑπὲρ ὧν ἐπλημμέλησαν. Ποῦ τοίνυν τάξομεν τοὺς ἐντάφιον λαβόντας τοῦ λουτροῦ τὴν εὐεργεσίαν; Ἢ πρόδηλον, ὡς ἐν τοῖς δευτέροις, καὶ τοῦτο μετὰ συγγνώμης, ἵνα κατὰ τὴν οἰκείαν τοῦ Θεοῦ φιλανθρωπίαν κληροδοτήσωμεν. Ὁ γὰρ ὄκνῳ προδοὺς τὰ τῆς ἀρετῆς κατορθώματα, οὐκ ἐλεύθερος ζημίας καὶ καταγνώσεως, εἴ γε τὸ ἐθελοκακεῖν ὑπὸ κατηγορίαν ἄγεται, καὶ τὸ μισεῖν τὰ καλὰ πρόδηλον ἔχει τῆς πονηρίας τὸν ἔλεγχον. Τί τοίνυν μέγα κερδανεῖς ἔξω πίπτων τῆς βασιλείας, καὶ τῶν ἐπαγγελιῶν ἐκείνων, ἃς ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν; Οὐ κολάζομαι, φησὶν, οὐδὲ φοβοῦμαι τὰς ἀπειλάς· ἀρκοῦμαι δὲ τῷ μὴ παθεῖν τι δεινὸν, μήτε ὡς κατορθώσας τι γενναῖον ἀποδειχθῆναι. Ἀνδραπόδου πονηροῦ ἡ προαίρεσις· μύλωνος ἀξίου καὶ δεσμοῦ καὶ μαστίγων, ἐκδῦναι μόνον τὰς τιμωρίας σπουδάζοντος· ἐλευθερίου δὲ δόξης καὶ τῶν ἐκ λαμπρότητος τιμῶν, οὐδὲ κατὰ μικρὸν ἀντιποιουμένου. Ἐχθρὰ πάντων αὐτὴ τῶν ἁγίων φωνὴ, ἐναντία τῶν ἀπ' αἰῶνος ὁσίων. Ἐκεῖνοι γὰρ ἅπαντες τοὺς ὑπὲρ παῤῥησίας κινδύνους ἠγάπησαν, καὶ παρεῖχον τοῖς βουλομένοις τέμνειν καὶ φονεύειν ποικίλως τὸ σῶμα, καὶ πρὸς οὐδένα ὠδινόντων ἐμαλακίσθησαν ἆθλον, τοῦ αἵματος καὶ τῶν ἀνδραγαθημάτων, τὴν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν προσδοκῶντες τιμήν. ∆ι' ἐκείνων Ἀβραὰμ τὸν υἱὸν προσταχθεὶς ἔθυσε· καὶ Μωϋσῆς ἐνεμόχθει τοῖς δεινοῖς τῆς ἐρήμου· καὶ Ἠλίας τὸν ἔρημον ἔζη βίον καὶ ἀθεράπευτον· καὶ πάντες προφῆται διῆγον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, θλιβόμενοι, κακουχούμενοι. Ὑπὲρ ἐκείνης εὐαγγελισταὶ τὰ ὑπὲρ τοῦ Εὐαγγελίου ἔπασχον στίγματα, καὶ μάρτυρες ταῖς κολάσεσι ταῖς παρὰ τῶν τυράννων ἐνηγωνίσαντο, καὶ πᾶς, εἴ τις ἀληθῶς λογικὸς καὶ εἰκὼν τοῦ Θεοῦ, καὶ συγγένειαν ἔχων πρὸς τὰ ὑψηλὰ καὶ οὐράνια, οὐδὲ εἶναι βούλεται οὐδὲ συνεγερθῆναι τοῖς ἀναβιωσομένοις ἀνθρώποις· εἰ μὴ μέλλοι ἐπαινεῖσθαι παρὰ τοῦ Θεοῦ ὡς ἀγαθὸς δοῦλος, καί τινων ἀξιοῦσθαι γερῶν. Ἐπὶ ταύτῃ τῇ προαιρέσει καὶ ὁ ∆αβὶδ τῆς ἐλάφου τὴν δίψαν οἰκεῖον ὑπόδειγμα ποιεῖται τῆς ἑαυτοῦ πρὸς Θεὸν ἐπιθυμίας· καὶ ἰδεῖν εὔχεται τὸ πρόσωπον τοῦ Θεοῦ, ἵνα ταῖς νοηταῖς ἐνευφρανθῇ δεξιώσεσι. Καὶ Παῦλος εὔχεται ἐκδυσάμενος τὴν σάρκα ὡς καὶ βαρὺ καὶ φορτικὸν ἱμάτιον, ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· πάντως ἀμφότεροι φανταζόμενοι τὴν μακαρίαν εὐφροσύνην καὶ ἀμετάβλητον. Εἰ δὲ ἐκείνης ἔρως οὐδεὶς, πάντα ἀληθῶς τὰ ἄλλα, κατὰ τὸν Ἐκκλησιαστὴν, ματαιότης ματαιοτήτων. Φεύγετε τοίνυν, ἄνδρες Χριστιανοὶ, κλήσεως ἐπουρανίου μέτοχοι, πᾶσαν ἔννοιαν τοιαύτην λῃστῶν καὶ κακούργων ἀξίαν, μηδὲ τοῦτο μακαριστὸν ἡγήσησθε τὸ φεύγειν τιμωρίαν, ἀλλ' ἐράσθητε δωρεῶν καὶ στεφάνων· οὓς ὁ Θεὸς τοῖς ἀθληταῖς τῆς δικαιοσύνης ηὐτρέπισεν· ἐπιθυμήσατε βαπτίσματος ἀδόλως· λάβετε τὸ τάλαντον, καὶ πρόσθετε τὴν ἐργασίαν· οὕτως γὰρ κατὰ τὴν παραβολὴν ἡγεμόνες δέκα γενήσεσθε πόλεων.

Ὁ δὲ συνταφεὶς τῷ βαπτίσματι, ἔκρυψεν εἰς γῆν τὸ τάλαντον, καὶ πάντως ἐκείνων ἀκούσει τῶν πρὸς τὸν δοῦλον ἀργὸν λεχθέντων καὶ ῥᾴθυμον. Καλῶς ὁ νεοφώτιστος ἂν τῇ πίστει συνάψῃ τὴν ἐντολὴν, ἐπὶ πλεῖον οὐδὲν ἔχει τοῦ ἀνεγκλήτου. ∆εσμώτης ἐτύγχανεν μυρίοις ἐγκλήμασιν ὑπεύθυνος, δεδοικὼς τὸ κριτήριον, τρέμων τῶν εὐθυνῶν τὸν καιρόν. Ἦλθεν ἀθρόον βασιλέως φιλανθρωπία, ἤνοιξε τὸ δεσμωτήριον, ἀφῆκε τοὺς πονηρούς. Ὁ μὲν δοὺς τὴν χάριν, ὑμνείσθω καὶ προσκυνείσθω, ὡς ἀγαθότητος περιουσίᾳ σώσας τοὺς τὴν ζωὴν οὐκ ἐλπίζοντας· ὁ δὲ γνωριζέτω ἑαυτὸν, ἐν ταπεινότητι διαγέτω· μὴ ὡς κατορθώσας τι διακείσθω, ἐπειδὴ τῶν δεσμῶν ἐλύθη. Ἄφεσις γὰρ ἐγκλημάτων τὸν ἔλεον προσμαρτυρεῖ τῷ συγχωρήσαντι, οὐ μὴν εὐδοκιμήσειν τῷ ἀφεθέντι. Ὁ λαβὼν τὸ τῆς παλιγγενεσίας λουτρὸν, ὅμοιος στρατιώτῃ νέῳ ὑπόγυιον ἐναριθμηθέντι τοῖς ὁπλιτικοῖς καταλόγοις, μηδέπω δὲ μηδὲν ἐπιδεδειγμένῳ στρατιωτικὸν ἢ γενναῖον. Ὥσπερ οὖν ἐκεῖνος ἀνελόμενος τὴν ζώνην, καὶ τὴν χλανίδα ἐμπορπησάμενος, οὐκ εὐθὺς ἑαυτὸν ἀριστέα νομίζει, οὐδὲ προσιὼν μετὰ παῤῥησίας τῷ βασιλεῖ ὡς γνώριμος διαλέγεται, οὐδὲ χάριτας αἰτεῖ τὰς τῶν καμόντων καὶ πονεσάντων· οὕτως μηδὲ σὺ τυχὼν τῆς χάριτος, οἴου τοῖς δικαίοις συζήσεσθαι, καὶ πρὸς τὸν ἐκείνων ἀχθήσεσθαι κλῆρον, ἂν μὴ πολλοὺς ὑπομείνῃς ὑπὲρ εὐσεβείας κινδύνους, καὶ πολεμήσῃς τῇ σαρκὶ, καὶ μετ' ἐκείνης τῷ διαβόλῳ, καὶ γενναίως ἀντισχῇς πρὸς πάντα τὰ τῶν πονηρῶν πνευμάτων τοξεύματα.

Μᾶλλον δὲ εἰ δοκεῖ αὐτὴν τὴν τοῦ Κυρίου φωνὴν τὴν μέλλουσαν ἐπὶ τῆς κοινῆς ἐκφέρεσθαι κρίσεως, λάβωμεν τοῦ προκειμένου διδάσκαλον. Τί γάρ φησι; «∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν.» ∆ιὰ τί; Οὐχ ὅτι τὸ ἱμάτιον ἐνεδύσασθε τῆς ἀφθαρσίας, οὐδὲ ὅτι τὰς ἁμαρτίας ὑμῶν ἀπελούσασθε, ἀλλ' ἐπειδὴ κατωρθώσατε τὴν ἀγάπην. Καὶ εὐθὺς ὁ κατάλογος ὑποτέτακται τῶν τραφέντων, τῶν ποτισθέντων, τῶν ἐνδυθέντων. Καὶ εἰκότως ὁ ἀπαραλόγιστος κριτὴς οὕτως δικάζει. Ἡ χάρις μὲν γὰρ τοῦ ∆εσπότου δῶρον· ἡ δὲ πολιτεία, τοῦ τιμηθέντος κατόρθωμα. Χάριτος δὲ ἧς ἔλαβεν οὐδεὶς μισθὸν ἀπαιτεῖ, ἀλλὰ τὸ ἐναντίον ὀφείλει. Καὶ διὰ τοῦτο, ὅταν τῷ βαπτίσματι φωτισθῶμεν, χρεωστοῦμεν τῷ εὐεργέτῃ τὴν εὔνοιαν. Εὔνοια δὲ ἡμετέρα πρὸς Θεὸν ἡ περὶ τοὺς ὁμοδούλους εὐγνωμοσύνη, ἡ σωτηρία ἡμῶν αὐτῶν, καὶ ἡ τῆς ἀρετῆς ἐπιμέλεια. Ἀπόθεσθε τοίνυν τὴν ματαίαν γνώμην, οἱ ἐντάφιον τηροῦντες τὸ βάπτισμα, εἰδότες, ὡς ἡ πίστις τὴν ἀδελφὴν ἑαυτῆς, τὴν ἀγαθὴν πολιτείαν ἐπιζητεῖ· ἧς ἀξιωθείημεν ἀγαθῇ προαιρέσει καὶ βοηθείᾳ Θεοῦ, ᾧ πρέπει προσκύνησις νῦν καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать