Αθανάσιος ο Μέγας, 4ος αι.

Ἐπιστολὴ πρὸς μοναχοὺς 2

Epistula ad monachos 2 / Первое послание к монахам 2

Epistula ad monachos ΤΟΥ ΕΝΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ. Τοῖς τὸν μονήρη βίον ἀσκοῦσι, καὶ ἐν πίστει Θεοῦ ἱδρυμένοις, ἀγαπητοῖς καὶ ποθεινοτάτοις ἀδελφοῖς ἐν Κυρίῳ χαίρειν.

Εὐχαριστῶ μὲν τῷ Κυρίῳ, τῷ δόντι ὑμῖν εἰς αὐτὸν πιστεῦσαι, ἵνα μετὰ τῶν ἁγίων καὶ ὑμεῖς ἔχητε τὴν ζωὴν τὴν αἰώνιον· ἐπειδὴ δέ εἰσί τινες οἱ τὰ Ἀρείου φρονοῦντες, περιερχόμενοι τὰ μοναστήρια, δι' οὐδὲν ἄλλο εἰ μὴ ἵνα, ὡς πρὸς ὑμᾶς ἐλθόντες καὶ ἀφ' ἡμῶν ὑποστρέφοντες, τοὺς ἀκεραίους ἐξαπατῶσι· τινὲς δέ εἰσιν οἱ διαβεβαιοῦντες μὲν τὰ Ἀρείου μὴ φρονεῖν, συγκαταβαίνοντες δὲ, καὶ μετ' αὐτῶν εὐχόμενοι ἐπὶ τὸ αὐτό· ἀναγκαίως, παρακελευόντων τινῶν εἰλικρινεστάτων ἀδελφῶν, πρὸς ὑμᾶς γράφειν ἐσπούδασα, ἵνα τὴν εὐσεβῆ πίστιν, ἣν ἡ τοῦ Θεοῦ χάρις ἐν ὑμῖν ἐργάζεται, ἀκεραίως καὶ ἀδόλως φυλάττοντες, οὐ μὴ πρόφασιν δῶτε σκανδάλου τοῖς ἀδελφοῖς. Ὅταν γάρ τινες ὑμᾶς τοὺς ἐν Χριστῷ πιστοὺς θεωρήσαντες μετ' αὐτῶν συνερχομένους καὶ κοινωνοῦντας, πάντως ὑπονοήσαντες ἀδιάφορον εἶναι τὸ τοιοῦτον, εἰς τὸν τῆς ἀσεβείας ἐμπεσοῦνται βόρβορον. Ἵν' οὖν μὴ τοῦτο γένηται, θελήσατε, ἀγαπητοὶ, τοὺς μὲν φανερῶς φρονοῦντας τὰ τῆς ἀσεβείας ἀποστρέφεσθαι, τοὺς δὲ νομίζοντας τὰ Ἀρείου μὴ φρονεῖν, κοινωνοῦντας δὲ μετὰ τῶν ἀσεβῶν φυλάττεσθαι· καὶ μάλιστα ὧν τὸ φρόνημα ἀποστρεφόμεθα, τούτους ἀπὸ τῆς κοινωνίας προσήκει φεύγειν. Εἰ δέ τις προσποιεῖται μὲν ὁμολογεῖν ὀρθὴν πίστιν, φαίνεται δὲ κοινωνῶν ἐκείνοις, τὸν τοιοῦτον προτρέψασθε ἀπέχεσθαι τῆς τοιαύτης συνηθείας· καὶ ἐὰν μὲν ἐπαγγέλληται, ἔχετε τὸν τοιοῦτον ὡς ἀδελφόν· ἐὰν δὲ φιλονείκως ἐπιμένῃ, τὸν τοιοῦτον παραιτεῖσθε. Οὕτω γὰρ διατελοῦντες καθαρὰν τὴν πίστιν διατηρήσετε· κἀκεῖνοι βλέποντες ὑμᾶς ὠφεληθήσονται, φοβηθέντες μὴ ἄρα ὡς ἀσεβεῖς καὶ τὰ ἐκείνων φρονοῦντες νομισθῶσιν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

3
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать