2.136 ΚΕΦΑΛΗ Α. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπάγει τισὶν ὁ Θεὸς, τοὺς οὐδὲν ἡμαρτηκότας κολάζων, ἀλλὰ δίκαιον ἐφ' ἅπασιν ἐκφέρει τὸ κρῖμα. Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες Ῥαββὶ, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; ἀπεκρίθη ὁ Ἰησοῦς Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. ΧΡΗΣΤΟΜΑΘΕΙΣ μὲν καὶ λίαν ἐπιεικῶς οἱ σοφώτατοι μαθηταὶ, μᾶλλον δὲ οὐκ ἀθεεὶ πρὸς τὸ βούλεσθαι ταῦτα μαθεῖν παρωρμήθησαν, καὶ φιλοπευστοῦσι χρησίμως οὐχ ἑαυτοῖς τοσοῦτον, ὅσον ἡμῖν τὴν ἐντεῦθεν ὄνησιν ἐξαρτύ οντες· ὠφελούμεθα γὰρ οὐ μετρίως, παρὰ τοῦ πάντα εἰδότος καὶ τὴν ἐν τούτοις ἀληθῆ δόξαν ἀκροώμενοι, καὶ πρὸς τού τοις ἔτι βδελυρίας ἐξιτήλων δογμάτων ἀποκρουόμενοι, ἃ μὴ παρὰ μόνοις ἦν Ἰουδαίοις, ἀλλὰ καὶ ἤδη τινὲς καὶ τῶν ἐπὶ γνώσει τῆς θεοπνεύστου γραφῆς ἀφορήτως ἐξωφρυωμένων, καὶ δοκούντων τελεῖν εἰς Χριστιανοὺς, ἀπετόλμησαν εἰπεῖν, ὡς ἐστὶν ἀληθὲς, ταῖς ἰδίαις μᾶλλον εὑρεσιλογίαις ἡδόμενοι, καὶ τῶν ἰδίων ἡττώμενοι θελημάτων, καὶ πλάνην Ἑλληνικὴν τοῖς τῆς Ἐκκλησίας ἀναφύρειν δόγμασιν οὐ καταδείσαντες. 2.137 Ἰουδαῖοι μὲν γὰρ οἱ τάλανες ὡς προγονικῶν ἀσεβημάτων πραττόμενοι δίκας, ἢ καὶ ἀλογώτατα τὰς τῶν πατέρων ἁμαρτίας ἐπιῤῥιπτοῦντος αὐτοῖς τοῦ Θεοῦ, καὶ διεγόγγυζον οὐ μικρῶς, καὶ κατεγέλων ὡς ἀδικωτάτου κρίματος, καὶ δὴ καὶ ἔφασκον ὡς ἐν εἴδει παραβολῆς "Οἱ πατέρες ἔφαγον "ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομφίασαν." οὗτοι δὲ πάλιν γείτονά τε καὶ συγγενῆ νοσοῦντες ἀπαιδευσίαν τοῖς ἀρτίως ἡμῖν κατωνομασμένοις πρὸ τῆς τῶν σωμάτων κατασκευῆς προϋπάρχειν μὲν καὶ προϋφεστάναι τὰς τῶν ἀνθρώπων ψυχὰς διατείνονται, καταφοιτώσας δὲ προθύ μως εἰς τὸ πλημμελεῖν καὶ πρὸ τῶν σωμάτων, τὸ τηνικάδε συνδεῖσθαι τούτοις αὐτὰς, ὡς ἐν τάξει κολάσεως τὸ ἐν σαρκὶ γενέσθαι δεχομένας. ἀλλ' ἑνὶ καὶ συντόμῳ λόγῳ τὰς παρ' ἀμφοῖν ἀσυνεσίας ἔλυσεν ὁ Χριστὸς, μήτε τὸν τυφλὸν ἡμαρτηκέναι, μήτε μὴν τοὺς τεκόντας αὐτὸν διισ χυρισάμενος, ἀνατρέπει μὲν Ἰουδαίων τὸ δόγμα, οὐκ ἀπό τινος πλημμελείας τυφλὸν γεγεννῆσθαι τὸν ἄνθρωπον εἰπὼν, οὔτε ἐξ οἰκείας, οὔτε προγονικῆς, ἀλλ' οὐδὲ πατρὸς ἢ μητρός· καταστρέφει δὲ πάλιν τῆς τῶν ἑτέρων ἀβελ τηρίας τοὺς ὕθλους, οἳ καὶ πρὸ σώματος ἁμαρτεῖν λέγουσι τὰς ψυχάς. Ἐρεῖ γάρ τις αὐτοῖς καὶ μάλα εἰκότως Πῶς εἰπέ μοι φησὶν ὁ Χριστὸς, μήτε τὸν τυφλὸν ἁμαρτῆσαι μήτε τοὺς γονεῖς αὐτοῦ; καίτοι καθαροὺς ἁμαρτίας οὐκ ἂν δοίημεν ὅλως ὑπάρχειν αὐτούς. ἀνθρώπους γὰρ ὄντας εἰκὸς δήπου πάντως, μᾶλλον δὲ ἦν ἀναγκαῖον, περιπίπτειν καὶ πταί σμασι. ποῖον οὖν ἄρα καιρὸν ὁρίζει Χριστὸς, καθ' ὃν ἀληθὴς ἡμῖν ὁ παρ' αὐτοῦ λόγος ὀφθήσεται, ὡς οὔτε ἥμαρτεν αὐτὸς οὔτε μὴν οἱ γονεῖς αὐτοῦ; ἀλλ' ἔστι δῆλον ὅτι τὸν 2.138 πρὸ τῆς γενέσεως λέγει, καθ' ὃν οὐκ ὄντες ὅλως οὐδὲ ἡμάρτανον. Περὶ μὲν οὖν τῶν τοιούτων, καὶ ὅτι ληρούντων ἐστὶ καὶ παραπαιόντων ἐστὶν ἀληθῶς τὸ λογίζεσθαι πρὸ σωμάτων ἁμαρτῆσαι ψυχὰς, σεσωματῶσθαί τε διὰ τοῦτο, καὶ εἰς τόνδε τὸν περίγειον ἀφικέσθαι χῶρον, μακρὸς ἡμῖν γέγονε λόγος ἐν ἀρχῇ τοῦ εὐαγγελίου προκειμένου εἰς ἐξήγησιν καὶ θεωρίαν ἡμῖν "Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα "ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον," καὶ πάρελκον ἂν εἴη καὶ περὶ τούτων ἡμᾶς καὶ εἰσαῦθις διαλαβεῖν. πόθεν δὲ Ἰου δαίοις εἰς τοῦτο δόξης καὶ ὑπονοίας ἐλθεῖν συμβέβηκεν, ἀναγ καῖόν τε εἰπεῖν, καὶ ἐπιδεῖξαι σαφῶς ὅτι τὴν θείαν οὐκ ἰσχύσαν τες νοῆσαι φωνὴν, λογισμοῦ τοῦ πρέποντος ἀπεσφάλησαν. Ἐσκηνοπηγεῖτό ποτε κατὰ τὴν ἔρημον ὁ Ἰσραὴλ, ἐκάλει δὲ τὸν ἱεροφάντην Μωυσέα ὁ Θεὸς ἐν τῷ ὄρει Σινᾷ· ἀλλ' ὡς ἦν ἐκεῖσε μετὰ τοῦ Θεοῦ παρατείνων εἰς ἡμέρας τεσσαρά κοντα τὸν ἀριθμὸν, μελλητὴς εἶναι τοῖς παρὰ τοῖς δήμοις ἐδόκει, οἳ καὶ μόνου τότε κατεξανίσταντο τοῦ Ἀαρὼν, καὶ πρὸς τὰς ἐν Αἰγύπτῳ ψευδολατρείας ἐξ ὀλιγωρίας κατα συρόμενοι κατεβόων λέγοντες "Ποίησον ἡμῖν θεοὺς οἳ "προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος "ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέ "γονεν αὐτῷ." εἶτα τί τὸ ἐντεῦθεν, οἶμαι δεῖν ἐπιδρομάδην εἰπεῖν. "ἐμοσχοποίησαν" κατὰ τὸ γεγραμμένον, καὶ ὠργί ζετο δικαίως ἐπὶ τούτῳ Θεός· εἶτα καὶ ὅλην εἰσάπαξ ἀνα λώσειν ἐπηπείλει τὴν Συναγωγήν. προσέπιπτεν ὁ Μωυσῆς, καὶ συγγνώμην ἐξῄτει διὰ μακρᾶς προσευχῆς· ἐπένευσε πρὸς τὴν ἄφεσιν ὁ πάντων ∆ημιουργὸς, καὶ κολάσειν μὲν οὐκ ἔτι τὸν λαὸν, πλὴν οὐ συναναβήσεσθαι πρὸς τὴν γῆν τῆς ἐπαγγελίας αὐτῷ διετείνετο, συνεκπέμψειν δὲ μᾶλλον αὐτοῖς ὥσπερ ἐν τάξει καθηγητοῦ τὸν ἴδιον ἄγγελον. 2.139 ἐδυσχέραινε πρὸς τοῦτο Μωυσῆς, καὶ διὰ τὸ μὴ βούλεσθαι συναναβαίνειν τῷ λαῷ τὸν Θεὸν, κατεστοχάζετό πως καλῶς γε σφόδρα νοῶν ὅτι τελείαν οὔπω κατάληξιν ἔχει τὰ τῆς θείας ὀργῆς, ἐδεῖτο δὲ καὶ πάλιν ἐκτενῶς συμβαδίζειν αὐτοῖς τὸν ∆εσπότην, οὐκ ἀρκέσειν τοῖς ἐξ Ἰσραὴλ τὴν ἀγγέλου μόνην χειραγωγίαν εἰδὼς, ἢ τάχα καὶ δεδιὼς τοῦ λαοῦ τὴν ἀσθένειαν, διά τε τοῦτο τὴν τῶν ἁγίων ἀγγέλων μισοπονη ρίαν παραιτούμενος, τὸν δὲ ἀγαθὸν καὶ φιλάνθρωπον, καὶ τὸν ὅλων παμβασιλέα καὶ Κύριον συνεῖναι μᾶλλον τοῖς ἑτοιμότερον πταίουσι παρακαλῶν. ᾔδει γὰρ οὐχ ἅπαξ αὐτοῖς, ἀλλὰ καὶ πολλάκις συγγνωσόμενον, καὶ τὸν ἐφ' οἷς ἂν πλημμελῶσιν ἔλεον ἐπιδώσοντα. ἐπενεύετο δὲ καὶ πρὸς τοῦτο Θεός· εἶτα σημεῖον ἐζήτει παρ' αὐτοῦ πρὸς πληρο φορίαν ἐναργῆ καὶ ἀπόδειξιν τοῦ δεδόσθαι τὴν συγγνώμην ὁλοσχερῶς τῷ ἰδεῖν αὐτόν· "Εἰ γὰρ εὕρηκα, φησὶ, χάριν "παρὰ σοὶ, ἐμφάνισόν μοι σεαυτὸν γνωστῶς ἴδω σε, ὅπως "ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ ὅτι ὁ λαός "σου τὸ ἔθνος τοῦτο τὸ μέγα." ἐνήργει καὶ τοῦτο Θεὸς, ὡς ἦν ἐφικτὸν, πληροφορῶν εἰς ἅπαντα τὸν θεραπευτὴν τὸν οἰκεῖον, ὅτι καὶ παρῆκε τῷ λαῷ τὴν ἁμαρτίαν, καὶ ὅτι συναναβήσεται πρὸς τὴν γῆν τῆς ἐπαγγελίας αὐτῷ. εἶτα ταῖς ἐπαγγελίαις ὥσπερ τινὰ κορωνίδα διὰ τὸ λεῖπον ἐπιτι θεὶς, ἑτέρας αὐτῷ δύο πλάκας ἀναλαξεῦσαι προστάττει, συντριβεισῶν δηλονότι τῶν ἐν ἀρχῇ, πρὸς τὸ καὶ εἰσαῦθις αὐτῷ καταγράψαι τὸν νόμον, ἡμερότητος κἀν τούτῳ τῆς ἐπ' αὐτοῖς οὐ μετρίαν ποιούμενος τὴν ἀπόδειξιν. ἐπειδὴ δὲ καὶ πρὸς τοῦτο γέγονεν εὐτρεπὴς ὁ Μωυσῆς "Κατέβη Κύριος "ἐν νεφέλῃ, καθὰ γέγραπται, καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ 2.140 "ἐκάλεσε τῷ ὀνόματι Κυρίου. καὶ παρῆλθε Κύριος πρὸ "προσώπου αὐτοῦ, καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς οἰκτίρμων "καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, καὶ "δικαιοσύνην διατηρῶν, καὶ ποιῶν ἔλεος εἰς χιλιάδας, "ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ οὐ καθαριεῖ "τὸν ἔνοχον, ἐπάγων ἁμαρτίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ "τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν." ἀλλ' ἰδοὺ δὴ σαφῶς· ἐρῶ γὰρ αὖθις ἀναλαβὼν τὸ ἐν ἀρχῇ ζητούμενον· θεοπρεπῆ τὴν ἡμερότητα καὶ ἀσύγκριτόν τινα τὴν φιλαν θρωπίαν ἔχειν ἑαυτὸν διισχυρίζεται Θεός. αὐτοῦ γὰρ καὶ οὐχ ἑτέρου τινὸς τὸν λόγον εἶναί φαμεν, καὶ οὐ καθάπερ οἴονταί τινες τοῦ πανσόφου Μωυσέως τὰς χαριστηρίους ἀναπέμποντος ὑπὲρ τοῦ λαοῦ προσευχάς. ὅτι γὰρ αὐτός ἐστιν ὁ πάντων ∆εσπότης περὶ ἑαυτοῦ ταῦτα λέγων, οὐχ ἕτερος ἡμῖν, ἀλλ' αὐτὸς ὁ μακάριος μαρτυρήσει Μωυσῆς διδάσκων ἐν βιβλίῳ τῶν ἀριθμῶν, ὅτε πάλιν προσκέκρουκεν ἐξ ἀκαίρου δειλίας ὁ Ἰσραὴλ, κακυνόντων τινῶν τῆς ἐπαγγε λίας τὴν γῆν, οἳ καὶ ταύτην κατασκεψόμενοι διὰ προσ τάγματος Κυρίου παρὰ Μωυσέως ἐπέμποντο. οἱ γὰρ ἐπείπερ ἐκ τῆς τῶν ἀλλοφύλων ἀνεκομίζοντο γῆς, ἥκοντό τε αὖθις ὡς τὸν λαὸν, πικροὺς μὲν περὶ αὐτῆς ἐξέπτυον λόγους, γῆν δὲ εἶναι λέγων ἀγρίαν οὕτω καὶ ἀπηνῆ ὡς κατεσθίειν δύνασθαι τοὺς οἰκοῦντας αὐτὴν, εἰς τοσαύτην δυσφημίαν τοὺς ἀκροωμένους ἐκάλουν, ὡς διάβροχον μὲν ἔχειν δακρύων τὴν παρειὰν, οἱ πόνοι δὲ ἤδη καὶ ἐν Αἰγύπτῳ βούλεσθαι. "∆ῶμεν γὰρ, ἔφασκον, ἀρχηγοὺς, καὶ πορευθῶμεν εἰς "Αἴγυπτον·" ἀναλώσειν δὲ αὐτοὺς ἀπειλοῦντος Θεοῦ, πάλιν ἐδεῖτο Μωυσῆς, καὶ τῆς δοθείσης ἐπαγγελίας αὐτῷ μονον ουχὶ καὶ εἰς ἀνάμνησιν ἄγων τὸν Θεὸν πρόεισι βοῶν "Καὶ 2.141 "νῦν ὑψωθήτω ἰσχύς σου Κύριε, ὃν τρόπον εἶπας λέγων "Κύριος καὶ μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, "ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας· καὶ καθαρισμῷ "οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ "τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς· ἄφες τὴν ἁμαρτίαν "τῷ λαῷ τούτῳ κατὰ τὸ μέγα ἔλεός σου, καθάπερ ἵλεως "αὐτοῖς ἐγένου ἀπὸ Αἰγύπτου ἕως τοῦ νῦν." δέδεικται τοίνυν ὡς αὐτὸς ἑαυτῷ τὸ φιλάνθρωπον ἐπιμαρτυρεῖ καὶ τὸ ἄκρως ἀνεξίκακον ὁ ἐπὶ πάντων Θεός. πρέπον δ' ἂν εἴη λοιπὸν τὴν αἰτίαν τοῦ πεπλανῆσθαι τοὺς Ἰουδαίους εἰπεῖν, καὶ μνησίκακόν τινα καὶ βαρύμηνιν ὑπάρχειν τὸν ἀγαθὸν ἡμῶν οἴεσθαι Θεόν. Ἀλλ' οἶμαι γεμὴν τῶν θείων λογίων οὐδαμόθεν ἔχειν αὐτοὺς ἐπιδράξασθαι, ἢ καὶ δύνασθαι κατηγορεῖν ὡς οὐκ ἄριστα γεγονότων, ἀλλ' ἐκβεβηκότων πολὺ τὸν τοῦ δικαίου θεσμὸν, μόναις δὲ ταῖς σφῶν αὐτῶν καὶ τοῦτο παθεῖν ἀμαθίαις αὐτοὺς, ὡς νομίσαι κατὰ ἀλήθειαν ἁμαρτίας ἐπά γεσθαι τῶν γεγεννηκότων ἐπὶ τέκνα, καὶ μακρὰν οὕτω τῆς θείας ὀργῆς γίνεσθαι τὴν παράτασιν, ὡς μέχρι τρίτης καὶ τετάρτης ἀφικνεῖσθαι γενεᾶς, ὑπὲρ ὧν ἕτεροι κατηγόρηνται τοὺς οὐδὲν ἡμαρτηκότας ἀδίκως κολάζουσαν. πῶς γὰρ οὐκ ἔδει μᾶλλον, εἴπερ τινὲς ἦσαν σοφοὶ, διενθυμεῖσθαι πρε πόντως, ὡς οὐκ ἂν ἡ τῆς δικαιοσύνης πηγὴ καὶ τῶν παρ' ἡμῖν ἠθῶν δράσεται τὰ αἰσχίονα; ἄνθρωποι μὲν γὰρ τοῖς παρανομεῖν εἰωθόσι τὰς ἐκ τῶν νόμων ἐπιῤῥίπτουσι ποινὰς, οὐδὲν τὸ παράπαν τοῖς ἐξ αὐτῶν γεγονόσιν ἐπιφέροντες, εἰ μὴ ἄρα τι συνυπαίτιοι καὶ κοινωνοὶ τῶν πταισμάτων ἁλί σκοιντο· ὁ δὲ καὶ ἡμῖν τοὺς ἐφ' ἅπασι τοῖς δικαίοις διορισά 2.142 μενος νόμους, πῶς ἂν ἁλοίη τιμῶν τῶν καὶ παρ' ἡμῖν αὐτοῖς οὐ μετρίως κατεγνωσμένων; εἶτα κἀκεῖνο πρὸς τούτῳ δια σκεπτέον. μυρίους μὲν γὰρ διὰ Μωυσέως ἐχρησμῴδησε νόμους, καὶ πολλαχῶς διατέταχε κολάζεσθαι τοὺς ἀνοσίοις συζῶντας τρόποις· ἀλλ' οὐδαμοῦ προστάττων ὁρᾶται συγ κινδυνεύειν τοῖς ἁμαρτάνουσι χρῆναι τοὺς ἐξ αὐτῶν. κατὰ γὰρ τῶν ἁλόντων ἡ δίκη, καὶ τοῖς ὑποπίπτουσι τῷ νόμῳ τὸ μόνοις κολάζεσθαι πρέπειν ὡρίσατο. δυσσεβὲς οὖν ἄρα τὸ νοεῖν Ἰουδαϊκῶς, σοφὸν δὲ δεῖ πάντως τὸ καὶ τῆς θείας καταστοχάζεσθαι γνώμης, καὶ πανταχόσε τηρεῖν τὰ τῇ πάντων βασιλίδι πρέποντα φύσει. ἐννοῶμεν τοίνυν ποι οῦντες ὀρθῶς, ὡς οὐκ ἂν ὁ τῶν ὅλων Θεὸς τὴν ἐνοῦσαν αὐτῷ γαληνότητα προτιθεὶς ὥσπερ εἰς μέσον, καὶ ἐπ' ἀκράτῳ τῇ φιλανθρωπίᾳ θαυμάζεσθαι θέλων, διά τε τοῦτο βοῶν "Κύριος "μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, ἀφαιρῶν ἀνομίας "καὶ ἁμαρτίας," οὕτω μνησίκακος ἠβουλήθη γνωρίζεσθαι, ὡς καὶ εἰς τετάρτην παραπλοῦν γενεὰν τὴν ὀργήν. πῶς γὰρ ἔτι μακρόθυμος καὶ πολυέλεος, ἢ πῶς ἀνομίας καὶ ἁμαρτίας ἀφαιρῶν, ὁ μηδὲ μεχρὶ τῆς τοῦ πταίοντος κεφαλῆς τὰ τῆς δίκης συμμετρεῖν ἀνεχόμενος, ἀλλ' ἐκτείνων ἐπέκεινα τρίτης γενεᾶς, καὶ σκηπτοῦ τινος δίκην καὶ τοῖς ἀθῴοις ἐπιπηδῶν; οὐκοῦν ἀπίθανον κομιδῇ, καὶ τῆς ἐσχάτης εὐηθείας οὐ μακρὰν, ἐν ταὐτῷ καὶ φιλανθρωπίαν καὶ ἡμερότητα καὶ μακρὰν οὕτω καὶ ἀλογωτάτην ὀργὴν ἑαυτῷ προσεῖναι μαρτυρεῖν οἴεσθαι τὸν Θεόν. Εἶτά τι πρὸς τούτοις ἕτερον οἱ νοοῦντες Ἰουδαϊκῶς, οὐδὲ εἰδέναι δώσουσι τὸν Θεὸν τὸν ἑκάστῳ τῶν πραγμάτων πρέ 2.143 ποντα καιρόν. εἰ γὰρ ἐπαγγέλλεται τὸ μακροθυμεῖν, καὶ τὸ κατατίθεσθαι λίαν εὐκόλως προσάπτων εὑρίσκεται, τοῦ δὴ καὶ χάριν ὁρᾶται προστεθεικώς "Ἐπάγων ἁμαρτίας πατέρων "ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς;" τουτὶ γὰρ ἦν ἕτερον τοῦ δρῶντος οὐδὲν, ἢ καταπτοεῖν ἐθέλοντος τοὺς ἐκδε χομένους παρ' αὐτοῦ τῶν διεπταισμένων τὴν ἄφεσιν, ὡς οὐδαμόθεν αὐτοῖς ὑπάρξει τὸ ἐν ἐλπίσιν, εἴπερ οὕτως ἐστὶ μνησίκακος καὶ μακρὸς εἰς ὀργὴν ὁ ἐπ' αὐτοῖς εἰκότως λελυπημένος. τί δὲ εἰπέ μοι καὶ αὐτὸς ἡμῖν ὁ ἱεροφάντης Μωυσῆς; ἆρ' οὐχὶ ποιήσας ὁρᾶται πρᾶγμα παραλογώτατον, εἰ προσκεκρουκότος τοῦ Ἰσραὴλ καὶ κολάζεσθαι μέλλοντος, πρόσεισι μὲν παρακαλῶν, ἀμνηστίαν δὲ τὴν παρὰ Θεοῦ καὶ φιλανθρωπίαν αἰτῶν οὐκ εὐκαίρως φησὶ πρὸς Θεόν Ὅτι πέφυκας εἶναι τοιοῦτος ὡς ἀποδιδόναι πατέρων ἁμαρτίας ἐπὶ τέκνα τέκνων. τοῦτο γὰρ ἦν παραθήγοντος μᾶλλον εἰς ὀργὴν, ἢ καλοῦντος εἰς ἔλεον, καὶ μνησικακίαν ἐξαιτοῦντος μᾶλλον ἢ μακροθυμίαν. ἀλλ' οἶμαι δυσωπεῖν ἐδόκει καὶ διὰ τούτων αὐτὸν, καὶ μονονουχὶ πρὸς ὑπόμνησιν ἄγειν ὧν αὐτὸς ἐφθέγξατο, ὅτε τῆς ἐνούσης αὐτῷ χρηστότητος ἐποι εῖτο τὴν ἀνάῤῥησιν. ὅπως γὰρ αὐτός ἐστι μακρόθυμος καὶ πολυέλεος, καὶ ὅτι πέφυκεν ἁμαρτίας καὶ ἀνομίας ἀφαιρεῖν, ἐν τούτοις εὖ μάλα διαγνωσθήσεται, ἐν οἷς μάλιστα δοκεῖ τις εἶναι πικρός. Τίνα τοίνυν προσῆκε νοῆσαι τρόπον τὰ εἰρημένα παρὰ Θεοῦ, λοιπὸν οἶμαι πρέπειν εἰπεῖν. "Κύριος, φησὶ, μακρό "θυμος καὶ πολυέλεος, ἀφαιρῶν ἀνομίας καὶ ἁμαρτίας·" εἶτα τὸ τούτων κείμενον ἐφεξῆς ὡς ἐν ἐρωτήσει μεθ' ὑπο στιγμῆς ἀναγνωσόμεθα "Καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν "ἔνοχον;" ἵνα τι τοιοῦτον ἐννοήσῃς Ὁ μακρόθυμός φησι 2.144 καὶ πολυέλεος Θεὸς, ὁ ἀφαιρῶν ἀνομίας καὶ ἁμαρτίας, οὐκ ἂν καθαρίσαι καθαρισμῷ τὸν ἔνοχον; ἀλλ' ἔστιν οὐκ ἀμφί βολον· καθαριεῖ γὰρ πάντως· ἐπεὶ πῶς ἐστι μακρόθυμος καὶ πολυέλεος, πῶς δὲ ὅλως ἀφαιρῶν ἁμαρτίας, εἰ μὴ καθαρίζει τὸν ἔνοχον; πρὸς δέ γε τοῦτο τῆς ἐνούσης πάλιν αὐτῷ μακροθυμίας τε καὶ ἀνεξικακίας εἰς ἀπόδειξιν ἀποφέρει, καὶ ὅτι τὰς τῶν πατέρων ἁμαρτίας ἐπιθήσει τέκνοις ἕως τρίτης καὶ τετάρτης γενεᾶς, οὐχ ὑπὲρ πατρὸς κολάζων υἱόν· μὴ τοῦτο νομίσῃς· ἀλλ' οὐδὲ ἐκγόνῳ τῷ μακρὰν, καθάπερ τι φορτίον ἐπιῤῥίπτων τῶν προγόνων τὰ πταίσματα, σημαίνων δέ τι τοιοῦτον. γέγονέ τις τυχὸν ἀνὴρ παράνομος, καὶ μοχθηρίας ἁπάσης ἀνάμεστον ἔχων τὴν διάνοιαν· καὶ κολάζεσθαι μὲν ὑπερθέσεως ἁπάσης δίχα τὸν οὕτω διαζῆν ᾑρημένον ἐχρῆν, διεκαρτέρησε δ' οὖν ὅμως ἀνεξικάκως ὁ Θεὸς, οὐκ ἐπενεγκὼν αὐτῷ τὴν αὐτῷ χρεω στουμένην ὀργήν. εἶτα τούτῳ γέγονεν υἱὸς ταῖς τοῦ πατρὸς δυσσεβείαις ἁμιλλώμενος, καὶ παρατρέχων ἐν κακίᾳ τὸν φύσαντα· καὶ ἐμακροθύμησε καὶ ἐπὶ τούτῳ Θεός· ἀλλὰ καὶ ἐκ τούτου γέγονε τρίτος, ἢ καὶ ἐκ τοῦ τρίτου τέταρτος κατ' οὐδένα τρόπον ὅσον εἰς κακίας εἶδος τῶν πατέρων ἡττώμενος, ἰσόῤῥοπον δὲ ταῖς ἐκείνων ἐπιτηδεύσας τὴν δυσσέβειαν. ἐπάγει λοιπὸν ὁ Θεὸς τὴν ἄνωθεν καὶ ἀπ' ἀρχῆς ὅλῳ τῷ γένει χρεωστουμένην ὀργὴν, ἀνεξικακήσας διαρκῶς, μᾶλλον δὲ καὶ ἤπερ ἐχρῆν. τὸ γὰρ ὑπερθέσθαι τὴν τιμωρίαν καὶ μέχρι τετάρτης γενεᾶς, πῶς οὐκ ἂν γένοιτο θεοπρεποῦς ὄντως ἡμερότητος ἐγκώμιον; ὅτι γὰρ οὐχ υἱὸν ὑπὲρ πατρὸς, ἀλλ' οὐδὲ πατέρα κολάζειν οἶδεν ὑπὲρ υἱοῦ, χαλεπὸν οὐδὲν ἐκμαθεῖν καὶ ἐξ ὧν ἔφη σαφῶς διὰ φωνῆς Ἰεζεκιὴλ τοῦ προφήτου πρὸς αὐτοὺς Ἰουδαίους, ἐπ' αὐτῷ δὴ 2.145 τούτῳ διαγογγύζοντας καὶ λέγοντας Οἱ πατέρες ἔφαγον ὄμ 2.145 φακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομφίασαν. "Καὶ ἐγένετο," φησὶ, "λόγος Κυρίου πρὸς μὲ λέγων Υἱὲ ἀνθρώπου, τίς ὑμῖν "ἡ παραβολὴ αὕτη ἐν τῷ Ἰσραὴλ, λέγοντες Οἱ πατέρες "ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομφίασαν; "ζῶ ἐγὼ, λέγει Κύριος, ἐὰν γένηται ἡ παραβολὴ αὕτη ἔτι "λεγομένη ἐν τῷ Ἰσραήλ· ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν, ὃν "τρόπον ἡ ψυχὴ τοῦ πατρὸς οὕτω καὶ ἡ ψυχὴ τοῦ υἱοῦ, ἐμαί "εἰσιν· ἡ ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται. ὁ δὲ υἱὸς "οὐ λήψεται τὴν ἀδικίαν τοῦ πατρὸς, οὐδὲ ὁ πατὴρ λήψεται "τὴν ἀδικίαν τοῦ υἱοῦ αὐτοῦ· ἕκαστος ἐν τῇ ἀδικίᾳ αὐτοῦ, ᾗ "ἥμαρτεν, ἀποθανεῖται ἐν αὐτῇ." ἀλλ' οἶμαι ληρεῖν οὐδένα τοσοῦτον ὡς νομίσαι τὰ κάλλιστα μὲν οὐκ ἐν ἀρχῇ νομο θετῆσαι Θεὸν, μεταβεβουλεῦσθαι δέ πως καὶ μετεσκέφθαι τὸ ἄμεινον, καὶ ὡς ἕνα τῶν καθ' ἡμᾶς ὑστεροβουλήσαντα μόλις ἐπινομοθετεῖν δεδυνῆσθαι τὰ πρεπωδέστερα. εἰ μὲν γὰρ ἐπαινοῦμεν ἐκεῖνα, τῶν δευτέρων δηλονότι διὰ τούτου κατηγορήσομεν, εἰ δὲ τοῖς δευτέροις ἀποψηφιούμεθα τὸ νικᾶν, πάντως δήπου τῶν ἡττωμένων καταγνωσόμεθα. ἑαυτῷ τοιγαροῦν νομοθετήσει τἀναντία Θεὸς, καὶ διημάρτηκε καθάπερ ἡμεῖς τοῦ δέοντος, ποτὲ μὲν ἐκεῖνα, ποτὲ δὲ ταῦτα θεσμοθετῶν. ἀλλ' οἶμαι πᾶς τις ἐρεῖ ταῖς μὲν εἰρημέναις ἀτοπίαις κατ' οὐδένα δύνασθαι τρόπον τὴν θείαν ὑποκεῖσθαι φύσιν, ἀλλ' οὐδ' ἂν ἀφαμαρτῆσαί ποτε τοῦ δέοντος. Ἀπόδειξιν οὖν ἄρα τῆς ἀσυγκρίτου φιλοτιμίας αὐτοῦ τὸ εἰρημένον εἰσφέρει, τουτέστιν, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς. ὅτι γὰρ ἔθος τῷ φιλανθρώπῳ Θεῷ μὴ παραχρῆμα κολάζειν τοὺς πλημμελή σαντας, ἀναδύεσθαι δὲ μᾶλλον καὶ εἰς χρόνους ἀνατιθέναι μακροὺς τὰς τιμωρίας, αὐτοῦ λέγοντος συνήσεις "Καὶ τὸν 2.146 "θυμόν μου ἔπλησα καὶ ἐπέσχον, καὶ οὐ συνετέλεσα αὐτούς." ἑτέρωθι δὲ πάλιν "Οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι "τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν." ὁρᾷς ὅπως ἔπλησε μὲν τὸν θυμὸν, ἔδρων γὰρ ἤδη τινὲς πληρεστάτου λοιπὸν ἄξια θυμοῦ, διεκαρτέρει δὲ ὡς Θεὸς, καὶ τὸ συντέλειαν τοῖς λυποῦσιν ἐπενεγκεῖν ἀνεβάλλετο. ἀλλ' ἵνα σοι, καὶ καθάπερ ἐν πίνακι, τὴν τῶν εἰρημένων ἀνατυποῦντες ἀπόδειξιν, καὶ δι' αὐτῶν ἤδη πληροφορήσωμεν τῶν πραγμάτων, ὅτι τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐγκώμιόν ἐστι τὸ εἰρημένον, παροίσω τι τῶν ἐν τοῖς ἱεροῖς κειμένων γράμμασι, καὶ ἐξ αὐτῆς ἀποδεῖξαι πειράσομαι τῆς θείας γραφῆς, ἐπενεχθείσας ἁμαρτίας πατέ ρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν οὐκ ἀδίκως, ἀλλὰ δικαίως, καὶ τοῖς τοῦτο παθοῦσι κεχρεωστημένως. γενήσεται δὲ ὁ λόγος διὰ τὸ μῆκος τῆς ἱστορίας ἐν παρα δρομῇ. Οὐκοῦν, ὡς ἐν τῷ τρίτῳ βιβλίῳ τῶν βασιλειῶν ἀνέγνω μεν, βεβασίλευκεν ἐπὶ τὸν Ἰσραὴλ μεθ' ἑτέρους ὁ Ἀχαὰβ, ὃς ἀμπελῶνος κατ' οὐδένα τρόπον αὐτῷ προσήκοντος εἰς ἀδικωτάτην ἐμπεσὼν ἐπιθυμίαν, ἀναιρεῖ τὸν δεσπότην, φημὶ δὲ τὸν Ναβουθαί. εἰ γὰρ καὶ μὴ τοῦτο γενέσθαι προστέταχεν αὐτὸς, ἀλλ' ἐπὶ ταῖς τῆς γυναικὸς δυστροπίαις οὐκ ἐδυ σφόρει. ἠγανάκτει Θεὸς ἐπὶ τούτοις ἀναγκαίως, εἶτά φησι πρὸς αὐτὸν διὰ τοῦ προφήτου Ἡλιοῦ "Τάδε λέγει Κύριος "̔Ως σὺ ἐφόνευσας καὶ ἐκληρονόμησας, διὰ τοῦτο τάδε "λέγει Κύριος Ἐν τῷ τόπῳ οὗ ἔλειξαν αἱ ὕες καὶ οἱ κύνες "τὸ αἷμα Ναβουθαὶ, ἐκεῖ λείξουσιν οἱ κύνες τὸ αἷμά σου "καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου·" καὶ πάλιν εὐθύς "Τάδε λέγει Κύριος Ἰδοὺ ἐπάγω ἐπὶ σὲ κακὰ, καὶ "ἐκκαύσω ὀπίσω σου καὶ ἐξολοθρεύσω τοῦ Ἀχαὰβ οὐ 2.147 "ροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ καταλελειμμένον "ἐν Ἰσραὴλ, καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ἱεροβοὰμ" υἱοῦ Ναβὰτ καὶ ὡς τὸν οἶκον Βαασσὰ υἱοῦ Ἀχαὰβ, "περὶ τῶν παροργισμάτων ὧν παρώργισας καὶ ἐξήμαρτες "τῷ Ἰσραήλ. καὶ τῇ Ἰεζάβελ ἐλάλησε λέγων Οἱ κύνες "φάγονται αὐτὴν ἐν τῷ προτειχίσματι τοῦ Ἰσραὴλ, καὶ τὸν "τεθνηκότα τοῦ Ἀχαὰβ ἐν τῇ πόλει φάγονται οἱ κύνες, καὶ "τὸν τεθνηκότα ἐν τῷ πεδίῳ φάγονται τὰ ὄρνεα τοῦ "οὐρανοῦ." ταῦτα δὲ δράσειν ἅπαντα καὶ ἀναμφιλόγως ἐποίσειν διαπειλήσαντος τοῦ πάντων ∆εσπότου, διέῤῥηξε μὲν τὸ ἀμφίον ὁ Ἀχαὰβ, εἰσελθὼν δὲ εἰς τὸν οἶκον αὐτοῦ, καθὰ γέγραπται, κατενύγη, καὶ δακρύων μὲν κατετήκετο πικρῶς, σάκκῳ δὲ διεζώσατο τὴν ὀσφύν. ἐπειδὴ δὲ ἐν τούτοις αὐτὸν γεγονότα κατηλέει Θεὸς, κολοβοῦν ἄρχεται τὴν ὀργὴν, καὶ χαλινὸν ὥσπερ ἐπιτιθεὶς τῷ παραχρῆμα θυμῷ, τῷ προφήτῃ φησίν "Ἑώρακας ὡς κατενύγη Ἀχαὰβ "ἀπὸ προσώπου μου; οὐκ ἐπάξω ταῦτα ἐν ταῖς ἡμέραις "αὐτοῦ, ἀλλ' ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ αὐτοῦ ἐπάξω τὴν "κακίαν." ἆρα οὖν ἐπὶ τίνος ταῦτα πεπλήρωνται, πῶς οὐχὶ δίκαιον κατιδεῖν; οὐκοῦν γέγονε μὲν ἐξ Ἀχαὰβ Ὀζίας, ὃς "ἐποίησε, φησὶ, τὸ πονηρὸν ἐναντίον Κυρίου, καὶ ἐπορεύθη "ἐν ὁδῷ τοῦ πατρὸς αὐτοῦ Ἀχαὰβ καὶ ἐν ὁδῷ Ἰεζάβελ τῆς "μητρὸς αὐτοῦ." ἀλλὰ καὶ ἐξ Ὀζίου γέγονε, φησὶν, Ἰωρὰμ, περὶ οὗ πάλιν γέγραπται ὅτι ἐπορεύθη "ἐν ταῖς ἁμαρτίαις "οἴκου Ἱεροβοάμ." ἀλλὰ καὶ ἐξ Ἰωρὰμ βεβασίλευκε τρίτος Ὀχοζίας, περὶ οὗ πάλιν φησὶν ὁ τῆς ἱστορίας λόγος ὅτι "ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου καθὼς ὁ οἶκος "̓Αχαάβ." ἐπειδὴ δὲ ἤδη παρῆν ὁ καιρὸς τοῦ κολάζεσθαι δεῖν τὸν οἶκον Ἀχαὰβ, μέχρι καὶ τετάρτων ἐγγόνων τῆς 2.148 κατὰ Θεοῦ δυσσεβείας οὐ καταλήξαντα, κέχρισται λοιπὸν ἐπὶ τὸν Ἰσραὴλ εἰς βασιλέα Ἰωσαφὰτ υἱὸς Ναμεσὶ, ὃς ἀναιρεῖ μὲν τὸν Ὀχοζίαν, καὶ σὺν ἐκείνῳ τὴν Ἰεζάβελ, ἀναιρεῖ δὲ τῷ Ἀχαὰβ καὶ ἑτέρους υἱοὺς ἑβδομήκοντα, τὴν θείαν ὥσπερ διεξάγων εἰς πέρας ὀργὴν, ὡς καὶ τιμῆς καὶ χάριτος ἐπὶ τούτῳ τυχεῖν. τί γάρ φησι πρὸς αὐτὸν ὁ Θεός; "̓Ανθ' ὧν ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου, "καὶ πάντα ὅσα ἐν τῇ καρδίᾳ μου ἐποίησας τῷ οἴκῳ "̓Αχαὰβ, υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ τοῦ θρόνου σου." ὁρᾷς οὖν ὅπως τοὺς μὲν πονηροὺς ἐκ πονηρῶν ἐν τετάρτῃ μόλις ἐκόλασε γενεᾷ, τῷ δὲ τιμήσαντι καὶ μέχρι τετάρτης γενεᾶς ἐκτείνει τὸν ἔλεον. παῦσαι τοίνυν Ἰουδαῖε τῆς τοῦ Θεοῦ δικαιοσύνης κατηγορῶν· εἰς ἐγκωμίου γὰρ τάξιν παρ' ἡμῖν δεχθήσεται τό Ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. Ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. ∆υσεξήγητον μέν πως ἔσται καὶ ἀπορίας εἴσω πολλῆς τὸ προκείμενον, καὶ ἦν μὲν ἴσως οὐκ ἀμαθὲς καὶ παρατρέχειν αὐτὸ, καὶ διὰ τὸ σφόδρα δυσέφικτον ἐᾶν. ἀλλ' ἵνα μὴ λελυμένων δογμάτων Ἰουδαϊκῶν, ἕτερόν τι συγγενὲς ἐκεί νοις καθάπερ "τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ," κατὰ τὴν τοῦ Παύλου φωνήν· εἰκὸς γὰρ ὑποτοπῆσαί τινας διὰ τοῦτο πρὸς πάθη τὰ τῶν ἀνθρώπων καλεῖσθαι σώματα, ἵνα ἐν αὐτοῖς φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ· χρησίμως ὥς γε μοι φαίνεται καὶ πρὸς τοῦτο εἰπεῖν ὀλίγα ἄττα πρὸς τὸ καὶ ἐντεῦθεν ἀποκρούσασθαι βλάβη, καὶ τοῖς ἐξ ἀπάτης λο γισμοῖς μηδεμίαν ἔχειν ἐπιτρέψαι παρείσδυσιν. ὅτι μὲν οὖν οὔτε τὰς γονέων ἁμαρτίας ἐπάγει τέκνοις Θεὸς εἰ τῆς ἐκείνων δυστροπίας εἶεν ἀμέτοχα, καὶ ὅτι πρὸς τούτοις οὐκ 2.149 ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων ἡ σωμάτωσις, ἀπεδείξαμεν. ἀνεῖλε γὰρ παραδόξως ἀποφήσας ἄμφω Χριστὸς, ἅτε δὴ καὶ τὰ πάντα γινώσκων ὡς Θεὸς, μᾶλλον δὲ αὐτὸς ὑπάρχων τῶν καθ' ἡμᾶς πραγμάτων ταμίας, καὶ τῶν ἑκάστῳ πρεπόντων, ἤτοι χρεωστουμένων, διανομεύς. ἐν μὲν γὰρ τῷ μὴ ἁμαρτῆσαι λέγειν τὸν τυφλὸν, μήτε μὴν διὰ τοῦτο τὴν τύφλωσιν ὑπομεῖναι, τὸ προγενεστέροις τοῦ σώματος πλημμελήμασιν ὑπαίτιον εἶναι νομίζειν τὴν τοῦ ἀνθρώπου ψυχὴν, ἀποφαίνει μωρόν· ἐν δὲ τῷ μήτε τοὺς γονεῖς πλημμελῆσαι διαῤῥήδην εἰπεῖν, ἵνα τυφλὸς ὁ ἐξ αὐτῶν γεννηθῇ, τὴν ἀνόητον τῶν Ἰουδαίων ὑπόνοιαν ἀναιρεῖ. διδάξας τοιγαροῦν ὅσον ἦν ἀναγκαῖον εἰδέναι τοὺς μαθητὰς, διὰ τὴν τῶν ἀρτίως ἡμῖν εἰρημένην δογμάτων ἀνατροπὴν, καὶ τοσοῦτον αὐτοῖς χαρισάμενος, ὅσον ἔδει τῇ ἀνθρώπου παραθέσθαι γνώσει, σιωπᾷ τὸ λεῖπον, καὶ οὐκέτι προστί θησιν ἐναργῶς τὴν αἰτίαν τοῦ γεννηθῆναι τυφλὸν τὸν ἐπ' οὐδενὶ προγενεστέρῳ κατηγορούμενον πταίσματι, μόνῃ τῇ θείᾳ φύσει τὴν ἐφ' ἅπασι τοῖς τοιούτοις εἴδησίν τε καὶ οἰκονομίαν ὡς ἐξαίρετον ἀναθείς. εὐφυέστατα δὲ πάλιν ἐφ' ἕτερόν τι παρατρέπει τὸν τῆς ἀποκρίσεως λόγον, καί φησιν Ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Ἆρ' οὖν, ἐρεῖ τις, δογματίζει καὶ νῦν ἡμῖν ταῦτα λέγων ὁ Κύριος, ὡς διὰ τοῦτο καὶ μόνον τοῖς τῶν ἀνθρώπων σώμασι τοῦ πάσχειν ἐπισυμβαίνοντος, ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτοῖς; ἀλλ' οὐ σφόδρα μοι δοκεῖ, μᾶλλον δὲ ἀπηχὲς παντελῶς τὸ οὕτω διακεῖσθαι καὶ φρονεῖν· οὐ γὰρ δογμα τίζων, ὥσπερ οὖν οἰήσεταί τις, τὰ τοιαῦτά φησιν. ὅτι μὲν γὰρ πλήττεσθαί τισιν ἐξ ἁμαρτιῶν συμβέβηκε, γραμμάτων πολλάκις ἐπυθόμεθα τῶν ἱερῶν. ὁ μὲν γὰρ Παῦλος ἐπι στέλλει σαφῶς πρὸς τοὺς ἀνίπτοις ὥσπερ ποσὶν ἐπὶ τὸ 2.150 θεῖον ἀνάττειν τολμῶντας θυσιαστήριον, καὶ βεβήλῳ τε καὶ ἀνοσίᾳ χειρὶ τῆς μυστικῆς εὐλογίας ἐπιθιγγάνειν "∆ιὰ τοῦτο "ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται "ἱκανοί. εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· "κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ "κόσμῳ κατακριθῶμεν." ὥστε τοῖς ἀῤῥωστήσασι καὶ τεθ νεῶσιν ἔσθ' ὅτε διὰ θείας ὀργῆς ἐπενήνεκται τὸ παθεῖν. ἀλλὰ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὅτε τὸν πάρετον τῆς μακρᾶς ἀπέλυσε νόσου, καὶ παραδόξως ἔδειξεν ὑγιᾶ "Ἴδε, φησὶν, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ "χεῖρόν σοι γένηται." ὡς ἐνδεχομένου γὰρ καὶ συμβαίνοντος τοῦ καὶ ἐν χείροσιν αὐτὸν γενέσθαι δι' ἁμαρτίας, εἰ μὴ φυλάξαιτο, διαφυγὼν ἅπαξ καὶ ἀνασεσωσμένος χάριτι τῇ παρ' αὐτοῦ, τὰ τοιαῦτά φησιν. ἀλλ' ἴσως ταύτῃ μὲν εἰρῆ σθαι καλῶς συγχωρήσομεν· τοῖς δὲ ἐκ σπαργάνων καὶ ἐκ πρώτων τῆς γενέσεως χρόνων πεπονθόσι τι τῶν ἀπευκτῶν, καὶ τοῖς νοσήμασι συναποτεχθεῖσιν ἐκ μήτρας, ποῖον ἄν τις ἐφαρμόσαι λόγον, οὐ ῥᾴδιον συνιδεῖν. προεῖναι μὲν γὰρ τὴν ψυχὴν οὐ πιστεύομεν, ἀλλ' οὐδὲ πρὸ σώματος ἁμαρτεῖν οἰησόμεθα· πῶς γὰρ ἂν καὶ ἁμάρτοι τὸ κεκλημένον οὔπω πρὸς γένεσιν; ἁμαρτίας δὲ οὐκ οὔσης, ἀλλ' οὐδὲ τοῦ πάθους προηγησαμένου πταίσματος, τίνα λοιπὸν ἐροῦμεν τοῦ παθεῖν τὴν πρόφασιν; ἀλλ' ἔστιν ἀθέατα παντελῶς ταῖς ἡμετέραις διανοίαις τὰ πολὺ λίαν ὑπὲρ ἡμᾶς, καὶ τὸ περὶ τούτων ὅλως ἐθελῆσαι ζητεῖν συμβουλεύσαιμ' ἂν ἔγωγε παραιτεῖσθαι τοῖς σώφροσι, καὶ πρό γε πάντων ἐμαυτῷ. χρὴ γὰρ διανοεῖσθαι μᾶλλον ἃ προστετάγμεθα, καὶ βαθύτερα μὲν μὴ ἐξετάζειν, χαλεπώτερα δὲ μὴ ζητεῖν, μηδὲ ἀνορύττειν πειρᾶσθαι ῥιψο κινδύνως τὰ ἐγκεκρυμμένα μόνῃ τῇ θείᾳ καὶ ἀφράστῳ βουλῇ, ἐπιτρέπειν δὲ μᾶλλον εὐσεβῶς εἰδέναι μόνῳ Θεῷ 2.151 τὰ αὐτῷ πρέποντα καὶ ἐξαίρετα, μετὰ τοῦ διακεῖσθαι καὶ πιστεύειν ἀληθῶς ὅτι δικαιοσύνης ἁπάσης ὑπάρχων πηγὴ, οὐκ ἄν τι δράσαι τυχὸν, ἢ βουλεύσαιτο ἔν τε τοῖς καθ' ἡμᾶς, καὶ ἐν τοῖς κατὰ πᾶσαν τὴν ἄλλην κτίσιν, εἰ μὴ ὅπερ ἂν αὐτῷ φαίνοιτο πρέπον, καὶ τῶν τῆς ἀληθοῦς ὀρθότητος οὐκ ἐξοίχεται λόγων. Οὐκοῦν ἐπείπερ ἡμᾶς τοῦτον διακεῖσθαι τὸν τρόπον οὐκ ἀπεικὸς, οὐ δογματικῶς εἰρηκέναι φημὶ τὸν Κύριον τό Ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ· περισπῶντα δὲ μᾶλλον εἰς ἑτέραν ὁδὸν ὥσπερ τοῦ ζητουμένου τὴν ἀπόκρισιν, καὶ ἐκ τῶν βαθυτέρων ἢ καθ' ἡμᾶς περιάγοντα πρὸς τὰ πρεπωδέ στερα· κατείθισται γάρ πως καὶ τοῦτο αὐτό. ὅτι δὲ ἀληθὴς ὁ λόγος, ἄκουε πάλιν φιλοπευστούντων σφόδρα ποτὲ τῶν ἁγίων μαθητῶν τὰ περὶ τῆς συντελείας τοῦ αἰῶνος, καὶ οὐ μετρίως ἐξακριβοῦν πειρωμένων τὰ περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας, καὶ πολὺ τὸ ἀνθρώποις ἐοικὸς ἀναβαινόντων μέτρον, σαφέστερον αὐτοὺς τῶν τοιούτων ἀφιστὰς ἐρωτή σεων "Οὐχ ὑμῶν ἐστι τὸ γνῶναι, φησὶ, χρόνους ἢ καιροὺς "οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ λήψεσθε "δύναμιν ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ "ἔσεσθέ μου μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν τῇ Ἰουδαίᾳ "πάσῃ." ἀκούεις ὅπως ζητεῖν ἡμᾶς ἅπερ ἥκιστα χρῆν οὐκ ἐφίησι παντελῶς, παρατρέπει δὲ μᾶλλον ἐφ' ὅπερ ἦν ἀναγ καῖον ἐλθεῖν· οὕτω κἀνθάδε διειρηκὼς ἐναργῶς ὅπερ ἔδει μαθεῖν, ἀποσιωπᾷ τὸ λεῖπον, ἑαυτῷ μόνῳ πρέπειν εἰδὼς τὸ ἐξεπίστασθαι τοῦτο. ἵνα δὲ μὴ παντελῶς σιωπήσας καλέσῃ πως αὐτοὺς εἰς τὸ καὶ εἰσαῦθις περὶ τῶν αὐτῶν ἀναπυνθά νεσθαι φιλεῖν, ὡς ἐν ἀπολογίας σχήματι, καὶ ὥσπερ τινὰ χρεωστουμένην ταῖς ἐρωτήσεσιν ἀμοιβὴν εὐφυῶς διαπλάτ των, φησίν Ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ, ὅπερ 2.152 ἐστὶν ὡς ἐν ἑτέρῳ καὶ ἁπλουστέρῳ λόγῳ Οὐκ ἐξ οἰκείων ἁμαρτημάτων ἢ γονικῶν ὁ ἄνθρωπος ἀπετέχθη τυφλὸς, ἐπειδὴ δὲ ἅπαξ τοῦτο παθεῖν συμβέβηκε, δυνατὸν καὶ ἐν αὐτῷ δοξάζεσθαι τὸν Θεόν· ὅταν γὰρ ἐνεργείᾳ τῇ ἄνωθεν, τοῦ παρενοχλοῦντος καὶ ἐπισκήψαντος αὐτῷ πάθους ἐλεύ θερος εὑρεθῇ, τίς οὐ θαυμάσει τὸν ἰατρόν; τίς δὲ τοῦ θερα πεύσαντος οὐ κατόψεται τὴν δύναμιν ἐν αὐτῷ; Ταύτην οἶμαι τὴν διάνοιαν ἐγκεῖσθαι τῷ προκειμένῳ, νοεῖν δὲ τοῖς συνετοῖς ἐξέστω τὰ τελειότερα· εἰ δὲ ὅτι πρέπει φιλονεικεῖν οἴονταί τινες, διά τε τοῦτό φασι τὸν τυφλὸν γεγεννῆσθαι τὸν ἄνθρωπον, ἵνα Χριστὸς ἐν αὐτῷ δοξασθῇ, πάλιν ἐροῦμεν αὐτοῖς Ἆρα οὖν ὦ γενναῖοι μόνος ἦν ἐκεῖνος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ τυφλὸς ἐκ γενετῆς, κατὰ τὸν τῆς παρου σίας τοῦ Σωτῆρος ἡμῶν καιρὸν, ἄλλος δὲ οὐδεὶς τὸ παράπαν; ἀλλ' οἶμαι καὶ οὐχ ἑκόντες ὁμολογήσονται ὡς ἦν δὲ καί που σφόδρα εἰκὸς οὐκ εὐαρίθμητον ἐν ὅλῃ τῇ χώρᾳ τῶν τοιούτων εἶναι τὴν πληθύν. πῶς οὖν εἰς ἕνα καὶ μόνον, ἢ καὶ εἰς ἑτέρους τὸν ἀριθμὸν βραχεῖς ἡ ἐπίδειξις, ἤτοι φιλοτιμία, γέγονε τοῦ Χριστοῦ; ἀλλ' οἶμαί γε δὴ καὶ τὸ ἐπὶ τούτοις ὅλως διατείνεσθαι περιττόν. οὐκοῦν ὡς εὔηθες κομιδῇ παρω σάμενοι τὸ ἐξ ἀρχῆς, ἐροῦμεν ὡς ἀληθὲς, ὅτι τοσοῦτον ἡμῖν ἀποκαλύψας ἐν τοῖς ζητουμένοις ὅσον ἔδει μαθεῖν, ἀπονεύει πρὸς ἕτερον λόγον τῆς ἐν τούτοις ἐρεύνης εὐφυῶς ὑπεξάγων τὸν ἴδιον μαθητήν. Ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντος ἡμᾶς ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. Ἰδοὺ δὴ λίαν ἐν τούτοις σαφῶς τε καὶ ἐπιεικῶς μονον ουχὶ καὶ ἕτερον ὑποπλήττει τοὺς μαθητὰς ὡς ἕτερόν τι τραπομένους παρ' ὅπερ ἐχρῆν, καὶ ἁμαξιτὸν μὲν ἀφέντας 2.153 τὴν εὐτριβῆ τε καὶ βάσιμον, ὁδὸν δὲ ὥσπερ τὴν κατ' οὐδὲν αὐτοῖς πρέπουσαν ἰέναι θαρσήσαντας. τί γὰρ ζητεῖτε, φησὶν, ἃ σιωπᾶσθαι καλόν; τί δὲ τὸ τῷ καιρῷ πρέπον ἀφέντες, μανθάνειν ἐπείγεσθε τὰ ὑπὲρ ἀνθρώπου διάνοιαν; οὐ τῆς ἐπὶ τούτοις ἐρεύνης, ἀλλ' ἔργου, φησὶ, καὶ συντόνου σπουδῆς ὁ καιρός· δεῖν γὰρ οἶμαι μᾶλλον τὰ περὶ τούτων ἀνέντας φιλοπευστεῖν, ἐξανύσειν ἐπείγεσθαι τὰ προστεταγμένα παρὰ Θεοῦ, καὶ ἐπείπερ ἡμᾶς ἀνέδειξεν ἀποστόλους, τὰ τῆς ἀπο στολῆς ἔργα πληροῦν. ἑαυτὸν δὲ τοῖς ἀπεσταλμένοις συν αναπλέκων ὁ Κύριος, καὶ τοῖς ὀφείλουσιν ἐργάζεσθαι τίθησιν ἀριθμὸν, οὐχὶ πάντως ὡς μεθ' ἡμῶν, ἢ ὡς εἷς ἐξ ἡμῶν ἐξ ἀνάγκης δουλοπρεποῦς τοῖς τοῦ προστεταχότος θελήμασιν ὑποκείμενος τὰ τοιαῦτά φησιν· ἀλλὰ σύνηθές τι τῷ λόγῳ καὶ παρ' ἡμῖν τετριμμένον σχῆμα τετηρηκώς. εἰθίσμεθα γάρ πως, ἐπὰν μάλιστα τὰ τοῦ πλήττειν τοὺς ἀκροωμένους ὁ λόγος μὴ ὑπάρχῃ γυμνὸς, ἑαυτοὺς ἐκείνοις συνδεῖν τε καὶ συνεισφέρειν, καθάπερ οὖν ἀμέλει καὶ ὁ σοφώτατος Παῦλος Κορινθίοις προσλαλῶν, ὡς ἐφ' ἑαυτοῦ τε καὶ Ἀπολλὼ, τὸ τελευταῖον ἐπήνεγκεν "Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα "εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ "ἃ γέγραπται φρονεῖν." ἕως τοίνυν ἡμέρα ἐστὶ, φησὶν, ἐργα ζώμεθα τὰ ἔργα τοῦ πέμψαντος ἡμᾶς· ἥξει γὰρ νὺξ ὅτε οὐδεὶς ἐργάσασθαι δύναται. καὶ ἡμέραν μὲν ἐν τούτοις τὸν τῆς ἐνσωμάτου ζωῆς ὀνομάζει καιρόν· νύκτα δέ γε τὸν ἐν θανάτῳ χρόνον. ἐπειδὴ γὰρ ἡμέρα τοῖς ἔργοις μὲν ἀπενε μήθη, νὺξ δὲ ἀργίᾳ καὶ ὕπνῳ, διὰ τοῦτο τὸν μὲν τῆς ζωῆς χρόνον καθ' ὃν ἐργάζεσθαι δεῖ τὸ ἀγαθὸν, ἡμέραν εἶναί φασι, νύκτα δὲ τὸν ἐν τῇ κοιμήσει καιρὸν, καθ' ὃν οὐδὲν ἔστιν ἐργάσασθαι παντελῶς· "Ὁ γὰρ ἀποθανὼν δεδικαί 2.154 "ωται ἀπὸ τῆς ἁμαρτίας," κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἀπὸ τοῦ μηδὲν δύνασθαι δρᾶν ἔξω καὶ τοῦ πλημμελεῖν εὑρισκόμενος. Οἶδεν μὲν οὖν οἶδεν ἡ θεῖα γραφὴ καὶ ἡμέρας τῆς νοητῆς ἕτερον λόγον, καὶ νύκτα δὲ οὐδὲν ἧττον παρὰ ταύτην ἑτέραν. ἀλλ' ἐν καιρῷ τῷ πρέποντι τῶν νοημάτων ἕκαστον παρα δεχθὲν, ἀπλανῆ τῶν ζητουμένων τὴν θεωρίαν ἐκφαίνει. τὸ δὲ ἐφ' ἃ μὴ προσῆκε, καὶ ὅτε μὴ δεῖ περιέλκειν πειρᾶσθαι βιαίως εἰς πνευματικὴν ἑρμηνείαν τὸ ἱστορικῶς ὠφελοῦν, οὐδὲν ἕτερόν ἐστιν, ἢ συγχεῖν ἁπλῶς τὸ ἀπεριέργως λυσι τελοῦν, καὶ τὸ χρήσιμον αὐτόθεν ἐκ πολλῆς σφόδρα τῆς ἀμαθίας καταθολοῦν. Ὅταν ὦ ἐν τῷ κόσμῳ, φῶς εἰμι τοῦ κόσμου. Ἆρα γὰρ ὅλως οὐκ εἶναί ποτε νομιοῦμεν ἐν τῷ κόσμῳ Χριστὸν, ἢ ἀναληφθέντα πρὸς οὐρανὸν μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, οὐκ ἐνδημεῖν ἔτι τοῖς ἐν τῷδε τῷ βίῳ πιστεύομεν; καίτοι Θεὸς ὑπάρχων ἀληθινὸς οὐχ ὅπως οὐρανοὺς καὶ τὰ ἐπέκεινα τοῦ στερεώματος μόνον, ἀλλὰ καὶ τὴν καθ' ἡμᾶς οἰκουμένην πληροῖ τε καὶ περιέπει· καὶ ὥσπερ ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς ἀνθρώποις συνδιαιτώμενος τῶν οὐρανῶν οὐκ ἀπελιμπάνετο, οὕτω διακεισόμεθα φρονοῦντες ὀρθῶς, ὅτι κἂν ἐκ τοῦ κόσμου γένηται διὰ τὴν σάρκα, παρέσται πάλιν οὐδὲν ἧττον τοῖς ἐν αὐτῷ καὶ ἐπιστατήσει τοῖς ὅλοις ἡ θεία τε καὶ ἄῤῥητος αὐτοῦ φύσις οὐδενὸς ἀποδημοῦσα τῶν ὄντων, ἢ ἀπολιμπανομένη τινὸς, πανταχῆ δὲ τοῖς πᾶσι παροῦσα· καὶ πληροῦσα μὲν τόδε τὸ σύμπαν καὶ τὸ ὑπὲρ τοῦτο νοούμενον, χωρουμένη δὲ ὑπὸ μόνης ἑαυτῆς. Τί οὖν ἐστιν ὅ φησιν ἐν τούτοις ὁ Κύριος ἀκόλουθον 2.155 συνιδεῖν. ὡς ἕωλον ἀνατρέψας τὴν Ἰουδαίων ὑπόνοιαν, καὶ σαθροῖς ἐναφραίνοντας ἀποδείξας δόγμασι, συμβουλεύσας τε τοῖς ἑαυτοῦ μαθηταῖς ὅτι πρέποι μᾶλλον αὐτοὺς ἐργά ζεσθαι φιλεῖν τὰ δοκοῦντα Θεῷ, καὶ ἀπομαθεῖν ἐπείγεσθαι τὸ ζητεῖν ὅλως τὸ ὑπερτεροῦν, καταπτοήσας δέ πως ὡς παρε λάσει δρῶντας οὐδὲν ὁ τῶν ἔργων καιρὸς, εἰ μὴ πᾶσαν ποιοῖντο σπουδὴν εἰς τὸ θέλειν εὐδοκιμεῖν, ὡς εἰσὶν ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς, ἑαυτὸν εἰς εἰκόνα λαμβάνει τοῦ πράγματος. ἰδοὺ γὰρ κἀγὼ, φησὶ, τὸ ἐμαυτῷ πρέπον ἐργά ζομαι, καὶ ἐπείπερ ἀφῖγμαι φωτίσων τὰ ἐν ἐνδείᾳ φωτὸς, δεῖ με καὶ τοῖς τοῦ σώματος ὀφθαλμοῖς, εἰ φωτὸς νοσοῖεν τὴν ἀπευκτὴν ἐρημίαν, ἐνοικίζειν τὸ φῶς, ὅταν μάλιστα τῶν πεπονθότων προσίωσί τινες. Ἐκληψόμεθα τοιγαροῦν ἱστορικώτερον, καὶ ὡς ἐν ἁπλῷ λόγῳ τὸ εἰρημένον· ὅτι γάρ ἐστι καὶ φῶς νοητὸν ὁ Μονο γενὴς καταφωτίζειν εἰδὼς καὶ δυνάμενος, οὐ τὰ ἐν τῷδε τῷ κόσμῳ μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν ὑπερκόσμιον κτίσιν, οὐκ ἀμφίβολον· πρὸς δὲ τὴν τῶν ἐν χερσὶ θεωρίαν τὴν ἐκ τῶν λαλουμένων διάνοιαν συναρμόζοντες, οὐκ ἀπί θανον οἶμαί τι δρῶντες ἁλωσόμεθα. Ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ, καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς, καὶ εἶπεν αὐτῷ Ὕπαγε νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὃ ἑρμη νεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων. Εἰς τύπον τῆς τῶν ἐθνῶν κλήσεως τὴν ἐπὶ τῷδε τῷ τυφλῷ θεραπείαν παραδεξάμενοι, πάλιν ἐροῦμεν ὡς ἐν βραχέσιν ἀνακεφαλαιούμενοι τοῦ μυστηρίου τὸν λόγον. 2.156 πρῶτον μὲν ὅτι παρατρέχων, καὶ τὸ παρὰ τοῖς Ἰουδαίοις ἀφεὶς ἱερὸν, ὁρᾷ τὸν τυφλὸν, εἶτα τούτῳ κἀκεῖνο χρησίμως ἐποίσομεν, ὡς παρακλήσεως δίχα, καὶ οὐδενὸς ἐκλιπαροῦντος αὐτὸν, ἐθελουργῷ δὲ μᾶλλον καὶ αὐτοκελεύστῳ ῥοπῇ πρόσ εισιν ὁ Σωτὴρ ἐπὶ τὸ θέλειν ἰάσασθαι τὸν ἄνθρωπον, σημεῖον ὥσπερ καὶ τοῦτο τιθεὶς ὡς οὐδεμιᾶς ἐκ τῆς τῶν ἐθνῶν πληθύος παρακλήσεως γεγενημένης· πάντες γὰρ ἦσαν ἐν τῇ πλάνῃ· Θεὸς ὑπάρχων καὶ ἀγαθὸς κατὰ φύσιν, αὐτόκλητος ὥσπερ ἐπὶ τὸν ἐπ' αὐτοῖς ἔλεον παρελήλυθε. πῶς γὰρ ἂν ὅλως ἢ κατὰ τίνα τρόπον ἐξῄτησε παρὰ Θεοῦ τὸν ἔλεον ὁ πολύχους τῶν Ἑλλήνων ἀριθμὸς, ἤτοι τῶν ἐθνῶν, ἀσυγκρίτοις ἀμαθίαις κατακεχωσμένον ἔχων τὸν νοῦν, ὡς μηδόλως ὁρᾶν δύνασθαι τὸν φωτιστήν; ὥσπερ οὖν ἀμέλει καὶ ὁ τεθεραπευμένος τυφλὸς οὐκ οἶδε τὸν Ἰησοῦν, ἐλέῳ δὲ καὶ φιλανθρωπίᾳ τὸ παρ' ἐλπίδα κερδαίνει· ὃ καὶ τοῖς ἔθνεσιν ὑπήρχθη διὰ Χριστοῦ. ἐν σαββάτῳ γεμὴν τὰ τῆς θεραπείας τελεῖται, τύπον ἡμῖν ἐν τούτοις ἀποπληροῦν ἰσχύοντος τοῦ σαββάτου τοῦ τελευταίου καιροῦ τοῦ παρ όντος αἰῶνος, καθ' ὃν τοῖς ἔθνεσιν ἐπέλαμψεν ὁ Σωτήρ· τέλος μὲν γὰρ ἑβδομάδος τὸ σάββατον, ἐπιδεδήμηκε δὲ καὶ ἐπεφάνη πᾶσιν ἡμῖν ὁ Μονογενὴς ἐν ἐσχάτῃ ὥρᾳ, καὶ ἐν τελευταίοις τοῦ αἰῶνος καιροῖς. ἀλλὰ καὶ τὸν τῆς ἰάσεως τρόπον ἄξιον ὄντως ἀποτεθηπότας εἰπεῖν "Ὡς ἐμεγαλύνθη "τὰ ἔργα σου Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας." Τοῦ γὰρ χάριν, ἐρεῖ τις τυχὸν, καίτοι λόγῳ πάντα κατορ θοῦν εὐκόλως δυνάμενος, ἀναφύρει μὲν πηλὸν ἀπὸ τοῦ πτύσ 2.157 ματος, καταχρίσας δὲ τοῦ πεπονθότος τοὺς ὀφθαλμοὺς, καὶ ἐργωδέστερόν τι προσεπιτάττων ὁρᾶται. ὕπαγε νίψαι γάρ φησιν εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ. ἀλλ' οἶμαι βαθύς τις τοῖς εἰρημένοις ἐγκέχωσται λόγος· ἐπιτελεῖ γὰρ εἰκαῖον οὐδὲν ὁ Σωτήρ. καταχρίει μὲν γὰρ τῷ πηλῷ τὸ λεῖπον ὥσπερ καὶ ἡμαρτημένον τῇ τοῦ ὄμματος φύσει προστιθεὶς, καὶ δεικνὺς διὰ τούτου, ὡς αὐτὸς ἦν ὁ πλάσας ἡμᾶς ἐν ἀρχῇ, κτίστης τε καὶ δημιουργὸς τοῦ παντός. ἔχει δέ τινα καὶ λόγον μυστικὸν ἡ τοῦ πράγματος δύναμις· τί γὰρ δὴ πρὸς τοῦτό φαμεν, ἢ τί νοεῖν ἐπ' αὐτῷ διεσκέμμεθα, πάλιν ἐροῦμεν. οὐκ ἦν ἑτέρως τὰ ἔθνη δύνασθαι τὴν ἐπισκήψασαν αὐτοῖς ἀποκρούσασθαι τυφλότητα, καὶ τὸ θεῖόν τε καὶ ἅγιον ἐπαθρῆσαι φῶς, τουτέστι, τὴν τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος γνῶσιν ἀναλαβεῖν, εἰ μὴ γέγονε μέτοχα τῆς ἁγίας αὐτοῦ σαρκὸς, καὶ ἀπελούσατο τὴν καταμελαίνουσαν ἁμαρ τίαν, ἀπεδύσατο δὲ τοῦ διαβόλου τὴν ἐξουσίαν διὰ τοῦ ἁγίου δηλονότι βαπτίσματος. ἐπειδὴ δὲ πρόωρον τοῦ μυστηρίου τὸν τύπον τῷ τυφλῷ ἐνεχάραττεν ὁ Σωτὴρ, ἀπεπλήρου τέως τῆς μετοχῆς τὴν δύναμιν διὰ τῆς ἐπιχρίσεως τοῦ πτύσματος. εἰς εἰκόνα γεμὴν τοῦ ἁγίου βαπτίσματος τὸ ἐν τῷ Σιλωὰμ ἀπονίπτεσθαι δραμόντα κελεύει, οὗ καὶ ἀναγκαίως διερμη νεύει τοὔνομα σοφὸς ἄγαν ὢν καὶ πνευματοφόρος ὁ Εὐαγγε λιστής. λογιζόμεθα γὰρ ἕτερον οὐδένα τὸν ἀπεσταλμένον ὑπάρχειν, ἢ τὸν ἐπ' ὀλέθρῳ τῆς ἁμαρτίας καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἄνωθεν ἡμῖν καὶ παρὰ Πατρὸς ἐπιφοι τήσαντά τε καὶ ἀπεσταλμένον Θεὸν Μονογενῆ, αὐτόν τε τοῖς ὕδασιν ἀοράτως ἐπινήχεσθαι τῆς ἁγίας κολυμβήθρας γινώ σκοντες, λουόμεθα μετὰ πίστεως, οὐκ εἰς ἀπόθεσιν ῥύπου 2.158 σαρκὸς, κατὰ τὸ γεγραμμένον, ἀλλ' ὥσπερ λύμην τινὰ καὶ ἀκαθαρσίαν τῶν τῆς διανοίας ὀμμάτων ἐκπλύνοντες, ἵνα λοιπὸν καθαροὶ καθαρῶς τὸ θεῖον ἐπαθρεῖν ἰσχύσωμεν κάλλος. ὅνπερ οὖν τρόπον ζωοποιὸν εἶναι πιστεύομεν τὸ σῶμα Χριστοῦ, ἐπείπερ ἐστὶ τοῦ ζῶντος Θεοῦ Λόγου ναός τε καὶ ἐνδιαίτημα, πᾶσαν ἔχων αὐτοῦ τὴν ἐνέργειαν, οὕτως εἶναί φαμεν καὶ φωτισμοῦ πρόξενον· σῶμα γάρ ἐστι τοῦ κατὰ φύσιν καὶ κατὰ ἀλήθειαν φωτός. καὶ ὥσπερ ὅτε τεθνεῶτα διανίστη τὸν μονογενῆ τῆς χήρας υἱὸν, οὐκ ἠρκέσθη μόνῳ τῷ προστάξαι καὶ εἰπεῖν "Νεανίσκε, σοὶ "λέγω, ἐγέρθητι," καίτοι λόγῳ πάντα κατορθοῦν εἰθισμένος ὅσαπερ ἂν βούλοιτο, ἀλλ' ἐπετίθει τῇ σορῷ καὶ τὴν χεῖρα, δεικνὺς ὅτι καὶ τὸ σῶμα αὐτοῦ τὴν ζωοποιὸν ἐνέργειαν ἔχει· οὕτω κἀνθάδε καταχρίει τῷ πτύσματι, διδάσκων ὅτι καὶ φωτισμοῦ πρόξενον καὶ διὰ ψιλῆς τῆς ἁφῆς τὸ σῶμα αὐτοῦ ἐστι. σῶμα γάρ ἐστι φωτὸς ἀληθινοῦ, καθάπερ εἰρήκαμεν. ἄπεισι γεμὴν ὁ τυφλὸς ᾗ τάχος ἀπονιψάμενος, καὶ ἀμελλητὶ τὸ προσταχθὲν ἀποπληροῖ, δεικνὺς ὥσπερ ἐν ἑαυτῷ τὴν τῶν ἐθνῶν εὐπείθειαν περὶ ὧν γέγραπται "Τὴν ἑτοιμασίαν τῆς "καρδίας αὐτῶν προσέσχε τὸ οὖς αὐτοῦ." σκληροκάρδιοι μὲν οὖν οἱ τάλανες Ἰουδαῖοι, τρυφεροὶ δὲ παντελῶς εἰς ὑπακοὴν καὶ δι' αὐτῆς μαρτυροῦνται τῆς πείρας οἱ ἐξ ἐθνῶν. ἀναμύει δὲ παραχρῆμα τὴν τυφλότητα τῷ πηλῷ συναπονιψάμενος ὁ ἀνὴρ, καὶ ὑποστρέφει βλέπων. οὐ γὰρ ἦν ἑτέρως γενέσθαι παρὰ τὸ δοκοῦν τῷ Χριστῷ. καλὴ τοιγαροῦν ἡ πίστις, ἰσχύειν ἐν ἡμῖν τὴν θεόσδοτον χάριν παρασκευάζουσα, καὶ τὸ διψυχεῖν ἐπιζήμιον. "Ὁ γὰρ 2.159 "δίψυχος ἀνὴρ ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ," καθὰ γέγραπται, καὶ λήψεται παρὰ Κυρίου παντελῶς οὐδέν. Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν, ἔλεγον Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; ἄλλος ἔλεγεν Οὐχὶ, ἀλλ' ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. ∆υσπαράδεκτά πως εἰς πίστιν τὰ τῶν θαυμάτων ὑπερ φερῆ, καὶ τὸ μηδαμόθεν ...... οὐκ ἀταλαίπωρον ἐφ' ἑαυτῷ τὴν σύνεσιν ἔχει, τιμᾶται δὲ μόλις ἀπεριέργως εἰσκο μισθὲν ταῖς τινῶν διανοίαις. τὸ γὰρ βασανίζειν πειρᾶσθαι τὰ ὑπὲρ νοῦν δεῖν καὶ λόγον, εὐηθείας οὐ μακράν. ἐντεῦθεν οἶμαι καὶ ἀπιστῆσαί τινας τῶν εἰδότων μὲν πρότερον τὸν ταῖς τριόδοις ἐμφιλοχωροῦντα τυφλὸν, κατατεθηπότων δὲ αὖθις, ἐπείπερ αὐτὸν ἀδοκήτως φαιδρῷ διαπρέποντα βλέ πουσιν ὀφθαλμῷ. καταμερίζονται δὲ πρὸς ἐνδοιασμὸν ἀπὸ τοῦ συμβεβηκότος, καὶ οἱ μὲν τῷ μεγέθει τοῦ πράγματος ἐνορῶντες ἀκριβέστερον, οὐδὲ αὐτὸν εἶναι τὸν ἄνθρωπον, ἐμφερῆ δὲ λίαν τῷ γινωσκομένῳ φασί. καὶ γὰρ δὴ καὶ ὄντως οὐκ ἀπεικός τι παθεῖν ἐν τούτοις τινὰς πρὸς τὸ καὶ αὐτὴν παραιτεῖσθαι τὴν ἀλήθειαν, τῷ μεγέθει τῆς θεοσημείας εἰς ἀνεθέλητον ὥσπερ ἐξωθουμένους ψευδομυθίαν. ἕτεροι δὲ τῶν εὐμαθεστέρων μελλησμῶν ἐλευθέραν ποιοῦνται τὴν σύνεσιν, αἰδοῖ δὲ καὶ φόβῳ τὸ θαῦμα τιμήσαντες αὐτὸν ἐκεῖνον εἶναί φασι. λύει δὲ παραχρῆμα τὸ ζητούμενον ὁ τεθεραπευμένος, ἀξιολογωτάτην ἐφ' ἑαυτῷ τὴν ἰδίαν εἰσ φέρων ὁμολογίαν. οὐ γὰρ ἂν ἑαυτὸν ἠγνόησέ τις, οὐδὲ εἰ σφόδρα νοσοῖ τὸ ληρεῖν. πανταχόθεν δὲ τῷ θαυματουργῷ 2.160 τὸ ἐν μεγάλοις ὁρᾶσθαι προξενεῖ δι' ὑπερβολὴν δυνάμεως ἀπιστούμενον τὸ παράδοξον. Ἔλεγον οὖν αὐτῷ Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; Συννεύουσι μόλις αὐτὸν ἐκεῖνον εἶναι πιστεύσαντες, ὃν ἐγίνωσκον ἐξ ἀρχῆς, καὶ τὸ περὶ τούτων ἀφέντες ἀμφιγνοεῖν, ἐρωτῶσιν ὅπως τὴν τυφλότητα διεκρούσατο, καὶ τίς ὁ τρόπος τοῦ παρ' ἐλπίδα πράγματος. ἐν ἔθει γάρ πως ἀεὶ τοῖς θαυμάζουσι τὸ φιλοπευστεῖν ἀκριβέστερον, καὶ τῶν δρω μένων τὸν τρόπον περιεργάζεσθαι· ὃ δὴ καὶ αὐτὸ ποιεῖν ἐγνώκασιν οὐκ ἀθεεὶ, κατά γε τὸν ἡμέτερον νοῦν, ἀλλ' ἵνα καὶ οὐχ ἑκόντες μανθάνωσι τοῦ Σωτῆρος ἡμῶν τὴν δύναμιν, ἐκδιηγουμένου καὶ σαφῶς αὐτοῖς διαγγέλλοντος τοῦ τυφλοῦ, ὅπερ εἰς εἰκόνα λήψῃ καλὴν τοῦ γενέσθαι διδασκάλους τοῖς ἐξ Ἰσραὴλ τοὺς ἐξ ἐθνῶν ἐπιστρέψαντας, καὶ τὴν μὲν ἀρχαίαν διαδράντας τυφλότητα, τὸν δὲ παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ διὰ τοῦ Πνεύματος ἀποκερδάναντας φω τισμόν. ὅτι δὲ τὸ εἰρημένον ἀληθές ἐστιν, αὐτὰ βοήσει τὰ πράγματα. Ἀπεκρίθη ἐκεῖνος Ἄνθρωπος ὁ λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι Ὕπαγε νίψαι εἰς τὸν Σιλωάμ. ἀπελθὼν οὖν καὶ νιψάμενος ἀνέβλεψα. Ὅτι μὲν Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Σωτὴρ ἀγνοῶν ἔτι φαίνεται· οὐ γὰρ ἂν οὕτω μικροπρεπῶς ἐλάλησε περὶ αὐτοῦ· ἔοικε δέ πως ὡς περί τινος τῶν ἁγίων τὸ ἐπ' αὐτῷ φρονεῖν καὶ λογίζεσθαι, ἐξ ἀμυδροτέρας ὡς εἰκὸς καὶ τοῦτο φήμης ἑλὼν περιφοιτώσης ἅπασαν τὴν Ἱερουσαλὴμ, καὶ ἐκτεθρυ 2.161 λημένης τῆς ἐπ' αὐτῷ λαλιᾶς πανταχῇ. ἄλλως τε καὶ οὐ σφόδρα διὰ σπουδῆς ὑπάρχον ὁρῶμεν τοῖς καὶ τὸ σῶμα λελωβημένοις καὶ ἀκράτῳ μαχομένοις ἐνδείᾳ, τὸ περὶ γνῶσιν ἀσχολεῖσθαι τὴν τινῶν, δαπανώσης ὥσπερ ὅλην αὐτῶν τὴν φροντίδα τῆς ἀγοητεύτου πενίας. ἁπλούστερον τοίνυν καὶ ἄνθρωπον ἀποκαλεῖ, καὶ τὸν τῆς ἰάσεως ἐξηγεῖται τρόπον. ἔδει μὲν γὰρ τῷ μεγέθει τοῦ θαύματος ἀναπεπεισμένον τὴν ὑπὲρ ἀνθρώπων φύσιν χαρίζεσθαι δόξαν τῷ τερατουργῷ, τῷ γεμὴν δύνασθαι τοὺς ἁγίους ἐνεργεῖν διὰ Θεοῦ τὰ παρά δοξα τὴν πίστιν ἐπιδιδοὺς, συναρπάζεταί πως πρὸς τὸ ὑπάρχειν ἐκείνων ἕνα νομίζειν αὐτόν. Καὶ εἶπον αὐτῷ Ποῦ ἐστιν ἐκεῖνος; λέγει Οὐκ οἶδα. Οὐκ ἐκ φιλοθέου γνώμης ζητοῦσι τὸν Ἰησοῦν, ἀλλ' οὐδὲ ὅποι καὶ παρὰ τίσιν ἐποιεῖτο τὰς διατριβὰς ἐπείγονται μαθεῖν, ἵνα τι τῶν συντελούντων εἰς ὄνησιν περιτυχόντες αἰτήσειαν, πεπηρωμένοι δὲ τῆς διανοίας τὸν ὀφθαλμὸν, καὶ πολὺ χειρόνως ἤπερ ἐκεῖνός ποτε τὸν τοῦ σώματος, πρὸς ἀδικωτάτην ὀργὴν ἀνακαίονται, καὶ θηρίων ἀτιθάσων ἀναπη δῶσι δίκην, λελύσθαι νομίζοντες παρὰ τοῦ Σωτῆρος ἡμῶν νομικὴν ἐντολὴν τὴν ἐπὶ τὸ χρῆναί φημι μηδὲν ἐν σαββάτῳ τὸ παράπαν ἐργάζεσθαι διηγορευμένην. λελυττήκασι δὲ οὐ μετρίως, ἐπείπερ ὅλως πηλοῦ θιγεῖν ἀπετόλμησε, περιτρίψας δακτύλῳ τὴν γῆν, καὶ προσέτι τοῦτο καὶ ἀπονίψασθαι δεῖν ἐν σαββάτῳ τὸν ἄνθρωπον διετάξατο. διάτοι τοῦτο καὶ τὸν ἐξ ὀργῆς καὶ ἀπονοίας ἐρεύγονται λόγον τό Ποῦ ἐστιν ἐκεῖνος 2.162 ἀναισχύντως λέγειν οὐ παραιτούμενοι. ᾧ γὰρ ἦν εἰκὸς καὶ πλουσίαν ὀφείλεσθαι δόξαν τὴν ἐκ μικρυσμοῦ λοιδορίαν προσάπτουσι· καίτοι θαυμάσαι δέον εἴπερ ἦσαν ἀγαθοὶ, καὶ τοῖς προσήκουσιν ἐπαίνοις τὴν τοῦ Θεοῦ δύναμιν κατα στέφειν εἰδότες, ἀλλ' ὅπερ ἦν οἶμαι δίκαιον αὐτοὺς φρονεῖν τε καὶ δρᾶν ἐξ ἀμετρήτου κακοβουλίας παρωθούμενοι, εἰς ἄκαιρον παρατρέπονται ζῆλον, καὶ ὅτι προσῆκεν ἀδικουμένῳ τρόπον τινὰ συνειπεῖν τῷ νόμῳ κιβδήλως διενθυμούμενοι, ζητοῦσιν ὡς ἐργασάμενον ἐν σαββάτῳ τὸν Ἰησοῦν καὶ τὴν οὕτως ἀξιάγαστον ἐντολὴν ἀδικήσαντα διὰ τοῦ θεραπεῦσαι τὸν ἄνθρωπον. εἰκὸς γὰρ δήπου νομίζειν αὐτοὺς, ἀπηνῆ τινα καὶ οὐ φιλοικτίρμονα τὸν Θεὸν ὑπάρχειν ἐν σαββάτῳ, ἀγανακτεῖν δὲ σφόδρα κἂν βλέπῃ σωζόμενον τὸν κατ' εἰκόνα καὶ ὁμοίωσιν τὴν αὐτοῦ γεγονότα, δι' ὃν καὶ τὸ σάββατον· "Κύριος γάρ ἐστι τοῦ σαββάτου ὁ υἱὸς τοῦ "ἀνθρώπου," κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν. ἦν δὲ σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμούς. Ἀποκομίζουσι τοῖς ἡγουμένοις τὸν ἄνθρωπον, οὐχ ἵνα τὰ ἐπ' αὐτῷ μαθόντες θαυμάσωσιν· οὐ γὰρ ἦν εἰκὸς ἐπί τινι τῶν τοιούτων ἡσθῆναί ποτε τοὺς ἀσύγκριτον ὠδίνοντας φθόνον κατὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ἀλλ' ὡς ἔνδηλον καταστήσοντες, καθάπερ ᾤοντο, τὴν παρανομίαν αὐτοῦ, καὶ κατηγορήσοντες ὡς ἠδικηκότα διὰ τὸ εἰργάσθαι πηλὸν ἐν σαββάτῳ. τὸ γὰρ ἐπὶ τῷ παραδόξῳ θαῦμα λακτίσαντες, ὡς πλημμελείας τοῦ πράγματος ἐπιδράττονται, ἔλεγχον ὥσπερ τῶν δεδραμένων παραδεικνύντες τὸν ἄνθρωπον, ἐφ' ᾧ τετόλ 2.163 μητο τὸ παράδοξον, ὁμοῦ δέ τι καὶ κατορθοῦν οἴονται συντελοῦν αὐτοῖς εἰς εὐσεβείας ὑπόληψιν ὡς ἐν ἔθεσιν Ἰουδαϊκοῖς, καὶ νομικὸν ἐπίταγμα διεξάγειν εἰς πέρας ἐπεί γονται. ἐν μὲν γὰρ τῷ ∆ευτερονομίῳ Θεὸς ὁ φύσει καὶ ἀληθινὸς τὸ μὴ δεῖν ἑτέρωσε παραφέρεσθαί ποι τῶν φιλο θέων τὸν νοῦν ἐκδιδάσκων, μήτε μὴν παρ' αὐτὸν οἴεσθαί τινας εἶναι θεοὺς, προσεδρεύειν δὲ μόνῳ τῷ κατὰ ἀλήθειαν ἐπιτάττων, ἀλλὰ καὶ λίαν ἐκπικραίνεσθαι κατὰ τῶν ἕτερόν τι παρὰ τοῦτο φρονεῖν συμβουλεῦσαι τολμώντων, οὕτω φησίν "̓Εὰν δὲ παρακαλέσῃ σε ὁ ἀδελφός σου ἐκ πατρός σου ἢ "ἐκ μητρός σου, ἢ ὁ υἱός σου ἢ ἡ θυγάτηρ σου, ἢ ἡ γυνή "σου ἡ ἐν τῷ κόλπῳ σου, ἢ ὁ φίλος ὁ ἴσος τῇ ψυχῇ σου "λάθρα λέγων Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, "οὐ συνθελήσεις αὐτῷ καὶ οὐκ εἰσακούσῃ αὐτοῦ, καὶ οὐ "φείσεται ὁ ὀφθαλμός σου ἐπ' αὐτῷ, καὶ οὐκ ἐπιποθήσεις "αὐτῷ οὐδὲ μὴ σκεπάσεις αὐτόν· ἀναγγέλλων ἀναγγελεῖς "τὰ περὶ αὐτοῦ." Ἰουδαῖοί τε πάλιν πρὸς μόνα βλέποντες τὰ ἑτέρων πταίσματα, καὶ τὸ καθ' ἑνὸς ὁρισθὲν πράγματος κατὰ παντὸς ἀσυνέτως ἐκδεξάμενοι, τοὺς ἁλόντας ἐπί τισι τοῖς ἔξω νόμου παρῆγον ἐπὶ τοὺς ἄρχοντας, τιμᾶν οἰό μενοι καὶ διὰ τούτου τὸν νομοθέτην. διὰ ταύτην οἶμαι τὴν αἰτίαν, τὸν μὲν Ἰησοῦν ἐζήτουν λέγοντες "Ποῦ ἐστιν "ἐκεῖνος;" ἀνευρεῖν δὲ οὐδαμόθεν ἰσχύσαντες, ἄγουσιν ὡς ἐν δευτέρᾳ τάξει τὸν ἐφ' ᾧ τὸ θαῦμα τετέλεστο, δι' οἰκείας ὥσπερ ἐπισφραγιοῦντα φωνῆς τὸ λελύσθαι τὸν νόμον ἐν τοῖς κατ' αὐτὸν παρὰ τοῦ θεραπεύσαντος ἐν σαββάτῳ. Ὅτι δὲ οὐ μετρίως ἀσχάλλουσι διὰ τὸ γενέσθαι πηλὸν ἐν σαββάτῳ σαφὲς ἡμῖν καθιστὰς ὁ μακάριος Εὐαγγελιστὴς, ἐπιτηδείως ἐπισημαίνεται τὴν τοῦ πράγματος γελοιότητα, 2.164 προσθεὶς τό Ἦν δὲ σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς. Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ φαρισαῖοι Πῶς ἀνέβλεψας; Περιεργάζονται τῆς θεραπείας τὸν τρόπον, θερμότερον ὥσπερ ἐν ἑαυτοῖς τὸ ἐκ τῆς βασκανίας ἀνακαίοντες πῦρ, φιλοπευστοῦσι δὲ λίαν, οὐκ ἀγνοοῦντες δὲ ὥς γε μοι φαίνεται τὸ παράδοξον. πῶς γὰρ οὐκ εὔηθες παντελῶς τοὺς, οἵπερ ἦσαν ὡς αὐτοὺς ἀφιγμένοι ποτὲ τυφλὸν ἀπο φέροντες, μὴ οὐχὶ πάντως εἰπεῖν τῆς ἀπαγωγῆς τὴν αἰτίαν, ὥσπερ δὲ οὐκ ἀρκούντων ἐκείνων εἰς τὸ κατηγορεῖν τοῦ Χριστοῦ, καὶ αὐτὸν δι' οἰκείας ἀναγκάζουσι φωνῆς ὁμολο γῆσαι τὸ δεδραμένον, χαλεπωτέραν ἔσεσθαι τῆς συκοφαντίας τὴν δύναμιν διὰ τούτου πιστεύοντες. σύνες γὰρ ὅπως οὐ διερωτῶσιν ἁπλῶς εἰ τεθεράπευται μόνον, ζητοῦσι δὲ μᾶλλον πῶς ἀνέβλεψεν ἀκοῦσαι· τοῦτο δὲ ἦν ἐπακοῦσαι λίαν ἐσπου δακότων ὅτι πηλὸν ἐποίησε, καὶ ἔχρισέ μου τοὺς ὀφθαλμούς· ἐν τούτῳ γὰρ πᾶσαν κεῖσθαι τοῦ νόμου τὴν παράβασιν ἀσυνέτως ὑπελάμβανον καὶ, τοὺς ἄνωθεν διυβρίσθαι θεσμοὺς σκηπτόμενοι, ἀπασχάλλειν ἤδη δικαίως καὶ χρῆναι δίκας ἀπαιτεῖν τὸν λυπήσαντα διεσκέπτοντο. Ὁ δὲ εἶπεν αὐτοῖς Πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμοὺς, καὶ ἐνιψάμην, καὶ βλέπω. ∆έχονται προθύμως ὥσπερ τινὰ φθόνου τροφὴν τὴν ὁμολογίαν τοῦ θαύματος, καὶ ἀσμένως ἁρπάζουσι τῆς κατ' αὐτοῦ μανίας τὴν ὑπόθεσιν. ἁπλούστερον μὲν γὰρ ἐξηγεῖται τὸ συμβὰν ὁ πηρὸς τότε, καὶ κακοήθος σφόδρα φησὶν ὡς ἐν συντόμοις ὁμολογίαις ἀνυμνῶν ὥσπερ τὸν ἰατρόν· κατα 2.165 πλήττεται γὰρ τρόπον τινὰ τὴν τοῦ πράγματος φύσιν. ἐκεῖνό γε ὡς εἰκὸς διενθυμούμενος ὅτι πηλῷ καταχρίσας ἀσυνήθει φαρμάκῳ τὸ βλέπειν αὐτῷ παραδόξως ἐξήνυσεν· ἐκφαντικώτατα δέ μοι δοκεῖ καὶ ἐκ πικρῶν νοημάτων εἰπών Πηλὸν ἐποίησε καὶ ἔχρισέ μου τοὺς ὀφθαλμούς. ὅμοιον γὰρ ὥσπερ ἂν εἴ τις ὑπολάβοι λέγειν αὐτόν Οἶδα μὲν αὐτὸς εἰς φθονούντων ἐρῶν ἀκοὰς, τἀληθὲς δ' οὖν ὅμως οὐκ ἀποκρύ ψομαι. ἀμείψομαι ταῖς εὐχαριστίαις τὸν ἐμὸν εὐεργέτην, κρείττων ἔσομαι τῆς ἀκαίρου σιγῆς· τιμήσω ταῖς ὁμολογίαις τὸν ἰατρὸν, οὐ περίεργόν μοι τὸν τῆς ἰάσεως ἐπιτηδεύσαντα τρόπον, οὐ σιδήρῳ καὶ ἀνατομαῖς τὸ πρᾶγμα κινήσαντα, οὐ φαρμάκων καρυκείαις τὸ ὠφελοῦν ἐξαρτύσαντα, οὐ μεθόδῳ χρησάμενον ἐντριβεῖ, ξέναις δὲ μᾶλλον ἐπινοίαις ἰσχύσαντα. πηλὸν ἐποίησε καὶ ἔχρισέ μου τοὺς ὀφθαλμοὺς, καὶ ἐνιψάμην, καὶ βλέπω. ἔστι δέ πως θαυμάσαι καὶ σφόδρα δικαίως τὸν ἄνθρωπον τοῖς περὶ τούτων ῥήμασι καθάπερ τινὰ κορωνίδα χρησίμως τό Βλέπω προστεθεικότα, μόνον γὰρ οὐχὶ κἀν τούτῳ φησίν Οὐ ματαίαν ἀποφανῶ τὴν τοῦ θεραπεύσαντος δύναμιν, οὐκ ἀρνήσομαι τὴν χάριν· ἔχω γὰρ ἤδη τὸ πάλαι ποθούμενον· αὐτὸς ἐγὼ, φησὶν, ὁ καὶ ἐν ὠδῖσιν τυφλὸς, ὁ ἐν ἐμβρύῳ καὶ μήτρᾳ νοσῶν, πηλῷ κατακεχρισμένος τεθερά πευμαι, καὶ βλέπω, τουτέστιν, οὐχ ἁπλῶς ἀνεῳγότα δεικνύω τὸν ὀφθαλμὸν, καλύπτων ἐν βάθει τὸν σκότον, ἀλλ' ὄντως ὁρῶ. ἔχω λοιπὸν ἐν ὄψει τὰ ἐν ψιλαῖς τοπρὶν ἀκοαῖς. ἰδοὺ λαμπρὸν ἡλίου περιαστράπτει με φῶς· ἰδοὺ ξένων θεαμάτων τὸν ἐμὸν ὀφθαλμὸν περιστοιχίζεται κάλλος. ἄρτι μόλις 2.166 ἔγνων τὴν Ἱερουσαλὴμ, καὶ βλέπω μὲν θεῖον ἐν αὐτῇ περια στράπτοντα ναὸν, ὁρῶ δὲ ἐν μέσῳ τὸ σεπτὸν ὄντως θυσια στήριον· κἂν ἐπέκεινα πύλης εὑρεθῶ, ὅλην ἐν κύκλῳ περια θρήσω τὴν Ἰουδαίαν, καὶ τί μὲν ὄρος ἐστὶ, τί δὲ φυτὸν ἐπιγνώσομαι. μεταμειβομένου δὲ τοῦ καιροῦ πρὸς ἑσπέραν, οὐκ ἔτι τὸν ἐμὸν ὀφθαλμὸν τὸ τῶν ἄνω θαυμάτων διαλήσεται κάλλος, οὐχ ὁ διαφανὴς τῶν ἀστέρων χορὸς, ἀλλ' οὐδὲ τῆς σελήνης τὸ πάγχρυσον σέλας. καταπλαγήσομαι διὰ τούτου τοῦ τεκτηναμένου τὴν τέχνην, ἀπὸ καλλονῆς κτισμάτων ἐπι γνώσομαι κἀγὼ τὸν ∆ημιουργόν. οὐκοῦν ὅσον ἧκεν εἰς πλάτος θεωρημάτων καὶ τὴν ἐν λόγοις κομψείαν, τοιαύτην τινὰ ὠδίνει δύναμιν τὸ εἰρημένον, αὐτό τε τό Βλέπω φημὶ καὶ τό Πηλὸν ἐποίησε καὶ ἔχρισέ μου τοὺς ὀφθαλμούς. οὐ γὰρ ἐξωθεῖται τὸ χαρίεν ἐν θεωρήμασιν, οὐδὲ ὡς κίβδηλον παραιτεῖται λόγος ὁ παρ' ἡμῖν, τουτέστιν, ὁ ἐκκλησιαστικός. οὐκοῦν ἀσυκοφάντητον ἀληθῶς τὴν τοῦ θεραπεύσαντος δύ ναμιν, ὅσον ἦν ἐν αὐτῷ, διατηρῶν τὰ τοιαῦτά φησιν, ὁ, ἐπείπερ ἠλεήθη παρὰ Χριστοῦ, παρὰ τοῖς ἱερεῦσι κρινό μενος. Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές Οὐκ ἔστιν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. Οὐκ εἶναί φασι ληροῦντες παρὰ Θεοῦ τὸν ᾧ πρόσεστιν ἐνεργεῖν δύνασθαι τὰ Θεοῦ, καὶ ἴσῳ δόξης μέτρῳ στεφανού μενον βλέποντες τῷ πάντα ἰσχύοντι Πατρὶ τὸν Υἱὸν, τὸν ἐπ' ἀσεβείᾳ μῶμον ἐπιῤῥιπτεῖν οὐκ αἰσχύνονται παραλόγως αὐτῷ, παρωσάμενοι δὲ τὴν ἐκ τοῦ παραδόξου βοὴν, τὸν οἰκεῖον ἀντεξάγουσι φθόνον τῷ θαυματουργῷ, καὶ κατηγο ροῦσιν ἀφυλάκτως ὡς πλημμελήσαντος τοῦ μὴ εἰδότος 2.167 ἁμαρτίαν. ὅλον δὲ παραλελύσθαι τὸν νόμον ἀσυνέτως πιστεύουσι δι' ἑνὸς δακτύλου κίνησιν ἐν σαββάτῳ τετολμη μένην, καίτοι τῆς φάτνης τὸν βοῦν ἀνιέντες αὐτοὶ, καὶ ἐφ' ὕδωρ ἀποκομίζοντες, ἀλλὰ καὶ εἰ πρόβατον εἰς βόθρον ἐμπέσοι, κατὰ τὸ γεγραμμένον, καὶ τοῦτο σὺν πολλῇ διανι στάντες σπουδῇ. οὐκοῦν διυλίζουσι τὸν κώνωπα, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· τοῦτο γὰρ ἦν ἐν αὐτοῖς ἐν ἔθει πολλῷ· ἀφρόνως δὲ σφόδρα καὶ λίαν ἀπεγνωσμένως οὐκ ἀποτιν νύντες τὸ θαῦμα Χριστῷ, οὐδὲ ἐκ τοῦ κατορθώματος, τίς ἂν εἴη λοιπὸν ἐπιγινώσκειν αὐτὸν ἀνεχόμενοι, μικρολογοῦσι διὰ τὸ σάββατον, καὶ ὥσπερ ἁπάσης κατορθουμένης αὐτοῖς ἀρετῆς διὰ μόνου τοῦ ἀργεῖν ἐν σαββάτῳ, τῆς πρὸς Θεὸν οἰκειότητος ὁλοκλήρως ἐκπέμπουσιν, οὐκ εἶναι λέγοντες αὐτὸν παρὰ Θεοῦ, καίτοι μᾶλλον ἐχρῆν τὸν τῶν ἰδίων κατεξουσιάζοντα νόμων ἤδη παρόντα νοεῖν, καὶ ὅτι φίλον μὲν καὶ αἱρετὸν τῷ Θεῷ τὸ καὶ ἐν σαββάτῳ ἀγαθουργεῖν, καὶ τὸν ἐλέου δεόμενον, τῆς ἐλπίδος οὐκ ἀφεῖναι κενόν. πότε γάρ τις οὐκ ἂν ἐπαινέσαι τὸν τῶν ἀγαθῶν ἐργάτην, ἢ ποῖος τῆς ἀρετῆς κατατυραννήσει καιρός; οἱ δὲ καίτοι τὸν ἀρχαῖον ἐκεῖνον θαυμάζοντες Ἰησοῦν ἑλόντα μὲν ἐν σαββάτῳ τὴν Ἱεριχὼ, δρᾶν δὲ τὰ τοῖς νικῶσι συνήθη τοῖς πατράσιν αὐτῶν διατεταχότα, καὶ παρ' οὐδὲν ὅλως τὸ ἀργεῖν ἐν σαββάτῳ χρῆναι ποιησάμενον, ἐπιφύονται τῷ Χριστῷ, καὶ ὅσον εἰς ἰδίαν κακόνοιαν, οὐκ ἐξωθεῖν ἐπείγονται μόνον τῆς θεοπρεποῦς δόξης αὐτὸν, ἀλλὰ καὶ τοῖς ἁγίοις πρεπούσης ἀποστεροῦσι τιμῆς. εἰκαιομυθεῖν δὲ σφόδρα διὰ μόνης τῆς σφῶν βασκανίας ἀναπειθόμενοι, τὴν ἐπ' ἀσεβείᾳ καταχέουσι ψῆφον τοῦ δικαιοῦντος τὸν κόσμον, καὶ διὰ τοῦτο παρὰ Πατρὸς ὡς ἡμᾶς ἀφιγμένου. 2.168 Ἄλλοι δὲ ἔλεγον Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. Σμικρὰ μὲν ἔτι καὶ οὗτοι φρονοῦσιν ὡς ἐπ' ἀνθρώπῳ ψιλῷ λαλοῦντες καὶ λογιζόμενοι, πλὴν ἁλόντες τῷ θαύματι Χριστῷ τὸ νικᾶν ἢ νόμῳ χαρίζονται, καὶ τὴν ἀπὸ τῆς θείας θεοσημίας ἐπίδειξιν τῆς κατὰ τὸ σάββατον ἀργίας ἤδη τιθέντες, ἐν ἀμείνοσιν ὀρθοὶ φαίνονται δικασταί. τὸ γὰρ ὅλως τοῦ πλημμελεῖν ὑπεξάγειν, καὶ ἁμαρτίας ἔξω ποιεῖν τὸν ὅτι προσήκοι καὶ ἐν σαββάτῳ τι δρᾶν οὐ παραιτούμενον, πῶς οὐ σφόδρα τοῖς ἐπὶ τῷ σαββάτῳ διωρισμένοις ἀνθο πλίζεται; λογισμῷ δὲ ὡς εἰκὸς ἀναγκαίῳ, καὶ πολλὴν ἐν ἑαυτῷ τὴν σύνεσιν ἔχοντι, πρὸς τὸ οὕτω διακεῖσθαι βαδί ζοντες τὰ τοιαῦτά φασι. πρόδηλον μὲν γὰρ καὶ ἀναμφι λόγως ὁμολογούμενον, ὅτι τοῖς τὸν θεῖον παραβλέπουσι νόμον, καὶ παρ' οὐδὲν τιθεμένοις τὰ διὰ τῆς ἄνωθεν ψήφου διωρισμένα, οὐκ ἂν ἐπιδοίη Θεὸς τὸ δύνασθαί τι πώποτε τῶν ἀξιαγάστων ἐπιτελεῖν. ἀλλ', ὡς Ἰουδαῖοι νομίζουσι, δέδωκε τοῦτο Χριστῷ, καίτοι τὸν ἐπὶ τῷ σαββάτῳ νόμον λυπή σαντι. οὐκ ἄρα τὸ ἐν σαββάτῳ τι δρᾶν κρατύνει πρὸς ἁμαρτίαν, ἀλλ' οὐδὲ ἀργίας τῆς ἐν αὐτῷ πολὺ δὴ κρείττονα τὴν ἐπ' ἀγαθοῖς ἐργασίαν [ἀμφιβάλοι τις ἄν]. καὶ γοῦν ὡς αὐτός που πάλιν φησὶν ὁ Σωτὴρ, ἱερᾶσθαι τοῖς λευίταις ἐφεῖται κατὰ τὸ σάββατον, καὶ ἀζήμιον ἔχουσι τὴν ἐπὶ τούτῳ σπουδὴν, μᾶλλον δὲ τὴν ἀργίαν οὐκ ἀζήμιον. αἰτιάσαιτο 2.169 γὰρ μὲν τίς αὐτοὺς βουθυτεῖν ἑλομένους κατὰ τὸ σάββατον, ἢ καὶ τοὺς τῶν ἄλλων θυσιῶν ἐπιτηδεύοντας τρόπους; ἐγκα λέσαι μὲν πάλιν μᾶλλον εἰκότως εἰ μὴ δρῷεν ἃ χρῆν, καὶ τοῖς τῆς λατρείας νόμοις ὠφείλετο. ὅτε τοίνυν τὰ ὑπὲρ τῆς τινων σωτηρίας κατὰ νόμον καθοσιούμενα ἀδιακωλύτως καὶ ἐν σαββάτῳ πρὸς τὸ θεῖον ἀναβαίνει θυσιαστήριον, πῶς οὐκ ἂν μᾶλλον ἐπιτελοῖτο πρεπωδέστερον ἡ εἰς ἄνθρωπον χάρις, δι' ὃν τὸ θαῦμα καὶ ἐν σαββάτῳ δεκτόν; λογισμῷ τοι γαροῦν τῷ πρέποντι πρὸς τὸ κρίνειν ἄριστα κεκλημένοι τῶν Ἰουδαίων τινὲς, καὶ μόλις τῆς τῷ ἔθνει προσούσης ἀμαθίας τὴν ἀχλὺν τῶν τῆς διανοίας ὀμμάτων ἀποπεμψάμενοι, τὴν τοῦ Σωτῆρος θαυμάζουσι δόξαν, εἰ καὶ οὔπω σφόδρα καλῶς· ἐλάττονα γὰρ ἤπερ ἐχρῆν λαλοῦσι περὶ αὐτοῦ, ἀποσχίζονται δὲ τῶν ἑτοίμως κατακρινόντων αὐτόν. οἱ μὲν γὰρ ἀνοσίως φθόνῳ τὸ νικᾶν ἢ λογισμῷ διδόντες τῷ πρέποντι, καὶ τὸ μηδαμόθεν ἐγκαλεῖσθαι πεφυκὸς εἰς παρανομίας δέχονται δύναμιν· οἱ δὲ τῇ φύσει τοῦ πράγματος ἐνορῶντες ὀρθῶς, τῆς ἐκείνων μωρίας καταδικάζουσιν. Εἰκὸς δὲ δήπου καὶ ἕτερόν τι κατορθοῦν ἑλομένους εἰπεῖν τό Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; ὅλῳ γὰρ, ὡς ἔπος εἰπεῖν, συναθλεῖν ἐπείγονται τῷ τῶν ἁγίων θεσμῷ. εἰ γὰρ ὅλως ἐξεῖναι, φασὶν, ἐπιτρέψομεν, καὶ τοῖς εἰωθόσι πλημμελεῖν τοῖς ὑπὲρ λόγον ἐπισεμνύνεσθαι, καὶ θαυμάτων ὁρᾶσθαι αὐτοὺς δημιουργοὺς, τί τὸ κωλύον ἔτι φανεῖται τοὺς φιλεγκλήμονας τῆς τῶν προφητῶν πληθύος κατηγορεῖν, ἢ καὶ αὐτῷ λοιπὸν ἐπιφύεσθαι τῷ μακαρίῳ Μωυσεῖ, καὶ ἐν μηδενὶ ποιεῖσθαι λόγῳ τὸν οὕτω σεπτὸν, εἰ καὶ ἐπὶ τοῖς ἁπάντων ἀρίστοις μαρτυροῖτο κατορθώμασιν; οὐκοῦν καὶ αὐτοὶ συναγορεύουσι τῇ τῶν πατέρων δόξῃ διὰ Χριστὸν, πρόφασιν ὥσπερ τινὰ τῆς εἰς ἐκείνους ἀγάπης καὶ τὰ ἐπ' αὐτῷ δεξάμενοι. 2.170 Λέγουσιν οὖν πάλιν τῷ τυφλῷ Τί σὺ λέγεις περὶ αὐτοῦ ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Παραπαίειν νομίζουσι τοὺς τὰ δίκαια κρίνειν προθυμου μένους· ἐπιλελῆσθαι δέ μοι δοκοῦσι παντελῶς τοῦ λέγοντος Κρῖμα δίκαιον κρίνατε, προκατειλημμένοι δὲ ὥσπερ τοῖς ἀπὸ φθόνου δεσμοῖς, φωνῆς ὅλως ἐπαΐειν τιμώσης Χριστὸν οὐκ ἀνέχονται, ἀλλ' ὥσπερ τινὰ τῶν αὐτοῖς πολεμιωτάτων τὸν τῶν παραδόξων συνειπεῖν θέλοντα παραιτούμενοι, καὶ μικρὰ τῆς ἑαυτῶν φροντίσαντες κεφαλῆς παρατρέπουσιν ἀλαζόνως τοὺς λόγους ἐπὶ τὸν ἄνθρωπον, ὃς ἦν τεθεραπευμένος, καὶ τὸ πολλάκις ἀκουσθὲν ἐρωτῶσιν εἰσαῦθις, προκεκληκότες μὲν ἤδη φαῦλόν τε καὶ ἁμαρτωλὸν τὸν ἐνεργήσαντά τι κατὰ τὸ σάββατον· οἰόμενοι δὲ διὰ τοῦτο καταδικάσειν αὐτοῦ σὺν αὐτοῖς τὸν τυφλὸν, καὶ ταῖς παρ' αὐτῶν ἀκολουθήσειν φω ναῖς, τὰς μὲν ἐπὶ τῇ τοῦ πάθους ἀπαλλαγῇ χαριστηρίους εὐχὰς περιστείλαντα, δεδιότα δὲ καὶ τὴν παρ' ἐκείνων ὀργὴν καταπεφρικότα, κατηγορήσειν εὐκόλως ὡς παροινήσαντος τῷ νόμῳ διὰ τὸ σάββατον. πονηρὸς μὲν οὖν τῶν Φαρισαίων ὁ λογισμὸς, ὅτι δὲ ἀμαθὴς οὐκ ἀμφίβολον. τί γὰρ ἂν ἠδίκησε τοῦ παραδόξου τὴν δύναμιν ἑνὸς ἀχαρίστου φωνή; ἢ πῶς οὐκ ἐν δόξῃ θεοπρεπεῖ φανεῖται Χριστὸς εἴπερ ἐνικήθη τῷ φόβῳ τὸ τυχὸν ὁ τυφλὸς, καὶ τὸ ὑπομεῖναί τι τῶν εἰωθότων λυπεῖν παραιτούμενος τὴν χάριν ἠρνήσατο; ἀλλὰ δεινὸς εἰς τὸ πείθειν ὁ φθόνος τοὺς ὠδίνοντας αὐτὸν πρὸς τὸ δρᾶν ἐπείγεσθαί τι θερμῶς, κἂν ἔχῃ πολὺ τὸ γελᾶσθαι δικαίως· ἀπηλλαγμένος δὲ τῶν τοιούτων ὁ νοῦς, λογισμοὺς μὲν ἀσυνέτους διαπηδᾶ, ἀθόλωτον δὲ τὸ οἰκεῖον ἀεὶ διασώζων κάλλος, φέρεται κατ' εὐθὺ τοῦ πρέποντος, καὶ τῶν τῆς 2.171 ἀληθείας ὅρων οὐκ ἀποφοιτᾷ. δείλαιοι τοιγαροῦν καὶ ἀλα ζόνες οἱ Φαρισαῖοι, τοὺς μὲν ὀρθὰ καὶ φρονεῖν ἑλομένους καὶ λέγειν, παραπαίειν ἡγούμενοι, ἐπαναγκάζοντες δὲ καὶ ἃ μὴ θέμις εἰπεῖν περὶ τοῦ παραδόξως εἰς τὰ παρ' ἐλπίδα καλέ σαντος τὸν ἕτοιμον μὲν εἰς εὐχαριστίας, ἐγγὺς δὲ ἤδη λαμ πρᾶς ἐπιγνώσεως διὰ τοῦ παραδόξου γεγενημένον. Ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν. Ὀξὺ κατὰ καρδίας δέχονται βέλος οἱ τὸν ὀρθὸν μὲν καὶ δίκαιον οὐ προσιέμενοι λόγον, μόνον δὲ τὸ τῷ φθόνῳ δοκοῦν θηρᾶσθαι σπουδάζοντες· "Οὐ γὰρ ἐπιτεύξεται δόλιος θή "ρας," κατὰ τὸ γεγραμμένον. περιτρέπεται γὰρ αὐτοῖς εἰς τὸ παρὰ γνώμην τὸ σπούδασμα, καὶ πολὺ τῆς ἐλπίδος ἐσφάλησαν ἀδοκήτως ἀκούσαντες Ὅτι προφήτης ἐστί. συμ φρονεῖ γὰρ τοῖς ἄλλοις ἄριστά γε ποιῶν ὁ τεθεραπευμένος. οἱ μὲν γὰρ οὐκ ἀσυνέτως τὴν τοῦ πράγματος φύσιν διεσκεμ μένοι, ἄνθρωπον ἁμαρτωλὸν μηδὲν τῶν τοιούτων δύνασθαι δρᾶν ἀποφαίνονται· ὁ δὲ ἐφ' ᾧ τὸ θαῦμα τετέλεσται, μονον ουχὶ τὴν ἐν ἐκείνοις γνώμην ἰχνηλατῶν, προφήτην εἶναί φησιν, οὔπω μὲν ἀκριβῶς τίς ἐστι κατὰ ἀλήθειαν ἐκμαθὼν, τετριμμένῳ δὲ παρὰ τοῖς Ἰουδαίοις ἀκολουθήσας πράγματι. ἦν γὰρ αὐτοῖς ἐν ἔθει προφήτας ἀποκαλεῖν τοὺς τερατουρ γοὺς, ὡς ἐφ' ἁγιότητι μαρτυρουμένους διὰ τοῦτο παρὰ Θεοῦ. ὅνπερ οὖν τρόπον ἐκεῖνοι ποιοῦντες ὀρθῶς οὐκ αἰδοῖ τῇ περὶ τὸ σάββατον τὸ τῆς θεοσημείας ἀτιμάζουσι μέγεθος, διά τε τοῦτο καὶ ἁμαρτίας ἀνυπαίτιον παντελῶς εἶναί φασι τὸν ἐνεργήσαντα· τὸν αὐτὸν οἶμαι καὶ οὗτος τρόπον τὴν ἐπὶ τῷ σαββάτῳ σμικρολογίαν παρωσάμενος, τὴν ἐπὶ τοῖς ἀμεί νοσιν ἀπονέμει δόξαν τῷ τὸ βλέπειν δωρησαμένῳ, ὃν καὶ ἐν 2.172 τῇ τῶν ἁγίων τάξει τιθεὶς, προφήτην ἀποκαλεῖ. δοκεῖ δέ μοι λοιπὸν οὐ σφόδρα τῶν νομικῶν μεταποιεῖσθαι διαταγ μάτων. οὐ γὰρ ἂν ἐθαύμασε τοσοῦτον αὐτὸν, οὐδ' ἂν ἐν προφήτου τάξει παρεδέξατο τὸν ἰατρὸν, καίτοι παραλύειν τὸν ἐπὶ τῷ σαββάτῳ δοκοῦντα θεσμόν. ὠφελημένος οὖν ἄρα τῷ θαύματι, καὶ πρὸς ἕξιν ἤδη τῆς Ἰουδαίων τὴν κρείττονα διαβεβηκὼς, τῷ θαυματουργῷ τὸ χρῆναι νικᾶν ἀπονέμει νομικὴν ἐπιτήρησιν ἀνυπαίτιον παντελῶς τὴν ἐπ' ἀγαθοῖς ποιουμένῳ παράβασιν. Οὐκ ἐπίστευσαν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀνα βλέψαντος καὶ ἠρώτησαν αὐτοὺς λέγοντες Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν βλέπει ἄρτι; Οὐκ ἐᾷ πιστεύεσθαι τὸ πᾶσιν ὁμολογούμενον δριμὺς ὢν ἐν αὐτοῖς ὁ κατὰ τοῦ θεραπεύσαντος φθόνος, καὶ τῷ τῆς μανίας οἴστρῳ τυραννούμενοι μικρὰ μὲν κομιδῇ τῆς ἀληθείας φροντίζουσι, ψευδηγορεῖν τε κατὰ Χριστοῦ, καὶ αὐτὸν μὲν ἐν πρώτοις ἐξεβιάζοντο τὸν τυφλὸν, οὐδὲν δὲ ἧττον νυνὶ καὶ τοὺς τεκόντας αὐτὸν εἰκαιοπονοῦντες ἁλίσκονται, πρὸς πᾶν τοὐναντίον ἐκβεβηκότος τοῦ πράγματος. περιττοτάτην δὲ σφόδρα τὴν πεῦσιν προσάγουσι τοῖς γεγεννηκόσι τὸν ἄν θρωπον, καί μοι δοκοῦσιν ἐξ ἀμέτρου δυσβουλίας καὶ τὸν δι' αἰδοῦς αὐτοῖς ὄντα καὶ σφόδρα συνηγορούμενον ἀτιμάζειν νόμον. ἦγον μὲν γὰρ οἱ γείτονες, καθὰ γέγραπται, "τόν "ποτε τυφλὸν," καὶ τοῖς ταῦτα διερωτῶσι νυνὶ παραστή σαντες πάντως δήπου καὶ ὅτι τυφλὸς ἐγεννήθη διήγγελλον, καὶ ὅτι νῦν ἀνέβλεψεν ἐμαρτύρουν. εἶτα τοῦ νόμου σαφῶς ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων ἀληθὲς εἶναι πᾶν 2.173 ῥῆμα διηγγελκότος, οὐ δύο μόνον καὶ τριῶν ἀκυροῦντες ἐπιμαρτύρησιν, ἀλλ' ὡς εἰκὸς καὶ πλειόνων, ἐφ' ἑτέρους ἔρχονται τοὺς γονεῖς τοῦ τεθεραπευμένου, πρᾶγμα ποιοῦντες παράνομόν τε καὶ ἀμαθές. ἀλλ' οὐδὲν αὐτοῖς ὁ νόμος, ὅτε τι τῶν ἐν οἰκείαις ἡδοναῖς ἐξανύειν ἐπείγονται. ἐπειδὴ γὰρ ἐδυσώπει καὶ οὐχ ἑκόντας ἤδη τὸ θαῦμα μαρτυρούμενον διά τε τῆς γειτόνων καὶ διὰ τῆς τοῦ θεραπευθέντος φωνῆς, προσεδόκησαν ἀναπείθειν δύνασθαι τοὺς ἐρωτωμένους παρ' οὐδὲν μὲν ποιήσασθαι τὴν ἀλήθειαν, εἰπεῖν δὲ μᾶλλον τὰ κατὰ γνώμην αὐτοῖς. ὅρα γὰρ ὅπως ἐμβριθέστερόν πως αὐτοὺς διερωτῶντές φασιν Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; μόνον γὰρ οὐχὶ τὰ πάνδεινα δρᾶν εἰς αὐτοὺς διισχυρίζονται, καὶ ἀμέτρῳ καταπτοοῦσι δείματι πρὸς ἐκεῖνο καλοῦντες ὡς ἐξ ἀνάγκης καὶ βίας ὅπερ ἀκούειν ἤθελον. τοῦτο δὲ ἦν τό Οὐκ ἐγεννήθη τυφλός. εἷς γὰρ ἦν ἐν αὐτοῖς καὶ δυσσεβὴς ὁ σκοπὸς, τὴν ἐπὶ Χριστῷ τῶν ὄχλων παραλῦσαι διάληψιν, καὶ ἀνατρέψαι τῶν ἤδη τεθαυ μακότων τὴν ἀγνώμονα πίστιν. ὅνπερ δὲ τρόπον οἱ πόλιν τινὰ τῶν εὐτυχεστάτων ἐξελεῖν σπουδάζοντες, κύκλῳ μὲν ἅπασαν περιθέουσι, παντοδαποῖς δὲ αὐτὴν ἐκπολιορκοῦσι τρόποις, ποτὲ μὲν διορύττειν τὰς ὑποβάθρας ἐπείγονται, ποτὲ δὲ τοῖς πύργοις τὰς ἐκ τῶν ἑλεπόλεων ἐφιστᾶσι πληγάς· οὕτω καὶ οἱ πάντολμοι Φαρισαῖοι ταῖς σφῶν αὐτῶν δυστρο πίαις πολιορκοῦσι τὸ θαῦμα, καὶ τρόπον οὐδένα δυσσεβείας καταλιμπάνουσιν. ἀλλ' οὐκ ἦν τὸ πᾶσι διεγνωσμένον ὡς ἕωλον ἀποκρούσασθαι, καὶ τὸ πολλοῖς ἤδη τεθαυμασμένον εἰς ἀφανεστέραν καταστρέψαι διάληψιν. 2.174 Ἀπεκρίθησαν οἱ γονεῖς αὐτοῦ καὶ εἶπον Οἴδαμεν ὅτι οὖτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει αὐτὸς περὶ αὑτοῦ λαλῆσαι. Ὁμολογοῦσιν ὡς ἀληθὲς, τὸ μηδαμόθεν ἀμφίβολον, καὶ ἐφ' ᾧπερ εἰκὸς ἦν ὑπομεῖναι τῶν ἀβουλήτων οὐδέν· εἰδέναι μὲν γὰρ τὴν ἰδίαν φάσκουσι γονὴν, καὶ τῆς ὠδῖνος οὐκ ἀρνοῦνται τὸ γνήσιον, συνετέχθη δὲ ὅτι τῷ πάθει λέγουσι σαφῶς· ἀναδύονται γεμὴν τοῦ θαύματος τὴν ἐξήγησιν, τῇ τοῦ πράγματος φύσει τοῦτο βοᾶν ἐπιτρέποντες, καὶ αὐτὸ μᾶλλον πρεπωδέστερόν πως εἶναι διαβεβαιούμενοι τό Τίνα τρόπον τεθεράπευται, λέγειν τῷ ἰδίῳ γεννήματι· δεινὸς δέ πως ἐστιν εἰς τὸ ἀποστῆσαι τοῦ πρέποντος ὁ ἐπὶ κινδύνῳ φόβος. διὸ δὴ τὴν τῶν Φαρισαίων ὠμότητα καταφρίττοντες, οὐ τετηρήκασι τοῦτό που καλῶς εἰρημένον "Ἕως θανάτου "ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας." εἰκὸς δὲ δή τι παθεῖν αὐτοὺς ἕτερον· δειλὸς γὰρ ὁ πένης πανταχῇ, καὶ τὸ ἀντι βλέπειν δύνασθαί τισιν ἐξ ἀχρηματίας παραιρούμενος, ὑπο φεύγει πολλάκις εἰς ἀβούλητον σιωπὴν καὶ τὴν ἐξ ἀνάγκης ἀνεξικακίαν. ὡς γὰρ ἤδη διαρκῶς τῷ τῆς πτωχείας ἄχθει συντετριμμένος, ὡς τὸ καὶ ἑτέροις καταφορτίζεσθαι κακοῖς ἀποναρκᾷ. τοιοῦτόν τι παθεῖν ὑποτοπητέον τοὺς τεκόντας τὸν τυφλὸν, εἰ καὶ ὅτι μάλιστα σὺν ἀκολουθίᾳ πολλῇ πρόεισιν ὁ λόγος αὐτοῖς. τὸ μὲν γὰρ εἰδέναι τὸν ἐξ ἑαυτῶν δήπου πάντως μᾶλλον αὐτοῖς καὶ οὐχὶ τῷ γεννηθέντι πρεπω δέστερον ἀναθείη τις ἂν, τὸ γεμὴν εἰδέναι τὸν ἰατρὸν οὐχὶ πάντως τοῖς γεγεννηκόσιν, εἴη δ' ἂν μᾶλλον ἁρμοδιώτερον τῷ διὰ πείρας ἔχοντι τὴν ἀπὸ τοῦ θαύματος χάριν. οὐκοῦν 2.175 ὅπερ ἴσασιν ὁμολογοῦσι σαφῶς, ἅτε δὴ καὶ τῷ πρέποντι πρὸς τοῦτο καλούμενοι· ὅπερ δὲ ἦν ἀληθέστερον ἐκεῖνον εἰπεῖν, ὡς ἀκριβεστέραν ἔχοντα τὴν γνῶσιν, τοῦτο παρα καλοῦσι διδάσκειν. οὐκ ἀθεεὶ δέ μοι δοκοῦσι τοῖς ἑαυτῶν ἐπενεγκεῖν λόγοις, τό Ἡλικίαν ἔχει. κατηγορεῖ γάρ πως καὶ τοῦτο τῆς τῶν Φαρισαίων ἀνοσιότητος. εἰ γὰρ ἔχει τὸ δύνασθαι φρονεῖν ἀπό τε τοῦ χρόνου καὶ τῆς ἡλικίας ὁ πρὸς τὴν ἀνάβλεψιν κεκλημένος, ὅταν λέγῃ τὸ θαῦμα, καὶ τίς ὁ ἐπ' αὐτῷ γέγονε τρόπος, οὐκ ἐκ μειρακιώδους ἐρεῖ τῆς φρενὸς, ἀλλ' ἐκ νοῦ βεβηκότος τε ἤδη καλῶς, καὶ συνα γορεύειν οἷς ἂν ἐθελήσαι τυχὸν ἰσχύοντος. συμβήσεται δὴ οὖν ὡς ἐξ ἀνάγκης ἐντεῦθεν ἀναιδεστάτην ὁρᾶσθαι τῶν Φαρισαίων τὴν ἀπείθειαν. ἰδοὺ γὰρ οὔτε τοῖς γείτοσιν, οὔτε αὐτῷ πιστεύουσι τῷ τυφλῷ, καὶ οὐκ ἐξ ἁπαλῆς τρόπον τινὰ ταυτὶ λέγοντι φρενὸς, οὔτε μὴν ἐκ μειρακιώδους διανοίας ἐπὶ τὸ ψευδηγορεῖν εὐκόλως κατολισθαίνοντι, ἀλλ' ἡλικίαν ἔχοντι τῶν πραγμάτων τὰς φύσεις προξενοῦσαν μὴ ἀγνοεῖν. Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετίθεντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις ὁμολογήσῃ τὸν Χριστὸν αὐτὸν εἶναι ἀποσυνάγωγος γένηται. Καλῶς καὶ πρεπόντως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ταῖς τῶν Φαρισαίων κεφαλαῖς ἐπιφέρει τὸ οὐαί· "Οὐαὶ γὰρ "ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· "αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε." ἐπαθρείτω γὰρ πάλιν ὁ θεοφιλὴς εἰ μὴ τοῖς εἰρημένοις τὸ ἐκ τῆς ἀληθείας ἕψεται κάλλος. οὐδὲ γὰρ ἂν διαψεύσαιτό ποτε 2.176 Χριστός. ἰδοὺ γὰρ πρὸς τῷ μηδένα διδάσκειν ἐπείγεσθαι τὸν περὶ τῆς ἐπιδημίας αὐτοῦ λόγον, καὶ τοὺς συνιέναι δυναμένους ἐκ τῆς τῶν κατορθουμένων λαμπρότητος ἀμει λίκτῳ καταπτοοῦσι φόβῳ, καὶ σκληρὰν ἐπιτιθέντες ἀνάγκην τὴν ἐκ τῆς σφῶν ἀγριότητος, ὁμολογεῖσθαι διακωλύουσι τὸν ἐξ αὐτῶν ὁρᾶσθαι τῶν παραδόξων οὐκ ἀτονήσαντα. ἀπο σύνακτον γὰρ ποιοῦντες τὸν εὐγνώμονα, διά τε τοῦτο πρὸς τὸ πιστεύειν εὔκολον, οὐκ ἐρυθριῶσιν οἱ δείλαιοι, ἀλλοτριοῦν δὲ τρόπον τινὰ τοῦ Θεοῦ τὸν Θεῷ κολλώμενον ἐπ' ἐξουσίας, αὐτοῖς καὶ αὐτὸν ἀναπείθειν τὸν ἁπάντων Κύριον συνεθελη τὴν γενέσθαι τῆς ἐνούσης αὐτοῖς κατὰ πάντων μανίας. ἀπολογεῖται γεμὴν ὁ θαυμάσιος Εὐαγγελιστὴς, καὶ τῷ φόβῳ νενικῆσθαί φησι τοὺς ἐρωτωμένους, οὐκ ἐθελῆσαί τε διὰ τοῦτο εἰπεῖν ὡς τὸν ἐξ αὐτῶν γεγονότα τεθεράπευκεν ὁ Χριστὸς, ἵνα τῆς Ἰουδαίων ἀπονοίας ἀπογυμνώσας τὸ μέγεθος φανερὸν καταστήσῃ καὶ τοῖς μετ' αὐτούς. τί γὰρ ἂν γένοιτο τῶν τοιούτων ἀπανθρωπότερον, οἵ γε καὶ τιμωρίας ὁρίζουσι τοῖς εὐγνώμοσιν, ἄγουσι δὲ πρὸς τὸ κολάζεσθαι δεῖν τοὺς συνέντας ὅλως τὸν διὰ νόμου καὶ προφητῶν κηρυττόμενον. οὐκ ἀγνοηθεῖσαν δὲ τοῖς ἁγίοις προφήταις τὴν τῶν Ἰουδαίων ἀνόσιον σκέψιν, ἐκ τῶν ἱερῶν γραμμάτων εὑρήσομεν. διὰ γὰρ Ἡσαΐου φησὶν ὁ καρδίας καὶ νεφροὺς ἐρευνῶν, "διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος "ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν "καρδίας, ᾧ πάντα γυμνὰ καὶ τετραχηλισμένα" ἐστίν "Οὐαὶ "τέκνα ἀποστάται, τάδε λέγει Κύριος Ἐποιήσατε βουλὴν "καὶ οὐ δι' ἐμοῦ, συνθήκας καὶ οὐ διὰ τοῦ Πνεύματός μου, "προσθεῖναι ἁμαρτίαν ἐφ' ἁμαρτίας." ὁ μὲν γὰρ λέγων ὅτι Κύριος Ἰησοῦς, ἐρεῖ δήπου πάντως ἐν Ἁγίῳ Πνεύματι, κατὰτὴν τοῦ Παύλου φωνήν· μελετήσας δέ τις τὸ ἐναντίον, οὐκ ἐν Ἁγίῳ Πνεύματι· πόθεν; λαλήσει δὲ μᾶλλον ἐν Βεελζε 2.177 βούλ. οὐκοῦν, οὐ διὰ τοῦ Ἁγίου Πνεύματος αἱ τῶν Ἰουδαίων συνθῆκαι, προσετίθεσαν γὰρ ἁμαρτίας ἐφ' ἁμαρτίαις, αὐτοὶ μὲν πρὸ πάντων τὸν ἐκ τῆς ἀπειθείας ὄλεθρον ταῖς ἑαυτῶν ἐπισύροντες κεφαλαῖς, παραπέμποντες δὲ καὶ εἰς ἑτέρους διὰ τοῦ κωλύειν αὐτοὺς ὁμολογεῖν τὸν Χριστόν· δυσσεβείας μὲν γὰρ τῆς ἐσχάτης ἀνάμεστον ὄντως τὸ ἐγχείρημα, πλὴν ἀνηνύτῳ πράγματι σφαλερῶς ἐγκειμένους διαγελᾷ λέγων ὁ ψαλμῳδός "Κύριε ἐν ὀργῇ σου συντα "ράξεις αὐτοὺς, καὶ καταφάγεται αὐτοὺς πῦρ, τὸν καρπὸν "αὐτῶν ἀπὸ γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν "ἀνθρώπων· ὅτι ἔκλιναν εἰς σὲ κακὰ, διελογίσαντο βουλὴν "ἣν οὐ μὴ δύνωνται στῆναι." ἴσχυσαν γὰρ οὐδαμῶς τὴν θεομάχον κρατῦναι βουλὴν, καίτοι πολλάκις καὶ διὰ μυρίων ἐπιχειρήσαντες τρόπων ἀφανίσαι τὴν δόξαν Χριστοῦ. διὸ καὶ τέθεινται νῶτος, τουτέστιν, ἐκ προσώπου γεγόνασι, καὶ ἐξ ὀφθαλμῶν τοῦ πάντων ∆εσπότου, δικαίως ἀκούοντες "Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ "ἐξεκαύσατε." Ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς, καὶ εἶπον αὐτῷ ∆ὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν. Ἀποστῆσαι τῆς εἰς Χριστὸν εὐφημίας τὸν ἄνθρωπον οὐκ ἰσχύσαντες, ἑτέρῳ πρὸς τούτῳ μεθοδεύειν ἐπιχειροῦσι λόγῳ, καὶ χρηστῷ τρόπον τινὰ τῷ δελεάσματι πρὸς τὸν οἰκεῖον καθέλκειν ἐπείγονται σκοπὸν, τὸ δὲ μηδ' ὅλως μεμνῆσθαι Χριστοῦ, μήτε μὴν ἀνακηρύττειν αὐτὸν ὡς ἰατρὸν, διὰ πολλῶν ἀναπείθειν ἐκμηχανώμενοι λόγων, πανουργότατα λίαν χρῆναι μὲν δόξαν ἀναθεῖναι τῷ Θεῷ διὰ τὸ θαῦμά φασιν, εὐσεβεῖν ἐν τούτῳ πλαττόμενοι, συνδιακεῖσθαι γεμὴν 2.178 καὶ πιστεύειν αὐτοῖς ἐπιτάττουσι, κἂν τῆς ἀνωτάτω πασῶν ἀσεβείας ἁπτόμενοι ἁμαρτωλὸν εἶναι λέγουσι τὸν ἐπ' ὀλέθρῳ τῆς ἁμαρτίας ἐπιδημήσαντα. καὶ τῆς μὲν ἐπὶ τοῦτο συκο φαντίας οὐδεμίαν παντελῶς παρακομίζουσι τὴν ἀπόδειξιν, περιαυτιζόμενοι δὲ καὶ φρονοῦντες ἐφ' ἑαυτοῖς μέγα τι καὶ ἐξαίσιον δι' αὐτὸ δὴ καὶ μόνον τὸ ἡγεῖσθαι λαῶν τῇ τῶν προσώπων περιφανείᾳ τὴν πίστιν χαρίζεσθαι, καὶ καθάπερ ἐν ὀφλήματος τάξει καταθέσθαι διακελεύονται. τὸ γάρ Ἡμεῖς οἴδαμεν, τὴν ἀσύγκριτον ὠδῖνον ὑπεροψίαν ἁλώσεται παρά γε τοῖς τὸν ἑαυτῶν λανθάνοντα βασανίζουσι νοῦν. ἀλλ' ἔστι κἀντεῦθεν οὐ μετρίως ἀποθαυμάσαι τὸν τῶν Ἰουδαίων ἀπόπληκτον νοῦν. ἀνατιθέναι γὰρ τῷ Θεῷ τὴν ἐπὶ τῷ παραδόξῳ προστάττοντες δόξαν, ἅτε δὴ καὶ μόνῳ τῶν τοιούτων ἐργάτῃ, τὸν ἐξ οἰκείας ἰσχύος ἐνεργήσαντα [τὰ] τοῦ Θεοῦ κατακρίνουσι, καὶ οὐχ ὅπως αὐτοὶ μόνοι οἱ τάλανες, συμφρονεῖν δὲ καὶ ἑτέρους ἐπαναγκάζουσι· μόνῃ δὲ γνώσει τῇ ἑαυτῶν ἀπονέμοντες τὸ εἰδέναι σαφῶς ὡς ἁμαρτωλὸς εἴη Χριστὸς, ἀγνοοῦσιν ὅπως τὰ χείριστα τῆς οἰκείας καθορί ζουσι κεφαλῆς. πολὺ γὰρ ταῖς νομομαθείαις ἐπαυχεῖν εἰω θότες, καὶ τοῖς ἱεροῖς ἀφορήτως ἐπισοβαρευόμενοι γράμμασι, μείζονα δὴ πάντως ἀποτίσουσι δίκην ὡς ἐξὸν μὲν εἰδέναι τὸ ἐπὶ Χριστῷ μυστήριον διά τε νόμου καὶ τῶν προφητῶν πολυειδῶς ἐκτυπούμενόν τε καὶ βοώμενον, αὐτόκλητον δὲ διὰ πολλῆς ἄγαν τῆς ῥᾳθυμίας ἁρπάζοντες ἄγνοιαν, ἢ καὶ εἰδότες μὲν ἀκριβῶς, μὴ μὴν ὅπερ ἔδει δρᾶν καὶ μάλιστα προθύμως ἐθελήσαντές ποτε. παιδαγωγεῖν γὰρ ἔδει τῶν ἀγελαίων τὸν νοῦν πρὸς κατάληψιν τῶν ἐπὶ Χριστῷ μυστη ρίων, καὶ πειρᾶσθαι μᾶλλον καθηγεῖσθαι τῶν ἄλλων πρὸς ἐπίγνωσιν ὧν ἔδει μαθεῖν. ἀλλ' οἱ πλατεῖς εἰς λόγους, καὶ 2.179 δεινοὶ πρὸς ἀλαζονείας, τό Ἡμεῖς οἴδαμεν, πολὺ λίαν ἀπηυ χενισμένως ἀναβοήσαντες, τὰς μὲν τοῦ νόμου παρωθοῦντες φωνὰς, οὐδὲν τὰ Μωυσέως εἶναι λογίζονται, ὄχλος δὲ ἄλλως αὐτοῖς καὶ τὰ ἐκ προφητῶν εἶναι δοκεῖ· τίθενται γὰρ εἰς διάνοιαν οὐδαμῶς τὰ διὰ τῆς τοῦ προφήτου φωνῆς ἔσεσθαι προηγγελμένα κατὰ τὸν καιρὸν τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· "Τότε γὰρ, φησὶν, ἀνοιχθήσονται "ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε "ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα "μογιλάλων." τεθεράπευται μὲν γὰρ ὁ παράλυτος ἐπὶ τῇ κολυμβήθρᾳ τῇ Βηζαθὰ, τριακοστὸν δὲ καὶ ὄγδοον ἔτος διατετελεκὼς "ἐν τῇ ἀσθενείᾳ αὐτοῦ," καθὰ γέγραπται, ἑνὶ τοῦ Σωτῆρος ῥήματι τὸ κλινίδιον ἀφεὶς ἐλάφου δίκην ἐξήλατο· καὶ ἐπ' ἐκείνῳ θαυμάσαι δέον τὸν Ἰησοῦν, τὴν ἐπὶ τῷ σαββάτῳ λύσιν ἐθρήνουν, καὶ παραβεβάσθαι τὸν νόμον διατεινόμενοι, τὴν ἐπὶ τῷ θαύματι κατεσοφίζοντο χάριν. ἐκβληθέντος δέ ποτε δαιμονίου λελάληκεν ὁ κωφός· οἱ δὲ πρὸς οὕτω δεινὴν ἀσυνεσίαν ἐξώλισθον, ὡς μηδὲ βραχεῖαν ἐντεῦθεν ἀποκερδάναι τὴν ὄνησιν. ἀνέβλεψεν ὁ τυφλὸς, προφητικὸν πεπλήρωται κήρυγμα, ἡ διὰ τοῦ Πνεύματος εἰς πέρας ἤχθη φωνὴ, καὶ τί; πάλιν ἐπὶ τούτοις νοσοῦσιν ἐκεῖνοι, κατακρίνουσι τὸν θαυματουργὸν, ἁμαρτίαν καθορί ζουσι τοῦ θεοπρεπῶς ἐκλάμπειν ἰσχύοντος, καὶ τὸ ἐκ μακρῶν ἄνωθεν χρόνων ἔσεσθαι προσδοκηθὲν, παρὸν ἤδη δεικνύοντος. Ἀπεκρίθη οὖν ἐκεῖνος Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. ∆ιττὴν, ὡς ἔοικεν, ὁ ποτὲ τυφλὸς συνεκομίσατο χάριν παρὰ Χριστοῦ· συνελαμπρύνθη πως αὐτῷ δὲ τοῖς τοῦ σώματος ὀφθαλμοῖς καὶ ὁ νοῦς· καὶ ἡλίου μὲν τοῦ καθ' ἡμᾶς τὸ σέλας ἐν σαρκικοῖς ἔχει τοῖς ὄμμασιν, ἀκτῖνα δὲ 2.180 ὥσπερ τὴν νοητὴν, τὸν διὰ τοῦ Πνεύματος λέγω φωτισμὸν, εἰσοικίζεται πρὸς τὸ εἴσω τε καὶ ἐν καρδίᾳ λαμβάνει. ἄκουε γὰρ ὅπως ταῖς τῶν ἡγουμένων βδελυρίαις ἐκ πολλῆς ἄγαν τῆς εἰς Χριστὸν ἀγάπης ἀντιστατεῖ, καὶ μονονουχὶ μεθύουσί τε καὶ διαῤῥιπτουμένοις εὐφυῶς ἐπιπλήττει, αἰδοῖ δὲ συμ μέτρῳ συνυφήνας τὸν λόγον, καὶ τῇ τάξει τῆς ἡγεμονίας ἀναθεὶς τὸ χρεωστούμενον, ἐν ἤθει φησίν Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· καὶ οὐ διὰ τοῦτό φαμεν ἠγνοηκέναι τὸν ἄνθρωπον, ὡς οὐκ ἦν ἁμαρτωλὸς ὁ Χριστὸς, οἰησόμεθα. δέ πως αὐτὸν τοιαῦτά τινα πρὸς ἐκείνους ἀναφωνεῖν. λεγέτω γὰρ οὕτω τυχόν Στέργειν ἃ μὴ χρῆν ἀβουλήτως ἀναγκαζόμενος οὐκ ἀνέξομαι συκοφαντεῖν τὸν ἐμὸν εὐεργέτην, οὐ συνδιακείσομαι τοῖς ἀτιμάζειν ἐθέλουσι τὸν ᾧ πᾶσα χρεωστεῖται τιμή. ἁμαρτωλὸν οὐκ· ἐρῶ τὸν οὕτω θαυματουργὸν, πονηρὰν οὐκ ἐποίσω ψῆφον τῷ δρᾶν ἰσχύοντι τὰ Θεοῦ, οὐκ ἐᾷ με τοῖς παρ' ὑμῶν συγκατανεῦσαι λόγοις ἐν ἐμοὶ τὸ θαῦμα βλεπό μενον· τυφλὸς ἤμην καὶ βλέπω, οὐχ ἑτέρου λέγοντος τὰ ἐκείνου πεπίστευκα, οὐχ ἁπλῶς ὀθνείοις συναρπάζομαι διη γήμασιν, οὐ τὰ ἐφ' ἑτέροις ἔπεισί μοι θαυμάζειν κατορθώ ματα. αὐτὸς ἐγὼ, φησὶ τῆς ἐκείνου δυνάμεως ἡ ἐπίδειξις, ἕστηκα βλέπων ὁ πάλαι τυφλὸς, εἰκὼν ὥσπερ τις τῆς ἐκείνου φιλανθρωπίας τὸ κάλλος ὑποδεικνύουσα, καὶ τῆς θεοπρεποῦς ἐξουσίας τὸ μέγεθος ἐξαστράπτουσα. τοιοῦτόν τινα νοῦν ἐφηρμόσθαι προσήκειν ὑπολαμβάνω τοῖς τοῦ ἀναβλέψαντος λόγοις. τὸ γὰρ εἰπεῖν μέν Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα, παραχρῆμα δὲ τοῦτο συνείραι τό Ἓν οἶδα ὅτι τυφλὸς ἤμην καὶ ἄρτι βλέπω, οὐχ ἁπλῆς τινος θεωρίας, ἀλλὰ καὶ σφόδρα σοφῆς ὑπόνοιαν εἰσφέρει. 2.181 Εἶπον οὖν αὐτῷ πάλιν Τί ἐποίησέ σοι; πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς; Φιλοπευστοῦσι πάλιν καὶ τὸν τῆς θεοσημίας διερευνῶσι τρόπον, οὐκ ἐκ φρενὸς ἀγαθῆς ἢ χρηστομαθείας τὸ πρᾶγμα ποιούμενοι, ἀλλὰ καίτοι ζημίας ἁπάσης αἰσχίονα, καὶ παντὸς κακοῦ ἐπέκεινα τιθέντες καὶ λογιζόμενοι τὸ ὑπό του τῶν ὄντων εὐφημεῖσθαι Χριστὸν, ταῦτα πάντα πάλιν ἀνασκα λεύουσιν, οἰόμενοί πως τὸν ἄνθρωπον οὐ ταυτολογήσειν ἔτι, διαπεσεῖν δέ πως περὶ τοῦ πράγματος ἐξήγησιν, καί τι τοῖς πρότερον ἐναντίως ἔχον ἐρεῖν, ἵνα τῆς διαφωνίας ἐπιδραξά μενοι, πεπλασμένον τινὰ καὶ ψεύστην αὐτὸν ἀποφήνειαν. διελογίζοντο γὰρ οἱ ἐπὶ πολλῇ σφόδρα συνέσει κατωφρυω μένοι ἐν ψιλαῖς τοῦ ἀνθρώπου φωναῖς τὴν τοῦ παραδόξου σώζεσθαι δύναμιν, καὶ οὐχὶ μᾶλλον ἐν τῷ πεπράχθαι δια φαίνεσθαι. οἶμαι δέ τι καὶ τοιοῦτον αὐτοὺς ὑπομεῖναι πάλιν οἱ μισεῖν ἀδίκως οὐ καταναρκῶντές τινας, ὅταν ἐκπύθωνταί τι τῶν αὐτοῖς δεδραμένων, εἶτα τοῦτο μὴ δικαίως πεπράχθαι δοκῇ, οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις αὐτὸ παρὰ τῶν ἐξηγου μένων ἐπαΐειν ἐθέλουσιν, ἀκονῶντες ὥσπερ εἰς ὀξυτέραν κίνησιν βραδύνοντά πως τὸν ἐπ' ἐκείνῳ θυμόν. δυσωπεῖ γὰρ ἀεὶ τὸ συνειδὸς ἐξελέγχον τὰ ἐν ἡμῖν, καὶ τῆς ἀδικίας κατηγορῶν οὐ παύεται, κἂν ἐκ προσπαθείας ἡδὺ φαίνηταί πως τὸ ἀδικεῖν. ἀνακινοῦσι τοίνυν, καὶ οὐχ ἑκόντα παρο τρύνουσιν εἰς τὸ καὶ εἰσαῦθις ἀνακυκλοῦντα αὐτὸν καὶ διὰ τῶν αὐτῶν ἔρχεσθαι λόγων τὸν τεθεραπευμένον, μονονουχὶ διανεύοντες ἀλλήλοις καὶ λίαν ἐπιτηρεῖν διακελευόμενοι εἰ 2.182 μὴ πέπρακταί τι τῶν ἔξω νόμου διὰ τὴν ἐν σαββάτῳ θεοση μίαν. ἀγριαίνοντα γὰρ τὸν ἐν αὐτοῖς θηριοπρεπῆ λογισμὸν κατάγχει τὸ συνειδὸς, χαλινὸν ὥσπερ ἐπιφέρον καὶ οὐχ ἑκοῦσι τὸν ἔλεγχον. Ἀπεκρίθη αὐτοῖς Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; Περιττὸν ἤδη φαίνεται, φησὶ, τὸ καὶ εἰσαῦθις εἰπεῖν εἰς ἀπειθεῖς ἀκοὰς, εἰκαῖον δὲ σφόδρα τὸ καὶ πλειστάκις ὑμᾶς περὶ τούτων διερωτᾶν, οἵ γε ὠφελεῖσθε μὲν τὸ παράπαν οὐδὲν, καίτοι μαθόντες καὶ πεπεισμένοι, ἀνελίττειν δέ με καὶ νῦν τοὺς αὐτοὺς προστάττετε λόγους ἐπ' οὐδενὶ τῶν χρη σίμων, ὡς ἡ πεῖρα βοᾷ. ἐλέγχει γὰρ διὰ τούτων τοὺς Φαρισαίους ὁ τεθεραπευμένος ὡς ἀνοηταίνουσι κομιδῇ, "τὴν "μὲν ἀκοὴν ἀποστρέφοντες ἀπὸ τῆς ἀληθείας," κατὰ τὸ γεγραμμένον, ἐπὶ δὲ τῷ λελύσθαι τὸν νόμον οὐκ εὐλόγως παρωργισμένοι, διά τε τούτων τὸν εὐφημεῖν ἐθέλοντα τὸν τερατουργὸν ἐν κατηγόρου τάξει παρεῖναι κελεύοντες, ἢ θαυμαστὴν ὑπάρχειν ὑπολαμβάνοντες· ἦν γὰρ οὗτος ἀληθῶς ἐν ἐκείνοις ὁ σκοπὸς, ἐπείπερ αὐτοῖς ἀδιάφορον παντελῶς καὶ ἐν λόγῳ τοῦ μηδενὸς ἡ τοῦ νόμου παράβασις ἦν. διά τοι τοῦτο τὰ δίκαια κρίνειν παρωσάμενοι, πρὸς τὸ δοκοῦν ἐτρά ποντο μόνον, καίτοι λέγοντος ἀμνημονοῦντες Θεοῦ "Χείλη "ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ "στόματος αὐτοῦ." Μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι; Ὡμολόγηκεν ἤδη σαφῶς, καὶ ὑποστολῆς ἁπάσης ἐξῃρη 2.183 μένης, ὡς εἰ μὴ καὶ λόγῳ τυχὸν, ἀλλ' οὖν ἐμαθητεύθη τῷ θαύματι, καὶ πεπίστευκεν ἤδη παραδόξως τὸ βλέπειν ἐν διδασκαλίας τάξει λαβών. ἐν γὰρ δὴ τῷ πρὸς ἐκείνους εἰπεῖν Μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι, τὴν οἰκείαν ὥσπερ προεκάλυψε γνώμην, ὡς ἤδη θελήσαντός τε καὶ γεγονότος· μελετῶν δὲ τρόπον τινὰ καὶ πρὸ ὁλοκλήρου τῆς πίστεως τό "∆ωρεὰν ἐλάβετε, δωρεὰν δότε," ηὐτρέπισται τάχα καὶ λίαν ἀφθόνως εἰς τὸ παιδεύειν αὐτοὺς τὰ λυσιτελῆ· διισχυρίζεται ἀοκνότατα δὲ καὶ πολλάκις ἐρεῖν τὰ ἐπὶ τῷ θαύματι, εἰ μαθητείαν ὄντως ποιοῖντο τὴν ἐξήγησιν. τετή ρηκεν οὖν ἄρα καὶ σφόδρα καλῶς τὸ ἐν βίβλῳ παροιμιῶν "Εἰς ὦτα ἀκουόντων λάλει." Ἔοικε δέ πως ὑπαινίττεσθαι διὰ τούτων λεληθός τι καὶ κεκρυμμένον. καὶ τί τοῦτό ἐστιν, ἐν βραχέσιν ἐρῶ. ἦσάν τινες ἐν τοῖς ἡγουμένοις οἳ διεγνώκεισαν μὲν ὅτι Χριστὸς εἴη κατὰ ἀλήθειαν ὁ Θαυματουργῶν, κεχωσμένην δὲ ὥσπερ ἐν ὠδῖσι τὴν ἐπ' αὐτῷ κρύπτοντες γνῶσιν ἔτι πολλοὺς διελάν θανον. μαρτυρήσει δὲ καὶ αὐτὸς ἡμῖν ὁ σοφὸς λέγων Εὐαγγελιστὴς, ὅτι ἔγνωσαν μὲν οἱ ἄρχοντες, ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, "διὰ γεμὴν τοὺς Φαρισαίους οὐχ ὡμολο "γοῦν·" ἐπαγωνιεῖται δέ πως τοῖς περὶ τοῦτον λόγοις καὶ ὁ Νικόδημος διαῤῥήδην ἀναβοῶν καὶ λέγων πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν "Ῥαββὶ, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ "ἐλήλυθας διδάσκαλος, καὶ ὅτι οὐδεὶς δύναται ταῦτα τὰ "σημεῖα ποιεῖν ἂ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ' αὐτοῦ." ᾔδεσαν οὖν ἄρα τῶν ἀρχόντων τινὲς, καὶ διετεθρύλητό πως ὁ περὶ τούτου λόγος ἀνὰ πᾶσαν τὴν Ἱερουσαλήμ. ἐγνωκέναι μὲν τοὺς ἄρχοντας ἡ τῶν Ἰουδαίων πληθὺς ὑπονοεῖ, μὴ μὴν 2.184 καὶ ὁμολογεῖν ὡς βούλεσθαι διὰ βασκανίαν καὶ φθόνον. ὅτι δὲ ἀληθὲς καὶ τοῦτό ἐστιν, ἐξ αὐτῶν ἐπιδείξομεν τῶν εὐαγγελικῶν γραμμάτων. αὐτὸς γάρ που φησὶν ὁ μακάριος Ἰωάννης, ὡς εἱστήκει μὲν διδάσκων ὁ Ἰησοῦς ἐν αὐτῷ τῷ ναῷ, καὶ ὅσα τὸν νόμον ἐδόκει λυπεῖν κατά γε τὴν τῶν ἀκροωμένων ὑπόνοιαν ἐξηγούμενος. οὐδὲν δὲ τὸ παράπαν οἱ τῶν Ἰουδαίων ἡγούμενοι κινήσαντες, ἀλλ' οὐδὲ ὅσον εἰπεῖν ἀποτολμήσαντες φῆσαι λόγον Ὦ οὑτοσὶ, παῦσαι διδάσκων τὰ τοῖς πάλαι νόμοις ἀπᾴδοντα, ἐν ὑπονοίᾳ παρὰ τοῖς ὄχλοις ἐγίνοντο τῇ καὶ ἀρτίως ἡμῖν εἰρημένῃ. καὶ γοῦν καθὰ γέ γραπται "Ἔλεγόν τινες τῶν Ἱεροσολυμιτῶν Οὐχ οὗτός "ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ "οὐδὲν αὐτῷ λέγουσι· μήποτε ἔγνωσαν οἱ ἄρχοντες ὅτι "οὗτός ἐστιν ὁ Χριστός;" μονονουχὶ γάρ φησιν οὕτως Ἴσασιν οἱ καθηγήσασθαι λαχόντες ὡς αὐτὸς ὄντως ἐστὶν ὁ Χριστός· ἰδοὺ καίτοι φονᾶν νομιζόμενοι κατ' αὐτοῦ, λαλοῦντι μετὰ πολλῆς ἄγαν τῆς παῤῥησίας, οὐδὲ ψιλοῖς ἐπισκήπτουσι λόγοις. τοιαύτης τοιγαροῦν ὑπονοίας διεσπαρ μένης ἀνὰ πᾶσαν τὴν Ἱερουσαλὴμ, ἐξεπύθετό ποτε καὶ ὁ τυφλὸς, καὶ εἶχεν ἐν ὠσὶ τὸν ἐπὶ τούτοις λόγον. χαριέντως οὖν ἄρα τρόπον τινὰ διελέγχων φησίν Ἆρά με μάτην τοὺς αὐτοὺς ἀναμηρύσασθαι λόγους, καὶ ἀνυμνεῖν τὸ θαῦμα προσ τάττετε, ἢ σφόδρα ποιεῖσθαι τὴν καθ' ἡδονὴν ἐξήγησιν, διψῶντες μὲν ἤδη τὴν ὑπ' αὐτῷ μαθητείαν, ἀλλήλους δὲ ἐπιδυσωπούμενοι, καὶ ἀχάριστον προτιμῶντες αἰδὼ τῆς οὕτως ἀξιαγάστου γνώσεως; 2.185 Καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπαν Σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωυσέως ἐσμὲν μαθηταί. Ὑπογελᾷ τρόπον τινὰ τοῦτο λέγων ὁ Εὐαγγελιστής. ὁρᾷ γὰρ τοὺς ἱερᾶσθαι λαχόντας ἀποπληξίας εἰς τοῦτο κατολισθήσαντας, ὡς λοιδορίας ἡγεῖσθαι χρῆμα τὸ οὕτω σεπτὸν, τὴν ὑπὸ Χριστῷ δηλονότι παιδαγωγίαν, ἧς εἰς ἀξιέραστον ἰόντες ἀγάπην φασὶ τῶν ἁγίων τινὲς, οἱ μὲν ὅτι "̔Ως γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ "κηρίον τῷ στόματί μου·" ἕτερος δὲ πάλιν, ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν περὶ τῶν ἀπειθούντων αὐτῷ "Συντέλεσον αὐτὸ, καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς "εὐφροσύνην καὶ ἀγαλλίαμα καὶ χαρὰν καρδίας μου." ἀλλ' οὐδὲν τῶν ἱερῶν μεταποιούμενοι λόγων, τὸν ὑπὸ Χριστοῦ παιδαγωγούμενον, καὶ δι' αὐτὸ δὴ καὶ τοῦτο μόνον οὐκ ἀνεγκλήτως εἶναι νομίζουσιν, ἀληθῆ δὲ καθ' ἑαυτῶν καὶ ψηφοφοροῦντες δόγματα, διδάσκαλον μὲν τῷ τυφλῷ τὸν Χριστὸν ἀπονέμουσιν, ἑαυτοῖς δὲ Μωυσέα· καὶ γὰρ δὴ καὶ ὄντως κατεφωτίσθη μὲν τὰ ἔθνη παρὰ Χριστοῦ διὰ παιδεύσεως εὐαγγελικῆς, ἐναπέθανε δὲ τοῖς διὰ Μωυσέως τύποις ὁ Ἰσραὴλ, καὶ τῇ τοῦ γράμματος ἐνεχώσθη σκιᾷ. διὰ τοῦτο καὶ ὁ Παῦλος περὶ αὐτῶν που φησί "Μέχρι γὰρ "σήμερον ἥνικα ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν "καρδίαν αὐτῶν κεῖται." ὅτι δὲ καὶ εἰς τύπον τῶν ἐθνῶν τὴν ἐπὶ τῷ τυφλῷ καθάπερ ἐν εἰκόνι κατεγράφομεν ἱστορίαν, τὰ ὡς ἐν τύπῳ τὰ κατ' αὐτὸν εἰς τὴν ἐπ' ἐκείνοις ἀλήθειαν μεταπλάττοντες, οὐκ ἀμφίβολον. Πλὴν ἐκεῖνο σημειωτέον, ὅτι χρῆμα τερπνὸν καὶ πάσης εὐκλείας ἀνάμεστον ὁ διὰ Χριστὸν ὀνειδισμός· δι' ὧν γὰρ 2.186 οἴονται χρῆναι λυπεῖν οἱ διώκειν οὐ παραιτούμενοι τοὺς ἀγαπῶντας αὐτὸν, διὰ τούτων αὐτῶν οὐκ εἰδότες εὐφραί νουσι, λαμπροτέρους δὲ μᾶλλον αὐτοὺς ἀποφαίνουσιν ἤπερ ἀληθῶς ἀδικεῖν ἰσχύουσι. κατασμικρύνοντες δὲ, ὡς εἰκὸς, οἱ πανώλεις Φαρισαῖοι τὰς ἑαυτῶν κεφαλὰς, ἵνα μὴ λέγω Χριστὸν, περὶ μὲν αὐτοῦ, τό Ἐκείνου φασὶν, ἐκπλατυνόμενοι δὲ ὥσπερ εἰς ἀλαζονείαν ὑπέρογκον, ἀνοήτως λέγουσιν Ἡμεῖς δὲ τοῦ Μωυσέως ἐσμὲν μαθηταί. Ἡμεῖς οἴδαμεν ὅτι Μωυσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ἀπαυθαδίζονται πάλιν, ὅπλον ἔχοντες τὴν αὐτοῖς συνήθη καὶ φιλαιτάτην ἀπόνοιαν, καὶ ἐπ' ἀθραύστοις ἀναισχυντίαις σοβαρευόμενοι, τό Ἡμεῖς οἴδαμεν ἀναφθέγγονται. προστι θέντες δὲ ὅτι Μωυσεῖ λελάληκεν ὁ Θεὸς, διά τε τούτου τιμᾶν ὅτι πρέποι καὶ σφόδρα διεγνωκότες αὐτὸν, ἑτέρῳ τρόπῳ πάλιν ὑβρίζειν ἐν οὐδενὶ τὰ ἐκείνου τιθέντες δόγματα. κατακρίνουσι γὰρ ἀσυνέτως, ὃν οὔπω γινώσκουσι, μᾶλλον δὲ καὶ μαθόντες δυσσεβῶς ἀτιμάζουσι, καίτοι τοῦ νόμου τὸ ἀδίκως ἐξεῖναί τισιν ἀπηχές τι δρᾶν ἢ ψηφίζεσθαι παντελῶς ἀποφάσκοντος. τοιοῦτον δέ τι φασὶ καὶ διὰ τούτου πάλιν Ὁμολογουμένως λελάληκε πρὸς Μωυσέα ὁ Θεός· οὐδεὶς ἐπὶ τούτῳ λόγος ἐνδοιάζειν ἀναπείθων τινὰς, νόμους ὡρίσατο δι' αὐτοῦ, καὶ τοὺς ἐφ' ἑκάστῳ τῶν πρακτέων τέθεικεν ὅρους. παραβάτης οὖν ἄρα, φησὶν, τῶν ἱερῶν γραμμάτων, ὁ τοῖς δι' ἐκείνου φρονῶν τἀναντία, καὶ λέλυται σαφῶς ὁ ἐπὶ τῷ σαββάτῳ θεσμός· ἐθεραπεύθης γὰρ ἐν σαββάτῳ· τὸν ἐπὶ τούτοις ἁλόντα καὶ κατεγνωσμένον, οὐκ εἰδέναι δίκαιον. 2.187 εὐλόγως ἤδη φαμὲν ὅτι τὸν θεῖον οὐ τετήρηκε νόμον. οὐκοῦν ὅτε λέγουσι περὶ Χριστοῦ, τό Οὐκ οἴδαμεν πόθεν ἐστὶν, οὐχ ὡς ἀγνοοῦντες τὸ τίς ἢ πόθεν ἐστὶ τὰ τοιαῦτά φασιν, ἁλί σκονται γὰρ ἑτέρωθεν διαῤῥήδην ὁμολογήσαντες εἰδέναι τὰ ἐπ' αὐτῷ. "Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς "τὸν πατέρα καὶ τὴν μητέρα οἴδαμεν; πῶς οὖν λέγει ὅτι "ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;" οὐχ ὡς ἀγνοίας οὖν ἄρα σημαντικὸν ἐκδεξώμεθα τό Οὐκ οἴδαμεν τοῦτον πόθεν ἐστὶν, ἀλλὰ τῆς ἐνούσης αὐτοῖς ἀλαζονείας καρπὸν ἐπαθρήσομεν. περιπτύοντες γὰρ τὰς ἑαυτῶν κεφαλὰς, καὶ ἐν τῷ μηδενὶ τὸ παράπαν λογιζόμενοι, τὴν τοιαύτην ἐπ' αὐτῷ λέγουσι φωνήν. εἰκὸς δὲ δήπου κἀκεῖνο βούλεσθαι δηλοῦν· ἀναπείθει γάρ πως ἡμᾶς τὸ τοῖς θεωρήμασι πρέπον καὶ εἰς λεπτοτέραν ἰέναι βάσανον· οἴδαμεν, φησὶν, ὅτι Μωυσῇ λελάληκεν ὁ Θεὸς, πιστεύσωμεν οὖν ἄρα καὶ ἀμελλητὶ τοῖς δι' αὐτοῦ, καὶ τηρή σωμεν τὰ θεόθεν διεσταλμένα· τοῦτον δὲ οὐκ οἴδαμεν, οὐ γὰρ λελάληκε πρὸς αὐτὸν ὁ Θεὸς, οὐδέ τι τοιοῦτον ἐπ' αὐτῷ διεγνώκαμεν. ἀλλ' ἔδει τοὺς Φαρισαίους, καίτοι δοκησι σοφεῖν εἰθισμένους, καὶ πολὺ τῇ γνώσει τῶν θείων ἐπαυ χοῦντας λόγων, ἐκεῖνο λογίζεσθαι, ὅτι διὰ τοῦ πανσόφου Μωυσέως προκηρύττων ὡς ἥξοντα κατὰ καιρὸν τὸν Ἰησοῦν ὁ Θεὸς καὶ Πατὴρ οὕτω φησί "Προφήτην ἀναστήσω αὐτοῖς "ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σε, καὶ δώσω τὸ ῥῆμά μου "ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθότι ἂν "ἐντέλλωμαι αὐτῷ. καὶ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ ὅσα "ἂν λαλήσῃ ὁ προφήτης ἐκεῖνος ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ "ἐκδικήσω ἐξ αὐτοῦ." καίτοι φήσειεν ἄν τις τοῖς Ἰουδαίοις εὐλόγως ἐπιφυόμενος Ὦ μόνον εἰδότες τὸ ἀπειθεῖν, εἰ τοῖς τοῦ Μωυσέως λόγοις καταπείθεσθε προαλέστερον, ἐπείπερ 2.188 αὐτῷ λελάληκεν ὁ Θεὸς, πῶς οὐκ ἐχρῆν τοῦτο δρᾶν καὶ ἐπὶ Χριστῷ, καίτοι διαῤῥήδην ἀνακεκραγότος ἀκούοντες "Τὰ "ῥήματα ἃ ἐγὼ λαλῶ, οὐκ ἔστιν ἐμὰ, ἀλλὰ τοῦ πέμψαντός "με Πατρός·" καὶ πάλιν "Ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ' ὁ "πέμψας με Πατὴρ αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ "τί λαλήσω;" πρόφασις οὖν ἄρα καὶ λογισμῶν εἰκαίων εὑρήματα τῶν Φαρισαίων οἱ λόγοι. εἰ γὰρ διὰ τοῦτό φασι Μωυσεῖ μᾶλλον ἕπεσθαι δεῖν, ἐπείπερ αὐτῷ λελάληκεν ὁ Θεὸς, τί μὴ ταῦτα φρονοῦσιν ἐπὶ Χριστῷ, καίτοι λέγοντι σαφῶς ἅπερ ἀρτίως εἰρήκαμεν; ἀλλ' ἐν μέρει τιμῶντες τὸν νόμον, καὶ σεπτὸν ἡγεῖσθαι προσποιούμενοι τὸ δοκοῦν τῷ Θεῷ, πλήττουσιν ἑτέρως χειρόνως ἀτιμάζοντες διὰ τοῦ μὴ παραδέχεσθαι θέλειν τὸ καιριώτερον κήρυγμα· τοῦτο δὲ ἦν τὸ ἐπὶ Χριστῷ διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν ὡς ἐν προ φήτου τάξει κατηγγελμένον. Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς Ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστὶ, καὶ ἤνοιξέ μου τοὺς ὀφθαλμούς. Καταπέπληγμαι, φησὶ, καὶ σφόδρα καλῶς εἰ τὸν ἐν ἁγιότητι τοσαύτῃ καὶ θεοπρεπεῖ δυναστείᾳ δι' ὧν εἴργασται μαρτυρούμενον ἠγνοηκέναι φατὲ, καὶ τὸ προσεδρεύειν ἀπερι σπάστως τῷ Θεῷ νομιζόμενοι, καὶ νόμου προεστηκότες, καὶ ταῖς ἱεραῖς ἐντρυφῶντες συλλαβαῖς, καὶ λαχόντες ἡγεμονίαν ἢ καὶ μάλιστα τὸ ἀγαθοὺς εἰδέναι φροντιστάς. τίνι γὰρ ἂν καὶ πρέποι τὸ εἰδέναι καλῶς τοὺς τερατουργοῦντας διὰ Θεοῦ, εἰ μὴ τοῖς καὶ ἱερᾶσθαι προστεταγμένοις, καὶ οἷς εἰς φρον τίδα τὸ σεπτὸν ἀπενεμήθη μυστήριον; καταπλήττεσθαι δὲ λέγων ὡς ἠγνοηκότας κομιδῇ τὸν οὕτως ἀξιάγαστον καὶ ξένην εἰς αὐτὸν ἐπιτελέσαντα τὴν θεοσημίαν, ὑποπλήττει 2.189 λεληθότως, ὅτι τοσοῦτον ἀφεστᾶσιν ἁγιασμοῦ, καὶ τῆς εἰς εὐσέβειαν ἐπιεικείας, ὡς καὶ ἀναισχύντως ὁμολογεῖν μηδὲ εἰδέναι παντελῶς τὸν ἀληθῶς ἅγιον, τουτέστι Χριστόν. Ἵνα γὰρ τὸν καθ' ἡμᾶς γυμνάσωμεν λόγον· εἰ ἀληθὲς τοῦτό που καλῶς εἰρημένον, ὅτι "Πᾶν ζῷον ἀγαπᾷ τὸ ὅμοιον "αὐτῷ, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ·" πῶς εἴπερ ἦσαν ἅγιοί τε καὶ ἀγαθοὶ, τὸ κολλᾶσθαι φιλεῖν ἀπε τρέποντο τῷ ἁγίῳ καὶ ἀγαθῷ; ἔλεγχον οὖν ἄρα τῆς τῶν Φαρισαίων ἐναγοῦς πολιτείας, ἤτοι διαγωγῆς, ὠδίνει τὸ εἰρημένον. οἶμαι δέ τι καὶ ἕτερον ἐπὶ τούτῳ παραδηλοῦν. δεῖν γὰρ οἶμαι τοῖς θεωρήμασι φιλεργὸν ἐπάγοντα τὴν διάνοιαν, τὸ ἐν ἑκάστῳ κεκρύφθαι δοκοῦν ὀξυωπέστερον καθορᾶν. τί τοίνυν ἐστὶ τοῦτο; πολὺς μὲν ἅπασαν τὴν Ἰουδαίαν περιηχεῖτο λόγος περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, πλὴν ὡς περὶ προφήτου. οὕτω γὰρ ὁ νόμος αὐτὸν ἥξειν προεχρησμῴδησε "Προφήτην λέγων ἀνατήσει Κύριος ὁ "Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν·" εἶχον γεμὴν ἐν ἐλπίσιν ὡς ἀναδειχθεὶς κατὰ καιρὸν τὸν οἰκεῖον τὰ ὑπὲρ τὸν νόμον αὐτοῖς διαλεχθήσεται, καὶ τὴν ἀληθεστέραν τοῦ νομοθέτου βούλησιν εὖ μάλα διεξιὼν μεταπαιδεύσει τὰ πρεπωδέστερα. καὶ μὴ θαυμάσῃς εἰ παρὰ τοῖς Ἰουδαίοις ἐλπὶς ἦν καὶ λόγος τοιοῦτος, ὅπου καὶ παρὰ τοῖς ἀλλογενέσι ταὐτόθρους διέ σπαρτο λόγος. καὶ γοῦν ἡ Σαμαρεῖτις ἐκείνη γυνή "Οἴδαμεν "ὅτι Μεσίας ἔρχεται, ὁ λεγόμενος Χριστὸς, ὅταν ἔλθῃ "ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα." ᾔδεσαν τοιγαροῦν οἱ Ἰουδαῖοι, καὶ μάλα σαφῶς, ὅτι καὶ ἥξει Χριστός· τοῦτο γὰρ ὁ Μεσίας δηλοῖ· καὶ βούλησιν αὐτοῖς τὴν ἀμείνω διερμη νεύσει Θεοῦ, πρὸς δέ γε τούτοις ὅτι καὶ ὀφθαλμοὺς ἀνοίξει τυφλῶν διωμολόγητο παρὰ τοῦ Ἡσαΐου φάσκοντος ἐναργῶς, 2.190 ὅτι "Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν·" ἀλλὰ καὶ ἕτερός τις τὴν Ἱερουσαλὴμ περιεφοίτα λόγος, ἐπειδήπερ τὸν τοῦ Θεοῦ καὶ Πατρὸς ἄῤῥητον τόκον ἄγνωστον εἶναι πάντως φησὶν ὁ προφήτης Ἡσαΐας λέγων "Τὴν γενεὰν αὐτοῦ τίς "διηγήσεται;" πάλιν Ἰουδαῖοι πρὸς ἰδίας παρατρέποντες ἐννοίας τῶν εἰρημένων τὴν δύναμιν, ἀγνοηθήσεσθαι παν τελῶς τὸν Χριστὸν ὑπετόπησαν, οὐδενὸς τὸ παράπαν εἰδότος πόθεν ἐστὶ, καίτοι τῆς θείας γραφῆς φανοτάτην αὐτοῦ τὴν κατὰ σάρκα γέννησιν καθιστώσης ἡμῖν, διά τε τοῦτο βοώσης "̓Ιδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν." ὅτι δὲ πάλιν ἀχειραγώγητος εἰς τὴν τῶν ἀναγκαίων κατάληψιν τῶν Ἰουδαίων ὑπάρχων ὁ νοῦς, ἀγνοήσεσθαι τὸν Χριστὸν ὑπε λάμβανον, οὐ χαλεπὸν οὖν ἰδεῖν, ἐξ ὧν ὁ μακάριος Εὐαγγε λιστὴς Ἰωάννης Ἱεροσολυμίταις ἐπ' αὐτῷ φάναι διισχυρίσατο. "Ἔλεγον γάρ τινες τῶν Ἱεροσολυμιτῶν Οὐχ οὗτός "ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; καὶ ἴδε παῤῥησίᾳ λαλεῖ, "καὶ οὐδὲν αὐτῷ λέγουσι. μήποτε ἀληθῶς ἔγνωσαν οἱ "ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ Χριστός; ἀλλὰ τοῦτον "οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς "γινώσκει πόθεν ἐστίν." Οὐκοῦν τὰ τοιαῦτα δογματιζόντων ἀσυνέτως ἐπὶ Χριστῷ τῶν Ἰουδαίων, ἐννοίας ἤδη τὰς ἐπ' αὐτῷ λαμβάνει γοργῶς ὁ ποτὲ τυφλὸς ἀπὸ τοῦ θαύματος, μόνον δὲ οὐχὶ καὶ ἁρπάζει πρὸς βεβαίωσιν τῶν οἰκείων διαλογισμῶν τῶν Φαρισαίων τὸ ῥῆμα. ἐν τούτῳ γάρ φησίν ἐστι τὸ παράδοξον, ὅτι οὐκ οἴδατε πόθεν ἐστὶ, καὶ ἤνοιξέ μου τοὺς ὀφθαλμούς. δύο, φησὶν, ἔχω σημεῖα, καὶ μάλα σαφῆ, τοῦ αὐτὸν εἶναι τὸν Χριστόν. οὔτε γὰρ οἴδατε πόθεν ἐστὶν, ἀλλὰ καὶ ἤνοιξέ μου τοὺς ὀφθαλμούς. αὐτὸς οὖν ἄρα οὗτος σαφῶς ὁ διὰ νόμου προ βοώμενος, καὶ διὰ φωνῆς προφητῶν μαρτυρούμενος. 2.191 Οἴδαμεν ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ' ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. Προεντρυφήσας τρόπον τινὰ τοῖς διὰ τῶν προφητῶν καὶ νόμου κηρύγμασιν, ὥσπερ ἤδη τετελειωμένοις ἐν τῷ καὶ ἠγνοῆσθαι πόθεν ἐστὶν ὁ Χριστὸς καὶ ἀνοιχθῆναι ὀφθαλ μοὺς τυφλῶν, πανταχόθεν ἑαυτῷ τὰ εἰς πίστιν ἐρανιζόμενος βοηθήματα, προσεπινοεῖ τι καὶ ἕτερον. ἐξ ἀναγκαίων γὰρ καὶ ὁμολογουμένων ἐννοιῶν ἐπὶ τὴν τοῦ χρησίμου καὶ τοῦ πρέποντος ζήτησιν ἰέναι σχηματίζεται, καὶ συλλογισμὸν ὥσπερ τινὰ συνάγει θεοφιλῆ· φιλαμαρτημόνων μὲν γὰρ οὐκ ἀκοῦσαι πώποτε τὸν φιλοδίκαιόν τε καὶ φιλάρετον Θεὸν, ἄριστά γε φρονῶν καὶ διισχυρίζεται, καὶ τοῦτο ἐν τάξει τῶν ἀνενδοιάστως ὁμολογουμένων τιθεὶς, ἀντιπαρεισάγει τὸ ἐναν τίον ὡς ἀληθὲς, ὡς μηδαμόθεν ἀντιλεγόμενον, φημὶ δὴ τῷ πάντη τε καὶ πάντως ὑπακούειν τῶν θεοσεβεῖν εἰωθότων τὸν ἁπάντων Κύριον. καὶ ὁ μὲν τοῦ συμπεράσματος σκοπὸς εἰς μόνον ὁρᾷ τὸν Χριστὸν, πεποίηται δέ πως ἐπὶ τὸ γενικώ τερον καὶ καθολικὴν ἔχει τὴν δήλωσιν. ὡς γὰρ ἤδη φθάσας ἐμήνυσα, χθαμαλωτέραν ἔχει τὴν ἐπὶ Χριστῷ διάληψιν ὁ ποτὲ τυφλὸς, οὔπω δὲ ὄντα κατὰ φύσιν Θεὸν ἀκριβῶς ἐκμαθὼν, ὡς περὶ προφήτου διανοεῖται καὶ λαλεῖ, ἐφ' οὗπερ ἂν ἀκατηγορήτως τάττοιτο τὸ θεοσεβεῖν· Χριστῷ δὲ οὐδα μόθεν ἁρμόσει· Θεὸς γάρ ἐστι κατὰ φύσιν, τὴν ἐκ τῶν θεοσεβούντων λατρείαν, ὡς ἐν τάξει θυσίας πνευματικῆς προσδεχόμενος. 2.192 Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Καταδηχθεὶς ὡς ἔοικεν οὐ μικρῶς, ἐπαλγήσας δὲ ὥσπερ ταῖς ἐπὶ Χριστῷ λοιδορίαις καὶ ἀφορήτως λελυπημένος, ἐπείπερ ὡς ὀνειδίζοντες ἔφασαν "Σὺ μαθητὴς εἶ ἐκείνου, "ἡμεῖς δὲ τοῦ Μωυσέως ἐσμὲν μαθηταὶ," συναγορεύειν ἐπείγεται τῷ οἰκείῳ καθηγητῇ, καὶ ἀντιπαρεξάγει τρόπον τινὰ τοῖς διὰ Μωυσέως τετελεσμένοις τὰ λαμπρὰ τοῦ Σωτῆρος ἡμῶν κατορθώματα, ὅσῳ μείζων ἐστὶν εἰς τερα τουργίαν, τοσούτῳ δεικνὺς ἐν ἀμείνοσιν. ἢ γὰρ οὐκ ἀνάγκη τὸν τοῦ μείζονος ἀποτελεστὴν εἶναι δὴ πάντως καὶ κατὰ τὴν δόξαν ὑπερφερῆ; ἀλλ' ἔστιν οὐκ ἀμφίβολον. ὁμοῦ δὲ ὡς εἰκὸς δηλοῖ τι τοιοῦτον, ἀρχαιοτάτης μὲν προᾳδούσης προφη τείας, ἐχούσης δὲ ὧδε περὶ τῆς Χριστοῦ παρουσίας "Τότε," φησὶν, "ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν," οὐδεὶς μέν πω πρότερον τοιοῦτόν τι δεδρακὼς ἐθαυμάσθη, πεπλήρωται δὲ διὰ τούτου καὶ μόνου ὃν ὑμεῖς οὐκ οἶδ' ὅπως, φησὶν, ἁμαρ τωλὸν ἀποκαλεῖν οὐ κατεναρκήσατε. καίτοι πολὺς μὲν ἁγίων προφητῶν ἀνεδείχθη χορὸς, οὐκ εὐαρίθμητοι δὲ δικαίων ἐμοὶ διὰ τῶν ἱερῶν φέρονται γραμμάτων, ἀλλ' Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. οὐχ οὗτος οὖν ἀρά ἐστιν ὁ Χριστὸς ὁ πέρας ἐπενεγκὼν τοῖς τῶν προφητῶν μηνύμασιν, ὁ πρὸς τέλος διεξαγαγὼν τὰ πάλαι διηγγελμένα; εἰ γὰρ οὐδείς τις παρ' αὐτὸν ἀνοίγει ἕτερος τυφλῶν ὀφθαλμοὺς, τί λοιπὸν ἀντιστατήσει τῇ πίστει· τί δὲ ἀνατρέψει τὴν ἐπ' αὐτῷ συναίνεσιν; ἢ πῶς οὐ παντὸς ἐνδοιασμοῦ γεγονότος ἐκποδὼν, διὰ λειοτάτης ὥσπερ δρα μεῖται τῆς ὁδοῦ τῆς ἐπ' αὐτῷ γνώσεως τὸ μυστήριον; 2.193 Συναγορεύει τοιγαροῦν τῷ Σωτῆρι Χριστῷ καὶ διὰ τούτων ὁ τεθεραπευμένος. βλέπε δὲ ὅπως εὐφυῶς τὸν τῆς συνηγορίας ἐξυφαίνει λόγον. ἦν μὲν γὰρ ὄντως ἐλευθέρας παντελῶς παῤῥησίας εἰπεῖν, ὅτι καὶ Μωυσέως καὶ προ φητῶν ἀμείνων τε καὶ διαφανέστερός ἐστιν ὁ Χριστὸς, ἀλλ' ἦν οὐκ ἀπεικὸς ἐννοεῖν ἀλύοντας ἐπὶ τούτῳ τοὺς Φαρισαίους τὸ μὲν ἐπαγωνίζεσθαι τοῖς ἁγίοις ὡς ὑβρισμένοις προσποιεῖ σθαι πανούργως, εὐαφόρμως δὲ ἤδη καὶ κολάζειν ἐπιχειρῆσαι τὸν ἄνθρωπον, ἵνα μὴ ζῶν καὶ ὁρώμενος ὑπόμνημα τῆς Χριστοῦ φαίνοιτο δόξης, καὶ εἰκὼν ὥσπερ τις τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς ἐξουσίας· διὰ τοῦτο καὶ τὴν ἐντεῦθεν ὑπεκνεύων ὀργὴν, καὶ ταῖς ἐκείνων μιαιφονίαις ἀποκλείων τὴν εἰς τὸ πρόσω πάροδον, ἐπὶ τὸ καθόλου καὶ ἀσημότερον παρατρέπει τοῦ λόγου τὸν σκοπὸν, Ἐκ τοῦ αἰῶνος ὑπὸ μηδενὸς τὸ παράπαν γεγενῆσθαι λέγων ὅπερ εἴργασται Χριστὸς ἐπ' αὐτῷ. τοῦτο δὲ ἦν ἕτερον ὑποδεικνύοντος οὐδὲν, ἢ ὅτι μείζων ἁπάντων καὶ ἐπιδοξότερος ὁ Χριστὸς, ὁ τοιαύτην ἐνοῦσαν αὐτῷ τήν τε δύναμιν καὶ ἐξουσίαν διὰ πραγμάτων ἐπιδεικνὺς, ἣν πεφόρηκεν οὐδεὶς τῶν ἁγίων πώποτε. καταστέφει τοιγαροῦν τὸν οἰκεῖον ἰατρὸν τῇ κατὰ πάντων ὑπεροχῇ, λαβὼν εἰς ἀπόδειξιν τὸ τοῖς ἑτέροις ἀνή νυτόν τε καὶ ἀνεπιχείρητον θαῦμα, τοῦτο δὲ ἦν ἡ τυφλότητος ἀνατροπή. Εἰ μὴ ἦν. οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. Ὀξυωπέστερος εἰς ἀλήθειαν τῶν διὰ νόμου πεπαιδευ μένων ὁ ἄρτι βλέπων, καὶ τῆς ἀρχαίας τυφλότητος παρα δόξως ἀπηλλαγμένος· ἰδοὺ γὰρ ἰδοὺ πολλοῖς ἄγαν καὶ 2.194 σοφοῖς ἀποκέχρηται λόγοις κιβδηλοτάτην ἐπιδεικνὺς τῶν Φαρισαίων τὴν γνώμην. ἐπειδὴ γὰρ ἔφασαν ἀνοήτως περὶ Χριστοῦ, ὅτι "Τοῦτον οὐκ οἴδαμεν πόθεν ἐστὶν," ἐξελέγχει πάλιν εὐτόνως, ὡς φρονοῦντας πλημμελῶς, ὅτε τὸ παράπαν οὐκ εἰδέναι φασὶ τὸν οὕτω θαυματουργὸν, προδήλου πᾶσιν ὑπάρχοντος ὡς ἀμήχανόν τι δρᾶν τῶν διὰ θείας ἐνεργείας ἀποτελουμένων τὸν οὐκ ὄντα παρὰ Θεοῦ. ἐνεργεῖ γὰρ διὰ μόνων ἁγίων τὰ τοιαῦτα Θεός· ἀλλοτρίῳ δὲ καὶ οὔπω βεβηκότι τὴν εἰς αὐτὸν εὐσέβειαν οὐκ ἂν ἐπιδοίη ποτὲ τὸ δύνασθαι τοιαύταις ἐναβρύνεσθαι δόξαις. ἐπεὶ λεγέτω παρ ελθὼν ὁ παραπλὴξ Φαρισαῖος, τίς ἐστι λοιπὸν ἡ διαφορὰ παρὰ Θεῷ ἁγίου καὶ βεβήλου, δικαίου καὶ ἁμαρτωλοῦ, ἀνοσίου καὶ θεοφιλοῦς. εἰ γὰρ ἐφεῖται διὰ τῶν ἴσων ἀπαρα ποιήτως διαλάμπειν ἑκάτερον, οὐδὲν ἔτι τὸ μεσολαβοῦν, πάντα δὲ ἤδη συγκέχυται, καὶ τὸ γεγραμμένον εὐλόγως ἐροῦμεν "Τί ἱκανῶς δουλεύσομεν αὐτῷ, ἢ τίς ὠφέλεια ὅτι "ἀπαντήσομεν αὐτῷ;" εἰ γὰρ καθάπερ ἔφη τις τῶν παρ' Ἕλλησι ποιητῶν Ἴση μοῖρα μένοντι, καὶ εἰ μάλα τις πολεμίζοι, καὶ ἐν ἴσῃ τιμῇ κακός τε καὶ ἀγαθὸς, πῶς οὐκ εἰκαῖον τὸ πικρῶν ἀποπειρᾶσθαι πόνων διὰ τὴν ἀρετήν; ἀλλ' οὐχ οὕτω ταῦτ' ἔχειν λογιούμεθα· πόθεν; "Τοὺς γὰρ δοξάζοντάς "με, φησὶν ὁ Θεὸς, δοξάσω, καὶ ὁ ἐξουδενῶν με ἐξουδενω "θήσεται." Ἐροίμην δ' ἂν ἔγωγε τοὺς οἰησίφρονας Φαρισαίους, εἰ ἀδιακρίτως καὶ διὰ τῶν ἁμαρτωλῶν ἐνεργεῖ τὰ τοιαῦτα Θεὸς, τί μὴ ταὐτὰ τῷ μεγάλῳ Μωυσεῖ δεδράκασι κατὰ τὴν 2.195 Αἰγυπτίων οἱ μάγοι; διὰ τί μὴ διὰ τῶν ἴσων ἰόντες θαυ μάτων τὴν αὐτὴν ἐκείνῳ δόξαν ἀπηνέγκαντο; ἀλλ' ἐρεῖς ὅτι γέγονε μὲν ὄφις πεσοῦσα πρὸς γῆν ῥάβδος ἡ Μωυσαϊκὴ, γεγόνασι δὲ οὐδὲν ἧττον καὶ αἱ τῶν μάγων. ἀντακούσῃ παρ' ἡμῶν ὡς αἱ μὲν ἐκείνων οὐκ εἰς ὄφιν μεταπεποίηντο, ἀλλ' ἦν ἀπάτη καὶ φάντασμα τῆς ἀνθρωπίνης ὄψεως παρα κλέπτον τὴν ἀκρίβειαν, καὶ τέχνη τις ἦν μαγικὴ τὴν ῥάβδον ὡς ὄφιν ἐπιδεικνύουσα· ἡ δὲ Μωυσέως ἀληθῶς εἰς ὄφιν μετεσκευάζετο, καὶ εἰς τὴν τοῦ θηρίου μετεπήδα φύσιν. ἀπὸ δὲ τῆς διαφορᾶς τῆς τοῖς ἱεροῖς ἐντεθείσης γράμμασιν, ἀληθὲς κατόψει τὸ εἰρημένον. κατέφαγε γὰρ ἡ Μωυσέως τὰς ἐκείνων ῥάβδους· ἐπειδὴ γὰρ αἱ μὲν ἐν ψιλοῖς ἦσαν τῶν ὄφεων σχήμασιν, ἡ δὲ ἀληθῶς τε καὶ φυσικῶς τοῦτο ἦν ὅπερ ἐφαίνετο, παρεκομίσθη καὶ εἰς ὀργὴν, ἵνα ζῷον φαί νηται, καὶ ῥάβδος οὐκέτι, καταδάκνει δὲ καὶ ὑπὲρ δύναμιν ὄφεως ἀφάτῳ δυνάμει, καὶ τὸ οὕτω χαλεπὸν ἐξευμαρίζοντος τοῦ Θεοῦ. λεγέτω δέ μοι πάλιν ὁ Φαρισαῖος, οἱ ταῖς ἑαυτῶν ῥάβδοις τὰ τῶν ὄφεων ἐπιθέντες σχήματα, καὶ πῶς καὶ χεῖρα λεπρῶσαν οὐκ ἔδειξαν καθαρὰν, ἀτονήσαντες δὲ διαῤ ῥήδην ἔφασκον "∆άκτυλος Θεοῦ ἐστι τοῦτο." πῶς δὲ, εἰπέ μοι, πῦρ ἐξ οὐρανῶν οὐ κατῆγον οἱ τοῦ Βαὰλ ἱερεῖς, καίτοι κατενεγκόντος Ἡλίου; ἐν προσωποληψίαις οὖν ἄρα τὰ παρὰ Θεοῦ; μὴ γένοιτο· δίκαιος γὰρ ὣν καὶ δικαίων ἐραστὴς, καὶ διὰ μὲν τῶν ἁγίων ἐνεργεῖ τὰ χαρίσματα τὰ παράδοξα, διὰ δὲ τῶν πλημμελούντων οὐδαμῶς. εὐλογώτατα τοίνυν ὁ ποτὲ τυφλὸς ταῖς τῶν Φαρισαίων ἀθυρογλωττίαις ἐπιτιμᾷ, καὶ πλημμελῶς ἐλέγχει πεφρονηκότας, ἐπείπερ οὐκ εἶναί φασι παρὰ Θεοῦ τὸν ἐκ τοῦ δύνασθαι δρᾶν τὰ παράδοξα θεόθεν ὄντα κατὰ φύσιν μαρτυρούμενον. 2.196 Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω. ∆υσπαράδεκτα τοῖς πολλοῖς τὰ ἐξ ἐλέγχων τραύματα καὶ ἡ δι' αὐτῶν ἐπανόρθωσις. οἰστὰ μὲν γὰρ καὶ ἡδέα τοῖς σοφοῖς, ἐπείπερ ἔχει πολλὴν ἐν ἑαυτοῖς τὴν ὄνησιν καὶ τὴν εἰς τὸ ἄμεινον ἀνακομιδὴν, κἂν συνεισβαίνῃ τὸ δάκνον. πικρὰ δὲ τοῖς φιλαμαρτήμοσι, καὶ διὰ ποίαν αἰτίαν; ἐῤῥιζώ σαντες γὰρ ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς τὴν διάνοιαν, τὴν ἐντεῦθεν αὐτοὺς ἀποκείρουσαν νουθεσίαν ὡς τὸ λυποῦν ἐκτρέπονται, καὶ ζημίαν ἡγοῦνται τὴν ἐκ τῶν ἡδέων ἀπο δρομὴν, οὐδένα τοῦ λυσιτελεῖν πεφυκότος ποιούμενοι λόγον. ὅνπερ γὰρ τρόπον οἱ νεὼς ἀποπίπτοντες, καὶ ποταμίῳ ῥεύματι γεγονότες ἁλώσιμοι ἀντιπράττειν μὲν οὐδαμῶς ἰσχύουσι, τὸ δὲ ἀντινήχεσθαι τοῖς ὕδασι σφαλερὸν ἡγού μενοι, μόνῃ φέρονται τῇ ῥύμῃ· τὸν αὐτὸν οἶμαι τρόπον καὶ οὗτοι, περὶ ὧν ἀρτίως ὁ λόγος, τῇ τῶν οἰκείων ἡδονῶν τυραννίδι νικώμενοι, πάσας ἔχειν αὐταῖς ἐπιτρέπουσι τὰς ἡνίας, τὸ ἀντιστατεῖν κατά τι γοῦν ἀπαυδήσαντες. δυσφο ροῦσι τοιγαροῦν οἱ δείλαιοι Φαρισαῖοι, καὶ τῷ τῶν ἀρίστων εἰσηγητῇ θηριοπρεπῶς ἐπιτρίζοντες, ἐπὶ τὰ τῆς ὀργῆς χαί ρουσι προοίμια, καὶ μανίας ἀπρόσιτον ἀπαρχὴν ἀναβλύ ζοντες λοιδοροῦσιν ἀθέσμως, ἀναπηδῶντες δὲ τρόπον τινὰ πρὸς τὴν σύντροφον αὐτοῖς ὑπεροψίαν, ἐν ἁμαρτίαις γεγεννῆ σθαί φασι τὸν τυφλὸν, Ἰουδαϊκαῖς ὑπονοίαις πρὸς τοῦτο διαπαιζόμενοι, καὶ ἀσυστάτῳ δόγματι συναγορεύοντες ἀμα θῶς. ὅτι γὰρ τῶν ὄντων οὐδεὶς οὔτε δι' ἑαυτὸν κυρίως, οὔτε μὴν διὰ τοὺς τεκόντας αὐτὸν ἢ τυφλὸς ἀποτίκτεται, 2.197 ἤγουν ἕτερόν τι πάθος ἔχων σωματικὸν, ἀλλ' οὐδὲ ὅτι τὰς πατέρων ἁμαρτίας ἐπὶ τέκνα καταφέρει Θεὸς, οὐκ ἀκόμψως, ὥς γε μοι φαίνεται, διὰ μακροῦ δεδείχαμεν λόγου, προτε θέντος ἡμῖν εἰς ἐξήγησιν "Ῥαββὶ, τίς ἥμαρτεν, οὗτος ἢ οἱ "γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;" ἐπειδὴ τοίνυν διελέγ χειν ἔγνω τοὺς Φαρισαίους ὁ ποτὲ τυφλὸς, οὐχ ὅπως ἐλοιδο ρήθη μόνον, ἀλλὰ καὶ ἐκβάλλεται παρ' αὐτῶν. καὶ δέχου πάλιν εἰς τύπον πράγματος ἀληθοῦς τὸ τετελεσμένον· ὅτι γὰρ ἔμελλον οἱ ἐξ Ἰσραὴλ καταβδελύσσεσθαι τοὺς ἐξ ἐθνῶν ὡς τεθραμμένους ἐν ἁμαρτίαις διὰ τὴν προλαβοῦσαν ἀπάτην, ἐπιγνώσεταί τις ἐξ ὧν οἱ Φαρισαῖοι πρὸς ἐκεῖνον εἰρήκασιν. ἐκπέμπουσι δὲ αὐτὸν, ἀπόπεμπτοι γὰρ καὶ ἀπόβλητοι παρὰ τοῖς Ἰουδαίοις οἱ τὸν ἐπὶ Χριστῷ πρεσβεύοντες λόγον. Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω. Ἀκοῦσαί φησιν ὁ θεσπέσιος Εὐαγγελιστὴς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, οὐχὶ πάντως, οὐδὲ ἐξ ἀνάγκης ἀπαγ γέλλοντός τινος αὐτῷ τὸ γεγενημένον, ἀλλ' ἐπείπερ ὥς που τις ἔφη τῶν σοφῶν "Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκου "μένην, καὶ οὖς ἀκροάσεως ἀκροᾶται τὰ πάντα." εἰσακούει γὰρ, ὡς ὁ ψάλλων φησίν "Ὁ φυτεύσας τὸ οὖς οὐχὶ "ἀκούει; καὶ ὁ πλάσας ὀφθαλμὸν οὐχὶ κατανοεῖ;" ὅταν τοίνυν ὑβριζώμεθα δι' αὐτὸν, ἢ καί τι τῶν πεφυκότων λυπεῖν ὑπομένωμεν παρὰ τῶν θεομαχεῖν εἰωθότων, πιστεύειν ἀκό λουθον, ὅτι δὴ πάντως ἐπόπτης ἔσται Θεὸς, ἀκούει δὲ ὥσπερ τὸν ἐπισυμβαίνοντα πειρασμόν· αὐτὴ γὰρ ἡ φύσις τοῦ πράγματος καὶ τῶν δι' αὐτὸν ἀτιμαζομένων τὸ γνήσιον ἐν ὠσὶ τοῖς θείοις μεγάλην ἔχει τὴν βοήν. 2.198 Καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Ἐκβέβληται παρὰ τῶν Φαρισαίων ὁ ποτὲ τυφλὸς, ἀλλ' οὐ μακροῦ μεταξὺ διαγεγονότος χρόνου ζητεῖ μὲν αὐτὸν ὁ Χριστὸς, εὑρὼν δὲ μυσταγωγεῖ. σημεῖον οὖν ἔσται καὶ τοῦτο τοῦ ἐν φροντίδι κεῖσθαι τῇ παρὰ Θεῷ τοὺς συνα γορεύειν ἐθέλοντας αὐτῷ, καὶ τῆς εἰς αὐτὸν πίστεως προκιν δυνεύειν οὐ καταφρίττοντας. ἀκούεις γὰρ ὅπως ὡς ἐν τάξει καλῆς ἀντιμισθίας ἑαυτὸν ἐμφανῆ καθιστὰς, τελεώτατον αὐτῷ τὸν ἐπὶ τῇ πίστει λόγον ἐμφυτεύειν ἐπείγεται. προσ άγει δὲ τὴν πεῦσιν ἵνα λάβῃ τὴν συναίνεσιν. οὗτος γὰρ τοῦ πιστεύειν ὁ τρόπος. διὰ γάρ τοι τοῦτο τοὺς ἐπὶ τὸ θεῖον ἰόν τας βάπτισμα προδιερωτωμένους παρέργως εἰ πεπιστεύκασι, συναινοῦντάς τε ἤδη καὶ διωμολογηκότας, ὡς γνησίους ἤδη τῇ χάριτι παραπέμπομεν. ἄρχεται ὁ τοῦ πράγματος τοίνυν τύπος ἐντεῦθεν ἡμῖν, καὶ ἐξ αὐτοῦ μεμαθήκαμεν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὸ τίνα χρὴ τὸν τρόπον τὸν ἐπὶ τῇ πίστει ποιεῖσθαι λόγον. διὰ τοῦτο καὶ ὁ θεσπέσιος Παῦλος ὁμολο γεῖσθαι τὴν ἐν τούτοις ὁμολογίαν ἐπὶ πολλῶν μαρτύρων διισχυρίσατο, τουτέστι, τῶν ἁγίων ἀγγέλων· καὶ εἰ φρικῶδές ἐστι τὸ ἐπ' ἀγγέλων εἰρηκότα διαψεύσασθαι, πόσῳ μᾶλλον ἐπ' αὐτοῦ τοῦ Χριστοῦ; ἐρωτᾷ τοιγαροῦν τόν ποτε τυφλὸν οὐχ ἁπλῶς εἰ βούλοιτο πιστεύειν, ἀλλὰ καὶ εἰς τίνα, προστί θησιν. ἡ γὰρ πίστις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ οὐχ ὡς εἰς ἄνθρωπον ἕνα τῶν καθ' ἡμᾶς, ἀλλ' ὡς εἰς Θεὸν ἐνανθρωπή σαντα. πλῆρες γὰρ οὕτω τὸ ἐπὶ Χριστῷ μυστήριον. λέγων δὲ τό Σὺ πιστεύεις, μονονουχί φησι Βούλει τῆς ἐκείνων ἀπο νοίας ὁρᾶσθαι κρείττων; σὺ ταῖς ἐκείνων ἀπειθίαις ἐῤῥῶσθαι 2.199 φράσας καταδέχῃ τὴν πίστιν. τὸ γάρ Σὺ τοιαύτην εἰσφέρει τινὰ τὴν ὡς πρὸς ἑτέρους ἀντιδιαστολήν. Καὶ τίς ἐστι Κύριε, φησὶν, ἵνα πιστεύσω εἰς αὐτόν; Ἡ σώφρονι λογισμῷ προκατηρτισμένη ψυχὴ, ἐλευθέροις τε τῆς διανοίας ὄμμασι τὸν τῆς ἀληθείας διερευνῶσα λόγον ἀπαραποδίστως ἐπ' αὐτῇ καθάπερ εἰς λιμένα καταίρει, καὶ ἀταλαίπωρον ἔχει τὴν τοῦ συμφέροντος θήραν. ἔσται δὲ πάλιν ἀπόδειξις τῶν εἰρημένων ὁ ποτὲ τυφλός. διὰ πολλῶν γὰρ ἤδη λογισμῶν τε καὶ ἐννοιῶν τὸ ἐπὶ Χριστῷ θαυμάσας μυστήριον, ἀλλὰ καὶ τὴν ἄῤῥητον αὐτοῦ καταπεπληγμένος ἰσχὺν, ἐξ ὧν, οὐχ ἕτερός τις, ἀλλ' αὐτὸς ἐφ' ἑαυτῷ πεπεί ραται, πρόχειρος οὕτως εἰς τὸ πιστεύειν εὑρίσκεται, καὶ ἀμελλητὶ πρὸς τοῦτο βαδίζων. ἰδοὺ γὰρ ἰδοὺ τίνι δεήσαι προσάγειν τὴν ἤδη προοικοδομηθεῖσαν ἐν αὐτῷ πίστιν διερωτᾷ. λείπει γὰρ αὐτῷ τοῦτο μόνον προηυτρεπισμένῳ πρὸς ἐκεῖνο καθάπερ εἰρήκαμεν. Καὶ εἶπεν ὁ Ἰησοῦς Καὶ ἑώρακας αὐτὸν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. Εἰς τίνα προσήκοι πιστεῦσαι διερωτώμενος, ἑαυτὸν ἐπι δεικνύει, καὶ οὐχ ἁπλῶς Ἐγώ εἰμι λέγων, ἀλλὰ τὸν ὁρώ μενόν τε καὶ προσλαλοῦντά φησι τὸν Υἱὸν εἶναι τοῦ Θεοῦ, ὠφελείας τῆς ἡμετέρας πανταχῇ προνοῶν, καὶ τὰ εἰς πίστιν βοηθήματα τὴν ἀπλανῆ τε καὶ ἀδιάστροφον ἐξυφαίνων ποικίλως, ἵνα μὴ δοκοῦντες εὐσεβεῖν εἰς βρόχους καὶ πάγην 2.200 ἐμπέσωμεν διαβολικὴν, τοῦ μυστηρίου τὴν ἀλήθειαν ἀσυ νέτως ἀποτρεπόμενοι. ἤδη γάρ τινες καὶ τῶν δοκούντων εἶναι Χριστιανῶν, οὐ συνέντες ἀκριβῶς τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν σκοπὸν, ἀποδιελεῖν τετολμήκασι τοῦ Θεοῦ Λόγου τὸν ἐκ γυναικὸς δι' ἡμᾶς ληφθέντα ναὸν, καὶ εἰς υἱῶν κατεμέρισαν δυάδα τὸν ἕνα καὶ ἀληθῶς Υἱὸν, καὶ ὅτι γέγονεν ἄνθρωπος· διὰ γὰρ πολλὴν ἀποπληξίαν ἀπαξιοῦσι κατὰ τὸ εἰκὸς ὁμολογεῖν, ὃ καὶ δράσαι δι' ἡμᾶς οὐκ ἀπηξίωσεν ὁ Μονογενής. αὐτὸς γὰρ "ἐν μορφῇ Θεοῦ ὑπάρχων" κατὰ τὸ γεγραμμένον, "οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, "ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν," ἵνα γένηται καθ' ἡμᾶς ἄνθρωπος δηλαδὴ χωρὶς ἁμαρτίας· οἱ δὲ φρο νοῦσιν ἐκτόπως ἐπιτιμῶντες τρόπον τινὰ τῇ θείᾳ καὶ φιλαν θρώπῳ βουλῇ, παρωσάμενοι δὲ ὅσον εἰς οἰκείας ἐννοίας τῆς ἀληθοῦς υἱότητος τὸν ἐκ γυναικὸς ληφθέντα ναὸν, οὐ παρα δέχονται τὴν ταπείνωσιν, πολὺ δὲ τῆς ἀληθείας ἀπεσφαλ μένην ἐπινοοῦντες δόξαν, ἕτερον μὲν εἶναί φασι τὸν ἐκ Θεοῦ Πατρὸς Υἱὸν Μονογενῆ, τουτέστι, τὸν ἐκ τῆς οὐσίας αὐτοῦ γεννηθέντα Λόγον, ἕτερον δὲ πάλιν τὸν ἐκ γυναικὸς υἱόν. εἶτα τῆς θεοπνεύστου γραφῆς Υἱὸν καὶ Χριστὸν ἀνακηρυτ τούσης ἕνα, πῶς οὐχὶ ἁπάσης εἰσὶ δυσσεβείας ἀνάπλεῳ διατέμνοντες εἰς δύο τὸν ἕνα καὶ ἀληθῶς Υἱόν; ᾗ μὲν γάρ ἐστι Θεὸς Λόγος, ἕτερος νοεῖται παρὰ τὴν σάρκα· ᾗ δὲ σάρξ ἐστιν, ἕτερόν τι νοεῖται παρὰ τὸν Λόγον· ᾗ δὲ γέγονεν ἄνθρωπος ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἀργήσει παντελῶς τὸ ἕτερος καὶ ἕτερος διὰ τὴν ἄῤῥητον ἕνωσίν τε καὶ σύνοδον. εἷς γὰρ καὶ μόνος Υἱὸς, καὶ πρὸ τῆς πρὸς σάρκα συνόδου, καὶ ὅτε συνῆλθε σαρκί· διὰ δὲ τῆς σαρκὸς ὁλοκλήρως τὸν ἄνθρωπον ὀνομάζομεν, τὸν ἐκ ψυχῆς καὶ σώματος λέγω. διὰ ταύτην οὖν ἄρα τὴν πρόφασιν, προνοητικώτατα πάλιν ὁ 2.201 Κύριος Τίς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ διερωτώμενος, οὐκ εἶπεν Ἐγώ· ἦν γὰρ δή τινας, ὡς εἰκὸς, ἀσυνέτως ὑπολαμβάνειν ὅτι μόνος ὁ Λόγος ὁ ἐκ Θεοῦ καὶ Πατρὸς πεφηνὼς διὰ τούτου κατεσημαίνετο, αὐτὸ δὲ τῶν δοκούντων ἀμφιβάλλε σθαι παρά τισιν ἑαυτὸν προαποδείξας διὰ τοῦ εἰπεῖν Καὶ ἑώρακας αὐτόν· καὶ τὸν ἐνοικοῦντα αὐτὸν τῇ σαρκὶ παρα δεικνύει Λόγον, διὰ τοῦ πάλιν εἰπεῖν καὶ ἐνεγκεῖν Καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. ὁρᾷς οὖν ὅσην ὁ Λόγος ἔχει τὴν ἕνωσιν· οὐ γὰρ τέθεικε διαφορὰν, ἀλλ' ἑαυτὸν εἶναί φησι, καὶ τὸν τοῖς τοῦ σώματος ὀφθαλμοῖς ὑποπίπτοντα, καὶ τὸν ἐκ τῆς λαλιᾶς γινωσκόμενον. ἀπαίδευτον οὖν ἄρα καὶ δυσσεβὲς κομιδῇ τὸ λέγειν ἀπερισκέπτως τινάς Ὁ ἄνθρωπος τοῦ Χριστοῦ· Θεὸς γὰρ ὢν γέγονεν ἄνθρωπος ἀδιαίρετος ὅσον εἰς τὸ εἶναι Θεὸς καὶ Υἱὸς καὶ μετὰ σαρκὸς, τελεωτάτη γὰρ ἐν τούτοις ἡ τῆς εἰς αὐτὸν πίστεως ὁμολογία καὶ γνῶσις. Ὁ δὲ εἶπε Πιστεύω, Κύριε. καὶ προσεκύνησεν αὐτόν. Ὀξὺς εἰς ὁμολογίαν τὴν ἐπὶ τῇ πίστει φημὶ, καὶ θερμὸς εἰς εὐσέβειαν ὁ ποτὲ τυφλός. ἐπειδὴ γὰρ ἔγνω παρόντα τε καὶ ὁρώμενον τὸν ἀληθῶς Υἱὸν τὸν Μονογενῆ, προσεκύνησεν ὡς Θεῷ, καίτοι βλέπων αὐτὸν ἐν σαρκὶ, δόξαν οὐκ ἔχοντα τὴν ὄντως θεοπρεπῆ, πεφωτισμένος δὲ τὴν καρδίαν ἀπὸ τῆς ἐνούσης αὐτῷ δυνάμεώς τε καὶ ἐξουσίας, ἀναλόγως εἰς ἐννοίας ἀναπηδᾷ σοφάς τε καὶ ἀγαθὰς, καὶ τῆς θείας αὐτοῦ καὶ ἀῤῥήτου φύσεως τὸ κάλλος καταφαντάζεται· οὐ γὰρ ἂν 2.202 προσεκύνησεν ὡς Θεὸν, εἰ μὴ Θεὸν εἶναι πεπίστευκεν, ἀπὸ 2.202 τοῦ γεγονότος εἰς αὐτὸν καὶ παραδόξως τετελεσμένου θαύ ματος ἐπὶ τὸ φρονεῖν οὕτω παιδαγωγούμενος. ἐπειδὴ δὲ ὅλην τὴν ἐπ' αὐτῷ πραγματείαν εἰς τὸ τῶν ἐθνῶν μετη γάγομεν πρόσωπον, φέρε δὴ περὶ τούτου λέγωμεν πάλιν. βλέπε γάρ μοι πληροῦντα διὰ τῆς προσκυνήσεως τῆς ἐν πνεύματι λατρείας τὸν τύπον, εἰς ὃν ἐχειραγωγήθη τὰ ἔθνη διὰ τῆς πίστεως. βουθυσίαις γὰρ καὶ λιβανωτοῖς καὶ ταῖς τῶν ἑτέρων ζῴων προσαγωγαῖς, θεραπεύειν ἦν ἔθος τῷ Ἰσραὴλ τὸν ἁπάντων Κύριον κατ' ἐπίταγμα νομικόν· οἱ δὲ ἐξ ἐθνῶν πεπιστευκότες, οὐ ταύτην ἴσασι τῆς λατρείας τὴν ὁδὸν, ἐτράποντο δὲ τὴν ἑτέραν, τουτέστι, τὴν πνευματικὴν, ἣν δὴ καὶ μάλιστα φίλην αὐτῷ καὶ ἡδίονά φησιν εἶναι Θεός. οὐ γὰρ "φάγομαι κρέα ταύρων, φησὶν, ἀλλ' οὐδὲ "αἷμα τράγων πίομαι." θύειν δὲ μᾶλλον ἡμῖν ἐπιτάττει "θυσίαν αἰνέσεως," τουτέστι, τὴν μετ' ᾠδῆς προσκύνησιν, εἰς ἣν ὅτι πάντως ἀναβήσεται τὰ ἔθνη διὰ τῆς πίστεως ἐν Ἁγίῳ Πνεύματι θεωρήσας ὁ μελῳδὸς ὡς πρὸς τὸν Κύριον ἡμῶν καὶ Σωτῆρά φησιν "Πᾶσα ἡ γῆ προσκυνησάτωσάν "σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματί σου." ἀλλὰ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τῆς νομικῆς λατρείας ἐν ἀμείνοσιν οὖσαν ἐπιδεικνὺς τὴν πνευμα τικὴν, πρὸς τὴν ἐκ τῆς Σαμαρείας γυναῖκά φησι "Πίστευέ "μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ "οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. ἀλλ' "ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ "προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ "γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. "πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύ "ματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν." διαλογιζόμεθα δὲ φρο 2.203 νοῦντες ὀρθῶς τούτῳ διαπρέπειν τῷ τρόπῳ καὶ τοὺς ἁγίους ἀγγέλους, καὶ ὥσπερ τινὰ δορυφορίαν πνευματικὴν προσ κομίζειν Θεῷ τὴν προσκύνησιν. καὶ γοῦν ὅτε τὴν θεοπρεπῆ προάγειν τιμὴν τῷ Πρωτοτόκῳ καὶ Μονογενεῖ τὸ Πνεῦμα τοῖς ἄνω διεκελεύετο "Καὶ προσκυνησάτωσαν αὐτῷ, φησὶ, "πάντες ἄγγελοι Θεοῦ." ἀλλὰ καὶ ὁ θεῖος ἡμᾶς ψαλμῳδὸς πρὸς τοῦτο λέγων ἐκάλει "∆εῦτε προσκυνήσωμεν καὶ προσ "πέσωμεν αὐτῷ." καὶ μακρηγορεῖν μὲν ἦν ἐπὶ τούτοις οὐ χαλεπόν· μέτρον δὲ τοῖς εἰρημένοις ἐπιθέντες τὸ πρέπον, τῆς τῶν ῥητῶν παραθέσεως πρὸς τὸ παρὸν ἀφεξόμεθα. πλὴν ἐκεῖνο πάλιν ἀναμνήσωμεν, ὅτι τῆς τῶν ἐθνῶν λατρείας τὸν τύπον ἀπεπλήρου καλῶς ὁ ποτὲ τυφλὸς, τῇ τῆς πίστεως ὁμολογίᾳ γείτονα τιθεὶς τὴν προσκύνησιν. Καὶ εἶπεν ὁ Ἰησοῦς Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Τῆς ἀναδείξεως, τῆς ἐν τῷδε τῷ κόσμῳ φημὶ, τὴν αἰτίαν ἡμῖν ἐξηγούμενος διὰ φωνῆς Ἡσαΐου φησὶν ὁ Χριστός "Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελί "σασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις "ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν." ἀλλὰ καὶ ἑτέρωθί που φησίν "Οἱ κωφοὶ ἀκούσατε, καὶ οἱ τυφλοὶ ἀναβλέψατε "ἰδεῖν." ὅτε τοίνυν ταύτης ἕνεκα τῆς αἰτίας κεχειροτονῆσθαι λέγει παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἵνα κηρύξῃ τυφλοῖς τὴν ἀνάβλεψιν, πῶς ἐνθάδε φησίν Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται; "Ἆρα οὖν, ἐρεῖ τις, Χριστὸς ἁμαρτίας "διάκονος, κατὰ τὴν τοῦ Παύλου φωνήν; μὴ γένοιτο·" 2.204 ἀφίκετο μὲν γὰρ ἐξανύσων τὸν ἐξ ἡμερότητος τῆς εἰς ἡμᾶς προτεθέντα σκοπὸν, τουτέστι, καταφωτίσαι σύμπαντας τῇ τοῦ Πνεύματος δᾳδουχίᾳ. δεινοὶ δὲ πρὸς ἀπείθειαν ὑπάρ χοντες Ἰουδαῖοι τὴν καταλαμπρύνουσαν αὐτοὺς οὐ παρε δέξαντο χάριν, αὐτόκλητον ὥσπερ ἐφ' ἑαυτοὺς καλοῦντες τὸν σκοτισμόν. καὶ γοῦν γέγραπται περὶ αὐτῶν ἐν προφη τικοῖς μηνύμασιν "Ὑπομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς "σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν." ὅσον γὰρ ἧκεν εἰς τὸ τοῦ νόμου κήρυγμα, περιέμενον Ἰουδαῖοι τήν τε αὐγὴν καὶ τὸ φῶς, τουτέστι Χριστόν. ἥξειν γὰρ καὶ παρεδέχοντο, καὶ προσεδόκων αὐτὸν, ἀλλ' οἱ κατὰ τοῦτο δοκοῦντες εὐσεβεῖν, ἐν ἀωρίᾳ περιεπάτησαν, τουτέστιν, ἐν σκότῳ βαθεῖ, οὐχ ἑτέρου τινὸς αὐτοῖς γεγονότος αἰτίου τοῦ παθεῖν τὸν σκοτισμὸν, ἀλλὰ ταῖς σφῶν αὐτῶν ἀπειθείαις αὐτεπίσπαστον ἐφ' ἑαυτοῖς ἐχόντων τὴν νόσον. παραγέγονα τοίνυν, φησὶ, τυφλοῖς ἐπιδώσων τὸ βλέπειν διὰ τῆς πίστεως, ἡ δὲ τῶν ἀχειραγωγήτων καὶ ἀνυποτάκτων ἄτεγκτος γνώμη πολὺ βλέπουσα πρὸς ἀπείθειαν εἰς κατάκριμα γενέσθαι παρεσκεύασεν αὐτοῖς τὴν τοῦ φωτίζοντος ἄφιξιν. ἐπειδὴ γὰρ οὐ πιστεύουσι, κατακρίνονται. τοῦτο δέ σοι σαφέστερον καὶ δι' ἑτέρων εἴρηκεν ὁ Σωτήρ "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ "πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται, ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ "ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ "τοῦ Θεοῦ." χαριέντως τοιγαροῦν ἀπὸ τοῦ παρακειμένου καὶ ἐν χερσὶν ὄντος διαλέγεταί τε πράγματος, καὶ τὸ παρα δόξως ἀποτελεσθὲν ἐπὶ τῷ ποτε τυφλῷ ῥίζαν ὥσπερ ποιεῖται τῷ λόγῳ· ἀναβλέψαι μὲν γὰρ αὐτὸν οὐ κατὰ σῶμα μόνον, ἀλλὰ καὶ ὅσον εἰς νοῦν διισχυρίζεται, διὰ τὸ παραδέξασθαι τὴν πίστιν, παθεῖν δὲ τὸ ἐναντίον τοὺς Φαρισαίους· οὐ γὰρ 2.205 ἐθεάσαντο τὴν δόξαν αὐτοῦ, καίτοι φανότατα διαλάμπουσαν, καὶ ἐν τῷ μεγίστῳ καὶ νεαρῷ θαύματι. Ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ' αὐτοῦ ὄντες, καὶ εἶπον αὐτῷ Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; Προσεδρεύουσιν οἱ Φαρισαῖοι καὶ συμβαδίζειν ἐπείγονται τῷ Σωτῆρι Χριστῷ, καίτοι πικρὸν εἰς καρδίαν ἔχοντες βέλος, καὶ λύπῃ καὶ φθόνῳ διατηκόμενοι διὰ τὴν δόξαν αὐτοῦ· συμβαδίζουσι δὲ ὅμως τροφὰς τῷ μίσει συλλέγοντες, καὶ πολυτρόπους τοῖς θαύμασι συκοφαντίας ἀρτύοντες, πα ραλύοντές τε διὰ τοῦτο τῶν εὐπειθεστέρων τὴν ἀκακοήθη διάνοιαν. ἐπειδὴ δὲ ταῦτα λέγοντος διεπυνθάνοντο τοῦ Χριστοῦ, διεπρίοντο πάλιν, οὐ γὰρ ἦν εἰκὸς ἀγνοεῖν ὅτι τέτραπται πρὸς αὐτοὺς ὁ τοῦ λόγου σκοπός. ἐπειδὴ δὲ ἀπολελυμένως ἔτι καὶ ἀδιορίστως εἴρητο παρ' αὐτοῦ, τό " Ινα οἱ βλέποντες τυφλοὶ γένωνται·" οὔπω καιρὸν ἔχοντες ἐγκαλεῖν εὐλόγως ὡς ὑβρισμένοι, διερωτῶσι πανούργως τῶν εἰρημένων τὴν δύναμιν εἰς τὸ οἰκεῖον περιέλκοντες πρόσωπον, καὶ σαφέστερον ὥσπερ ἀξιοῦντες εἰπεῖν, εἰ καὶ αὐτοὺς εἶναι λέγοι τυφλοὺς, ἵνα δὴ πάλιν ὡς νομικὴν ἐντολὴν ἀδικήσαντα κατακρίνωσιν. ᾔδεσαν γὰρ ἄνω καὶ κάτω τὰ Μωυσέως γράμματα περινοστοῦντες ὅτι γέγραπται "Ἄρχοντα τοῦ "λαοῦ σου οὐκ ἐρεῖς κακῶς." ἢ τοίνυν ὑβρίζεσθαι προσδο κήσαντες τὰ τοιαῦτά φασιν, ἵνα δοκεῖεν εὐλόγως ἐπιφύεσθαι καὶ ἀγανακτεῖν καὶ ἀκατηγόρητον ἤδη ποιεῖσθαι τὴν ἐπι βουλὴν τὴν ἐπὶ Χριστοῦ, ἢ καὶ ἀληθῶς ἔχοντές τι πικρό τερον εἰς νοῦν, καὶ συκοφαντίας εἶδος τὸ αὐτοῖς πρέπον ὠδίνοντες. ἐπειδὴ γὰρ ἔφη Χριστός "Εἰς κρῖμα ἐγὼ εἰς τὸν "κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν," 2.206 ὑπεδήλου δὲ διὰ τούτων τοῦ τυφλοῦ τὴν ἀνάβλεψιν, οὐ δυνηθέντες ὑπενεγκεῖν τοῦ παραδόξου τὴν ἀνάμνησιν, ἀντε γείρονται πάλιν διατεθηγμένοι τῷ φθόνῳ, καὶ ἀντιπράττειν ἐπιχειροῦσι τοῖς παρ' αὐτοῦ μονονουχὶ λέγειν οὐ παραιτού μενοι ∆εινὰ κομπάζεις, ὦ οὗτος, κατορθώσας οὐδὲν ὧν εἰργάσθαι νομίζεις, ἀλλ' ἆρα μὴ βούλει, φασὶ, καὶ ἐφ' ἡμῶν αὐτῶν πλάττεσθαι τὴν θαυματουργίαν, ἆρα μὴ παρέσται σοι λέγειν ὅτι καὶ ἡμᾶς ὄντας τυφλοὺς τεθεράπευκας; βούλει σοι περιθῶμεν τὴν ἰατροῦ δόξαν καὶ θαυματουγοῦ, ψευσά μενοι κατ' ἐκεῖνον, ὃν φῂς ἀναβλέψαι γεννηθέντα τυφλόν; μὴ καὶ ἡμᾶς ἄρα συκοφαντήσεις ἀποτολμήσας εἰπεῖν τὰ ἐπ' ἐκείνῳ; πονηρὸς οὖν ἄρα καὶ σφόδρα πικρὸς τῶν Φαρισαίων ὁ λόγος διαγελώντων τὰ ἐπ' ἐκείνῳ, καὶ συκοφαντίαν εἶναι μᾶλλον οἰομένων ἤπερ ἀλήθειαν· δυσωπεῖ γὰρ οὐδὲν τὸν ἀγνώμονα. Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι βλέπομεν· αἱ ἁμαρτίαι ὑμῶν μενοῦσι. Κατατήκει πάλιν αὐτοὺς ὁ Σωτὴρ τέχνῃ κεράσας τὸν ἔλεγχον. λοιδορίας μὲν γὰρ ἁπάσης ἀποφοιτᾷ, δυσωπεῖ δὲ τῆς ἀληθείας παρατιθεὶς τὴν δύναμιν· ἐπ' οὐδενὶ δὲ χρησίμῳ τὸ βλέπειν ἔχοντας ἀποδείκνυσι, μᾶλλον δὲ καὶ τοῦ μηδόλως ὁρῶντος πεσόντας ἐν χείροσιν. ἄνθρωπος μὲν γὰρ ὁ τυφλὸς, φησὶ, τῷ τεθεᾶσθαι μηδὲν τῶν παραδόξως ἀποτελουμένων, ἔξω βέβηκεν ἁμαρτίας, καὶ ἀνυπαίτιός πως ὑπάρχει· οἱ δὲ τῶν θαυμάτων ἐπόπται καὶ θεωροὶ διὰ πολλὴν ἀβουλίαν καὶ κακόνοιαν τὴν ἐξ αὐτῶν οὐ παραδεξάμενοι πίστιν, δυσαπό νιπτον ἔχουσι τὴν ἁμαρτίαν, καὶ δυσεξίτητον ὄντως τὴν ἐπὶ 2.207 τούτῳ κατάκρισιν. ἐπὶ μὲν οὖν τῆς σωματικῆς τυφλότητός τε καὶ ἀναβλέψεως τῇδε νοεῖν οὐκ ἀπίθανον· ἀναλόγως δὲ διαβαίνοντες εἰς τὸ νοητὸν, καὶ τὴν ἴσην ἐντεῦθεν ἀναματτό μενοι τῷ λόγῳ δύναμιν πάλιν ἐροῦμεν, ὡς ἄνθρωπος μὲν ὁ ἀσύνετος εὐλογωτάτην ἂν τὴν ἐπὶ τοῦ δικάζοντος αἰτήσαι συγγνώμην, ὁ δὲ ὀξὺς εἰς νόησιν καὶ συνεὶς τὸ συμφέρον, εἶτα τοῖς αἰσχίοσι τῆς ἑαυτοῦ διανοίας καταπωλήσας τὴν ῥοπὴν, καὶ τὸ νικᾶν ἡδοναῖς οὐ τῷ χρησίμῳ δωρούμενος, ἀναισχύντως αἰτήσει τὸν ἔλεον, καὶ παραίτησιν τὴν ἐπὶ τῷ κολάζεσθαι δεῖν οὐδαμόθεν ἕξει βοηθουμένην, ἀπολεῖται δὲ καὶ σφόδρα δικαίως ἀσυνηγόρητον ἐφ' ἑαυτῷ τηρήσας τὴν ἁμαρτίαν. καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς αὐτὸ δὴ τοῦτο κατασημαίνων ἐν εὐαγγελίοις φησίν "Ὁ εἰδὼς τὸ "θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιήσας δαρήσεται "πολλάς·" ἀγνοίας μὲν γὰρ ἐπὶ τῷ μὴ εἰδότι τὰ ἐγκλή ματα, καταφρονήσεως δὲ τῆς ἐσχάτης ἐπὶ τῷ νενοηκότι, καὶ τὸ δρᾶν ἀβούλως ἐξωθουμένῳ. ἐπιτήρει δὲ πάλιν ὅπως κἀν τούτῳ γέγονεν ἀσφαλὴς τοῦ Σωτῆρος ὁ λόγος· οὐ γὰρ δή φησιν ἀποφαντικῶς Ὅτι βλέπετε, ἀλλ' Ὑμεῖς, φησὶ, λέγετε ὅτι βλέπομεν. ἦν γὰρ δὴ καὶ λίαν ἀτοπώτατον σύνεσιν ἐπιμαρτυρεῖν τοῖς οὕτω τυφλὸν καὶ ἀπεσβηκότα φοροῦσι τὸν νοῦν, ὡς τολμῆσαι φάναι περὶ αὐτοῦ "Ἡμεῖς οἴδαμεν "ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν." αὐτοκατάκριτοι τοιγαροῦν Ἰουδαῖοι βλέπειν μὲν ἑαυτοὺς διαβεβαιούμενοι, πράττοντες δὲ τὸ σύμπαν οὐδὲν ὧν ἔδει δρᾶν, καὶ λίαν εὐτόνως, καὶ γινώσκοντες μὲν τοῦ Κυρίου τὸ θέλημα, περιφρονοῦντες δὲ οὕτως ὡς καὶ τοῖς ἀρίστοις ὑπαντιάζειν θαύμασιν. 2.208 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων· τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατ' ὄνομα καὶ ἐξάγει αὐτά· ὅταν δὲ πάντα τὰ ἴδια ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν, ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. ∆όξειεν μὲν ἂν καὶ μάλα εἰκότως τοῖς ἀβασανίστως ἐπακροωμένοις οὐ λίαν εὐκαίρως ὁ τῆς προκειμένης παρα βολῆς εἰσπεφορῆσθαι λόγος· τυφλότητος γὰρ ἀναβλέψεώς τε πέρι διαλεγόμενος, περὶ προβάτων εὐθὺς, αὐλῆς τε καὶ θύρας ποιεῖται τοὺς λόγους. ἀλλ' ὅτῳ σοφὸς ἐνῴκισται νοῦς, καὶ περιεργότερον τοῖς θεωρήμασι προσβάλλειν ἐσπού δασται, κατόψεται πάλιν ἐπ' εὐθείας ὥσπερ ἰόντα τὸν λόγον, καὶ μηδαμόσε τοῦ πρέποντος ἀπεσφαλμένον. ὃ δὲ πολλάκις εἶπον ἐρῶ καὶ εἰσαῦθις ἀναλαβών. ἔθος τῷ Σωτῆρι Χριστῷ μὴ πρὸς μόνους ἀποκρίνασθαι τοὺς διὰ φωνῆς ἀποκτυπη θέντας λόγους, ὅταν αὐτῷ προσίωσί τινες, ἀλλ' ἐπείπερ ὁρᾷ καὶ νεφροὺς καὶ καρδίας, καὶ πρὸς ἐνθυμήσεις ἀπολογεῖσθαι μόνας· "πάντα γὰρ αὐτῷ γυμνὰ καὶ τετραχηλισμένα, καὶ "οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ·" διά τοι τοῦτο καὶ πρὸς ἕνα τῶν ἁγίων φησί "Τίς οὗτος ὁ κρύπτων με βουλὴν, "συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν;" ἐπειδὴ τοίνυν τὸ τῶν Φαρισαίων ἀνόσιον στῖφος κακούργως διεπυνθάνετο, καθάπερ ἐλέγομεν ἀρτίως, εἰ καὶ αὐτοὶ τυφλοί εἰσιν, ἵνα λέγων ἀληθῶς ὅτιπέρ εἰσι, τυφλοὶ δηλονότι, κατα δικάζηται πάλιν ὡς τοῖς ἡγουμένοις διαλοιδορησάμενος, καὶ 2.209 κακῶς εἰρηκὼς τοὺς ἄρχειν λαχόντας λαῶν· ἐφρόνουν γὰρ ἐπὶ τούτῳ μέγα τι καὶ ἐξαίσιον· ἀναγκαίως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, καὶ ταύτῃ πάλιν αὐτῶν τῇ διενθυμήσει μαχόμενος, εἰσκομίζει χρησίμως τὴν παραβολὴν, ἀμυδρότερόν πως καὶ ὡς ἐν αἰνίγμασιν ὑποδηλῶν ὡς οὐχ ἕξουσιν ἐκ πλεονεξίας τὸ καθηγεῖσθαι βεβαίως, ἀλλ' οὐδὲ πάγιον αὐτοῖς προσέσται τὸ ἀξίωμα τὸν τούτου δοτῆρα τὸν Θεὸν ἐξ ἀλα ζονείας ὑβρίζουσι· διδάσκει δὲ ὅτι τοῦτο προσέσται μόνοις τοῖς δι' αὐτοῦ καλουμένοις εἰς λαῶν ἡγεμονίαν. θύραν τοι γαροῦν ἑαυτὸν εἶναί φησιν εἰσφέροντα διὰ βουλῆς ἰδίας εἰς τὸ καθηγεῖσθαι ποιμνίων τῶν λογικῶν τὸν ἐπιστήμονα καὶ φιλόθεον. κλέπτην δὲ καὶ λῃστὴν ἀποκαλεῖ καὶ ἀλλαχόθεν ἀναβαίνοντα τὸν ἐκ βίας καὶ τυραννίδος τὴν οὐ δοθεῖσαν αὐτῷ τιμὴν δύνασθαι λαβεῖν οἰόμενον, ὁποῖοί τινες ἦσαν περὶ ὧν δήπου φησὶ δι' ἑνὸς τῶν προφητῶν, ὅτι "Ἐβασί "λευσαν καὶ οὐ δι' ἐμοῦ, ἦρξαν καὶ οὐ διὰ τοῦ Πνεύματός "μου." αἰνίττεται δὲ διὰ τούτων ὡς εἴπερ αὐτοῖς καθ' ἡδονὴν τὸ ἡγεμονεύειν ἐστὶ τῶν λαῶν, δεήσει πιστεύσαντας καὶ τὸ θεῖον παραδεξαμένους κήρυγμα δι' αὐτοῦ πρὸς τοῦτο δραμεῖν, ἵνα καὶ ἀκλόνητον καὶ καλῶς ἱδρυμένην ἔχοιεν τὴν ἀρχὴν, ὃ δὴ καὶ γέγονεν ἔν τε τοῖς ἁγίοις ἀποστόλοις, καὶ τοῖς μετ' ἐκείνους τῶν ἁγίων ἐκκλησιῶν διδασκάλοις, οἷς καὶ ὁ θυρωρὸς ἀνοίγει, τουτέστιν, ἢ ὁ τεταγμένος ἄγγελος εἰς τὸ ταῖς ἐκκλησίαις ἐπιστατεῖν καὶ συμπράττειν τοῖς ἱερᾶσθαι λαχοῦσιν εἰς τὰς τῶν λαῶν ὠφελείας, ἢ πάλιν αὐτὸς ὁ Σωτὴρ, αὐτὸς καὶ θύρα καὶ τῆς θύρας ὑπάρχων Κύριος. καταπείθεσθαι γεμὴν καὶ ὑπείκειν ὀρθῶς τῇ τοῦ ποιμαί νοντος φωνῇ τὴν τῶν προβάτων ἀγέλην εὖ μάλα διισχυ ρίζεται, παραιτεῖσθαι δὲ καὶ λίαν ἐσπουδασμένως τὴν τῶν ἀλλοτριῶν φωνὴν, ἵνα πρᾶγμα νοῇς ἀληθὲς ἐπὶ τὸ γενικώτερον ἐκπλατύνων τοῦ λόγου τὴν δύναμιν. διδάσκομεν γὰρ ἐν 2.210 ἐκκλησίαις τὰ διὰ τῆς θεοπνεύστου γραφῆς παρακομίζοντες δόγματα, καὶ ὥσπερ τινὰ τροφὴν πνευματικὴν τὸν εὐαγγε λικόν τε καὶ ἀποστολικὸν παρατιθέντες λόγον. κατήκοοι δὲ τῶν τοιούτων εἰσὶν οἱ πιστεύοντες εἰς Χριστὸν, καὶ ἀδια στρόφῳ διαπρέποντες τῇ πίστει, παραιτοῦνται δὲ πρὸς τὰς τῶν ψευδοποιμένων φωνὰς, καὶ ὡς ὀλέθριον ἀποτρέπονται πάθος. τί οὖν ἄρα τὸ ἐντεῦθεν, ἐρεῖ τις, τοῖς φαρισαίοις ὑποδηλούμενον; συνελὼν ὡς ἐν βραχεῖ τε καὶ κεφαλαιώδει λόγῳ πάλιν ἐρῶ. ἑαυτὸν ἐπιδεικνύει, καὶ τῆς αὐλῆς κύριον καὶ θύραν καὶ θυρωρὸν, ἵνα δὴ μάθοιεν ἀκριβῶς ὡς οὐχ ἕξουσι τῆς ἡγεμονίας ἱδρυμένην τὴν στάσιν, εἰ μὴ δι' αὐτοῦ πρὸς ταύτην ἰόντες τὸ θεόσδοτον ἔχοιεν ἀγαθόν. προστιθεὶς δὲ ὅτι τὰ πρόβατα τοῖς ἰδίοις καταπείθεται ποιμέσι, τῶν δὲ ἀλλοτρίων ἐξάλλεται, πάλιν εὐφυῶς ὑπαινίττεται ὡς ἐπιστα τήσουσι μὲν οὐδαμῶς αὐτοὶ τῶν μελλόντων πιστεύειν εἰς αὐτὸν, ἀποφοιτήσει δὲ πάλιν τῆς παρ' αὐτοῖς διδασκαλίας τὰ πρόβατα, καὶ τοῖς δι' αὐτοῦ ποιμέσι προσκείσεται. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Ἁπλοῦς τῶν ἁγίων ὁ λόγος, καὶ τῆς Ἑλλήνων περιεργίας ἀπηλλαγμένος· "Ἐξελέξατο γὰρ ὁ Θεὸς τὰ μωρὰ τοῦ "κόσμου, κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἵνα καταισχύνῃ "τοὺς σοφούς." κατεχρήσατο τοίνυν τῷ τῆς παροιμίας ὀνόματι· καλεῖ γὰρ οὕτω τὴν παραβολήν· τάχα δὲ ὅτι μέμικταί πως ἀεὶ τῶν τοιούτων ὁ χαρακτὴρ καὶ δι' ἀμφοῖν ὡς δι' ἑνὸς νοεῖται τὸ δηλούμενον. πλὴν ἐκεῖνό φαμεν ὡς ἀποθαυμάζει σφόδρα τὴν τῶν Ἰουδαίων ἀσυνεσίαν ὁ θεσπέ σιος Εὐαγγελιστής. ὡς γὰρ αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα διαμαρτύρεται, πέτραις ἢ σιδήρῳ παραπλησίαν ἔχουσι τὴν 2.211 διάνοιαν, οὐδὲν τὸ παράπαν τῶν ἐπωφελῶν ἀκροαμάτων εἰσδέχεσθαι μελετήσασαν. διὰ τοῦτο πρὸς αὐτοὺς ἐλέγετο διὰ φωνῆς Ἰωὴλ τοῦ προφήτου "∆ιαῤῥήξατε τὰς καρδίας "ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν." ∆οκεῖ δέ μοι πάλιν οὐκ ἀπερισκέπτως εἰπεῖν ὁ τοῦ βιβλίου συγγραφεὺς, ὅτι ταύτην τὴν παραβολὴν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, οἱ δὲ οὐ συνῆκαν, φησὶ, τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. ἐκφωνεῖ δὲ ταύτην μετ' ἐμφάσεως οὐ μικρᾶς. ἐν ἴσῳ γὰρ εἰ λέγοι σαφῶς Οὕτως ἀφιστᾶσι τοῦ δύνασθαί τι συνιέναι τῶν ἀναγκαίων οἱ Φαρισαῖοι, καίτοι δοκησισοφοῦντες ἐκτόπως, ὥστε ταύτην οὐ συνῆκαν τὴν παραβολὴν, τὴν οὕτως εὐκά τοπτον καὶ λελευκασμένην, ἐν ᾗ δυσχερὲς οὐδὲν, οὐ καμ πύλον εἰς νόησιν, οὐ χαλεπὸν εἰς κατάληψιν. διαγελᾷ δὲ πρεπόντως τὴν Ἰουδαϊκὴν δυσβουλίαν, ἐπείπερ αὐτοῖς τὸ μηδὲν εἶναι Χριστὸς κατεφαίνετο, καίτοι τὰ ὑπὲρ νόμον διδάσκων, καὶ πολὺ τῆς Μωυσέως χαριεστέραν ποιούμενος τὴν ὑφήγησιν. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν λέγω ὑμῖν ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Ἔγνω δὴ πάντως κατὰ τὴν φύσιν ὑπάρχων Θεὸς καὶ τὰ ἐν τῷ βάθει κείμενα βλέπων, ὡς οὐδὲν τῶν παρ' αὐτοῦ λεγομένων συνῆκεν ὁ Φαρισαῖος, καίτοι μεγάλα φρονεῖν εἰωθὼς ἐπί τε νομομαθείᾳ, καὶ ἐπὶ τῷ δοκεῖν εἶναι σοφὸς ἀσυγκρίτως ἐξωφρυωμένος. διὰ τοῦτο φανοτάτην αὐτοῖς ποιεῖται τὴν ἐξήγησιν, καὶ ἀναμηρυσάμενος ὥσπερ τὸν διὰ τῶν μακρῶν λόγον ἐν ὀλίγοις κομιδῆ τὸν τῆς παροιμίας διαμηνύει σκοπόν. ἀγαθὸς γὰρ ὢν φύσει, χειραγωγεῖ πρὸς 2.212 κατάληψιν καὶ οὐκ ὄντας ἀξίους, ὡς τάχα τις αὐτοῖς ὠφελείας ἐλλάμψοι τρόπος. ἑαυτὸν δέ φησιν ἐναργῶς τῶν προβάτων εἶναι τὴν θύραν, πρᾶγμα διδάσκων ὁμολογούμενον· μόνης γὰρ διὰ πίστεως τῆς εἰς αὐτὸν, εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν εἰσελαύνομεν, καὶ μάρτυς αὐτὸς ἐπὶ τούτῳ λέγων "Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ." ἢ τοίνυν τοιοῦτόν τι σημαίνειν βούλεται ἢ, ὅπερ ἐστὶ τοῖς προκει μένοις θεωρήμασι πρεπωδέστερον, ἀπολευκαίνει πάλιν ὡς δι' αὐτοῦ πρὸς ἡγεμονίαν καὶ τὸ καθηγεῖσθαι τῶν λογικῶν ποιμνίων ἐρχόμεθα, κατὰ τὸ εἰρημένον διὰ τοῦ Παύλου "Οὐ γὰρ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλ' ὁ καλούμενος "ὑπὸ τοῦ Θεοῦ." καὶ γοῦν οὐδεὶς ἑαυτὸν ἀνέδειξε τῶν ἁγίων προφητῶν, ἀλλ' οὐδὲ ὁ λαμπρὸς καὶ μέγας τῶν ἀποστόλων χορὸς ἑαυτὸν εἰς τοῦτο κεκληκὼς ἁλώσεται. ἀνεδείχθη γὰρ διὰ θελήσεως τοῦ Χριστοῦ καλέσαντος εἰς ἀποστολὴν αὐτοὺς κατ' ὄνομα, καὶ καθ' ἕνα, καθά φησιν ἐν τῇ προκει μένῃ παροιμίᾳ. ἴσμεν γὰρ ὅπως ἐν εὐαγγελίῳ τῷ κατὰ Ματθαῖον συνετέθη μὲν ἐφεξῆς τὰ τῶν ἀποστόλων ὀνόματα, εἶτ' εὐθὺς ἐπενήνεκται τῆς ἀναῤῥήσεως ὁ τρόπος· "τούτους" γάρ φησι "τοὺς δώδεκα" ἀνέδειξεν ὁ Σωτὴρ, "οὓς καὶ "ἀποστόλους ὠνόμασεν." ἀρχοντιῶντα τοιγαροῦν τὸν ἀπό πληκτον Φαρισαῖον, καὶ οὐ μετρίως ἐκκεκαυμένον ὁρῶν πρὸς τὸ τῆς ἡγεμονίας ὄνομά τε καὶ πρᾶγμα, διδάσκει χρησίμως ἑαυτὸν ὄντα καὶ τοῦ καθηγεῖσθαί τισι χορηγὸν καὶ πρὸς τοῦτο ῥᾳδίως εἰσκομίζειν ἰσχύοντα. θύρα γὰρ ὢν τῆς ἱερᾶς τε καὶ θείας αὐλῆς, εἰσδέξεται μὲν τὸν ἐπιτήδειον, ἀποτειχιεῖ δὲ τῷ μὴ τοιούτῳ τὴν εἰς τὸ εἴσω πάροδον. 2.213 Πάντες ὅσοι ἦλθον κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ' οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Πανταχόθεν τὴν ἀτίθασον τῶν Φαρισαίων καταγοητεύων διάνοιαν, καὶ πρὸς ἔμφρονα μετατιθεὶς λογισμὸν, πειρᾶται δεικνύειν ὡς ἀνόνητόν τι χρῆμα καὶ σφαλερώτατον, τὸ καθηγεῖσθαι τολμᾶν, οὐ διὰ τῆς ἄνωθεν χειροτονίας, οὐδὲ διὰ τῆς θείας βουλήσεως, ἀλλ' ἐξ ἀνθρωπίνης ἀπονοίας οἰομένους ὅτι περιέσονται τῆς ἀρχῆς, κἂν ὁ ταύτης μὴ βούληται χορηγός. ἑαυτὸν τοιγαροῦν θύραν διαῤῥήδην εἰ πὼν, ἅτε δὴ καὶ μόνον εἰσκομίζοντα πρὸς ἡγεμονίαν τοὺς ἐπιτηδείους, τὰ τῶν ἀρχαιοτέρων ἐπιχειρήματα παρατίθησιν εὐθὺς, ἵνα καθάπερ ἐν πίνακι σκιαγραφουμένην βλέποντες τὴν εἰς τέλος τοῦ πράγματος διεξαγωγὴν, μάθοιεν ἤδη σαφῶς ὡς τὸ δύνασθαι κρατεῖν καὶ προηγεῖσθαι ποιμνίων καὶ λαῶν, διὰ μόνης τῆς ἄνωθεν ὑπάρχει χάριτος, καὶ οὐκ ἐξ ἐπιχειρημάτων τυραννικῶν. χρησίμως τοιγαροῦν κἀνθάδε φησὶ πρὸς ἀνάμνησιν ἀνακομίζων τὴν ἐν τοῖς ἀρχαιοτέροις ὅτι πάντες ὅσοι ἦλθον κλέπται εἰσὶ καὶ λῃσταὶ ἀλλ' οὐκ ἤκουσεν αὐτῶν τὰ πρόβατα. ὑποκρινάμενοι γὰρ τὴν τῶν ἀγαθῶν ποιμένων ἐπιστασίαν παρῆλθον εἰς μέσον τινὲς, ἐπειδὴ δὲ οὐκ ἦν αὐτοῖς ὁ ὑποτιθεὶς τὸ ἡγούμενον, καὶ ὑπα κούειν ἀναπείθων ὧν ἡγεμονεύειν ἐχρῆν, ἀπεσκίρτησεν ἡ τῶν προβάτων πληθύς. Ὑποτοπητέον δὲ οὐδαμῶς διὰ τό Πάντες εἰπεῖν, ἀκυροῦ σθαι παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τῶν ἁγίων προ φητῶν τὴν ἀποστολήν· οὐ γὰρ κατ' ἐκείνων, ἀλλὰ καθ' ἑτέρων ὁ λόγος. ἐπειδὴ γὰρ περί τε ψευδοποιμένων, καὶ τῶν ἀλλαχόθεν ἀναβαινόντων εἰς τὴν αὐλὴν τῶν προβάτων προὔκειτο λέγειν, ἀναγκαίως ἤδη προσημανθέντων ἐναργῶς 2.214 τῶν ἐφ' οἷς ἦν ὁ λόγος, τό Πάντες φησὶν, οἰησόμεθα δὲ οὐδαμῶς τὸ τῶν ἁγίων προφητῶν ἀθετεῖσθαι πρόσωπον· πῶς γὰρ ἂν ἠθέτησεν ὁ τῆς ἑαυτοῦ παρουσίας δι' ἐκείνων ἐναργῆ καταστήσας τὰ μηνύματα, ὁ λέγων "Ἐγὼ ὁράσεις "ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην;" καὶ Μωυσέα μὲν ἀναδείξας, πρὸς Ἱερεμίαν δὲ εἰπών "Μὴ λέγε "ὅτι νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας οὓς ἂν ἐξαποστελῶ "σε πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι "λαλήσεις·" πρὸς δὲ τὸν μακάριον Ἰεζεκιήλ "Υἱὲ ἀνθρώ "που, ἐξαποστελῶ ἐγώ σε πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, "τοὺς παραπικραίνοντάς με;" οὐκοῦν ὁ τοῦ λόγου σκοπὸς οὐκ εἰς τὸν τῶν ἁγίων προφητῶν τέτραπται χορὸν, ὁρᾷ δὲ μᾶλλον εἰς ἐκείνους, οἵπερ ἦσάν ποτε κατὰ τὴν Ἰουδαίαν προφητείας ὑποκρινόμενοι, καὶ ψευδηγοροῦντες ὡς παρὰ Θεοῦ ἥκοντες, καὶ τὸν λαὸν ἀναπείθοντες οὐ τοῖς ἀληθῶς παρὰ Θεοῦ προφητεύουσι καταπείθεσθαι μᾶλλον, ἢ τοῖς παρ' αὐτῶν διαπεπλασμένοις ἐπιχειρήμασί τε καὶ λόγοις, περὶ ὧν που φησὶ καὶ αὐτὸς ὁ Κύριος ὁ πάντων ∆εσπότης καὶ Θεός "Οὐκ ἀπέστελλον τοὺς προφήτας, καὶ αὐτοὶ "ἔτρεχον· οὐκ ἐλάλησα πρὸς αὐτοὺς, καὶ αὐτοὶ ἐπροφή "τευον·" πρὸς δέ γε τὸν μακάριον Ἱερεμίαν "Ψευδῆ οἱ "προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέ "στειλα αὐτοὺς καὶ οὐκ ἐλάλησα πρὸς αὐτοὺς καὶ οὐκ "ἐνετειλάμην αὐτοῖς, ὅτι ὁράσεις καὶ οἰωνίσματα καὶ προ "φητείας καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν ὑμῖν· εἰ "προφῆταί εἰσι, καὶ εἰ ἔστι λόγος Κυρίου ἐν αὐτοῖς, "ἀπαντησάτωσάν μοι. τί τὸ ἄχυρον πρὸς τὸν σῖτον;" ὁ μὲν γὰρ λόγος ὄντως ὁ παρὰ Θεοῦ τροφιμωτάτην ἔχει τὴν 2.215 δύναμιν, καὶ στηρίζει καρδίαν ἀνθρώπου, κατὰ τὸ γεγραμ μένον, ὁ δὲ τῶν ἀνοσίων ψευδοπροφητῶν, ἤτοι ψευδοδιδα σκάλων, εὐδιαθρυπτότατός τε καὶ ἀχυρώδης ὑπάρχων οὐδε μίαν τοῖς ἀκροωμένοις ἐμποιεῖ τὴν ὄνησιν. ὅταν τοίνυν κλέπτας ὀνομάζει καὶ λῃστὰς τοὺς προελάσαντας τῆς παρου σίας αὐτοῦ, ἢ τὴν ψευδήγορον καὶ ἀπατεῶνα τῶν ἀρτίως ἡμῖν εἰρημένων ὑποσημαίνει πληθὺν, ἢ τοῦ λόγου τὴν δύναμιν ἐποίσεις κἀκείνοις, περὶ ὧν ἐν ταῖς πράξεσι τῶν ἀποστόλων γέγραπται. οἱ μὲν γὰρ τῶν Ἰουδαίων καθηγηταὶ τοὺς ἁγίους ἀποστόλους συνενεγκόντες ποτὲ, καὶ εἰς τὸ παρανομώτατον ἑαυτῶν στήσαντες βουλευτήριον, ἐξελαύνειν μὲν τῆς Ἱερουσαλὴμ ἐβουλεύοντο, κινδύνοις δὲ τοῖς ἐσχάτοις ἀναγκάσαι προσομιλεῖν, ἀλλ' εἰς ἀνάμνησιν αὐτοὺς ψευδοδι δασκάλων ἐκάλει λέγων ὁ Γαμαλιήλ "Ἄνδρες Ἰσραηλῖται, "προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε "πράττειν. πρὸ γὰρ τῶν ἡμερῶν τούτων ἀνέστη Θευδὰς "λέγων τινὰ ἑαυτὸν εἶναι μέγαν, ᾧ προσεκλίθησαν αὐτῷ "ἀνδρῶν ἀριθμὸς ὡσεὶ τετρακόσιοι· ὃς ἀνῃρέθη, καὶ πάντες "ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. "μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις "τῆς ἀπογραφῆς, καὶ ἀπέστησε λαὸν ὀπίσω αὑτοῦ· κἀκεῖνος "ἀπώλετο, καὶ πάντες οἳ ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν." ὁρᾷς οὖν ἐν τούτοις ἀνενδοιάστως καὶ σαφῶς, ὡς οὐ περὶ τῶν ἁγίων προφητῶν, ἀλλὰ περὶ τῶν τὴν ἑτέραν ἐχόντων τάξιν τὰ τοιαῦτά φησιν ὁ Χριστὸς, ἵνα καὶ οὐχ ἑκόντας ἀναπείσῃ τοὺς Φαρισαίους μὴ ταῖς ἑαυτῶν ἀπονοίαις ἐπιτρέ πειν ἀβούλως τὸ δύνασθαι προξενεῖν αὐτοῖς, καὶ οὐχ ἑκόντος Θεοῦ, τὸ προεστάναι λαῶν, ἀλλὰ νεύματι τῷ θείῳ τὴν ἐφ' 2.216 ἅπασιν ἐξουσίαν παραχωρεῖν, καὶ διὰ τῆς ὄντως θύρας εἰστρέχειν ἐπείγεσθαι μᾶλλον, ἢ τοῖς συλῶσι παραπλησίως ἀλλαχόθεν ἀναβαίνειν ἐπιχειρεῖν εἰς τὴν τῶν προβάτων αὐλήν. Ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ἀπὸ τοῦ συμβαίνειν εἰωθότος εἰς θεωρίαν πνευματικὴν καθάπερ ἐξ ἱστορίας διαπλάττει τοῦ λόγου τὸ σχῆμα, καὶ μονονουχὶ τὰ ἐν ὀφθαλμοῖς ἡπλωμένα, καὶ οὐδὲν ἔχοντα χαλεπὸν εἰς κατάληψιν, εἰκόνα ποιεῖται τῶν ἀφανεστέρων. οἱ μὲν γὰρ κλέπται, φησὶ, καὶ λῃσταὶ τοῖς τῶν προβάτων σηκοῖς ἀνέδην προσβάλλοντες, διὰ μὲν τῆς θύρας οὐκ εἰσελαύνουσι, καταπηδῶντες δὲ ἀλλαχόθεν, καὶ τῆς αὐλῆς τὸ θριγκίον ὑπεραλλόμενοι, κινδυνεύουσιν. ἁλῶναι γὰρ δήπου καὶ σφόδρα εἰκὸς τὸν οὕτω λῃστεύοντα, καὶ ἀπερισκέπτως κακουργεῖν ᾑρημένον, οἱ δὲ δι' αὐτῆς τῆς θύρας εἰσβαίνοντες, ἀκινδυνοτάτην ποιοῦνται τὴν εἰσδρομὴν, οὐκ ἄσημοι δηλονότι τυγχάνοντες, ἀλλ' οὐδὲ ἄγνωστοι τῷ τῶν προβάτων δε σπότῃ. εἰστρέχουσι γὰρ ἀνοιγνύντος αὐτοῖς τοῦ ταῖς θύραις ἐφεστηκότος· ἀλλ' οἱ τοιοῦτοι, φησὶ, συνέσονται τοῖς προ βάτοις ἐν πολλῇ παῤῥησίᾳ νομιμωτάτην ὥσπερ καὶ ἀκά κουργον, καὶ τῆς ἐπὶ τὸ ληστεύειν ὑποψίας ἀπηλλαγμένην, τὴν εἰσβολὴν ποιησάμενοι. Οὗτος μὲν οὖν τῆς ἱστορίας ὁ τύπος· μεταβιβάζοντες δὲ τὸ ἐξ αὐτῆς ὑποδηλούμενον εἰς ὠφέλειαν πνευματικὴν ἐκεῖνό φαμεν, ὅτι οἱ μὴ διὰ θείας ἐπιτροπῆς τε καὶ γνώμης εἰς τὸ κατάρχειν λαῶν ἀναβαίνοντες, ὥσπερ εἰς τὸ διὰ θύρας εἰσελθεῖν παραιτούμενοι πάντως δήπου καὶ ἀπολοῦνται, 2.217 φησὶ, κρῖμα τὸ θεῖον ἐκβιαζόμενοι, κατά γε τῶν ἐγχειρη μάτων τὸν λόγον. οἱ δὲ θεόσδοτον λαχόντες ἡγεμονίαν, καὶ διὰ Χριστοῦ πρὸς τοῦτο βαδίζοντες, ἐν πολλῇ παῤῥησίᾳ καὶ χάριτι τῆς ἱερωτάτης κατάρξουσιν αὐλῆς, τοσοῦτον ἀφεστη κότες τῆς ἐπ' ἐκείνοις ὀργῆς, ὡς καὶ τιμὰς ἐντεῦθεν ἐκδέ χεσθαι, καὶ στεφάνους ἄνωθεν ἥξοντας ὅσον οὐδέπω καρα δοκεῖν, ἐπείπερ σκοπὸς αὐτοῖς διαλυμήνασθαι μὲν τοῖς προβάτοις κατά τι γοῦν οὐδαμῶς, ἐπωφελεῖν δὲ μᾶλλον αὐτὰ, καὶ τῷ τῆς ἀγέλης δεσπότῃ τὰ θυμήρη δρῶντας διὰ παντὸς διασώζεσθαι φιλεῖν τοῖς ὑπ' αὐτῷ γεγονόσι. θορυβεῖ δὲ σφόδρα καὶ διὰ τούτων ὁ Κύριος τοὺς ἀκαμπεῖς Φαρισαίους, ἥκιστα μὲν αὐτοὺς διασωθήσεσθαι λέγων, ἀπο πεσεῖσθαι δὲ πάντως τῆς ἐν ᾗπέρ εἰσιν ἀρχῆς, καὶ μάλα δικαίως, ἐπείπερ οὐ διὰ Θεοῦ, διὰ δὲ τῆς σφῶν αὐτῶν κακονοίας παγίως αὐτὴν ἕξειν ὑπολαμβάνουσιν. ἀλλά μοι καὶ διὰ τοῦτο θαυμάζειν ἐπέρχεται τὴν ἀσύγκριτον τοῦ Σωτῆρος φιλανθρωπίαν. "Οἰκτίρμων γὰρ ὄντως καὶ ἐλεή "μων ὁ Κύριος," προτιθεὶς μὲν ἅπασι τῆς σωτηρίας τὴν ὁδὸν, πολυτρόπως δὲ καλῶν ἐπ' αὐτὴν καὶ τὸ σφόδρα δυσήκοον καὶ ἀπεσκληκότα. ἔσται δέ μοι πάλιν ἀπὸ τοῦ πράγματος ἡ τῶν εἰρημένων ἀπόδειξις. ἐπειδὴ γὰρ οὔτε διὰ θαυμάτων, οὔτε μὴν πόθῳ τῷ πρὸς ἐλπίδα καὶ δόξαν ὁρῶντι τὴν μέλλουσαν, ἀναπείθει τὸν Φαρισαῖον τὸν παρ' αὐτοῦ προσήκασθαι λόγον, ἐπ' ἐκεῖνο βαδίζει γοργῶς, ἐφ' ᾧπερ ἦν μάλιστα θορυβουμένους εἰκὸς, ὡς ἐξ ἀφύκτου λοιπὸν ἀνάγκης εἰς εὐπείθειαν ὁρᾶν. τῆς γὰρ ἐκ τοῦ καθη γεῖσθαι δόξης μεταποιουμένους εἰδὼς, καὶ οὐκ ἐν τοῖς τυχοῦσι τὸ ἐντεῦθεν λογίζεσθαι κέρδος ἐσπουδακότας, ἀπογυμνοῦσθαί φησι, καὶ ἐρήμους ἔσεσθαι παντελῶς τοῦ σφόδρα τετιμη 2.218 μένου, καὶ μετὰ χεῖρας ὄντος αὐτοῖς, εἰ μὴ τὴν ταχίστην ἑαυτοὺς μεταστήσαντες ἐπὶ τὸ θέλειν ὑπακούειν αὐτῷ τῆς παρ' αὐτοῦ φειδοῦς ἀπολαύσειαν. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι. Θύραν ἑαυτὸν εἶναι φάσκοντος τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ ἐπ' αὐτῷ κεῖσθαι διδάσκοντος τὸ καὶ εἰσκο μίζειν οὓς ἂν βούλοιτο τυχὸν, ἔξω τε μένειν ἐᾶν τὸν ἀνεπι τήδειον καὶ πρὸς τὸ ποιμαίνειν ἀτεχνέστατον, ἔτι τε πρὸς τούτοις, καὶ λῃστὰς καὶ κλέπτας ἀποκεκληκότος τοὺς οἵπερ ἦσαν αὐτόμολοι πρὸς τὴν οὐ δοθεῖσαν αὐτοῖς ἄνωθεν χάριν, διελογίζοντο πάλιν οἱ δείλαιοι Φαρισαῖοι τίς ἄρα ὑπάρχων οὑτοσὶ πρὸς τοσαύτην ἄνεισι παῤῥησίαν, ἐκείνοις ὢν τάχα καὶ αὐτὸς ἐναρίθμιος, ὧν καταιτιᾶται τὴν ἄφιξιν· ψευδοποι μένα γὰρ ᾤοντο καὶ ψευδεπιστάτην καὶ αὐτὸν ὡς ἐξ οἰκείας ἀναδεδεῖχθαι γνώμης, οὐχ ὅτι Θεὸς ὢν γέγονεν ἄνθρωπος κατὰ τὸ ἀρχαιότατον κήρυγμα τῆς θεοπνεύστου γραφῆς. εἰκὸς δὲ δὴ καὶ συλλέξαντας τὴν ἀληθῆ γνῶσιν περὶ αὐτοῦ καθάπερ τι τῶν δυσαχθῶν ταῖς ἀπειθείαις ἀποφορτίζεσθαι, εἰς μόνα δὲ βλέπειν τὰ καθ' ἡδονὴν αὐτοῖς καὶ τὰ διὰ φροντίδος κείμενα· ταῦτα δὲ ἦν τὸ λαῶν ἡγεῖσθαι καὶ παρ' αὐτὸ χρηματίζεσθαι. ἐπεὶ τοίνυν ἔγνω ταῦτα διενθυμου μένους, ἢ καὶ ἀλλήλοις ψιθυρίζοντας, οὐ περιμείνας τὴν παρ' αὐτῶν ἐμφανεστέραν κατάῤῥησιν, ἀπολογεῖται πρε πόντως, καὶ ἐξ αὐτῶν χρῆναι τῶν πραγμάτων δοκιμάζεσθαι διισχυρίζεται, τίς μὲν ὁ ποιμὴν, τίς δὲ ὁ κλέπτης ἐστὶ, δυσδιάκριτον γεμὴν τὸ τοιοῦτον οὐδαμῶς εἶναί φησιν, ὅταν τις τὸν ἑκάστου περιαθρήσῃ σκοπόν τε καὶ τρόπον. Ὁ μὲν 2.219 γὰρ κλέπτης ἔρχεται, φησὶν, ἐπὶ λύμῃ θρεμμάτων, τῆς τοῦ λῃστεύειν ἐπιθυμίας ταύτην ἐχούσης ἀναμφιλόγως τὴν ἔκ βασιν· ὁ δὲ ἀγαθὸς ὄντως ποιμὴν ἐπ' οὐδενὶ μὲν ἀφίξεται τῶν δεινῶν εἰς τὴν τῶν προβάτων αὐλὴν, κατορθώσων δὲ μᾶλλον αὐτοῖς τὸ λυσιτελοῦν, καὶ ἅπερ ἂν νοοῖτο πρὸς πολλῆς αὐτοῖς ὠφελείας ἔσεσθαι, ταῦτα συντόνως ἐξεργα σόμενος. Ἡκέτω τοιγαροῦν ὡς ἐξ ἑτέρας εἰκόνος ἐπὶ τὸ ἀληθέ στερον ἡ τοῦ λόγου δύναμις, καὶ ἀθρείτω πάλιν ὁ Φαρι σαῖος, τί μὲν ὡς ψευδοποιμένες καὶ ψευδοδιδάσκαλοι τοῖς παρ' αὐτῶν πεφενακισμένοις προὐξένησαν τότε, τίνα δὲ δώσων ἀφίκετο Χριστὸς, ἢ πρὸς ποίαν ἡμᾶς ἀνοίσων εὐημερίαν. οὐκοῦν οἱ ψευδηγορεῖν οὐ παραιτησάμενοί ποτε, καὶ τὸ ἀπεστάλθαι παρὰ Θεοῦ πλασάμενοι, προφητεύσαντές τε κατὰ τὸ γεγραμμένον "ἀπὸ καρδίας αὐτῶν, καὶ οὐκ ἀπὸ "στόματος Κυρίου," καὶ πρὸς τούτοις ἔτι Θευδᾶς τε ἐκεῖνος καὶ ὁ Γαλιλαῖος Ἰούδας ἀποστήσαντες "λαὸν ὀπίσω" αὐτῶν, τοῖς συναπαχθεῖσι συνδιεφθάρησαν· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὴν αἰώνιον ἡμῖν προξενήσων ζωὴν, ἐξ ἀγάπης τῆς εἰς ἡμᾶς παραγέγονεν. ὧν δὲ ἐναντίος ὁ σκοπὸς, καὶ ὁ τῆς ἀφίξεως τρόπος τοσοῦτον ἐξηλλαγμένος, πῶς οὐκ ἐναντία καὶ γνώμη καὶ ἐπιτήδευμα; οὐκοῦν ἀπὸ τῆς τῶν πραγμάτων ποιότητος δοκιμάζεσθαι χρῆναί φησι τίνες μὲν ἂν εἶεν ἐκεῖνοι, τίς δὲ πάλιν αὐτός. ἦν γὰρ οὕτως ἀναπεῖσαι μηδὲν ἀπηχὲς περὶ αὐτοῦ φρονεῖν ἔτι τοὺς ἡγου μένους, ἕνα τῶν ψευδοποιμένων ὑπάρχειν οἰομένους αὐτὸν, ἢ καὶ τῶν ἀλλαχόθεν ἀναβαινόντων εἰς τὴν τῶν προβάτων αὐλὴν, θύραν δὲ μᾶλλον καὶ εἰσαγωγέα καὶ ποιμένα Χριστὸν ἐληλυθέναι γεμὴν, οὐχ ἵνα μόνην ἔχωσι ζωὴν τὰ πρόβατα, φησίν· ἀλλά τι καὶ περιττόν· πρὸς γὰρ τῷ ἀναβιῶναι τοὺς 2.220 εἰς αὐτὸν πιστεύοντας, καὶ τὸ ἐν πᾶσιν ἔσεσθαι τοῖς ἀγαθοῖς ἐλπὶς οὐκ ἀμφίλογος. εἰκὸς δὲ ὅτι τὸ περισσὸν καὶ αὐτῆς τῆς ζωῆς, τουτέστι, τὸ πλέον ἤτοι τὸ τιμιώτερον, τὴν τελεωτάτην τοῦ Πνεύματος μέθεξιν εἶναί φησιν, εἰ καὶ σφόδρα περιε σταλμένως. τὸ μὲν γὰρ ἀναβιῶναι κοινὸν ἁγίοις τε καὶ ἁμαρτωλοῖς, Ἕλλησί τε καὶ Ἰουδαίοις καὶ ἡμῖν αὐτοῖς· "̓Αναστήσονται γὰρ οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς "μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ," κατὰ τὴν ἀψευδῆ τοῦ Σωτῆρος ὑπόσχεσιν. τὸ δὲ ἐν μεθέξει γενέσθαι τοῦ Ἁγίου Πνεύματος, οὐκέτι πᾶσι κοινὸν, ἀλλὰ πρὸς τῇ ζωῇ περιττὸν καὶ ὡς ἐν τάξει πλείονος τοῦ κοινῇ πᾶσιν ὑπάρξαντος, μόνοις ἀπονεμηθήσεται τοῖς διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένοις· σημανεῖ δὲ καὶ τοῦτο ὁ θεῖος ἡμῖν Παῦλος λέγων "Ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες "μὲν κοιμηθησόμεθα, οὐ πάντες δὲ ἀλλαγησόμεθα, ἐν "ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλ "πίσει γὰρ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἐγερθήσονται ἄφθαρ "τοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα·" πάντες μὲν γὰρ ἐκ νεκρῶν ἀναστήσονται, διὰ τὸ πάσῃ δεδόσθαι τῇ φύσει διὰ τὴν τῆς ἀναστάσεως χάριν· καὶ ἐν ἑνὶ τῷ Χριστῷ, τῷ ἐξ ἀρχῆς καὶ πρώτῳ καταλύσαντι τοῦ θανάτου τὸ κράτος, καὶ εἰς ζωὴν ἐνεργηθέντι τὴν διηνεκῆ, ὁ κοινὸς τῆς ἀνθρωπότητος ὅρος καὶ πρὸς ἀφθαρσίαν ἀναμορφούμενος, καθάπερ οὖν ἐν Ἀδὰμ ἐν ἑνὶ πάλιν καὶ πρώτῳ πρὸς θάνατον καὶ φθορὰν καταδικαζό μενος. ἀλλὰ πολλή τις κατ' ἐκεῖνο καιροῦ τῶν ἀνισταμένων ἡ διαφορὰ, καὶ πολύ τι τὸ διαλλάττον εὑρεθήσεται. οἱ μὲν γὰρ ἐν πίστει τῇ εἰς Χριστὸν ἀναπαυσάμενοι, καὶ τὸν ἀῤῥα βῶνα τοῦ Πνεύματος κατὰ τὸν καιρὸν τῆς μετὰ σώματος 2.221 ζωῆς κομισάμενοι τελεωτάτην ἐναποκομιοῦται τὴν χάριν, καὶ ἀλλαγήσονται πρὸς δόξαν κομιζόμενοι τὴν παρὰ Θεοῦ. οἱ δὲ ἀπειθήσαντες τῷ Υἱῷ καὶ τὴν περίβλεπτον ἀντιμισθίαν παρ' οὐδὲν ποιησάμενοι, διελεγχθήσονται αὐτοῦ πάλιν φωνὴν, μόνον τὸ ἀναβιῶναι τοῖς ἄλλοις συγκληρωσάμενοι, τῆς οὕτω μακρᾶς ἀπειθείας ἀποτίσουσι δίκας. κατοιχήσονται γὰρ εἰς ᾅδου κολασθησόμενοι, καὶ ἀνόνητον ἕξουσιν ὑστεροβουλίαν. ἔσται γὰρ, φησὶν, ἐκεῖ ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Προεπιδείξας εὖ μάλα καὶ σαφῶς ὅσα τοῖς ἀρχαιοτέροις ἡ τῶν ψευδοπροφητῶν, ἤτοι ψευδοποιμένων, ὑπόκρισις διε λυμήνατο, ἐμφανῆ τε καταστήσας τῆς ἑαυτοῦ παρουσίας τὰ κατορθώματα, καὶ ἐξ αὐτῆς ἤδη τῆς τῶν προβάτων συγκρί σεως τὴν νικῶσαν ἀπενεγκάμενος, καὶ ταῖς ἐξ ἀληθείας στεφανούμενος ψήφοις, εἰκότως ἀναφθέγγεται τό Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. μάτην οὖν ἄρα φησὶν ἐκεῖνα κατ' ἐμοῦ διεσκέπτεσθε, ἐγκαλεῖν δὲ οὐκ ἔχοντες ὡς κατά τι γοῦν ὅλως παραχαράττειν ἐθέλοντι τὸ τοῖς προβάτοις λυσιτελὲς, τοῖς τοῦτο δρᾶν εἰωθόσιν ἐπαριθμεῖν οὐ κατεναρκήσατε, τὸν δὲ ἀληθῶς ἀγαθὸν, πονηρὸν εἶναί φατε, καὶ τὸ δύνασθαι κρίνειν ὀρθῶς ἐφ' ἑκάστῳ πράγματι κατὰ τὴν τοῦ νομοθέτου διάταξιν ἐκ τοῦ φιλαυτεῖν ζημιούμενοι. οὐκοῦν ὡς ἀδίκους, ὡς ἀλογήσαντας κομιδῇ τῶν διὰ Μωυσέως, ὡς ἠγνοηκότας τῆς ἐπιδημίας αὐτοῦ τὸν σκοπὸν, ἐλέγχει τοὺς ἡγουμένους, ἵνα δὴ λοιπὸν καὶ ἀληθεύων ἐπ' αὐτοῖς ὁ προφήτης Ἡσαΐας εὑρίσκηται. "Οὐαὶ γὰρ, φησὶν, οἱ λέγοντες τὸ πονηρὸν "καλὸν καὶ τὸ καλὸν πονηρὸν, οἱ λέγοντες τὸ γλυκὺ πικρὸν "καὶ τὸ πικρὸν γλυκὺ, οἱ τιθέντες τὸ φῶς σκότος καὶ τὸ 2.222 "σκότος φῶς." ἢ γὰρ οὐχὶ τοῦτο δρῶντες ἁλώσονται, τὸ κατὰ ἀλήθειαν φῶς, τουτέστι, τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τιθέντες εἰς σκότος, διὰ τοῦ τὸν ἀγαθὸν ἡμῶν ποιμένα τοῖς ψευδωνύμοις ποιμέσιν οὐ παραιτεῖσθαι συν τάττειν, καὶ τάχα τῆς ἐκείνων τιμῆς ὀπίσω πέμπειν ἀπο τολμᾶν; τοὺς μὲν γὰρ τὸν θεῖον ἑαυτοῖς ἐπιφημίζοντας λόγον, καὶ τῷ τῆς προφητείας ὀνόματι καταληΐζεσθαι μὲν μελετήσαντας τῶν ἀγελαίων τὸν νοῦν, καὶ ὁδοῦ μὲν τῆς πρὸς ἀλήθειαν ὑπεκκλέπτοντας, ἀποβουκολοῦντας δέ ποι πρὸς τὸ δοκοῦν αὐτοῖς, καὶ οὐχὶ πάντως Θεῷ, διὰ πολλῆς εἶχον αἰδοῦς οἱ καὶ τότε δοκοῦντες κρατεῖν. Σαμέας γοῦν ὁ Σαλαμίτης τοῖς παρὰ Θεοῦ λόγοις τὴν ἐξ ἑαυτοῦ ψευδομυ θίαν ἀντιτιθεὶς, τῆς Ἱερεμίου δόξης κατεθρασύνετο. ὁ μὲν γὰρ ἦν ἐν δεσμοῖς, ὁ δὲ τὴν παρὰ Σεδεκίου τιμὴν, γέρας εἶχε τῆς ψευδηγορίας. Φαρισαῖοι δὲ νῦν οἱ δείλαιοι πολὺ τῆς ἐκείνων δυσσεβείας ἰόντες ἐπέκεινα, καὶ ἀσχημονοῦντες νεανικώτερον, οὐδὲ τὸ ὑπάρξαν τοῖς ψευδοδιδασκαλήσασιν ἀπονέμουσι τῷ Χριστῷ. τί γὰρ δὴ καί φασι περὶ αὐτοῦ πρὸς τοὺς ἥδιστα τὸν παρ' αὐτοῦ λόγον ἐπακροωμένους; "∆αιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε;" διὰ γάρ τοι τοῦτο καὶ αὐτὸς διὰ τοῦ προφήτου φησὶν Ἡσαΐου περὶ αὐτῶν "Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ· δείλαιοί "εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, "αὐτοὶ δὲ κατελάλησαν κατ' ἐμοῦ ψευδῆ." καὶ πάλιν "Πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν δι' ἀπαιδευσίαν "γλώσσης αὐτῶν." πῶς γὰρ οὐχ ἁπάσης ἄξιοι δίκης οἱ γλῶτταν οὕτω δριμεῖαν ἀνοήτως ἐπασκήσαντες, ὡς ἐκεῖνα φάναι τολμῆσαι κατὰ Χριστοῦ, ἅπερ ἡμῖν μὲν οὐδαμῶς, μόνοις δὲ ἁρμόσει τοῖς κατ' αὐτοὺς ἀκοῆς τε τῆς σφῶν εἴσω ποιήσασθαι, καὶ ῥιψοκινδύνως εἰπεῖν; 2.223 Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ δὲ μισθωτὸς καὶ οὐκ ὢν ποιμὴν, οὗ οὐκ ἔστι τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει· ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἀντιπαραθεὶς ἐντέχνως ταῖς τινῶν γλωσσαλγίαις καὶ ἀθέσμοις τολμήμασι τὴν ἐκ τῶν ἰδίων ἔργων φαιδρότητα, καὶ λῃστὰς μὲν ἐκείνους καὶ κλέπτας καὶ καταπηδῶντας ἀλλαχόθεν εἰς τὴν τῶν προβάτων αὐλὴν, ἑαυτὸν δὲ ποιμένα τὸν ὄντως ἀγαθὸν, ἀποφήνας τε καὶ ὀνομάσας, ἐπ' αὐτοὺς ἤδη μεταχωρεῖ τοὺς τῶν Ἰουδαίων καθηγητὰς, καὶ τῆς τῶν Φαρισαίων ἡγεμονίας ἀμείνω δεικνύει τὴν ἑαυτοῦ. ποιεῖται δὲ πάλιν ἀπὸ συγκρίσεως φανερωτάτην αὐτοῖς τὴν ἀπό δειξιν. ἀντιπαρεξάγει γὰρ ὥσπερ ταῖς παρ' αὐτῶν ῥᾳθυμίαις γρήγορσίν τε καὶ ἀγάπην τὴν ἐξ ἑαυτοῦ, καὶ πεφροντικότας μὲν τῆς ἀγέλης οὐδὲν ἐξελέγχει πάλιν, ἑαυτῷ γεμὴν ἥκειν εἰς τοῦτο τὴν ὑπὲρ αὐτῆς φροντίδα φησὶν, ὡς καὶ τῆς ἅπασι φιλαιτάτης ὑπερφρονῆσαι ψυχῆς. ὁρίζει δὲ ὥσπερ κατὰ τίνα δοκιμάζεσθαι προσήκοι τρόπον ποιμένα τὸν ἀγαθὸν, καὶ αὐτὴν γὰρ χρῆναι μὴ κατοκνεῖν προέσθαι τὴν ψυχὴν διορί ζεται τῆς τῶν ποιμνίων σωτηρίας ὑπερμαχόμενον, ὃ δὴ καὶ τετέλεσται διὰ Χριστοῦ. ἀπεσκίρτησε μὲν γὰρ τῆς πρὸς Θεὸν ἀγάπης ὁ ἄνθρωπος, ἀπονεύσας εἰς ἁμαρτίαν, ἐξῳκίσθη διὰ τοῦτο τῆς ἱερᾶς τε καὶ θείας αὐλῆς, τῶν τοῦ παραδείσου περιβόλων φημὶ, καὶ ταύτην νοσήσας τὴν συμφορὰν τῷ πρὸς ἁμαρτίαν φενακίσαντι διαβόλῳ, καὶ θανάτῳ τῷ ἐξ ἁμαρτίας ἀναβλαστήσαντι, πικροῖς ὄντως καὶ ἀγοητεύτοις κατεσαγηνεύθη λύκοις. ἐπειδὴ δὲ ποιμὴν ἀγαθὸς ἐφ' ἅπαντας ἀνεδείχθη Χριστὸς, ἔθηκεν ὑπὲρ ἡμῶν τὴν ψυχὴν τῇ τῶν 2.224 ἀτιθάσων θηρίων ξυνωρίδι μαχόμενος, σταυρὸν ὑπέμεινε δι' ἡμᾶς ἵνα θανάτῳ νεκρώσῃ τὸν θάνατον, κατεκρίθη τε δι' ἡμᾶς ἵνα τῆς ἐπὶ τῷ πλημμελεῖν κατακρίσεως πάντας ἐξέ ληται, καταργήσας διὰ τῆς πίστεως τὴν τυραννήσασαν ἁμαρτίαν, καὶ "προσηλώσας τὸ καθ' ἡμῶν χειρόγραφον τῷ "ἰδίῳ σταυρῷ," καθὰ γέγραπται. οὐκοῦν ὁ μὲν τῆς ἁμαρτίας πατὴρ ὡς "πρόβατα ἐν ᾅδῃ" ἔθετο θανάτῳ ποιμανεῖν ἡμᾶς ἐπιτρέψας, κατὰ τὸ ἐν ψαλμοῖς εἰρημένον. ἀπέθανε δὲ δι' ἡμᾶς ὁ ἀγαθὸς ὄντως ποιμὴν, ἵνα τῆς ἀφεγγοῦς τοῦ θανάτου χειᾶς ἐξελὼν τοῖς οὐρανίοις συναγελάζεσθαι παρασκευάσῃ χοροῖς, καὶ ἀντὶ σηκῶν τῶν εἰς πυθμένας ἀβύσσου καὶ μυχοὺς θαλάσσης κειμένων, τὰς ἄνω καὶ παρὰ Πατρὶ χαρίσηται μονάς· διὰ τοῦτο καὶ πρὸς ἡμᾶς που φησί "Μὴ φοβοῦ, τὸ "μικρὸν ποίμνιον, ηὐδόκησε γὰρ ὁ Πατὴρ δοῦναι ὑμῖν τὴν "βασιλείαν." ἀλλ' ἐν τούτοις μὲν τὰ διὰ Χριστοῦ· ἴδωμεν δὲ τὰ ἐκείνων ἐν τίσιν. οὐκοῦν ἕτερον μὲν οὐδὲν ὄντως ἁλώσονται τῷ γε ὄμμασιν ὀρθοῖς τὰ ἐπ' αὐτοῖς διευκρινου μένῳ ἢ μισθωτοὶ καὶ ψευδοποιμένες καὶ δειλοὶ καὶ προδόται καὶ ὀκνηροὶ, λόγον μὲν οὐδένα τῆς τῶν προβάτων ὠφελείας πεποιημένοι πώποτε, τὸ δὲ ἡδύ πως καὶ ἑκάστῳ δοκοῦν πανταχόθεν ἐκπορίζειν σπουδάζοντες. μισθωτοὶ γὰρ ἦσαν, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, οὐκ ἦν αὐτῶν ἴδια τὰ πρόβατα, μᾶλλον δὲ τοῦ Χριστοῦ τοῦ μισθώσαντος κατὰ τὴν ἀρχὴν, καὶ ἐπὶ τιμαῖς ταῖς ἀνωτάτω χειροτονήσαντος ἐπιστάτας τοῖς Ἰουδαίων λαοῖς τοὺς ἱερουργούς· ἀλλὰ τὴν οὕτω λαμπρὰν καὶ ..... τῆς τῶν θρεμμάτων αὐλῆς ἀφει δήσαντες παντελῶς, προὔδωκαν τῷ λύκῳ τὰ πρόβατα, καὶ 2.225 ὅπως ἢ τίνα τρόπον ἐροῦμεν ἐπιτομώτερον. ἐν μὲν γὰρ τοῖς ἀρχαιοτέροις καιροῖς, μόνον ἐπεγράφετο βασιλέα τὸν Θεὸν ὁ πολύχους τῶν Ἰουδαίων λαὸς, αὐτῷ τὸ δίδραχμον, αὐτῷ θυσίας ἐτέλει, καὶ ὥσπερ τινὰ δασμὸν, τὴν ἐν νόμῳ προσ εκομίζετο πολιτείαν. ἀλλ' ἦλθεν ἐπ' αὐτὸν καθάπερ τις ἄγριος λύκος ἑτερογενὴς ἄνθρωπος, δουλείας ἐπιθεὶς ὄνομά τε καὶ πρᾶγμα, καὶ βασιλείας ἀνθρωπίνης ἐπιῤῥίπτων ζυγὸν, μετακομίζεσθαί πως ἐπαναγκάζων εἰς ἔκνομόν τε καὶ ἀήθη ζωὴν, φόρους ἐξαιτῶν, τῆς ὑπὸ Θεῷ βασιλείας ἀποσυλῶν. ἦν γὰρ δὴ καὶ ἀνάγκη τοῖς εἰς τοῦτο ταλαιπωρίας κατεῤῥαγ μένοις τοῖς τοῦ κρατοῦντος ὑπείκειν θεσμοῖς· ἧκεν ὁ ἀλλο γενὴς ἀφιστὰς μὲν ἀρχὴν τὴν παρὰ Θεοῦ, τουτέστι, τὴν ἱερᾶσθαι λαχοῦσαν φυλὴν, ᾗ τὸ κρίνειν καὶ τὸ δικάζειν ἐπετέτραπτο παρὰ Θεοῦ, μετατιθεὶς πάντα καὶ βιαζόμενος, ἑαυτὸν τοῖς νομίσμασιν ἐνσημαίνεσθαι ποιῶν, καὶ πᾶν εἶδος ἐπάγων πλεονεξίας. πρὸς τὴν οὕτως ἀφόρητον ὕβριν οὐκ ἠγρύπνησαν οἱ ποιμένες. εἶδον τὸν λύκον ἐρχόμενον, καὶ τὴν ἀγέλην ἀφέντες ἀπέδρασαν, οὐ γὰρ ἦν αὐτῶν ἴδια τὰ πρόβατα, οὐκ ἐκάλεσαν τὸν ἐπαμῦναι δυνάμενον, τὸν διασώ σαντα μὲν ἐκ Βαβυλωνίων, ἀνατρέψαντα δὲ τὸν Ἀσσύριον, τὸν ἀνελόντα διὰ χειρὸς ἀγγέλου "ἑκατὸν καὶ ὀγδοήκοντα "πέντε χιλιάδας" τῶν ἀλλογενῶν. ὅτι δὲ ἠδίκησεν οὐ μικρῶς καὶ παρέλυσεν εἰς εὐλάβειαν τοὺς ἐξ Ἰσραὴλ τὸ παραδέξασθαι τὴν ὀθνείων ἀρχὴν, τὴν ὑπό γε τοῖς ἀλλο γενέσι φημὶ, καὶ ἐξ αὐτοῦ μαθήσῃ τοῦ πράγματος. Πιλάτου γάρ ποτε τοῖς Ἰουδαίοις τὸ παράλογον ἐξονειδίζοντος θράσος, ὅτε καὶ σταυροῦσθαι παρεκάλουν τὸν Κύριον, καὶ ἀκατα καλύπτως λέγοντος "Τὸν βασιλέα ὑμῶν σταυρώσω;" τότε 2.226 δὴ τότε τὴν ὑπὸ Θεῷ δουλείαν ἀποσεισάμενοι, καὶ τὰ τῆς ἀρχαίας δεσποτείας διαῤῥηγνύντες δεσμὰ, νέοις ὥσπερ προσεχώρουν ζυγοῖς, ἀνέδην ἀναφωνήσαντες "Οὐκ ἔχομεν "βασιλέα εἰ μὴ Καίσαρα." καὶ ταῦτα τοῖς ἡγουμένοις ὀρθῶς ἔχειν ἐδόκει, δρώμενά τε καὶ ἀναφωνούμενα· αὐτοῖς οὖν ἄρα τὰς ἐφ' ἅπασι τοῖς κακοῖς ἀναθετέον αἰτίας. κατα κρίνονται δὲ καὶ μάλα εἰκότως ὡς τῶν ποιμνίων προδόται, ὡς δειλοὶ καὶ ἄνανδροι καὶ φιλόμαχοι παντελῶς, καὶ ἀπαυ δήσαντες ὁλοκλήρως τὸ ὑπερασπίζειν καὶ ὑπερμάχεσθαι θέλειν τῶν ὑπὸ χεῖρα ποιμνίων. διὰ τοῦτο καὶ Θεὸς αὐτοὺς ἀπαιτιᾶται λέγων "Ὅτι οἱ ποιμένες ηὐφρονεύσαντο, καὶ τὸν "Κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ "νομὴ, καὶ διεσκορπίσθησαν." ἐξ αὐτῶν τοιγαροῦν ἀποδέ δεικται τῶν πραγμάτων, ὅτι ποιμὴν μὲν προβάτων ἀγαθὸς ὄντως ὁ Χριστὸς, οἱ δὲ φθόροι μᾶλλον ἢ ἀγαθοὶ ἐπαίνων τε τῶν ἐπὶ γνησιότητι πολὺ δὴ λίαν ἐξῳκισμένοι. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ἀνεσκίρτησε πάλιν ὡς τὴν νικῶσαν εὑρὼν, καὶ τὴν ἐπὶ τὸ χρῆναι προτάττεσθαι τῆς Ἰουδαίων ἀρχῆς ἀποκομισά μενος ψῆφον, οὐ ταῖς τινῶν μαρτυρίαις, ἀλλ' ἐξ αὐτῆς ἤδη τῆς τῶν πραγμάτων συνεξετάσεως ἀναφωνουμένην. ὅνπερ γὰρ τρόπον ἀντιπαραθεὶς τὰ οἰκεῖα τοῖς διὰ τῶν ψευδοπρο φητῶν κακουργήμασι, καὶ ἀμείνω δεικνὺς τῆς ἐκείνων ψευδο λογίας τῶν οἰκείων κατορθωμάτων τὴν ἔκβασιν· τοὺς μὲν γὰρ ἐπὶ μόνῳ τῷ κλέψαι καὶ θῦσαι καὶ ἀπολέσαι γενέσθαι φησὶν αὐτομόλους ἐπὶ τὸ ψεύδεσθαι, καὶ ἃ μὴ θέμις εἰπεῖν, ἑαυτὸν γεμὴν ἀφῖχθαι πρὸς τὸ μὴ μόνον ἔχειν ζωὴν, ἀλλὰ 2.227 καὶ περισσόν τι τὰ πρόβατα· καλῶς τε καὶ ὀρθῶς ἀνεφώνει τό Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, οὕτω κἀνθάδε τὸν ἀγαθὸν ὄντως ποιμένα διορισάμενος ἐν τῷ καὶ προθνήσκειν ἐπεί γεσθαι τῶν προβάτων, καὶ τὴν ψυχὴν προθεῖναι προθύμως ὑπὲρ αὐτῶν, τὸν δὲ μισθωτὸν καὶ ὀθνεῖον ἐπιστάτην καὶ δειλὸν καὶ φυγάδα, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων προειρηκὼς, ἐπείπερ ἑαυτὸν οἶδε καταθήσοντα τὴν ψυχὴν ὑπὲρ τῶν ποιμνίων, πάλιν εὐλόγως ἀναβοᾷ τό Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ἔδει γὰρ ἔδει πάντας νικᾶν τὸν ἐν πᾶσι πρωτεύοντα, ἵνα καὶ ἀληθὴς φανῆται πάλιν ὁ μελῳδὸς πρὸς αὐτόν που λέγων "Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς "ἐν τῷ κρίνεσθαί σε." Πρὸς δέ γε τοῖς εἰρημένοις κἀκεῖνο διασκεπτέον. οἶμαι γὰρ ἔγωγε τὰ πρὸς ὠφελείας ἐσόμενα πολλῆς τοῖς Ἰουδαίων λαοῖς παραθέντα τὸν Κύριον, μὴ μόνον ἐξ οἰκείων ῥημάτων, ἀλλὰ καὶ διὰ τῆς τῶν προφητῶν χρησμῳδίας ἀναπείθειν αὐτοὺς ἐπείγεσθαι τὰ εἰκότα φρονεῖν, καὶ εἰδέναι σαφῶς, ὡς αὐτὸς μέν ἐστιν ὁ ποιμὴν ὁ καλὸς, οἱ δὲ οὐκέτι· πόθεν; ἦν γὰρ οὐκ ἀπεικὸς ἐννοεῖν ὡς εἰ μὴ τοῖς παρ' αὐτοῦ καταπεί θονται λόγοις, ἀλλά γε τοῖς δι' ἐκείνων καὶ οὐχ ἑκόντες ἐνδώσουσι. λέγει τοίνυν τό Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, εἰς ἀνάμνησιν ὥσπερ τῶν εἰρημένων διὰ φωνῆς Ἰεζεκιὴλ τοῦ προφήτου τὴν τῶν Ἰουδαίων ἀνακομίζων διάνοιαν. λέγει γὰρ οὕτω περί τε Χριστοῦ καὶ τῶν καθηγεῖσθαι λαχόντων τῆς Ἰουδαίων ἀγέλης "Τάδε λέγει κύριος κύριος Ὦ ποιμένες "τοῦ Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐχὶ τὰ "πρόβατα βόσκουσιν οἱ ποιμένες; ἰδοὺ τὸ γάλα κατεσθίετε "καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε, καὶ τὰ 2.228 "πρόβατά μου οὐ βόσκετε. τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε, "καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε καὶ τὸ συντε "τριμμένον οὐ κατεδήσατε, καὶ τὸ πεπλανημένον οὐκ "ἐπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, καὶ τὸ "ἰσχυρὸν κατειργάσασθε μόχθῳ· καὶ διεσπάρη τὰ πρό "βατά μου διὰ τὸ μὴ εἶναι ποιμένας, καὶ ἐγενήθη εἰς "κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ, καὶ διεσπάρη τὰ "πρόβατά μου ἐν παντὶ ὄρει καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν, "καὶ ἐπὶ προσώπου πάσης τῆς γῆς, καὶ οὐκ ἦν ὁ ἐκζητῶν "οὐδὲ ἐπιστρέφων." εἷς γὰρ τοῖς Ἰουδαίων καθηγηταῖς ὁ σκοπὸς πρὸς μόνην ὁρᾶν τὴν φιλοκερδίαν, καὶ χρηματίζεσθαι μὲν ταῖς παρὰ τῶν ὑπηκόων προσαγωγαῖς, δασμούς τε συλλέγειν, καὶ τὰ ὑπὲρ νόμον διατάσσειν, τοῦ δέ γε λυσι τελήσειν μέλλοντος, ἢ καὶ τοῦ διασώζειν ἰσχύοντος τοὺς ὑπὸ χεῖρα λαοὺς, μηδένα ποιεῖσθαι λόγον. διὰ τοῦτο πάλιν ἐπ' αὐτοῖς οὕτω φησὶν ὁ καλὸς ὄντως ποιμήν "Τάδε λέγει "Κύριος κύριος Ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας, καὶ ἐκζητήσω "τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀποστρέψω "αὐτοὺς τοῦ μὴ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ βοσκή "σουσιν ἔτι οἱ ποιμένες αὐτά· καὶ ἐξελοῦμαι τὰ πρόβατά "μου ἐκ τοῦ στόματος αὐτῶν, καὶ οὐκ ἔτι ἔσονται αὐτοῖς "εἰς κατάβρωμα." καὶ πάλιν μεθ' ἕτερα "Καὶ ἀναστήσω "ἐπ' αὐτοὺς ποιμένα ἕνα καὶ ποιμανεῖ αὐτοὺς, τὸν δοῦλόν "μου ∆αυεὶδ, καὶ ἔσται αὐτῶν ποιμὴν, καὶ ἐγὼ Κύριος "ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ ∆αυεὶδ ἄρχων ἐν μέσῳ αὐτῶν· "ἐγὼ Κύριος ἐλάλησα. καὶ διαθήσομαι τῷ ∆αυεὶδ διαθήκην 2.229 "εἰρήνης, καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς, καὶ "κατοικήσουσιν ἐν τῇ ἐρήμῳ καὶ ὑπνώσουσιν ἐν τοῖς "δρυμοῖς. καὶ δώσω αὐτοὺς περικύκλῳ τοῦ ὄρους μου, καὶ "δώσω τὸν ὑετὸν ὑμῖν, ὑετὸν εὐλογίας, καὶ τὰ ξύλα τοῦ "πεδίου δώσουσι τὸν καρπὸν αὐτῶν, καὶ ἡ γῆ δώσει τὸν "καρπὸν αὐτῆς." οὐκοῦν ἐν τούτοις εὖ μάλα καὶ σαφῶς, ὅτι μὲν τῆς τῶν Ἰουδαίων ἡγεμονίας ἐκστήσεται τῶν Φαρισαίων ἡ ἀνοσία πληθὺς διαγορεύει Θεὸς, ὅτι δὲ μετ' ἐκείνους ἐπι στατήσει ταῖς λογικαῖς τῶν πιστευόντων ἀγέλαις ὁ ἐκ σπέρματος ∆αυεὶδ τὸ κατὰ σάρκα Χριστὸς ἀναφανδὸν ὡρίσατο. διαθήκην γὰρ εἰρήνης συντέτακται δι' αὐτοῦ, τὸ εὐαγγελικὸν δηλονότι καὶ θεσπέσιον κήρυγμα πρὸς φιλίαν ἡμᾶς ἀναφέρον τὴν ὡς πρὸς Θεὸν, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν περιποιοῦν. δι' αὐτοῦ τε πάλιν ὁμοίως ὁ τῆς εὐλογίας ὑετὸς, τουτέστιν, ἡ τοῦ Πνεύματος ἀπαρχὴ καρπο φόρον ὥσπερ τινὰ γῆν ἀποτελοῦσα τὴν ἐν ᾗπερ ἂν γένοιτο ψυχήν. ἐπειδὴ δὲ τοῖς μὲν προβάτοις οὐ μετρίως οἱ Φαρι σαῖοι διελυμήναντο, καταβόσκοντες μὲν οὐδαμῶς, καταλω βᾶσθαι δὲ μᾶλλον αὐτὰ πολλαχῶς ἐπιτρέποντες, διέσωσε δὲ ὁ Χριστὸς, καὶ τῆς ἄνωθεν εὐλογίας ἐδείχθη καὶ δοτὴρ καὶ πρόξενος, εἰκότως ἀναφαίνεται τοῦθ' ὅπερ ἐστὶν ὁμολογῶν Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Σκανδαλιζέσθω δέ μοι μηδεὶς, εἰ δοῦλον ἀπεκάλεσεν ὁ Θεὸς καὶ Πατὴρ τὸν ἐκ σπέρματος ∆αυεὶδ γενόμενον ἄν θρωπον, καίτοι κατὰ φύσιν ὄντα Θεὸν καὶ Υἱὸν ἀληθινὸν, ἐννοείτω δὲ μᾶλλον, ὅτι τεταπείνωκεν ἑαυτὸν μορφὴν δούλου λαβών. πρεπόντως ἄρα τῇ ληφθείσῃ μορφῇ κέκληται παρὰ τοῦ Θεοῦ καὶ Πατρός. 2.230 9Καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά· καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα.9 Ἀπεριεργότερον μὲν ἐπὶ τούτῳ φαίη τις ἂν ἕτερον οὐδὲν βεβουλῆσθαι κατασημῆναι τὸν Κύριον, ἢ ὅτι σαφὴς μὲν αὐτὸς ἔσται τοῖς ἑαυτοῦ, καὶ τοῖς εἰς αὐτὸν πιστεύουσιν ἀταλαίπωρον χαριεῖται τὴν περὶ αὐτοῦ γνῶσιν, ἐπιγνώσεται δὲ καὶ αὐτὸς τοὺς ἰδίους, οὐκ ἀνόνητον δηλονότι τὸ γινώ σκεσθαι καθιστὰς τοῖς τοῦτο δὴ λαχοῦσι. τί γὰρ ἐροῦμεν τὸ ἄμεινον τοῦ γινώσκεσθαι Θεῷ; ἐπειδὴ δὲ πικροτέραν ἐφ' ἑαυτῷ τὴν βάσανον ἐξαιτεῖ πως τὸ εἰρημένον διὰ τὸ προσ κεῖσθαι μάλιστα Καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα· φέρε πρὸς τοιαύτην ἴωμεν τοῦ προκειμένου τὴν ἔννοιαν. οὐ γὰρ, οἶμαι, τὶς ἐρεῖ τῶν ἐῤῥωμένον ἐχόντων τὸν νοῦν κατισχύσαι τῶν ὄντων τινὰ τοιαύτην δύνασθαι λαβεῖν περὶ Χριστοῦ τὴν γνῶσιν, ὁποίαπερ ἂν εἴη τυχὸν ἡ ἐν τῷ Θεῷ καὶ Πατρὶ περὶ αὐτοῦ. μόνος γὰρ οἶδεν ὁ Πατὴρ τὸ ἴδιον γέννημα, γινώσκεται δὲ ὑπὸ μόνου τοῦ ἰδίου γεννή ματος. "Οὐδεὶς γὰρ οἶδε τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, οὐδ' αὖ "τὸν Πατέρα τις οἶδε τί ἐστιν εἰ μὴ ὁ Υἱὸς," κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. ὅτι μὲν γὰρ Θεὸς ὁ Πατὴρ καὶ Θεὸς ὁμοίως ἀληθινὸς ὁ Υἱὸς, ἴσμεν τε καὶ πεπιστεύκαμεν· τὸ δὲ τί κατ' οὐσίαν ἐστὶν ἡ ἄῤῥητος φύσις, ἀνέφικτον παντελῶς ἡμῖν τε καὶ τοῖς ἄλλοις λογικοῖς κτίσμασι. πῶς οὖν ἰσο μέτρως εἰσόμεθα τῷ Πατρὶ τὸν Υἱόν; ἀθρητέον γὰρ ὅπως ἐπιγνώσεσθαι μὲν αὐτὸς ἡμᾶς διισχυρίζεται, ἐπιγνωσθή σεσθαι δὲ παρ' ἡμῶν ὡς οἶδεν αὐτὸς τὸν Πατέρα καὶ ὁ Πατὴρ αὐτόν. Οὐκοῦν ἐπεξεργαστέον καὶ τίνα τοῖς εἰρημένοις ἐφαρμό σωμεν θεωρίαν, οὐκ ἀπὸ τοῦ προκειμένου φέρουσαν σκοποῦ· 2.231 ζητητέον δὲ, τό γε ἧκον εἰς νοῦν ἐγὼ μὲν οὐκ ἀποκρύψομαι, τοῖς γεμὴν ἐθέλουσιν ἔστω παραδεκτόν. οἶμαι γὰρ ὅτι τὴν γνῶσιν ἐν τούτοις οὐχ ἁπλῶς τὴν εἴδησιν λέγει, δέχεται δὲ μᾶλλον ἀντὶ τῆς οἰκειότητος, ἤτοι τῆς κατὰ γένος καὶ φυσικῆς, ἢ τῆς ὡς ἐν μεθέξει χάριτος καὶ τιμῆς. γνωστοὺς οὖν ἔθος ἀποκαλεῖν τοῖς Ἑλλήνων παισὶν οὐχ ὅπως τοὺς κατὰ τὰ γένους οἰκείους μόνον, ἀλλὰ καὶ ὁμαίμους ἀδελ φούς. ὅτι δὲ καὶ ἡ θεία γραφὴ γνῶσιν οἶδε τὴν οἰκειότητα, διὰ τούτων εἰσόμεθα. λέγει γάρ που Χριστὸς περὶ τῶν οὐδαμόθεν οἰκειωθέντων αὐτῷ "Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ "τῇ ἡμέρᾳ· τῇ τῆς κρίσεως δηλονότι· Κύριε Κύριε, οὐ τῷ "σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν, καὶ δαιμόνια "ἐξεβάλομεν; τότε ὁμολογήσω αὐτοῖς, ὅτι ἀμὴν λέγω ὑμῖν "ὅτι οὐδέποτε ἔγνων ὑμᾶς." ἀλλ' εἴπερ ἡ γνῶσις μόνην ἡμῖν κατασημαίνει τὴν εἴδησιν, πῶς ἠγνόησε τῶν ὄντων τινὰς ὁ πάντα ἔχων "γυμνὰ καὶ τετραχηλισμένα τοῖς "ὀφθαλμοῖς αὐτοῦ," καθὰ γέγραπται· ὁ καὶ "πρὶν γενέ "σεως τὰ πάντα εἰδώς;" οὐκοῦν ἀνόητον κομιδῇ, μᾶλλον δὲ ἤδη καὶ δυσσεβὲς, τὸ ἀγνοῆσαί τινας ὑποτοπῆσαι τὸν Κύριον, οἰησόμεθα δὲ μᾶλλον εἰπεῖν αὐτὸν ὡς οὐδαμόθεν τὴν οἰκειότητα τὴν πρὸς αὐτὸν καὶ σχέσιν ἐπάγονται. οὐκ οἶδα γὰρ, φησὶ, γεγονότας ἐραστὰς ἀρετῆς, οὐ τὸν ἐμὸν τιμήσαντας λόγον, ἀλλ' οὐδὲ συναφθέντας ἐμοὶ διὰ πράξεων ἀγαθῶν. ἀκολούθως τοῖς ἄνω νοήσεις καὶ ἐπὶ τοῦ πανσόφου Μωυσέως, ὅταν πρὸς αὐτὸν λέγῃ Θεός "Οἶδά σε παρὰ "πάντας, καὶ χάριν εὗρες παρ' ἐμοῦ," ἀντὶ τοῦ ἐν οἰκειότητι τῇ ὑπὲρ πάντας ἐτέθης παρ' ἐμοὶ, καὶ πολλὴν ἐπορίσω τὴν χάριν. καὶ οὐκ ἀναιροῦντες τὸ καὶ εἰς εἰδήσεως δύναμιν τὴν γνῶσιν λαμβάνεσθαι τὰ τοιαῦτά φαμεν, ἀλλὰ τρόπον τοῖς 2.232 θεωρήμασιν ἐπινοοῦντες τὸν πρεπωδέστερον. οὐκοῦν Γινώσκω φησὶ τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα· ἀντὶ τοῦ προσοικειω θήσομαι τοῖς προβάτοις τοῖς ἐμοῖς, οἰκειωθήσεται δέ μοι τὰ πρόβατα τὰ ἐμὰ, κατὰ τοῦτον τὸν τρόπον καθ' ὃν ἐμοὶ μὲν οἰκεῖός ἐστιν ὁ Πατὴρ, ἐγὼ δὲ αὖ πάλιν οἰκεῖός εἰμι τῷ Πατρί. ὅνπερ γὰρ τρόπον οἶδεν ὁ Θεὸς καὶ Πατὴρ γνησίαν ἔχων ὠδῖνα τὸν ἴδιον Υἱὸν καὶ καρπὸν τῆς οὐσίας αὐτοῦ, οἶδε δὲ πάλιν ὁ Υἱὸς Πατέρα κατὰ ἀλήθειαν ἔχων τὸν Θεὸν, ἅτε δὴ γεννητὸς ὑπάρχων ἐξ αὐτοῦ, κατὰ τὸν αὐτὸν καὶ ἡμεῖς τρόπον προσοικειωθέντες αὐτῷ, γένος αὐτοῦ χρηματί ζομεν καὶ κεκλήμεθα τέκνα, κατὰ τὸ εἰρημένον παρ' αὐτοῦ "̓Ιδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός." γένος δὲ καὶ γνήσιον ἐσμὲν καὶ χρηματίζομεν τοῦ Υἱοῦ, καὶ δι' αὐτὸν τοῦ Πατρὸς, ἐπείπερ ὑπάρχων ἐκ Θεοῦ Θεὸς Μονογενὴς ἄνθρωπος γέγονε, τὴν αὐτὴν ἡμῖν φύσιν ἀναλαβὼν, εἰ καὶ δίχα πάσης ἁμαρτίας. ἐπεὶ πῶς "γένος ἐσμὲν τοῦ Θεοῦ," κατὰ τίνα δὲ τρόπον "θείας φύσεως κοινωνοί;" οὐ γὰρ ἐν μόνῳ τῷ ἐθελῆσαι Χριστὸν εἰς οἰκειότητα λαβεῖν ἡμᾶς τὸ τῆς καυχήσεως ἔχομεν μέτρον, ἀλλ' ἐπαληθεύεται πᾶσιν ἡμῖν ἡ τοῦ πράγματος δύναμις. θεία μὲν γὰρ φύσις ὁ τοῦ Θεοῦ Λόγος καὶ μετὰ σαρκὸς, ἡμεῖς δὲ γένος αὐτοῦ, καίτοι κατὰ φύσιν ὄντος Θεοῦ, διὰ τὸ τὴν αὐτὴν ἡμῖν σάρκα λαβεῖν. οὐκοῦν ἐμφερὴς ὁ τῆς οἰκειότητος τρόπος. ὡς γὰρ ᾠκείωται μὲν αὐτὸς τῷ Πατρὶ, ᾠκείωται δὲ διὰ τὴν ταυτό τητα τῆς φύσεως ὁ Πατὴρ αὐτῷ, οὕτω καὶ ἡμεῖς αὐτῷ καθὸ γέγονεν ἄνθρωπος, καὶ αὐτὸς δὲ ἡμῖν. δι' αὐτοῦ δὲ ὡς διὰ μεσίτου τῷ Πατρὶ συναπτόμεθα. μεθόριον γὰρ ὥσπερ τι θεότητός τε τῆς ἀνωτάτω καὶ ἀνθρωπότητός ἐστιν ὁ Χρι στὸς, ἐν ταὐτῷ τε ὢν ἀμφότερα, καὶ οἷον συνέχων ἐν ἑαυτῷ 2.233 τὰ τοσοῦτον διῳκισμένα, καὶ συνάπτεται μὲν ὡς φύσει Θεὸς τῷ Θεῷ καὶ Πατρὶ, ἀνθρώποις δὲ πάλιν ὡς κατ' ἀλήθειαν ἄνθρωπος. Ἀλλ' ἴσως ἐρεῖ τις Οὐχ ὁρᾷς, ὦ οὗτος, ὅποι ποτὲ πάλιν ὁ σὸς ἀποκινδυνεύει λόγος; εἰ γὰρ καθὸ γέγονεν ἄνθρωπος γινώσκειν αὐτὸν οἰησόμεθα τὰ αὐτοῦ, τουτέστιν, ἐλθεῖν εἰς οἰκειότητα τῶν προβάτων αὐτοῦ, τίς ἔξω μένει τῆς ἀγέλης; ἔσονται γὰρ οἰκεῖοι σύμπαντες καθὸ καὶ ἄνθρωποι καθάπερ αὐτός. τί οὖν ἐν τῷ λέγειν ἔτι τὸ περισσόν Τὰ ἐμά; τί δὲ τοῖς ὄντως αὐτοῦ τὸ ἐξαίρετον; εἰ γὰρ πάντες οἰκεῖοι διὰ τὴν ἤδη προειρημένην αἰτίαν, τί τοῖς γνωρίμοις ἔσται τὸ πλεῖον; Πρὸς τοῦτό φαμεν, ὅτι κοινὸς μὲν ἅπασι καὶ τοῖς ἐγνω κόσιν αὐτὸν καὶ τοῖς ἀγνοήσασιν ὁ τῆς οἰκειότητος τρόπος· γέγονε γὰρ ἄνθρωπος, οὐ χαριζόμενος ἀνὰ μέρος τισὶ, τισὶ δὲ οὐκέτι, ἀλλ' ὅλην πεσοῦσαν ἐποικτείρας τὴν φύσιν. ὀνήσει δὲ οὐδὲν ὁ τῆς οἰκειότητος τρόπος τοὺς διὰ τῆς ἀπειθείας ὑβρίζοντας, ἀπονεμηθήσεται δὲ μᾶλλον καθάπερ γέρας ἐξαίρετον τοῖς ἀγαπῶσιν αὐτόν. ὅνπερ γὰρ τρόπον ὁ τῆς ἀναστάσεως λόγος διήκει μὲν ἐπὶ πάντας, διὰ τὴν τοῦ Σωτῆρος ἀνάστασιν, ὅλην ἑαυτῷ συνανιστῶντος τὴν ἀν θρώπου φύσιν, ὠφελήσει δὲ οὐδὲν τοὺς φιλαμαρτήμονας· κατοιχήσονται γὰρ εἰς τὸν ᾅδην, ἐπὶ μόνῳ τῷ χρῆναι κολάζεσθαι τὸ ἀναβιῶναι δεχόμενοι· τοῖς γεμὴν τὸν ἐξαί ρετον ἠσκηκόσι βίον πρὸς ὠφελείας ἔσται πολλῆς· ἐπὶ γὰρ μετουσίᾳ τῶν ὑπὲρ νοῦν ἀγαθῶν λήψονται τὴν ἀνάστασιν· κατὰ τοῦτον οἶμαι τὸν τρόπον τὸν τῆς οἰκειότητος λόγον ἥκειν μὲν ἐπὶ πάντας πονηρούς τε καὶ ἀγαθοὺς, μὴ μὴν ἐν ἴσῳ πᾶσιν ὑπάρχειν, ἀλλὰ τοῖς μὲν πιστεύουσιν εἰς αὐτὸν συγγενείας ἀληθοῦς καὶ τῶν ταύτῃ χρεωστουμένων ἀφορ μὴν, τοῖς δὲ μὴ τοιούτοις ἀχαριστίας τε καὶ ἀνοσιότητος 2.234 ἔγκλημα χαλεπώτερον. καὶ ταῦτα μὲν ἐπὶ τούτοις ἡμεῖς· διανοείσθω δέ τις τὰ τελεώτερα. Ἐπιτηρητέον δὲ γεμὴν ὅπως ἐστὶν ἀληθής τε ὁμοῦ καὶ ἀσφαλὴς ὁ λόγος, οὐ γὰρ διαφορήσας περὶ αὐτῶν ὁρᾶται, ἀλλ' ἐν τάξει τῇ οἰκείᾳ καὶ πρεπωδεστάτῃ τῶν πραγμάτων ἕκαστα τιθείς. οὐ γὰρ ἔφη Γινώσκει με τὰ ἐμὰ καὶ γινώσκω τὰ ἐμὰ, ἀλλ' ἑαυτὸν ἐγνωκότα πρότερον εἰσφέρει τὰ ἴδια πρόβατα, εἶθ' οὕτως γνωσθήσεσθαί φησι παρ' αὐτῶν. ἐκληφθείσης δὲ τῆς γνώσεως ἐπὶ μὲν τῆς εἰδήσεως, ὥσπερ οὖν ἐλέγομεν ἐν ἀρχῇ, τοιῶσδέ πως νοήσεις Οὐχ ἡμεῖς αὐτὸν ἐπεγνώκαμεν πρῶτοι, ἐπέγνω δὲ ἡμᾶς πρῶτον αὐτός. καὶ γοῦν ὁ Παῦλος τοῖς ἐξ ἐθνῶν ἐπιστέλλων τοιοῦτόν τι φησί "∆ιὸ μνημονεύετε ὑμεῖς τὰ ἔθνη ἐν σαρκὶ οἱ λεγόμενοι "ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειρο "ποιήτου, ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ ἀπηλλο "τριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν δια "θηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν "τῷ κόσμῳ· νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ οἱ ποτὲ ὄντες "μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ." ἐξ ἀμετρήτου γὰρ ἡμερότητος ἑαυτὸν τοῖς ἔθνεσι προσαγήοχεν ὁ Χριστὸς, καὶ προέγνω μᾶλλον ἢ ἐγνώσθη παρ' ἡμῶν. εἰς δέ γε τὴν οἰκειότητα καὶ συγγένειαν νοουμένης τῆς γνώσεως, πάλιν ἐκεῖνό φαμεν Οὐχ ἡμεῖς ἠρξάμεθα τοῦ πράγματος, ἀλλ' ὁ ἐκ Θεοῦ Θεὸς Μονογενής· οὐ γὰρ ἡμεῖς ἐπεδραξάμεθα τῆς ὑπὲρ φύσιν θεότητος, ἀλλ' αὐτὸς ὁ φύσει Θεὸς σπέρματος Ἁβραὰμ ἐπελάβετο, καθά φησιν ὁ Παῦλος, καὶ γέγονεν ἄνθρωπος, ἵνα τοῖς ἀδελφοῖς ὁμοιωθεὶς κατὰ πάντα, χωρὶς ἁμαρτίας, πρὸς οἰκειότητα λάβῃ τὸν οὐκ ἔχοντα ταύτην ἐξ ἑαυτοῦ, τουτέστι, τὸν ἄνθρωπον. οὐκοῦν 2.235 ἀναγκαίως αὐτὸς ἡμᾶς προεγνωκέναι φησὶν, εἶθ' οὕτως ἡμᾶς αὐτόν. Καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Ὡς ὑπὲρ οἰκείων ἤδη καὶ συγγενῶν ηὐτρέπισται μὲν εἰς τὸ παντὶ μὲν ὑπερασπίζειν τρόπῳ, καὶ κατεπαγγέλλεται καὶ προκινδυνεύειν μὲν ἑτοίμως, συνιστὰς ἐν ταὐτῷ διὰ τῆς ἐπαναλήψεως ὅτι περ αὐτὸς ὄντως ἐστὶν ὁ ποιμὴν ὁ καλός. οἱ μὲν γὰρ τοῖς λύκοις ἀνέντες τὰ πρόβατα, καὶ δειλοὶ καὶ μισθωτοὶ διὰ τοῦτο καὶ μάλα κατωνομάσθησαν, ὁ δὲ ἐπεί περ ἔγνω τοσοῦτον αὐτῶν ὑπεραγωνίσασθαι δεῖν, ὡς μηδὲ αὐτὸν καταναρκῆσαι τὸν θάνατον, εὐλόγως ἂν δὴ νοοῖτο ποιμὴν ὁ καλός. λέγων δὲ ὅτι τίθημι τὴν ψυχήν μου ὑπὲρ τῶν προβάτων, ἐπείπερ εἰμὶ ὁ ποιμὴν ὁ καλὸς, ὑποπλήττει τὸν Φαρισαῖον, καὶ δίδωσί πως ἐννοεῖν ὅτι τοσοῦτον ἐμπαροι νήσει ποτὲ, καὶ εἰς τοῦτο μανίας τῆς ἐπ' αὐτῷ κληθήσεται, ὡς θανάτῳ περιβαλεῖν ὃν ἥκιστα μὲν τοῦτο πάσχειν ἐχρῆν, ἐπαίνου δὲ μᾶλλον παντὸς ἀξιοῦσθαι καὶ θαύματος αὐτῶν τε ὧν εἰργάζετο χάριν, καὶ τῆς ἐν τῷ ποιμαίνειν εὐτεχνοῦς ἐπιστήμης. Σημειωτέον γεμὴν ὅτι τὸν ὑπὲρ ἡμῶν καὶ δι' ἡμᾶς θάνατον οὐκ ἀκούσιον ὑπέμεινεν ὁ Χριστὸς, ἐθελοντὴς δὲ πρὸς τοῦτο βαδίζων ὁρᾶται, καίτοι ῥᾷστα τὸ πάσχειν δια δράναι δυνάμενος, εἰ μὴ βούλοιτο παθεῖν. οὐκοῦν τὸ τῆς εἰς ἡμᾶς ἀγαπήσεως κάλλος καὶ τὸ τῆς ἡμερότητος ὑπερφυὲς, ἐν τῷ καὶ ἑκόντα παθεῖν ὑπὲρ ἡμῶν ὀψόμεθα. 2.236 Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. Πολυτρόπως τὸν ἄτακτον περικροτεῖ Φαρισαῖον· ὅτι μὲν γὰρ τῆς τῶν προβάτων ἐπιστασίας ὅσον οὐδέπω παρωσθή σεται, κατάρξει δὲ μᾶλλον αὐτὸς καὶ καθηγήσεται, διὰ πολλῶν ὑπεμφαίνει λόγων. ὑποσημαίνει δὲ ὅτι τοῖς ἐξ Ἰσραὴλ εὐγνωμονεστέροις τὰς ἐκ τῶν ἐθνῶν ἀναμίξας ἀγέλας, οὐ μόνης ἡγεμονεύσει τῆς Ἰουδαίων, ἀλλ' ἤδη καὶ εἰς ὅλην διατενεῖ τὴν γῆν τῆς ἑαυτοῦ δόξης τὸ φῶς, καὶ καλέσει πρὸς θεογνωσίαν τοὺς ἁπανταχόσε λαοὺς, οὐκ ἐν μόνῃ τῇ Ἰουδαίᾳ γνωστὸς εἶναι καταδεχόμενος, ὥσπερ οὖν ἐν ἀρχαῖς, ἁπάσῃ δὲ μᾶλλον τῇ ὑπ' οὐρανὸν προτιθεὶς εἰς ἀπόλαυσιν τῆς ἀληθοῦς θεογνωσίας τὴν ἐπιστήμην. ὅτι δὲ παιδαγωγὸς εἰς εὐσέβειαν τοῖς ἔθνεσιν ἀνεδείχθη Χριστὸς, ἐκμάθοι τις ἂν καὶ λίαν εὐκόλως· μεστὴ γὰρ ἡ θεόπνευστος γραφὴ τῶν ἐπὶ τούτῳ μαρτυριῶν, καὶ ἦν μὲν ὡς ἔοικε παρα τρέχειν οὐκ ἀπεικὸς ἀνέντα τοῖς εὐμαθεστέροις τὴν ἐπὶ τούτῳ ζήτησιν· παραθεὶς δ' οὖν ὅμως δύο τῶν προφητῶν ἢ τρεῖς περὶ τούτου λόγους ἐρῶ πάλιν τὰ ἐφεξῆς. φησί που τοίνυν ὁ Θεὸς καὶ Πατὴρ περὶ αὐτοῦ "Ἰδοὺ μαρτύριον ἔθνεσι "δέδωκα αὐτὸν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν." διε μαρτύρατο γὰρ τοῖς ἔθνεσιν ὁ Χριστὸς μάθημα δοὺς τὸ σωτήριον, καὶ δι' ὧν ἀνασώζεσθαι χρῆν ἀνυποστόλως εἰπών. μελῳδὸς δὲ ὁ θεῖος καθάπερ εἰς θίασον ἕνα τοὺς ἁπανταχόσε καλῶν, καὶ πρὸς οὐράνιον ἑορτὴν συναγείρεσθαι τὴν ὑφ' ἡλίῳ κελεύων "Πάντα τὰ ἔθνη, φησὶ, κροτήσατε χεῖρας, "ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως." ἀλλ' εἴ τῳ δοκοίη καὶ τῆς οὕτω λαμπρᾶς καὶ ἀοιδίμου πανηγύρεως 2.237 πολυπραγμονεῖν τὴν αἰτίαν, εὑρήσει λέγοντα σαφῶς "Ὅτι "βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλλετε συνετῶς, ἐβασί "λευσεν ὁ Θεὸς ἐπὶ πάντα τὰ ἔθνη." καὶ αὐτὸν δέ που τὸν Κύριον ἐν ἰδίοις λόγοις εἰσαγήοχε πᾶσιν ὁμοῦ τοῖς ἔθνεσι τὸ εὐαγγελικὸν περιαγγέλλοντα κήρυγμα· ἐν γὰρ τῷ ὀγδόῳ καὶ τεσσαρακοστῷ λέγει ψαλμῷ "Ἀκούσατε πάντα τὰ ἔθνη, "ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, οἵ τε "γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος "καὶ πένης. τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη "τῆς καρδίας μου σύνεσιν." τί γὰρ ἐρεῖ τις τῶν εὐαγγε λικῶν παιδευμάτων εἶναί τι σοφώτερον, τί δὲ οὕτως ἐν συνέσει λαληθὲν εὑρήσομεν ὡς μάθημα τὸ διὰ Χριστοῦ; οὐκοῦν· ἐπανήξει γὰρ ὁ λόγος εἰς τὸ ἀπ' ἀρχῆς· ὅτι τοῖς ἐξ Ἰσραὴλ ἐπιστρέφουσι συναγελασθήσεται τῶν ἐθνῶν ἡ πλη θὺς, προαγορεύει σαφῶς. ἀλλὰ τοῦ δὴ χάριν, φαίη τις ἂν τὴν ἐν τῷ προκειμένῳ διάνοιαν πικρότερον ἐρευνῶν, τοῖς Ἰουδαίων ἡγουμένοις προσδιαλεγόμενος [ὁ Σωτὴρ], καὶ πρὸς ἄνδρας μίσει καὶ φθόνῳ διακεκαυμένην ἔχοντας τὴν καρδίαν λαλῶν, ἀποκαλύπτει μυστήρια; τί γὰρ, εἰπέ μοι, τοὺς τοιούτους ἐχρῆν ὅτι τῶν ἐθνῶν κατάρξει μαθεῖν, καὶ ὅτι τὰ ἔξω τῆς Ἰουδαίας πρόβατα ταῖς ἰδίαις αὐλαῖς ἐνσηκιεῖ; τί οὖν ἐροῦμεν πρὸς τοῦτο, τί δὲ ἀπολογισόμεθα; οὐχ ὡς φίλοις ἀνακοινοῦται μυστήρια, ἀλλ' οὐδὲ εἰκαίαν αὐτοῖς ποιεῖται τὴν ἐπὶ τούτοις ἐξήγησιν· ἀλλ' ἐπείπερ ὠφελήσων ἠπίστατο, ὅσον ἐφ' ἑαυτῷ· τοῦτο γὰρ ἦν τὸ προκείμενον, εἰ καὶ τῶν ἀκροωμένων δυσάλωτος κομιδῇ καὶ πρὸς εὐπείθειαν οὐκ εὐχερὴς ὑπάρχων ὁ νοῦς διέμεινεν ἀκαμπής. ἐπειδὴ δὲ τήν τε Μωυσέως συγγραφὴν καὶ τὰ τῶν ἁγίων προφητῶν 2.238 μηνύματα διεγνωκότας ἠπίστατο, πολὺς δὲ καὶ μακρὸς παρὰ τοῖς προφήταις ὁ λόγος, ὅτι καὶ τὰ ἔθνη πρὸς θεογνωσίαν σαγηνεύσει Χριστὸς, διὰ τοῦτο σημεῖον αὐτοῖς ὥσπερ τὸ πρᾶγμα τιθεὶς ἐναργέστατον ὡς αὐτὸς εἴη σαφῶς ὁ προηγ γελμένος, ὅτι καλέσει καὶ τὰ οὐκ ὄντα ἐκ τῆς Ἰουδαίων αὐλῆς πρόβατα διαῤῥήδην διισχυρίσατο, ἵνα λοιπὸν, ὥσπερ οὖν ἐλέγομεν ἀρτίως, αὐτὸν ὄντως ἐκεῖνον εἶναι πιστεύσειαν, ὃν καὶ ὁ τῶν ἁγίων ἀνδρῶν προεχρησμῴδει χορός. ∆ιὰ τοῦτό με ὁ Πατὴρ ἀγαπᾷ, ὅτι τίθημι τὴν ψυχὴν ἵνα πάλιν λάβω αὐτήν. Ὑπαντᾷ πολλάκις οὐ μόνον τοῖς ἤδη διὰ γλώττης ἐκπε φωνημένοις, ἀλλὰ καὶ τοῖς ἐν τῷ βάθει λογισμοῖς· Θεὸς γὰρ ὑπάρχων ἀληθινὸς, πάντων ἔχει σαφῆ τὴν ἐπίγνωσιν. δια γελώντων τοιγαροῦν τῶν ἀνοσίων Ἰουδαίων τὸν παρ' αὐτοῦ λόγον, καὶ ἐπείπερ εἰς τοσοῦτον τοῖς ἰδίοις προβάτοις συν αθλήσειν κατεπηγγέλλετο, καὶ σφόδρα προθύμως, ὡς καὶ προτεθνάναι λίαν ἑτοίμως ἔχειν, ληρεῖν οἰομένων ἤδη καὶ μαίνεσθαι δοκούντων αὐτὸν, ἀναγκαίως ἤδη λοιπὸν ἐξ ἀπαι δευσίας ὁμοῦ καὶ δυσσεβείας ἀμέτρου τῆς ἐνούσης αὐτοῖς διαγελῶντας ἐπιδεικνύει λόγοις τε καὶ πράγμασιν ἐπιτιμᾶν ἑλομένους ἃ πολλῆς οἶδε τιμῆς ἀξιοῦν ὁ Θεὸς καὶ Πατήρ. ἀγαπᾷ γάρ με διὰ τοῦτο, φησὶν, ὃ διὰ πολλὴν ἀσυνεσίαν πεποίησθε παρ' οὐδέν. πῶς οὖν οὐκ ἀλαζόνες καὶ δυσσεβείας ἁπάσης ἐντὸς, οἳ καταγέλαστον εἶναί φατε τὸ τῷ Θεῷ θυμηρέστατον; δίδωσι δέ πως αὐτοῖς καὶ διὰ τούτων ἐννοεῖν, ὅτι μεμίσηνται σφόδρα παρὰ Θεοῦ. εἰ γὰρ ἀγαπᾷ τὸν τιθέντα τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων τῆς ἐγχειρισθείσης ἀγέλης, ἀνάγκη δὴ πᾶσα νοεῖν, ὅτι βδελυρὸν ἡγήσεται τὸν 2.239 θεωροῦντα τὸν λύκον ἐρχόμενον, καὶ ἀνέντα μὲν τὴν ἀγέλην ἐπιπηδῶντι καὶ μαινομένῳ, τρεπόμενον δὲ πρὸς φυγὴν, ὁ δὴ καὶ δρῶντας ἐξήλεγχε τοὺς ἄρχειν λαχόντας τοῦ Ἰουδαίων λαοῦ, ἤτοι αὐλῆς. ἐν ταὐτῷ τοιγαροῦν καὶ θεομισεῖς καὶ ἀσεβοῦντας ἐλέγχει διὰ τοῦ μὴ καταφρίξαι γελᾶν τὸ παρὰ τῷ Θεῷ τιμιώτατον. ἠγαπῆσθαι γεμὴν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς διισχυρίζεται Χριστὸς, οὐχ ὅτι μόνον τίθησι τὴν ψυχὴν, ἀλλ' ὅτι τίθησιν ἵνα καὶ λάβῃ· ἐν γὰρ δή τοι μάλιστα τούτῳ τῶν εἰς ἡμᾶς κατωρθωμένων ἀγαθῶν διαλάμπει τὸ μέγεθος. εἰ γὰρ ἐτεθνήκει μὲν μόνον, μὴ ἐγήγερτο δὲ, τί τὸ πλέον ἦν ἔτι; κατὰ τί δ' ἂν τὴν φύσιν ὀνήσας ἐφάνη νεκρὸς σὺν ἡμῖν ἀπομείνας, ὑπὸ τὰ τοῦ θανάτου δεσμὰ καὶ ὑπὸ τῆς ἐπεισάκτου φθορᾶς ἀναμὶξ τοῖς ἄλλοις τυραννού μενος; ἐπειδὴ δὲ τέθεικεν Ἵνα καὶ λάβῃ, διέσωσεν ὅλην κατὰ τοῦτο τὴν φύσιν, καταργήσας τοῦ θανάτου τὸ κράτος, καὶ κτίσιν ἡμᾶς ἀναδείξει καινήν. Ἀγαπᾶται τοιγαροῦν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, οὐχ ὡς ἔξω τῆς ἀγάπης διαμένων, εἰ μὴ συνέβη τὸ καθ' ἡμᾶς· ἦν γὰρ ἀεὶ καὶ διὰ παντὸς ἀγαπώμενος. βαδιούμεθα δὲ πρὸς τὴν τοῦ λεγομένου κατάληψιν· τὰ φύσει προσόντα τισὶν, ἢ καὶ καθ' ἕξιν συμβαίνοντα, τότε δὴ μάλιστα χαριε στάτην ἔχει τὴν ἔκφανσιν, ὅταν ἄγηται πρὸς ἐνέργειαν. οἷον, τὸ πῦρ ἔχει φυσικῶς τὴν ἰδίαν ἐν ἑαυτῷ θερμότητα, ἀλλ' ὅταν ἐνεργῇ τι περὶ τὰς ὕλας, τότε δὴ μάλιστα πόση τις αὐτῷ καὶ ποία δύναμις ἐνυπάρχει διαγινώσκομεν. ὁμοίως ὁ γραμματικῆς τυχὸν, ἤγουν ἑτέρας τοιαύτης τινὸς ἐπιλαβό μενος ἐπιστήμης, οὐκ ἂν, οἶμαι, θαυμάζοιτο σιωπῶν, προτι θεὶς δὲ μᾶλλον εἰς γνῶσιν ἑτέροις τὸ τῆς ἐνούσης αὐτῷ μαθήσεως κάλλος. οὕτω τοιγαροῦν ἡ θεία τε καὶ ἄῤῥητος 2.240 φύσις ὅταν ἐνεργῇ τι τῶν ἰδίως ἀνακειμένων αὐτῇ, καὶ προσεῖναι πεφυκότων, τότε δὴ μάλιστα καὶ αὐτὴ παρ' ἑαυτῇ χαριεστέρα φαίνεται, ὁρᾶται δὲ οὕτω καὶ παρ' ἡμῖν. καὶ γοῦν ἡ σοφία φησὶν ἐν βιβλίῳ παροιμιῶν "Ἐγὼ ἤμην ᾗ "προσέχαιρε, καθ' ἡμέραν δὲ ηὐφραινόμην ἐν προσώπῳ "αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην "συντελέσας, καὶ ἐνηυφραίνετο ἐν υἱοῖς ἀνθρώπων." καίτοι τὸ χαρεῖν ἀεὶ πρόσεστι τῷ Θεῷ, καὶ τὸ ἀτελεύτητον ἐν θυμη δίαις· τὸ γὰρ λυποῦν ὅλως οὐδὲν τὸν ἁπάντων ἔχοντα τὴν ἐξουσίαν, ἀλλὰ προσέχαιρε τῇ ἰδίᾳ σοφίᾳ συντελέσας τὴν οἰκουμένην. εἰς ἔργον γὰρ ἐνεχθεῖσαν ὁρῶν τῆς ἑαυτοῦ σοφίας τὴν ἐνέργειαν, τότε δὴ μάλιστα χαίρειν ᾤετο δεῖν πλουσιώτερον. οὕτω τοιγαροῦν κἀνθάδε νοήσωμεν. ἀγάπη γὰρ ὑπάρχων ὁ Θεὸς καὶ Πατὴρ, κατὰ τὴν Ἰωάννου φωνὴν, καὶ οὐκ ἀγαθὸς ἁπλῶς, αὐτὸ δὲ μᾶλλον τὸ ἀγαθὸν, ἐπείπερ εἶδε τὸν ἴδιον Υἱὸν ὑπὲρ ἡμῶν τιθέντα διὰ τῆς εἰς ἡμᾶς ἀγάπης καὶ ἀσυγκρίτου χρηστότητος τῆς ἑαυτοῦ φύσεως ἀκριβεῖς ἀποσώζοντα τοὺς χαρακτῆρας, ἠγάπησεν εἰκότως, οὐ μισθὸν ὥσπερ τινὰ τῶν εἰς ἡμᾶς γεγονότων τὴν ἀγάπην αὐτῷ δωρούμενος, ἀλλ', ὥσπερ εἰρήκαμεν, τῆς οὐσίας τῆς ἑαυτοῦ τὸ γνήσιον ἐν Υἱῷ θεωρῶν, καὶ φύσεως ὥσπερ τισὶν ἀναγκαίοις τε καὶ ἀπαραιτήτοις ὁλκοῖς πρὸς τοῦτο καλού μενος. ὥσπερ οὖν εἴ τις καὶ τῶν καθ' ἡμᾶς ἐν ἰδίῳ τέκνῳ τυχὸν τῆς οἰκείας μορφῆς ἀκριβῆ τὸν χαρακτῆρα καταθεώ μενος, αἴρεται πρὸς ἐπίτασιν ἀγάπης ὅτε μάλιστα βλέπει· κατὰ τοῦτον οἶμαι τὸν τρόπον ὁ Θεὸς καὶ Πατὴρ ἀγαπῆσαι λέγεται τὸν ἴδιον Υἱὸν ὑπὲρ ἡμῶν τιθέντα τὴν ἰδίαν ψυχὴν καὶ αὖθις λαμβάνοντα. ἀγάπης γὰρ ἔργον τὸ καὶ παθεῖν 2.241 ἑλέσθαι, καὶ τοῦτο ἀδόξως, διὰ τὴν τινῶν σωτηρίαν, καὶ οὐχ ὅπως τεθνάναι μόνον, ἀλλὰ καὶ αὖθις τὴν τεθεῖσαν ψυχὴν λαβεῖν, ἵνα νεκρώσῃ τὸν θάνατον καὶ τὴν ἀπὸ τῆς φθορᾶς ἐλάσῃ κατήφειαν. ἀγαπητὸς οὖν ὑπάρχων ἀεὶ διὰ τὴν φύσιν, ἠγαπῆσθαι νοηθήσεται καὶ διὰ τῆς εἰς ἡμᾶς ἀγάπης καλῶν εἰς θυμηδίαν τὸν ἑαυτοῦ γεννήτορα· ἐπείπερ ἦν αὐτῷ κἀν τεῦθεν ὁρᾶν ἀθόλωτον παντελῶς καὶ ἀπαραποιήτως ἐκλάμ πουσαν τῆς ἑαυτοῦ φύσεως τὴν εἰκόνα. 2.243 λιβρι ῃιι φραγμεντα θυαε ρεπεριρι ποτυερυντ. Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. ΕΝΤΑΥΘΑ μέν τοι διδάσκει ὅτι οὐ μόνον ὑπῆρχεν ποιμὴν ἀγαθὸς κινδυνεύων ὑπὲρ τῆς ποίμνης, ἀλλὰ καὶ Θεὸς φύσει. διὸ οὐκ ἂν τὸν θάνατον ὑπέμεινεν, εἰ μὴ ἑκὼν διὰ τὸ ἔχειν θεοπρεπέστερον ἐξουσίαν τῆς οἰκονομίας ταύτης πολὺ τὸ χρήσιμον ἐχούσης ὑπὲρ ἡμῶν· καὶ διδασκούσης τῆς τοῦ λόγου ὑφῆς καὶ τοὺς Ἰουδαίους, ὅτι οὐδέποτε ἔμελλον αὐτοῦ περιγενέσθαι μὴ θελήσαντος. οὐ μόνον δὲ ἐπὶ τοῦ θεῖναι τὴν ψυχὴν, εἶπεν Ἐξουσίαν ἔχω, ἀλλ' ἐπὶ ἀμφοτέρων τοῦ τε θανάτου καὶ τῆς ἀναστάσεως τό Ἐξουσίαν ἔχω ἔθηκεν, ἵνα μὴ δυνάμεώς τε καὶ ἐνεργείας ἑτέρου φαίνηται τὸ κατόρθωμα 2.244 καθάπερ ὑπηρέτῃ καὶ ὑπουργῷ κατ' ἐπιτροπὴν αὐτῷ συγχω ρούμενον, ἀλλ' ἵνα φύσεως ἰδίας ἐπιδείξῃ καρπὸν τὸ καὶ αὐτῶν δύνασθαι κατεξουσιάζειν τῶν τοῦ θανάτου δεσμῶν, καὶ ἐφ' ὅπερ ἂν βούλοιτο μετατρέπειν εὐκόλως τῶν πραγ μάτων τὰς φύσεις, ὅπερ ἐστὶν ἴδιον ὄντως τοῦ κατὰ φύσιν Θεοῦ. τοῦτο οὖν βούλεται δεῖξαι, διὰ τοῦ λέγειν Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχὴν καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· ὅτι οὐ κελευσθεὶς ὡς δοῦλος ἢ ὑπηρέτης, ἀλλ' οὐδὲ ὡς ἐξ ἀνάγκης ἢ βιασθεὶς παρά τινων, ἀλλ' ἑκὼν ἦλθεν ἐπὶ τοῦτο. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρός μου. Ἵνα γὰρ μή τις εἴπῃ, ὅτι παρὰ τὴν τοῦ Υἱοῦ βούλησιν οὐ δύναται ὁ Πατὴρ λαβεῖν αὐτοῦ τὴν ψυχὴν, καὶ ἐκ τούτου στασιασμὸν καὶ διχόνοιαν εἰσαγάγῃ ἐν τῇ μιᾷ θεότητι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· δι' ὧν φησιν Ἔλαβον ἐντολὴν, συμφρονοῦντα καὶ συνθέλοντα πρὸς τοῦτο δείκνυσι καὶ τὸν Πατέρα, καὶ ὡς ἀπὸ μιᾶς γνώμης εἰς τοῦτο παρελθεῖν ὁμολογεῖ, εἰ καὶ αὐτός ἐστιν ἡ τοῦ Πατρὸς βουλή. ἁρμόσει δὲ τοῦτο καὶ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ. ἐν ἐντολῆς δὲ τάξει παρειλη φέναι λέγων τὸ δόξαν παρὰ τῷ Πατρὶ ὀρθῶς ἔχειν, οὐκ ἐλαττοῖ ἑαυτὸν τοῦ Πατρὸς ὢν φύσει Θεὸς, ἀλλὰ τὸ μὲν πρέπον τῇ ἐνανθρωπήσει τηρεῖ. πλὴν ὑπομιμνήσκει ὅτι αὐτός ἐστιν ὁ προφήτης περὶ οὗ εἶπεν ὁ Πατήρ "Ὅτι λαλήσει "καθότι ἂν ἐντείλωμαι αὐτῷ·" τὴν πρὸς τὸν Θεὸν καὶ Πατέρα κοινοβουλίαν, ὡς ἐντολὴν, δεδέχθαι λέγων. ὅπερ ἔλεγε πρὸς Ἰουδαίους πρὸς τὸ μὴ νομίζειν αὐτὸν παρὰ τὰ 2.245 τοῦ Πατρὸς λαλεῖν προστάγματα. εἰ δὲ προφήτην ὠνόμασε τὸν ἴδιον Υἱὸν ὁ Πατὴρ τὸν ὁμοούσιον, μὴ θορυβηθῇς· ὅτε γὰρ γέγονεν ἄνθρωπος, τότε ἡρμόσθη αὐτῷ καὶ τὸ τοῦ προφήτου ὄνομα, τότε καὶ ἐντολὰς αὐτῷ δεδόσθαι φαμὲν παρὰ τοῦ Πατρὸς οἰκονομικῶς. πλὴν ὁ λαμβάνων ἐντολὰς, οὐ κατὰ τοῦτο ἐλάττων ἢ ἀνόμοιός ἐστι τῆς τοῦ ἐντελλο μένου οὐσίας ἢ φύσεως, ὅπου γε καὶ ἄνθρωποι ἀνθρώποις ἐντέλλονται, καὶ ἄγγελοι ἀγγέλοις· καὶ οὐ διὰ τοῦτο ἑτερο φυεῖς ἢ ἐλάττονας τοὺς ἐπιταττομένους λέγομεν. οὐκοῦν οὔτε τοῦ Πατρὸς ὁ Υἱὸς ἐλάττων, εἰ καὶ γέγονεν ἄνθρωπος ἵνα γένηται ἡμῖν πάσης ὑπογραμμὸς ἀρετῆς· διὸ καὶ τοῦτο διδάσκει ὅτι χρὴ τοῖς γονεῦσιν ἐν πᾶσιν ὑπακούειν ἡμᾶς, εἰ καὶ τὸ ἴσον ἔχομεν κατὰ τὴν φύσιν. ἔστι δὲ ὅπου τὸ παρὰ τοῦ Πατρὸς λεγόμενον Ἐντελοῦμαι, δηλοῖ τό Ἀραρότως ποιήσω, ὡς ὅταν εἴπῃ "Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ "κακὰ, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν." πλὴν καὶ συγκαταβατικῶς ἔσθ' ὅτε λαλεῖ ὁ Υἱὸς, διὰ τὸ ἡμᾶς νοῆσαι ὡς ἔστι δυνατὸν τὰ ἄῤῥητα λόγια· ὅμως οὐ τὸ εἰπεῖν ὅτι Ἐντολὴν ἔλαβον, ποιεῖ μὴ εἶναι Θεὸν τὸν φύσει ὄντα Θεόν. ἢ οὖν λέγε Θεὸν, καὶ δίδου ὅσα τῇ θεότητι ἁρμόζει ἔχειν, ἢ λέγε αὐτὸν κτίσμα φανερῶς. οὐ γὰρ τὸ λαβεῖν ἐντολὴν, γυμνοῖ τῶν φυσικῶς τινι προσόντων. ἐπειδὴ δὲ ὅσα ὁ Πατὴρ ἐνετείλατο τῷ Υἱῷ ταῦτα λαλεῖ· καί φησιν "Ἐγὼ καὶ ὁ "Πατὴρ ἕν ἐσμεν," ἀνάγκη σε εἰπεῖν, ἤτοι ὅτι ἀληθεύειν ὁ Πατὴρ ἐνετείλατο τῷ Υἱῷ, ἢ ὅτι ψεύδεσθαι. ἃ γὰρ ἔλαβεν ὁ Υἱὸς ἐντολὴν λαλῆσαι, λαλεῖ· "Ὁ πέμψας με "γὰρ, φησὶ, Πατὴρ, ἐντολὴν ἔδωκε τί εἴπω καὶ τί λαλήσω." εἰ δὲ καὶ εἶπεν "Ὅτι ὁ Πατήρ μου μείζων μου ἐστὶν," οὐδὲν ἐναντίον. καθὸ μὲν γὰρ φύσει Θεὸς, ἴσος τῷ Πατρί· 2.246 καθὸ δὲ γέγονεν ἄνθρωπος καὶ ἐταπείπωσεν ἑαυτὸν, τὰ πρέποντα τῇ ἀνθρωποτητι λαλεῖ ῥήματα οἰκονομικῶς. ὅμως τὸ τῆς ἐντολῆς ὄνομα ἔξωθεν τῆς οὐσίας ὑπάρχον, οὐκ ἂν γένοιτο τῆς οὐσίας ἔγκλημα. οὐ γὰρ ἐν τῷ ἐντέλλεσθαι τὸν Πατέρα, τὸ εἶναί ἐστι τῷ Υἱῷ, οὐδὲ τοῦτο γένοιτό ποτε τῆς οὐσίας ὅρος. οἶδε τοίνυν ὁ Υἱὸς, ὡς βουλὴ καὶ σοφία τοῦ Πατρὸς, τὸ ἀραρότως κεκριμένον παρ' αὐτοῦ· εἰ δὲ ὡς ἐντολὴν δέχεται, μὴ θαυμάσῃς. ἀνθρωπίνοις γὰρ λόγοις τὰ ὑπὲρ λόγον σημαίνεται, καὶ τὰ ταῖς ἡμετέραις ἄῤῥητα φωναῖς κατεσπάσθη πρὸς τὸν λόγον τὸν ἐν ἡμῖν, ἵνα καὶ νοεῖν ἰσχύσωμεν. αἰτιασώμεθα τοίνυν, οὐ τὴν τοῦ πράγματος ἀτοπίαν, ἀλλὰ τὴν τῶν ῥημάτων ἀσθένειαν οὐ δυναμένων ἐφικέσθαι, καθ' ὃν ἔδει τρόπον, τῆς τῶν πραγμάτων ποιό τητος καὶ ἀκριβοῦς ἑρμηνείας. Σχίσμα πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους· ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν ∆αιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; ἄλλοι ἔλεγον Ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖξαι; Κάτεισι τοῦ Σωτῆρος ὁ λόγος εἰς τὰς τῶν ἀκροωμένων καρδίας, καὶ τρυφερωτέρας μὲν εὑρὼν μεταπλάττει παρα χρῆμα, καὶ πρὸς ἕξιν μεθίστησιν ἀγαθήν· σκληραῖς δὲ περιτυχὼν ἀπανίσταται καὶ ἀπονεύει τρόπον τινά. οὐκοῦν ὁ μὲν ἕτοιμόν πως εἰς εὐγνωμοσύνην ἔχων τὸν νοῦν, τὸν σωτήριον ἀσμένως παραδέξεται λόγον, ὁ δὲ μὴ τοιοῦτος, οὐκέτι. τοιοῦτόν τι συνέβη παθεῖν τοὺς Ἰουδαίων λαούς. ἐπειδὴ γὰρ τῶν τοῦ Σωτῆρος κατηκροάσαντο λόγων, κατα 2.247 σχίζονται πρὸς διχόνοιαν, καὶ οἱ μὲν αἰσθητικώτεροι, ῥέ πουσιν ἤδη πρὸς σωτηρίας ἀρχήν· οἱ δὲ σκληροὶ, νοσοῦσι χειρόνως, ἤπερ εἶχον ἐν ἀρχῇ. καταπλήττεται δὲ ὥσπερ ὁ θεσπέσιος Εὐαγγελιστὴς εἰ διὰ τούτους τοὺς λόγους συνέβη σχισθῆναι τοὺς Ἰουδαίων λαούς. ἐμφαντικώτατα γὰρ οἶμαι λέγειν αὐτὸν τὸ σκληρὸν τῶν ἀπειθησάντων θαυμάζοντα, ὅτι σχίσμα ἐγένετο διὰ τοὺς λόγους τούτους, δι' οὓς, φησὶν, ἔδει τοὺς Ἰουδαίους ἀκριβῶς πεισθῆναι ὅτι αὐτός ἐστιν ὁ Χριστός. τοσοῦτον ἦσαν οἱ τοῦ Σωτῆρος λόγοι θαυμαστοί. ἀλλὰ καὶ τούτων αὐτοῖς εἰρημένων οἷς εἰκὸς ἦν εἰς εὐπείθειαν σαγηνεύεσθαι καὶ τὸν σφόδρα δυσθήρατον, σχίσμα γέγονεν ἐν αὐτοῖς. ἀποθαυμάζει τοίνυν αὐτοὺς εἰς ἀναίσχυντον παρα κοὴν ἀνοσίως ἐκτετραμμένους. τοσούτῳ γὰρ οἶμαι κατηγο ρεῖσθαι δίκαιον, ὅσῳπερ ἂν εἰκότως ὁ παρὰ τοῦ Σωτῆρος ἡμῶν θαυμάζοιτο λόγος. ὁ μὲν οὖν ἐλάλει θεοπρεπῆ καὶ ἅπερ ὑπεραναβαίνει ἄνθρωπον· ἡ δὲ τῶν ὑπὲρ ἄνθρωπον λόγων λαμπρότης καὶ ἡ θεοπρεπὴς παῤῥησία πρὸς ἄκρατον ἀβουλίαν ἐξίστησι τοὺς πολλούς. καὶ ἐπείπερ ἦν ἔθος τοῖς ἀληθῶς δαιμονιζομένοις προχειρότατα δυσφημεῖν, ἅτε δὴ λελυττηκόσιν εὐκόλως καὶ συνέσεως ἁπάσης ἔξω κειμένοις, ᾤοντο δὲ τὸν Κύριον ἄνθρωπον εἶναι ψιλὸν, οὐκ ἐννοοῦντες, ὅτι Θεὸς ἦν φύσει, διὰ τοῦτο ὡς ἀκρατήτως βλασφημοῦντα, δαιμονῶντα ἐκάλουν. ἤκουον γὰρ λέγοντος ἅπερ ἂν πρέποι μόνῳ λέγειν τῷ Θεῷ. ὡς ἕνα δὲ τῶν καθ' ἡμᾶς ὁρῶντες, καὶ τίς ἐστι κατὰ φύσιν οὔπω γινώσκοντες, δυσφημεῖν ἐνόμιζον ὅτε τι λέγοι θεοπρεπές. οὐκοῦν οἰκονομικῶς διὰ τὴν τῶν ἀκροωμένων ἀσθένειαν ὑφειμένως πολλάκις καὶ τῷ 2.248 καθ' ἡμᾶς κέχρηται λόγῳ. κατασχίζεται τοίνυν τῶν Ἰου δαίων ὁ δῆμος· καὶ οἱ μὲν, οὐδὲν ἐννοήσαντες ὅλως τῶν ἐπ' αὐτῷ μυστηρίων, ἀνοσίως ὑβρίζουσιν· οἱ δὲ τὴν ἕξιν ἐπιει κέστεροι προχείρως οὐ κατακρίνουσιν, ἀναμασώμενοι δὲ τοὺς παρ' αὐτοῦ λόγους καὶ μετὰ ἀκριβείας βασανίζοντες, τῆς ἐν αὐτοῖς γλυκύτητος ὑπαισθάνονται, δοκιμωτάτην τε οὕτω ποιοῦνται τὴν διάκρισιν, νήφοντας καὶ συνέσεως τῆς ἀνω τάτω γέμοντας λόγους, ταῖς τῶν δαιμονίων ἐλαφρίαις οὐ χαριζόμενοι. ἔθος γὰρ ἐκείνων ἐν τῷ παραπαίειν, τὸ παρεμ πίπτον λαλεῖν. οἱ οὖν Φαρισαῖοι μᾶλλον ἦσαν οἱ δαιμο νῶντες, οἱ τοιοῦτον καλοῦντες τὸν παντὸς ἐλεύθερον πάθους· καὶ λελήθασιν ἑαυτοὺς τὴν ἐνοῦσαν αὐτοῖς ἐξαγορεύοντες νόσον καὶ τὸ συνέχον αὐτοὺς κακὸν ἐξ ἀγνοίας ἐξηγεῖσθαι οὐ παραιτούμενοι. οἶμαι δὲ ἔγωγε κακουργοτάτως σφόδρα λέγειν αὐτοὺς, ὅτι δαιμονᾷ ὁ Κύριος. ἐπειδὴ γὰρ ὡς ποι μένας κατῃτιᾶτο δειλοὺς καὶ μισθωτοὺς, ὡς ἀνέντας τῷ λύκῳ τὰ πρόβατα, καὶ ὀλίγα παντελῶς τῆς ἀγέλης φροντίσαντας, οὐ μετρίως καταπτοούμενοι μὴ ἄρα συνιέντες οἱ δῆμοι τὸ εἰρημένον, παραιτήσωνται μὲν ἤδη τὸ ὑπ' αὐτοῖς ἔτι ποιμαί νεσθαι, προσδράμωσι δὲ τῇ ὑπὸ Χριστῷ μαθητείᾳ, διὰ τοῦτο τὸν νοῦν τῶν ἀγελαίων φενακίζοντές φασι ∆αιμόνιον ἔχει, τί αὐτοῦ ἀκούετε; ἀλλὰ καὶ ταῦτα ἐκείνων διὰ κακουρ γίαν λεγόντων, εἰς τὸ ἐναντίον αὐτοῖς ἀπέβη τὸ σκέμμα. ἄλλοι δὲ ἀπὸ μὲν τῆς τῶν λόγων ποιότητος, ὀρθοὺς εἶναι κρίνουσι τοὺς τοῦ Κυρίου λόγους, ὡς οὐκ ὄντων τῶν τοι ούτων λόγων δαιμονιζομένου· ὅμως αἱ θαυματουργίαι, φησὶν, ἄμαχον ἔχουσι μαρτυρίαν. εἰ γὰρ καὶ τῶν λόγων ὡς οὐκ ὀρθῶς λεγομένων κατηγορεῖτε, ἀλλ' ἀμήχανον ἐν ταὐτῷ τινα καὶ δαιμόνιον ἔχειν, κἀκεῖνα ποιεῖν ἅπερ μόνος δύναται Θεὸς 2.249 ποιεῖν. ἀπὸ οὖν τῶν καρπῶν οἱ αἴσιοι κριταὶ ἐπεγίνωσκον αὐτὸν, μετὰ καὶ τοῦ καὶ θαυμάζειν τὸν παρ' αὐτοῦ λόγον. Ἐγένετο δὲ τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοις καὶ χειμὼν ἦν· καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ Σολομῶνος. Παρὴν δὲ ἐν ταῖς ἑορταῖς ὁ Κύριος οὐχ ὡς συνεορτάσων· πῶς γάρ; ὁ εἰπών "Μεμίσηκα ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν·" ἀλλ' ἵνα τοὺς ἐπωφελεῖς αὐτοῦ λόγους ἐπὶ παρουσίᾳ πολλῶν εἴπῃ, ἐμφανῆ ἑαυτὸν καταστήσας τοῖς Ἰουδαίοις, καὶ ἀζη τήτως αὐτοῖς ἑαυτὸν καταμίξας. ἐγκαίνια δὲ οἰητέον ἐνταῦθα, ἤτοι τὴν πρώτην ἑορτὴν καθ' ἣν ὁ Σολομὼν ἐπετέλεσε τὰ ἐγκαίνια, ἢ ὅτε ὁ Ζοροβάβελ ὕστερον σὺν τῷ Ἰησοῦ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον τὸν ναὸν ᾠκοδόμησε. χειμῶνος δὲ καὶ ὑετοῦ ὄντος τηνικαῦτα, εἰκότως ἅπαντες ἐπὶ τὴν στοὰν ἔτρεχον· διὸ καὶ ὁ Χριστὸς ἐκεῖ ἦλθεν, ἵνα πᾶσιν γνωρίσῃ ἑαυτὸν τοῖς θέλουσιν αὐτὸν ἰδεῖν, καὶ μεταδῷ αὐτοῖς ὠφελείας. οἱ γὰρ ὁρῶντες ἠκονῶντο πρὸς τὸ ἐρωτᾶν τι αὐτόν· ὅτι καὶ μᾶλλον ἐν ταῖς ἀργίαις οἱ ἄνθρωποι πεφύκασι τοὺς τοιούτους ἐπιμελῶς ἀνακινεῖν λόγους. Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ Χριστὸς, εἰπὲ ἡμῖν παῤῥησίᾳ. Παραιρεῖται μὲν αὐτοὺς τὸ εἰς πίστιν ὀξὺ δριμύσσων ὁ φθόνος· ἐκβιάζεται δὲ πρὸς τὸ θαῦμα τῶν τελουμένων τὸ 2.250 μέγεθος. ὑπαιτιῶνται γεμὴν τοῦ λόγου, καὶ τὸ τῆς διδα σκαλίας περιεσταλμένον, ἐμπόδιον αὐτοῖς εἶναί φασι τοῦ συνιέναι δύνασθαι καλῶς ἅπερ ἔδει μαθεῖν. ἀξιοῦσι τοι γαροῦν εἰπεῖν αὐτὸν ἐναργέστερον, καίτοι πολλάκις ἀκροα σάμενοι καὶ μακρὰν ἐπὶ τούτῳ λαβόντες ἐξήγησιν. εἰ γὰρ καὶ μὴ ἔφη σαφῶς Ἐγώ εἰμι ὁ Χριστὸς, ἀλλὰ τῶν προσ εῖναι πεφυκότων αὐτῷ ἀξιωμάτων πολλὰ παρῆγεν εἰς μέσον, ποτὲ μὲν λέγων "Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου," ποτὲ δὲ πάλιν "Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ἐγώ εἰμι "ἡ ὁδός· ἐγώ εἰμι ἡ θύρα· ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός." ἐξ ὧν γὰρ ταῦτα ἑαυτὸν ὀνομάζει, σημαίνει ὅτι ὁ Χριστός ἐστι. τοῖς γὰρ τοιούτοις ἀξιώμασιν εἴωθεν ἡ γραφὴ στεφανοῦν τὸν Χριστὸν, εἰ καὶ λευκῶς τοῦτο αὐτὸν ἀπῄτουν οἱ Ἰουδαῖοι εἰπεῖν. ἄλλως τε τάχα πως καὶ οὐ σφόδρα εὐπαράδεκτον τὸ ἐν ἁπλαῖς λέγειν φωναῖς Ἐγώ εἰμι ὁ Χριστὸς, οὐχ ἑπομένων εἰς ἀπόδειξιν τῶν πραγμάτων, δι' ὧν ἂν εἰκότως ἐπιστεύθη ὡς αὐτὸς εἴη ὁ Χριστός. ἀσυγκρίτως δὲ κρεῖττον μὴ ἐξ ὧν αὐτὸς ἔλεγε γνωρίζεσθαι αὐτὸν, ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, ἀλλ' ἐκ τῶν προσεῖναι πεφυκότων μᾶλλον, καὶ ἐξ ὧν αἱ θεῖαι περὶ αὐτοῦ χρησμῳδοῦσι γραφαὶ, καὶ φανερὸν αὐτὸν ἔσεσθαι μηνύουσιν. ἅπερ μὴ νοήσαντες οἱ Ἰουδαῖοι ὡς ἄγαν μικροψυχοῦντες, φασὶ τό Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; ἔθος γὰρ τοῖς ὀλιγωροῦσι τοῦτο λέγειν. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ. Περιττὸν οὖν ἐνόμισε καὶ ὁ Χριστὸς τοῖς πολλάκις 2.251 ἀκούσασι καὶ μὴ πεισθεῖσι, πάλιν τὰ αὐτὰ εἰπεῖν. χρὴ γὰρ ἀπὸ τῆς τῶν γινομένων ποιότητος δοκιμάζεσθαι τὰ ἑκάστου, καὶ οὐ πάντως εἰς λόγους ὁρᾶν. ἀποπληροῦν δὲ λέγει ἑαυτὸν τὰ ἔργα ἐν τῷ ὀνόματι τοῦ Πατρὸς, οὐ τὴν ἄνωθεν καθά τις ἅγιος καρπούμενος δύναμιν, οὐδ' ὡς ἀδυναμίαν ἑαυτῷ κατηγορῶν, ὁ Θεὸς ἐκ Θεοῦ, ὁ τοῦ Πατρὸς ὁμοού σιος, ἡ δύναμις τοῦ Πατρὸς, ἀλλ' ὡς ἀπονέμων τῇ θείᾳ δόξῃ τὴν τῶν τελουμένων δύναμιν, ἐν τῷ ὀνόματι τοῦ Πατρὸς τὰ ἔργα φησὶ ποιεῖν. πλὴν καὶ ἀνάγει ἐπὶ τὸν Πατέρα τὴν τιμήν· ἵνα μὴ δῷ τοῖς Ἰουδαίοις ἀφορμὴν τοῦ ἐπιφύεσθαι αὐτῷ. ὅμως καὶ ἄξιον ἡγήσατο μὴ παρελθεῖν τὸ μέτρον τῆς τοῦ δούλου μορφῆς κἂν ὑπάρχῃ Θεὸς καὶ Κύριος. εἰπὼν δὲ ὅτι ἐν ὀνόματι τοῦ Πατρὸς ποιεῖ τὰ ἔργα, διδάσκει ὅτι οἱ Ἰουδαῖοι βλασφημοῦντες ἔλεγον, ἐν Βεελζεβοὺλ ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια. ἐπεὶ δὲ ὁ Πατὴρ, οὐκ ἐπειδὴ πατήρ ἐστι, ποιεῖ τὰ θαύματα, ἀλλ' ἐπειδὴ Θεός ἐστι φύσει· καὶ ὁ Υἱὸς ἄρα, οὐκ ἐπειδὴ Υἱὸς, ἀλλ' ὡς Θεὸς ἐκ Θεοῦ, δύναται καὶ αὐτὸς τὰ τοῦ Πατρὸς ἔργα ποιεῖν· διὸ οἰκονομικῶς εἶπεν, ἐν ὀνόματι τοῦ Πατρὸς τὰ ἔργα ποιεῖν. Ἀλλ' ὑμεῖς οὐ πιστεύετέ μοι, ὅτι οὐκ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν. καθὼς δὲ εἶπον ὑμῖν, τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα. Ἀπόδειξις τῶν τοῦ Χριστοῦ προβάτων, τὸ εὐήκοον καὶ τὸ ἕτοιμον εἰς εὐπείθειαν, ὥσπερ τῶν ἀλλοτρίων τὸ ἀπειθές. τὸ γάρ Ἀκούειν ὧδε νοοῦμεν, τὸ τοῖς λεγομένοις πεισθῆναι· ἐκεῖνοι δὲ γινώσκονται ὑπὸ Θεοῦ οἱ ἀκούοντες αὐτοῦ· τὸ δέ 2.252 Γινώσκεσθαι δηλοῖ τὸ οἰκειοῦσθαι· καθόλου γὰρ οὐδεὶς ὑπὸ τοῦ Θεοῦ ἀγνοεῖται. ὅταν οὖν λέγῃ Γινώσκω τὰ ἐμὰ, τοῦτό φησιν, ὅτι προσδέξομαι καὶ οἰκειώσομαι αὐτὰ μυστικῶς τε καὶ σχετικῶς. εἴποι δ' ἄν τις ὅτι καὶ καθὸ ἄνθρωπος γέγονε, πάντας ἀνθρώπους ᾠκειώσατο διὰ τὸ ὁμογενὲς, ὥστε οἰκεῖοι πάντες ἐσμὲν Χριστῷ κατὰ σχέσιν μυστικὴν, καθὸ γέγονεν ἄνθρωπος· ἀλλότριοι δὲ ὅσοι μὴ φυλάττουσι τὴν σύμ μορφον τῆς ἁγιότητος εἰκόνα. οὕτω γὰρ καὶ Ἰουδαῖοι οἰκεῖοι ὄντες κατὰ γένος τοῦ Ἁβραὰμ τοῦ πιστοῦ, ἐξ ὧν ἄπιστοι γεγόνασιν, ἐστερήθησαν τῆς ἐκείνου συγγενείας διὰ τὴν τῶν τρόπων ἀνομοιότητα. φησὶ δὲ ὅτι Καὶ ἀκολουθοῦσί μοι τὰ πρόβατα· οἱ γὰρ πειθόμενοι καὶ ἕπονται ἀπό τινος θεοσδότου χάριτος κατ' ἴχνος Χριστοῦ, οὐκέτι ταῖς νομικαῖς δουλεύοντες σκιαῖς, ἀλλ' οἷς ὁ Χριστὸς ἐπιτάττει καὶ τῷ αὐτοῦ ἀκολου θοῦντες λόγῳ, διὰ χάριτος εἰς τὸ αὐτοῦ ἀναβήσονται ἀξίωμα, υἱοὶ Θεοῦ καλούμενοι. Χριστοῦ γὰρ ἀνιόντος εἰς τοὺς οὐρανοὺς, κἀκεῖνοι ἀκολουθήσουσιν αὐτῷ. ἀμοιβὴν δὲ καὶ γέρας τοῖς ἑπομένοις αὐτῷ τὴν ζωὴν τὴν αἰώνιον χαρί σασθαί φησι, καὶ τὸ μὴ ὑποκεῖσθαι θανάτῳ ἢ φθορᾷ καὶ ταῖς βασάνοις ταῖς ἐπαγομέναις παρὰ τοῦ Κριτοῦ τοῖς πλημμελήσασι. δι' ὧν δὲ δίδωσι ζωὴν, δείκνυσιν αὐτὸς ζωὴ ὢν φύσει· καὶ ὅτι αὐτὸς ταύτην χορηγεῖ ἐξ ἑαυτοῦ καὶ οὐκ ἐξ ἑτέρου λαβών. ζωὴν δὲ νοοῦμεν αἰώνιον, οὐ τὴν μακροημέρευσιν, ἧς πάντες μέλλουσιν ἀπολαύειν μετὰ τὴν ἀνάστασιν καλοί τε καὶ κακοί· ἀλλὰ καὶ τὸ ἐν εὐθυμίᾳ διάγειν. ∆υνατὸν δὲ ζωὴν νοεῖν καὶ τὴν μυστικὴν εὐλογίαν δι' ἧς ἐμφυτεύει Χριστὸς τὴν ἑαυτοῦ ζωὴν, διὰ τῆς μεταλήψεως τῆς ἰδίας σαρκὸς τοῖς πιστοῖς, κατὰ τὸ εἰρημένον "Ὁ 2.253 "τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει "ζωὴν αἰώνιον." Καὶ οὐ μὴ ἁρπάσῃ τις αὐτὰ ἐκ τῆς χειρός μου. ὁ Πατήρ μου ὃς δέδωκέ μοι πάντων μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. ἐγὼ καὶ ὁ Πατήρ μου ἕν ἐσμεν. Οἱ πιστοὶ καὶ τὴν ἐπικουρίαν ἔχουσι τοῦ Χριστοῦ, οὐ δυναμένου τοῦ διαβόλου ἁρπάζειν αὐτούς· ἤτοι οἱ ἔχοντες ἀκατάπαυστον τῶν ἀγαθῶν ἀπόλαυσιν, μένουσιν ἐν αὐτῷ, οὐχ ἁρπάζοντος αὐτοὺς ἔτι τινὸς ἀπὸ τῆς δοθείσης αὐτοῖς εὐθυμίας εἰς τιμωρίαν ἢ βασάνους. οὐ γὰρ δυνατὸν τοὺς ὄντας ἐν τῇ τοῦ Χριστοῦ χειρὶ, ἁρπαγῆναι εἰς τὸ κολα σθῆναι, διὰ τὸ ἄγαν ἰσχύειν τὸν Χριστόν· ἡ γὰρ χεὶρ ἐν τῇ θείᾳ γραφῇ, τὴν δύναμιν δηλοῖ· ὅτι μὲν οὖν ἀνίκητος ἡ τοῦ Χριστοῦ χεὶρ καὶ εἰς πάντα ἰσχύουσα, ἀναμφίβολον. ἀλλ' ἐπείπερ ἑώρα τοὺς Ἰουδαίους καταγελῶντας αὐτοῦ ὡς ἀν θρώπου ψιλοῦ, μὴ νοοῦντας ὅτι φύσει Θεὸς ἦν ὁ ὁρώμενος καὶ ψηλαφώμενος ἄνθρωπος, πείθων αὐτοὺς ὅτι αὐτός ἐστιν ἡ τοῦ Πατρὸς δύναμις, φησὶν, ὅτι οὐδεὶς ἁρπάσει ἀπὸ τῆς χειρὸς τοῦ Πατρός μου, τουτέστιν ἐμοῦ. ἑαυτὸν γάρ φησι τὴν παντοδύναμον τοῦ Πατρὸς δεξιάν· ὡς δι' αὐτοῦ πάντα ἐνεργοῦντος τοῦ Πατρός· ὡς καὶ διὰ τῆς ἡμετέρας χειρὸς τὰ παρ' ἡμῶν ἐνεργούμενα. ἐν πολλοῖς γὰρ τῆς γραφῆς τόποις, ὁ Χριστὸς χεὶρ ὀνομάζεται καὶ δεξιὰ τοῦ Πατρός· ὅπερ σημαίνει τὴν δύναμιν· καὶ ἁπλῶς χεὶρ ὀνομάζεται Θεοῦ ἡ παντουργικὴ ἐνέργεια καὶ ἰσχύς. ἀμείνων γάρ πως ἀεὶ σωματικῆς φαντασίας ὁ περὶ Θεοῦ λόγος. λέγεται δὲ ὁ 2.254 Πατὴρ διδόναι τῷ Υἱῷ, οὐχ ὡς μὴ ἔχοντι ἀεὶ ὑπὸ χεῖρα τὴν κτίσιν, ἀλλ' ὡς ὄντι αὐτῷ φύσει ζωῇ, προσκομίζων ἡμᾶς τοὺς ἐπιδεομένους ζωῆς, ἵνα διὰ τοῦ Υἱοῦ ζωοποιηθῶμεν τοῦ ὄντος φύσει ζωῆς, καὶ οἴκοθεν ἔχοντος τοῦτο. πλὴν καὶ καθὸ γέγονεν ἄνθρωπος, ἁρμόζει αὐτῷ τὸ αἰτεῖν τε καὶ λαμβάνειν παρὰ τοῦ Πατρὸς ἃ εἶχεν ὡς φύσει Θεός. Ἐάσας γὰρ τὰ ἀνθρώπινα ὁ Χριστὸς, ἐπὶ τὸ θεοπρεπὲς αὐτοῦ ἀνατρέχει ἀξίωμα, ἐναβρυνόμενος τοῖς φυσικοῖς αὐτοῦ πλεονεκτήμασι διὰ τὸ χρήσιμον τῶν πιστῶν καὶ τὴν ὑγιᾶ πίστιν, ἥτις ἐστὶ τὸ μηδόλως ὑποπτεύειν ἐλάττονα εἶναι τοῦ Πατρὸς τὸν Υἱόν. οὕτω γὰρ δείκνυται εἰκὼν ἀσινὴς τοῦ Πατρὸς, ὁλόκληρον ἐν ἑαυτῷ καὶ ὑγιῆ διασώζων τὸν τοῦ Πατρὸς χαρακτῆρα. ἓν δὲ λέγομεν τὸν Υἱὸν καὶ τὸν Πατέρα, οὐκ ἀναφύροντες τὰς ἐν ἀριθμῷ μονάδας, καθώς τινες τὸν αὐτὸν εἶναι λέγουσι Πατέρα καὶ Υἱὸν, ἀλλὰ ἰδίως ὑφεστάναι πιστεύοντες τὸν Πατέρα, καὶ ἰδίως τὸν Υἱὸν, τοὺς δὲ δύο εἰς μίαν οὐσίας ταυτότητα συνάγοντες, καὶ μίαν ἔχοντας ἰσχὺν εἰδότες, ὡς ἐν τῷ ἑτέρῳ ἕτερον ἀπαραλλάκτως ὁρᾶσθαι. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. διὰ μὲν τοῦ Ἓν, τὴν ταυτό τητα τῆς οὐσίας σημαίνει· διὰ δὲ τοῦ Ἐσμὲν εἰς δυάδα τέμνει τὸ νοούμενον, καὶ πάλιν εἰς μίαν περισφίγγει θεότητα. Πλὴν κἀκεῖνο κατὰ Ἀρειανῶν σημειωτέον, ὅτι ἐν τῷ εἰπεῖν Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, οὐ τῆς ταὐτοβουλίας ἡ δήλωσις, ἀλλ' ἡ τῆς οὐσίας ἑνότης σημαίνεται· ὅτι γὰρ καὶ Ἰουδαῖοι ἐνόησαν ὅτι τοῦτο εἰπὼν Θεὸν ἑαυτὸν εἶναι λέγει καὶ ἴσον 2.255 τῷ Πατρί· καὶ οὐκ ἠρνήσατο ὁ Χριστὸς ὅτι τοῦτο εἶπεν ὅπερ ἐνενόουν. Ἐβάστασαν οὖν πάλιν οἱ Ἰουδαῖοι λίθους, ἵνα λιθάσωσιν αὐτόν. Μὴ ἀνασχόμενοι γὰρ αὐτοῦ, ἓν εἶναι ἑαυτὸν λέγοντος πρὸς τὸν Πατέρα, ἐπὶ τὸ φονεῦσαι αὐτὸν ὥρμησαν· καίπερ ἑκάστου τῶν παρ' αὐτοῦ γινομένων Θεὸν αὐτὸν ἀναγορευ όντων φύσει. οὐ μόνον δὲ νῦν, ἀλλὰ καὶ ἄλλοτε λαβόντες λίθους ἐπὶ τῷ αὐτὸν φονεῦσαι, ἀκίνητοι ἔστησαν ἐνεργείᾳ τῇ τοῦ Χριστοῦ· ὡς δῆλον καὶ ἐκ τούτου γενέσθαι, ὅτι οὐκ ἂν ἔπασχεν, εἰ μὴ ἑκών. ὅμως διὰ ἠπιότητα ὁ Χριστὸς κατέ στελλε τὴν ἐκείνων ἄλογον ὁρμὴν, λέγων οὐ ∆ιὰ ποῖον λόγον ὃν εἶπον, θυμοῦσθε, ἀλλά ∆ιὰ ποῖον ἔργον ὃ ἐποίησα; εἰ γὰρ μὴ ἐποίησα, φησὶ, πολλὰ θεοπρεπῆ ἔργα τὰ δεικνύντα με φύσει Θεὸν, εἰκότως ἂν ἠγανακτεῖτε νῦν ἀκούοντές μου λέγοντος "Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν." ἀλλ' οὐκ ἂν εἶπον τοῦτο, εἰ μὴ διὰ πάντων ὧν ἐποίησα, τοῦτο ἔδειξα. φησὶ δὲ παρὰ τοῦ Πατρὸς, οὐ παρ' ἑαυτοῦ, τὰ ἔργα, μετριοφρονῶν πρὸς τὴν ἡμῶν ὠφέλειαν, ἵνα μὴ ὅταν λάβωμέν τι παρὰ Θεοῦ, ἀλαζονευώμεθα. δεδειχέναι δὲ παρὰ τοῦ Πατρὸς τὰ ἔργα φησὶν, οὐκ ἀλλότριον ἑαυτὸν δεικνὺς τῆς ἐκείνων ἐνεργείας, ἀλλὰ διδάσκων ὅτι τῆς ὅλης ἐστὶ θεότητος τὰ ἔργα. θεότης δὲ μία νοεῖται παρ' ἡμῶν ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. ὅπερ γὰρ τυχὸν ποιεῖ ὁ Πατὴρ, τοῦτο τελεῖται δι' Υἱοῦ ἐν Πνεύματι· καὶ πάλιν, ὃ ποιεῖ ὁ Υἱὸς, τοῦτο λέγεται ὁ Πατὴρ ποιεῖν ἐν Πνεύματι. διὸ καὶ αὐτὸς ἔλεγεν "Ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ, ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων, "αὐτὸς ποιεῖ τὰ ἔργα." 2.256 Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας. Ἔχοντες "ζῆλον Θεοῦ, ἀλλ' οὐ κατ' ἐπίγνωσιν," ἠγανάκ τουν ἀκούοντες τοῦ Χριστοῦ λέγοντος "Ἐγὼ καὶ ὁ Πατὴρ "ἕν ἐσμεν." τί γὰρ τὸ κωλύον αὐτὸν εἶναι ἓν πρὸς τὸν Πατέρα, εἴπερ ἐπίστευσαν ὅτι Θεὸς ἦν κατὰ φύσιν; διὸ καὶ λιθάζειν αὐτὸν ἐπεχείρουν, καὶ ἀπολογούμενοι δι' ἣν αἰτίαν τοῦτο ἐποίουν, φασὶν, ὅτι οὐχ ἕνεκεν ὧν ἐποίησας καλῶν λιθάζομέν σε, ἀλλ' ὅτι βλασφημεῖς· αὐτοὶ ἐκ τοῦ ἐναντίου βλασφημοῦντες, δι' ὧν ἤθελον λιθάζειν τὸν ὄντα ἀληθῶς Θεὸν, ἀγνοοῦντες ὅτι οὐ γυμνῇ τῇ θεότητι ἔμελλεν ὁ Ἰησοῦς ἐπιδημεῖν, ἀλλὰ σαρκούμενος ἐκ σπέρματος ∆αυεὶδ, βλα σφημίαν εἶναι λέγοντες τὴν ὀρθὴν ὁμολογίαν. Ἐγὼ εἶπα Θεοί ἐστε, καὶ τὰ ἑξῆς. Ἐπειδὴ τοίνυν θεούς τινας ἐκάλεσεν ὁ Πατὴρ, εἶναι δὲ δήπου αὐτοῖς ἐπακτὸν ἀνάγκη τὸ ἀξίωμα· εἷς γὰρ ὁ κατὰ φύσιν ὑπάρχων Θεός· ἀναγκαίως, ἵνα μὴ καὶ αὐτὸς εἷς ὑπάρχειν ἐκείνων νομίζηται, οὐκ οὐσιώδη τὴν τῆς θεότητος περικείμενος δόξαν, προσπεπορισμένην δὲ μᾶλλον ἐν ἴσῳ τοῖς ἄλλοις, ἀντιδιαστέλλει σαφῶς ἑαυτὸν ἐκείνοις. τοσοῦτον γὰρ τῆς ἐκείνων πτωχείας διενηνοχότα δεικνύει, ὡς ἐπείπερ γέγονεν αὐτὸς ἐν αὐτοῖς, διὰ ταύτην αὐτοὺς τὴν αἰτίαν κεκλῆσθαι θεούς· αὐτὸς γὰρ ἐστὶν ὁ Λόγος τοῦ Θεοῦ καὶ Πατρός. εἰ δὲ καὶ ἐξήρκεσέ τισιν ἐν αὐτοῖς γεγονὼς ὁ Λόγος εἰς τὸ καὶ ἀνθρώπους ὄντας τῇ τῆς θεότητος καταλαμπρύναι τιμῇ, πῶς οὐκ ἂν εἴη κατὰ φύσιν Θεὸς ὁ καὶ τοῖς ἄλλοις τὴν ἐπὶ τούτῳ προξενήσας φαιδρότητα; Νῦν ἐλέγχων τοὺς Ἰουδαίους, ὅτι οὐ διὰ τὸ εἰπεῖν "Ἐγὼ 2.257 "καὶ ὁ Πατὴρ ἕν ἐσμεν," ἐλίθαζον αὐτὸν, ἀλλὰ μάτην, φησίν Εἰ ἐπείπερ εἶπον ἐμαυτὸν Θεὸν, δοκῶ βλασφημεῖν, διατί τοῦ Πατρὸς εἰρηκότος διὰ τοῦ νόμου πρὸς τοὺς ἀνθρώ πους Θεοί ἐστε, οὐκ ἐκρίνατε τοῦτο εἶναι βλασφημίαν; τοῦτο δέ φησιν, οὐχὶ προσκαλούμενος αὐτοὺς εἰπεῖν τι κατὰ τοῦ Πατρός· ἀλλ' ἐλέγχων ὅτι τὸν νόμον ἀγνοοῦσι καὶ τὰς θεοπνεύστους γραφάς. ἐπειδὴ δὲ τῶν εἰρημένων θεῶν καὶ τοῦ φύσει Θεοῦ πολὺ τὸ μέσον, δι' ὧν λέγει διδάσκει τὸ διάφορον· εἰ γὰρ οἱ ἄνθρωποι πρὸς οὓς γέγονεν ὁ τοῦ Θεοῦ Λόγος, θεοὶ κέκληνται, καὶ ἐλαμπρύνθησαν τῇ τῆς θεότητος τιμῇ, τὸν τοῦ Θεοῦ Λόγον εἰσοικισάμενοι καὶ εἰσδεδεγμένοι κατὰ ψυχὴν, πῶς οὐκ ἂν εἴη φύσει Θεὸς, ὁ δι' ὃν ἐκεῖνοι θεοί; "Θεὸς γὰρ ἦν ὁ Λόγος," κατὰ τὴν Ἰωάννου φωνήν· ὁ καὶ τοῖς ἄλλοις τοῦτο προξενήσας τὸ λαμπρόν. εἰ γὰρ ὁ τοῦ Θεοῦ Λόγος διὰ τοῦ Ἁγίου Πνεύματος ἀνάγει πρὸς τὴν ὑπὲρ ἄνθρωπον χάριν, καὶ κατακοσμεῖ θεϊκῇ τιμῇ τοὺς ἐν οἷς ἂν γένοιτο, διὰ τί, φησὶ, λέγετε ὅτι βλασφημῶ, λέγων ἐμαυ τὸν Υἱὸν Θεοῦ καὶ Θεόν; καίπερ δι' ὧν ἐνεχειρίσθην παρ' αὐτοῦ μαρτυρούμενος ὅτι Θεός εἰμι φύσει. ἁγιάσας γάρ με ἀπέστειλεν εἰς τὸν κόσμον "Σωτῆρα τοῦ κόσμου·" ὅπερ μόνου ἔστι φύσει Θεοῦ, τὸ δύνασθαι διασώζειν ἐκ τοῦ διαβόλου καὶ τῆς ἁμαρτίας καὶ τῆς φθορᾶς τοὺς ἀνθρώπους. Ἀλλ' ἴσως ὅταν ἡ θεία λέγῃ γραφὴ, παρὰ τοῦ Πατρὸς ἀπεστάλθαι τὸν Υἱὸν, εὐθὺς ὁ αἱρετικὸς τροφὴν τῇ οἰκείᾳ πλάνῃ ποιεῖται τὴν λέξιν, ἐρεῖ δέ που πάντως ὅτι ὑμεῖς οἱ παραιτούμενοι λέγειν τὸν Υἱὸν ἐλάττονα τοῦ Πατρὸς, πῶς οὐχ ὁρᾶτε παρ' αὐτοῦ πεμπόμενον ὡς παρὰ μείζονός τινος καὶ ὑπερκειμένου; τί οὖν ἐροῦμεν; ἢ ὅτι τὸ τῆς ἀποστολῆς ὄνομα, μάλιστα μὲν πρέπει τοῖς τῆς κενώσεως μέτροις· ἀκούεις γὰρ ὅτι συνάπτων ὁ Παῦλος ἀμφότερα, τότε φησὶν 2.258 ἀπεστάλθαι παρὰ τοῦ Πατρὸς τὸν Υἱὸν, ὅτε καὶ γέγονεν ἐκ γυναικὸς καὶ ὑπὸ νόμον ὡς ἄνθρωπος μεθ' ἡμῶν, καίτοι νομοθέτης ὢν καὶ Κύριος. εἰ δὲ νοοῖτο γεγονὼς ἐν τῇ δούλου μορφῇ ὁ Υἱὸς, εἶτα ἀποστέλλεσθαι λέγοιτο παρὰ τοῦ Πατρὸς, οὐδὲν ὅλως ὑπομένει τὸ βλάβος, εἰς τὸ εἶναι καὶ ὁμοούσιος αὐτῷ καὶ ἰσοκλεὴς καὶ κατ' οὐδὲν ὅλως μειονεκτούμενος. αἱ γάρ τοι λέξεις αἱ παρ' ἡμῶν εἰ ἐπὶ Θεοῦ προφέροιντο, τὴν ἀκριβῆ παραιτοῦνται βάσανον· χρὴ δὲ αὐτὰς οὐχ οὕτω νοεῖν κατὰ τὴν ἐν ἡμῖν συνήθειαν λέγω, ἀλλ' ὡς ἂν αὐτῇ πρέποι τῇ θείᾳ καὶ ὑπερτάτῃ φύσει. τί γὰρ, εἰ μὴ ἔχοι φωνὰς ἡ ἀνθρώπου γλῶττα δυναμένας ἀρκέσαι τῇ θείᾳ δόξῃ πρὸς ἐξήγησιν; ἔστι τοίνυν ἄτοπον διὰ τὴν τῆς ἀνθρωπίνης γλώττης ἀσθένειαν καὶ τὴν ἐν λέξει πτωχείαν, τῆς ἀνωτάτω πασῶν δόξης ἀδικεῖσθαι τὴν ὑπερ οχήν. μέμνησο τοῦ Σολομῶντος λέγοντος "∆όξα Κυρίου "κρύπτει λόγον." περιεργαζόμενοι γὰρ ἀκριβῶς τὴν τοῦ Κυρίου δόξαν, ἐοίκαμεν τοῖς ἐθέλουσι σπιθαμῇ μετρῆσαι τὸν οὐρανόν. οὐκοῦν ὅταν ἀνθρωπίνως τι λέγηται περὶ Θεοῦ, νοείσθω θεοπρεπῶς. ἐπεὶ τί ποιήσεις ὅταν ἀκούσῃς ψάλ λοντος τοῦ ∆αυείδ "Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ ἐμφά "νηθι, ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι "ἡμᾶς;" πῶς γὰρ κάθηται τὸ ἀσώματον; ποῦ δὲ ὄντα τὸν τῶν ὅλων Θεὸν πρὸς ἡμᾶς ἀφικέσθαι παρακαλεῖ, τὸν λέγοντα διὰ τῶν προφητῶν "Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ "πληρῶ, λέγει Κύριος;" ποῦ τοίνυν ἂν ἔλθοι πρὸς ἡμᾶς ὁ πάντα πληρῶν; πάλιν γέγραπται, ὅτι πύργον οὐρανομήκη κατεσκεύαζόν τινες "Καὶ κατέβη Κύριος ἰδεῖν τὴν πόλιν καὶ "τὸν πύργον· καὶ εἶπε Κύριος ∆εῦτε καὶ καταβάντες συγ "χέωμεν αὐτῶν τὰς γλώσσας ἐκεῖ." ποῦ κατέβη Κύριος; ἢ 2.259 τίνα τρόπον ἡ ἁγία Τριὰς ἑαυτὴν εἰς κάθοδον παροτρύνει; τί δὲ εἰπέ μοι καὶ αὐτὸς ὁ Σωτὴρ πέμπειν ἡμῖν ἐξ οὐρανοῦ τὸν Παράκλητον ἐπηγγέλλετο; ποῦ γὰρ ἢ πόθεν πέμπεται τὸ πάντα πληροῦν; "Πνεῦμα γὰρ Κυρίου πεπλήρωκε τὴν "οἰκουμένην," καθὰ γέγραπται. Οὐκοῦν αἱ λέξεις αἱ καθ' ἡμᾶς τὰ ὑπὲρ ἡμᾶς σημαί νουσιν, εἰ ἐπὶ Θεοῦ λέγοιντο. βούλει τι νοῆσαι τῶν οὕτω δυσχερῶν; εἶτά σοι πρὸς κατάληψιν ὁ νοῦς ἀσθενεῖ, καὶ τοῦτο παθὼν, αἰσθάνῃ; μὴ χαλεπήνῃς ἄνθρωπε, ὁμολόγει τῆς σαυτοῦ φύσεως τὴν ἀσθένειαν, μέμνησο τοῦ λέγοντος "̓Ισχυρότερά σου μὴ ζήτει·" ὅταν εἰς τὸν τοῦ ἡλίου κύκλον τὸν τοῦ σώματος ὀφθαλμὸν ἀνατείνῃς, εὐθὺς ἀποστρέφεις, τῇ τοῦ φωτὸς προσβολῇ νικώμενος. ἴσθι δὴ οὖν ὅτι καὶ ἡ θεία φύσις φῶς ἀπρόσιτον οἰκεῖ· ἀπρόσιτον δὲ ταῖς τῶν περιεργαζομένων διανοίαις. χρὴ τοίνυν ὅταν καὶ ἀνθρωπίναις φωναῖς λαλῆται τὰ περὶ Θεοῦ, μηδὲν λογίζεσθαι ταπεινὸν, ἀλλ' ἐν τῇ πτωχείᾳ τῶν καθ' ἡμᾶς λέξεων, τὸν τῆς θείας δόξης κατοπτρίζεσθαι πλοῦτον. τί γὰρ εἰ ἀποστέλλεται παρὰ τοῦ Πατρὸς ὁ Υἱός; ἆρα διὰ τοῦτο ἐλάττων ἔσται; οὐκοῦν ὅταν ἐκ τοῦ ἡλιακοῦ σώματος τὸ ἐξ αὐτοῦ πέμπηται φῶς, ἑτεροφυές ἐστι παρ' αὐτὸ, καὶ ἐν ἐλάττοσι παρ' αὐτοῦ; καίτοι πῶς τοῦτο καὶ μόνον ἐννοῆσαι οὐκ ἀμαθές; φῶς οὖν ὑπάρχων τοῦ Πατρὸς ὁ Υἱὸς, πέμπεται πρὸς ἡμᾶς, ὡς ἡλίου τυχὸν αὐγὴν ἀπαστράψαντος· ὃ δὴ καὶ γενέσθαι παρεκάλει λέγων ὁ ∆αυείδ "Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν "ἀλήθειάν σου." καὶ εἰ δόξα ἐστὶ τῷ Πατρὶ τὸ φῶς ἔχειν, πῶς ἔλαττον φὴς αὐτοῦ τὸ ἐν ᾧ δοξάζεται; καὶ αὐτὸς δὲ ὁ Υἱὸς περὶ ἑαυτοῦ λέγει Ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλε. τὸ δέ Ἡγίασεν ἡ γραφὴ κατὰ πολλοὺς δέχεται τρόπους. 2.260 λέγεται μὲν γὰρ ἁγιάζεσθαι τὸ ἀνατιθέμενον τῷ Θεῷ. καὶ γοῦν ἔφη πρὸς Μωυσέα "Ἁγίασόν μοι πᾶν πρωτότοκον." ἁγιάζεται δὲ πάλιν τὸ προχειρισθὲν παρὰ Θεοῦ πρὸς τὸ πρᾶξαί τι τῶν κατὰ γνώμην αὐτοῦ· οὕτω γὰρ περί τε τοῦ Κύρου καὶ τῶν Μήδων φησὶν, ὅτε τῆς Βαβυλωνίων αὐτοὺς καταστρατεύειν ἤθελε "Γίγαντες ἔρχονται πληρῶσαι τὸν "θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες· ἡγιασμένοι εἰσὶ, "καὶ ἐγὼ ἄγω αὐτούς." ἁγιάζεται δὲ πάλιν τὸ ἐν μεθέξει γεγονὸς τοῦ Ἁγίου Πνεύματος. οὐκοῦν ἡγιάσθαι φησὶν ἑαυτὸν παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς, ὡς προχειρισθέντα παρ' αὐτοῦ πρὸς κατόρθωσιν τῆς τοῦ κόσμου ζωῆς, καὶ κατὰ τῆς τῶν ἀντικειμένων καταλύσεως· ἢ καὶ ἔτι, καθὸ ἐπέμφθη εἰς τὸ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας σφαγῆναι· καὶ γὰρ ἅγια καλοῦνται καὶ τὰ ἀφοριζόμενα εἰς θυσίαν Θεῷ. ἡγιάσθαι δέ φαμεν αὐτὸν καὶ μεθ' ἡμῶν ἀνθρωπίνως ὅτε γέγονε σάρξ· ἡγιάσθη γὰρ αὐτοῦ ἡ σὰρξ, δεξαμένη τὸν ἑνωθέντα αὐτῇ Λόγον, μὴ οὖσα φύσει ἁγία· δι' ὧν δὲ τοῦτο γίνεται, ἁγιά ζεται παρὰ τοῦ Πατρός· μία γὰρ Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος ἡ Θεότης. Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε, ἵνα γνῶτε καὶ πιστεύσητε ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ καὶ ἐγὼ ἐν αὐτῷ. Ὃ λέγει, τοιοῦτόν ἐστιν. ἐπειδὴ τὸ εἰπεῖν τινα Πατέρα τὸν Θεὸν εὐχερές· τὸ μέν τοι δεῖξαι δι' ἔργων τοῦτο, 2.261 δυσχερὲς καὶ ἀδύνατον τῇ κτίσει· δι' ὧν κατορθῶ, φησὶ, θεοπρεπῶς, ἴσος φαίνομαι τῷ Θεῷ καὶ Πατρί· καὶ οὐδεμία ὑμῖν ἀπολογία ἀπιστοῦσι, τῇ πείρᾳ μαθοῦσιν, ὅτι ἴσος εἰμὶ τῷ Πατρὶ, δι' ὧν ποιῶ θεοπρεπῶν ἔργων, εἰ καὶ διὰ τὴν σάρκα ἔδοξά τις εἶναι παρ' ὑμῖν, ὡς εἷς τῶν πολλῶν. ἐντεῦθεν δυνατὸν ἐννοεῖν ὅτι "Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ "Πατὴρ ἐν ἐμοί." ἡ γὰρ τῆς οὐσίας ταυτότης τὸν Πατέρα ἐν Υἱῷ καὶ τὸν Υἱὸν ἐν Πατρὶ εἶναι καὶ ὁρᾶσθαι ποιεῖ. καὶ γὰρ καὶ ἐφ' ἡμῶν ἡ τοῦ Πατρὸς ἡμῶν οὐσία γινώσκεται ἐν τῷ παρ' αὐτοῦ τεχθέντι, καὶ ἐν τῷ τεκόντι πάλιν ἡ τοῦ τεχθέντος. εἷς γὰρ ἐν πᾶσιν ὁ τῆς φύσεως ὅρος, καὶ ἓν οἱ πάντες τῇ φύσει. ἐν δὲ τῷ διακεχωρίσθαι ἡμᾶς τοῖς σώ μασιν, οὐκέτι ἓν οἱ πολλοί. ὅπερ οὐκ ἔστιν εἰπεῖν ἐπὶ τοῦ κατὰ φύσιν Θεοῦ· ἀσώματον γὰρ τὸ θεῖον, εἰ καὶ ἐν ἰδια ζούσαις ὑπάρξεσι τὴν ἁγίαν νοοῦμεν Τριάδα. Πατὴρ γάρ ἐστιν ὁ Πατὴρ, καὶ οὐχ Υἱός· Υἱὸς δὲ πάλιν ὁ Υἱὸς καὶ οὐ Πατήρ· καὶ Πνεῦμα Ἅγιον ἰδιαζόντως τὸ Πνεῦμα, εἰ καὶ οὐκ εἰσὶν ἐν διαστάσει, διὰ τὴν πρὸς ἀλλήλους κοινωνίαν τε καὶ ἑνότητα. Μιᾶς τοίνυν οὔσης θεότητος ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, τὸν Πατέρα ἐν Υἱῷ, τὸν δὲ Υἱὸν ἐν Πατρὶ λέ γομεν ὁρᾶσθαι. ἀναγκαῖον δὲ κἀκεῖνο εἰδέναι, ὅτι περ οὐ τὸ βούλεσθαι ταὐτὰ τῷ Πατρὶ, οὐδὲ τὸ μίαν ἔχειν πρὸς αὐτὸν 2.262 γνώμην, παρασκευάζει λέγειν τὸν Υἱόν "Ἐγὼ ἐν τῷ Πατρὶ "καὶ ὁ Πατὴρ ἐν ἐμοὶ," καί "Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·" ἀλλ' ὅτι τῆς τοῦ Πατρὸς οὐσίας γνήσιον ὑπάρχων γέννημα, φαίνει μὲν ἐν ἑαυτῷ τὸν Πατέρα, φαίνεται δὲ καὶ αὐτὸς ἐν Πατρί. φησὶ γὰρ ὅτι τὰ αὐτὰ καὶ βούλεται καὶ λαλεῖ καὶ ἰσχύει τῷ Πατρὶ, καὶ κατορθοῖ εὐκόλως ὃ θέλει, καὶ ἅπερ ὁ Πατὴρ ποιεῖ, ἵνα διὰ πάντων δεχθῇ ὁμοούσιος αὐτῷ καὶ τῆς οὐσίας αὐτοῦ καρπὸς ἀληθὴς, καὶ οὐ μόνον ἔχων πρὸς αὐτὸν ἑνότητα σχετικὴν ἐν μόνοις ὁμοίοις θελήμασι καὶ θεσμοῖς ἀγάπης· ὃ καὶ τοῖς κτίσμασι προσεῖναι λέγομεν. Καὶ ἀπῆλθε πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ. καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν, καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν ἐποίησεν σημεῖον οὐδέν· πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν. καὶ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ. Ἐν τόπῳ πηγὰς ἔχοντι μεθορμίζεται ὁ Σωτὴρ, τὰ Ἱερο σόλυμα καταλιπὼν, ἵνα ὡς διὰ τύπου αἰνίξηται ὡς κατα λείψει μὲν τὴν Ἰουδαίαν, ἐπὶ τὴν ἐξ ἐθνῶν δὲ ἐκκλησίαν μεταβήσεται τὴν ἔχουσαν τὰς πηγὰς τοῦ βαπτίσματος· ἔνθα καὶ προσέρχονται αὐτῷ πολλοὶ διαπεραιούμενοι τὸν Ἰορδάνην· τοῦτο γὰρ δηλοῖ τό Πέραν τοῦ Ἰορδάνου αὐλίζεσθαι τὸν Χριστόν. οἱ τοίνυν περάσαντες τὸν Ἰορδάνην διὰ τοῦ ἁγίου βαπτίσματος, ἀποκομίζονται πρὸς Θεόν· καὶ 2.263 γὰρ μετέβη ἀπὸ τῆς τῶν Ἰουδαίων συναγωγῆς ἐπὶ τὰ ἔθνη· καὶ τότε πολλοὶ ἦλθον πρὸς αὐτὸν, καὶ ἐπίστευσαν ταῖς περὶ αὐτοῦ λεχθείσαις παρὰ τῶν ἁγίων φωναῖς. καὶ πιστεύουσιν εἰς αὐτὸν ἐκεῖ, ὅπου αἱ τῶν ὑδάτων πηγαὶ, ὅπου τὸ ἐπὶ Χριστῷ διδασκόμεθα μυστήριον. ὁ γὰρ Χριστὸς οὐκ ἐν τοῖς πρὸ Ἰορδάνου νάμασιν ἦν· ἀλλὰ πέραν που· καὶ ἐλθὼν ἔμεινεν, ἐν τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ προσμείνας παγίως. τιμῶμεν δὲ τὸν Ἰωάννην, οὐχ ὡς ἐνεργήσαντά τι θεοπρεπὲς, ἀλλ' ὡς τἀληθῆ περὶ Χριστοῦ μαρτυρήσαντα. οὐ μόνον γὰρ Ἰωάννου, ἀλλὰ καὶ παντὸς ἁγίου ὁ Χριστὸς θαυμαστότερος· οἱ μὲν γὰρ προφῆται, ὁ δὲ Θεὸς θαυματουργός. σημειωτέον δὲ ὅτι ὁδός εἰσιν οἱ Ἰωάννου καὶ τῶν λοιπῶν προφητῶν λόγοι, εἰς τὸ πιστεῦσαι Χριστῷ. Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. Ἐπίτηδες δὲ μέμνηται τῶν ὀνομάτων τῶν γυναικῶν ὁ Εὐαγγελιστὴς, δεικνὺς ὅτι ἐπίσημοι ἦσαν ὡς θεοσεβεῖς. διὸ καὶ ἠγάπα αὐτὰς ὁ Κύριος. πολλῶν δὲ γεγονότων ὡς εἰκὸς εἰς τὸν Κύριον ὑπὸ τῆς Μαρίας, τοῦ μύρου μέμνηται οὐχ ὡς ἔτυχεν, ἀλλ' ἵνα δείξῃ ὅτι τοσαύτην εἶχε δίψαν ἡ Μαρία περὶ τὸν Χριστὸν, ὅτι ἐξέμαξε τοὺς πόδας αὐτοῦ ταῖς ἰδίαις θριξὶ, ζητοῦσα τὴν ἐκ τῆς ἁγίας σαρκὸς πνευματικὴν εὐλογίαν προσηλῶσαι πρὸς ἑαυτὴν γνησιέστερον· καὶ γὰρ 2.264 πολλαχοῦ φαίνεται θερμότερον τῷ Χριστῷ προσεδρεύουσα καὶ ἀπερισπάστως, τὴν πρὸς αὐτὸν ἐπισπωμένη οἰκειότητα. Ἀπέστειλαν οὖν πρὸς αὐτὸν αἱ ἀδελφαὶ αὐτοῦ λέγουσαι Κύριε, ἰδοὺ ὃν φιλεῖς ἀσθενεῖ. Ἀποστέλλουσιν αἱ γυναῖκες πρὸς τὸν Κύριον ἀεὶ μὲν θέλουσαι αὐτὸν ἔχειν πλησίον ἑαυτῶν, τότε δὲ εὐπροσώπως τοῦτο διὰ τὸν ἀῤῥωστοῦντα ποιοῦσαι. ἐπίστευον γὰρ, ὡς εἰ φανείη μόνον ὁ Χριστὸς, ἀπηλλάττετο τῆς νόσου ὁ κείμενος. ὑπομιμνήσκουσι δὲ τῆς ἀγάπης ἧς εἶχε πρὸς τὸν νοσοῦντα, ἕλκοντες αὐτὸν μάλιστα διὰ τούτου ἐκεῖ· ᾔδεισαν γὰρ ὅτι ἐφρόντιζε τούτου· καὶ ἠδύνατο μὲν καὶ ἀπὼν ὡς Θεὸς καὶ τὰ πάντα περιέπων, θεραπεῦσαι αὐτόν· ὅμως ἐνόμιζον ὅτι εἰ παραγένοιτο, καὶ χεῖρα ὀρέξει καὶ ἐγερεῖ· οὔπω τὸ τέλειον τῆς πίστεως οὐδ' αὗται ἔχουσαι· διὰ τοῦτο καὶ δυσφοροῦσιν, ὡς εἰκὸς, οἰόμεναι μηδὲ ἀῤῥωστῆσαι ὅλως τὸν Λάζαρον, εἰ μὴ ἠμέλησεν αὐτοῦ ὁ Χριστός· πάντα γὰρ, φασὶν, ἐχόντων τὰ ἀγαθὰ τῶν ἀγαπωμένων παρὰ Θεοῦ, διὰ ποίαν αἰτίαν αὐτὸς ὃν φιλεῖς, ἀσθενεῖ; ἢ καὶ τοῦτο τάχα φασί Μεγάλη τῆς νόσου ἡ θρασύτης, ὅτι κατετόλμησεν ἐπιθέσθαι τοῖς ὑπὸ Θεοῦ ἀγαπωμένοις. ἴσως δὲ καὶ τοιοῦτόν τι δοκοῦσι λέγειν Ἐπειδὴ καὶ τοὺς ἐχθροὺς ἀγαπᾷς καὶ θεραπεύεις, πολλῷ μᾶλλον χρεωστεῖς εἰς τοὺς ἀγαπῶντάς σε τοῦτο ἐνδείξα σθαι. δυνάσαι γὰρ ἐν μόνῳ τῷ θέλειν πάντα ποιῆσαι. 2.265 πίστεως οὖν ὁ λόγος μεστὸς καὶ τῆς εἰς Χριστὸν γνησιό τητος ἀπόδειξις. Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν Ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον, ἀλλ' ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι' αὐτῆς. Λέγει μέν τοι ταῦτα ὁ Κύριος, οὐχ ἵνα ἀπελθόντες οἱ ἄνθρωποι ἀπαγγείλωσι ταῖς ἀδελφαῖς τοῦ Λαζάρου, ἀλλ' ὡς Θεὸς προλέγων τὸ ἐσόμενον, ὅτι πρὸς δόξαν Θεοῦ ἑώρα τὸ τοῦ πράγματος ἀποτέλεσμα, οὐ διὰ τοῦτο συμβάσης τῆς νόσου, ἵνα δοξασθῇ· εὔηθες γὰρ τοῦτο εἰπεῖν· ἀλλ' ἐπείπερ συνέβη καὶ εἰς θαυμαστὸν ἑώρα τέλος. ἑαυτὸν δέ φησι τὸν φύσει Θεὸν, αὐτοῦ γὰρ εἰς δόξαν γέγονε τὸ γεγονός. εἰπὼν γὰρ ὅτι ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ γέγονεν ἡ ἀσθένεια, ἐπήγαγεν Ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ ἐν αὐτῇ, περὶ ἑαυτοῦ λέγων. Εἰ δὲ αὐτὸς μὲν εἶπε μὴ εἶναι πρὸς θάνατον τὴν τοῦ Λαζάρου ἀῤῥωστίαν, συμβέβηκε δὲ ὁ θάνατος, οὐδὲν θαυμαστόν. πρὸς γὰρ τὸ πέρας ὁρῶντες τοῦ πράγματος, καὶ ὅτι ἔμελλε μετ' ὀλίγον ἀναστῆναι· οὐχὶ τί συμβέβηκεν ἐν τῷ μεταξὺ σκοποῦμεν, ἀλλ' εἰς ποῖον ἀπέβη τὸ πέρας. ἔκρινε γὰρ ὁ Κύριος ἀσθενοῦντα δεῖξαι τὸν θάνατον, καὶ τὸ συμβὰν εἰς δόξαν Θεοῦ δεῖξαι, τουτέστιν ἑαυτοῦ. 2.266 Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας. Καὶ ἀνεβάλετο τὴν ἄφιξιν, ἵνα μὴ νοσοῦντα αὐτὸν θερα πεύσῃ, ἀλλὰ τελευτήσαντα ἀναστήσῃ· ὅπερ ἐστὶ μείζονος δυνάμεως, ἵνα καὶ μειζόνως δοξάσηται. Μετὰ δὲ τοῦτο λέγει τοῖς μαθηταῖς αὐτοῦ Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ Ῥαββὶ, νῦν ἐζήτουν σε οἱ Ἰουδαῖοι λιθάσαι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; Εἰπὼν δὲ ὁ Κύριος τό Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν, δοκεῖ ὑπεμφαίνειν, ὅτι εἰ καὶ ἀνάξιοί εἰσιν ἐκεῖνοι εὐεργεσίας, ἀλλὰ καιροῦ καλοῦντος τοῦ ἐμποιοῦντος αὐτοῖς ὠφέλειαν, ἀπέλθωμεν πρὸς αὐτούς· οἱ δὲ μαθηταὶ δοκοῦσι διὰ τὴν ἀγάπην τὴν πρὸς αὐτὸν κωλύειν αὐτὸν, πλὴν ὡς ἄνθρωποι οἴονται ὅτι καὶ ἄκων ἐκινδύνευε τοῖς Ἰουδαίοις περιτυχών. διὸ καὶ ἀναμιμνήσκουσιν αὐτὸν τῆς Ἰουδαίων κατὰ αὐτοῦ μανίας, μονονουχὶ λέγοντες Τί πάλιν ζητεῖς μετὰ τῶν ἀπει θῶν γενέσθαι καὶ ἀχαρίστων τῶν μὴ λόγοις μηδὲ ἔργοις μαλασσομένων; οἳ καὶ ἔτι φονῶσι κατὰ σοῦ, καὶ ζέοντα τὸν θυμὸν ἔχουσιν. ἤγουν τοῦτό φασιν, ἢ τοῦτο σημαίνει ὁ 2.267 λόγος αὐτῶν· ὅτι εἰς προφανῆ κίνδυνον αὐτοὺς ἄγει. ὅμως ὑπακούουσι τῷ διδασκάλῳ, ὡς εἰδότι τὸ βέλτιον. Ἀπεκρίθη ὁ Ἰησοῦς Οὐχὶ δώδεκα ὧραί εἰσι τῆς ἡμέρας; ἐὰν οὖν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπῃ· ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτὶ, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. Τάχα δὲ τῇ τῆς ἡμέρας ἀεικινήτῳ φορᾷ παρεικάζει τὴν εὐπάροιστον καὶ φιλόκαινον τῶν ἀνθρώπων διάνοιαν, τὴν μὴ ἱσταμένην ἐπὶ μιᾶς δοκήσεως, ἀλλὰ μεταπηδῶσαν ἀπὸ ἑτέρας γνώμης εἰς ἄλλην, ὡς καὶ ἡ ἡμέρα ἀπὸ ὥρας ἄλλης εἰς ἄλλην μεταβαίνει. νοήσεις δὲ καὶ οὕτως τό Οὐχὶ δώδεκά εἰσιν ὧραι τῆς ἡμέρας; τουτέστιν Ἡμέρα, φησὶν, εἰμὶ καὶ φῶς. ὥσπερ οὖν οὐκ ἔνι καταλῆξαι τῆς ἡμέρας τὸ φῶς, μὴ οὐχὶ τὸν τεταγμένον ἀποπληρῶσαν καιρόν· οὕτως οὐκ ἔστι τῶν ἐνδεχομένων, τὸν παρ' ἐμοῦ συστέλλεσθαι φωτισμὸν ἀπὸ τῶν Ἰουδαίων, μὴ εἰς τὸ πρέπον τῆς φιλανθρωπίας προελθούσης μέτρον. ἡμέραν δὲ λέγει τὸν τῆς παρουσίας καιρόν· νύκτα δὲ, τὸν πρὸ ταύτης· ὡς καὶ ὅταν λέγῃ ὁ Κύριος "Ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντος "ἡμᾶς, ἕως ἡμέρα ἐστί." τοῦτο οὖν ἐνταῦθά φησιν ὅτι οὐκ ἔστι νῦν καιρὸς ἀποσχίσαι ἐμαυτὸν τῶν Ἰουδαίων, κἂν 2.268 ἀνόσιοι ὦσιν, ἀλλὰ πάντα ποιεῖν τὰ πρὸς θεραπείαν αὐτῶν. οὐ γὰρ δεῖ αὐτοὺς νῦν κολάζεσθαι, ἀποχωρούσης ἀπ' αὐτῶν τῆς θείας χάριτος ἡλίου δίκην. ἀλλ' ὥσπερ τὸ φῶς τῆς ἡμέρας οὐκ ἐκλείπει εἰ μὴ πληρωθῇ τὸ δωδεκάωρον, οὕτως οὐδὲ ὁ παρ' ἐμοῦ συστέλλεται φωτισμὸς πρὸ καιροῦ, ἀλλὰ μέχρι τοῦ σταυρωθῆναι μένω μετὰ τῶν Ἰουδαίων, ἐνιεὶς αὐτοῖς ὡς φῶς τῆς θεογνωσίας τὴν σύνεσιν. ἐπειδὴ γὰρ Ἰουδαῖοι ἐν σκοτίᾳ ὄντες ἀπιστίας, προσκόπτουσιν ἐπ' ἐμοὶ ὡς λίθῳ, δεῖ ἀπελθεῖν πρὸς αὐτοὺς καὶ φωτίσαι αὐτοὺς, ἵνα παύσωνται τῆς θεομάχου μανίας. Ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Ἀξιόλογος πρόφασις ἕλκει με εἰς Ἱερουσαλήμ· τὸ γάρ Ὁ φίλος ἡμῶν κεκοίμηται, τοῦτο σημαίνει· καὶ ἐὰν παρί δωμεν τοῦτον, ἀφιλοικτίρμονος λαμβάνομεν δόξαν. διὸ δυσωπεῖσθαι χρὴ ἡμᾶς ἐπὶ τούτῳ καὶ δραμεῖν ἐπὶ τὴν τοῦ φίλου σωτηρίαν, ὑπερορῶντας τῶν Ἰουδαίων τὰς ἐπιβουλάς. δεικνὺς δὲ ἑαυτοῦ τὴν θεοπρεπῆ δύναμιν, ὕπνον καλεῖ τῆς 2.269 ἀνθρωπίνης ψυχῆς τὴν ἀπὸ τοῦ σώματος ἔξοδον καὶ σφόδρα εἰκότως· θάνατον γὰρ οὐκ ἠξίωσεν εἰπεῖν ὁ κτίσας ἐπὶ ἀφ θαρσίᾳ τὸν ἄνθρωπον, κατὰ τὸ γεγραμμένον, καὶ σωτηρίους ἀναδείξας τὰς γενέσεις τοῦ κόσμου. πλὴν ἔστι καὶ ἀληθὴς ὁ λόγος· ὕπνος γὰρ ὄντως παρὰ Θεῷ καὶ ἕτερον οὐδὲν ὁ πρόσκαιρος ἡμῶν τοῦ σώματος θάνατος, ψιλῷ καὶ μόνῳ καταργούμενος νεύματι τῆς κατὰ φύσιν ζωῆς, τουτέστι Χριστοῦ. ὅρα δὲ ὅτι οὐκ εἶπε Λάζαρος ἀπέθανε καὶ πορεύ ομαι ἀναστῆσαι αὐτὸν, ἀλλά φησι Κεκοίμηται, τὸ κομπα στικὸν φεύγων, πρὸς ἡμετέραν διδασκαλίαν καὶ ὠφέλειαν· οὐ γὰρ ἂν οὕτως ἀμυδρὰν μετ' ἐπικρύψεως ἠφίει φωνὴν, ὡς μηδ' αὐτοὺς συνιέναι τοὺς μαθητὰς τὸν λόγον. οὐ γὰρ ἔφη Πορεύομαι ζωώσων ἢ ἀναστήσων αὐτὸν ἐκ νεκρῶν, ἀλλ' ἐξυπνίσων· ὅπερ ἦν ἀργὸν τέως εἰς ὑποψίαν. Εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ Κύριε, εἰ κεκοίμηται, σωθήσεται. εἴρηκε δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. Ἐκεῖνοι δὲ μὴ νοήσαντες τοῦ λόγου τὴν δύναμιν, ᾠήθησαν τὸν Ἰησοῦν λέγειν περὶ κοιμήσεως ὕπνου, ὃς ἐπὶ τὸ πολὺ τοῖς ἀῤῥώστοις συμβαίνων, ἀνάπαυσιν ποιεῖ· διό φασιν Οὐκ ἀξιό λογος ἡ ἄφιξις τοῦ ἄφυπνον ποιῆσαι τὸν Λάζαρον· οὐ γὰρ ἐπωφελὲς τὸ ἐξυπνίσαι ἄῤῥωστον. ταῦτα δὲ ἔλεγον, ἐγκόψαι αὐτὸν βουλόμενοι τῆς ὁδοῦ, λέγοντες ὅτι οὐκ ἄξιον ἐν μέσῳ 2.270 γενέσθαι τῶν φονευτῶν, διὰ τὸ ποιῆσαι πρᾶγμα οὐκ ἐπωφελές. Τότε εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παῤῥησίᾳ Λάζαρος ἀπέθανε, καὶ χαίρω δι' ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ. ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. Μὴ νοησάντων οὖν τῶν μαθητῶν, ὅτι τὸν θάνατον ὕπνον ὠνόμασε, λευκότερον ἐνέφηνεν εἰπὼν, ὅτι ἀπέθανε. φησὶ δὲ ἑαυτὸν χαίρειν, οὐ διὰ φιλοδοξίαν, ὅτι ἔμελλε ποιῆσαι τὸ θαῦμα, ἀλλ' ὅτι τοῦτο πρόφασις ἔμελλε γίνεσθαι τοῖς μαθηταῖς εἰς πίστιν. τὸ δὲ εἰπεῖν Ὅτι οὐκ ἤμην ἐκεῖ, τοῦτο δηλοῖ. εἰ ἤμην ἐκεῖ, οὐκ ἔμελλεν ἀποθνήσκειν, ἠλέησα γὰρ ἂν αὐτὸν καὶ ὀλίγον κάμνοντα· νῦν δὲ ἀπόντος ἐμοῦ συνέβη ὁ θάνατος, ἵνα ἀναστήσας αὐτὸν, μεγάλην ὑμῖν ἐμποιήσω τὴν ὠφέλειαν διὰ τῆς εἰς ἐμὲ πίστεως. ταῦτα δὲ λέγει ὁ Χριστὸς, οὐχ ὡς τότε μόνον δυνάμενος τὰ θεοπρεπῆ ποιεῖν, ὅταν παρῇ· ἀλλ' ἐπείπερ εἰ παρῆν, οὐκ ἂν παρεῖδε τὸν φίλον ἕως θανάτου καταβιβασθέντα. τὸ δέ Ἄγωμεν πρὸς αὐτὸν, ὡς πρὸς ζῶντά φησι· ζῶσι γὰρ αὐτῷ ὡς Θεῷ οἱ νεκροὶ, ὡς μέλλοντες ζήσειν. Εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος ∆ίδυμος τοῖς συμμαθηταῖς αὐτοῦ Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ' αὐτοῦ. Ὁ τοῦ Θωμᾶ λόγος ἔχει μὲν προθυμίαν· ἔχει δὲ καὶ δειλίαν, καὶ γέγονε μὲν ἐκ φιλοθέου φρονήματος, κατακε κέρασται δὲ τῇ ὀλιγοπιστίᾳ. ἀπολειφθῆναι γὰρ οὐκ ἀνέ 2.271 χεται, ἀλλὰ καὶ τοὺς ἄλλους ἀναπείθει τοῦτο ποιεῖν· ὅμως οἴεται ὅτι καὶ παθεῖν ἔμελλον ὑπὸ Ἰουδαίων, καὶ οὐ θέλοντος αὐτοῦ, διὰ τὸ φονικὸν τῶν Ἰουδαίων, οὐ σκοπῶν τὴν τοῦ σώζοντος δύναμιν, ὅπερ ἔδει μᾶλλον. ἐποίει δὲ αὐτοὺς δειλοὺς ὁ Χριστὸς, ὑπὲρ μέτρον ἀνεξικακῶν ἐν οἷς ἔπασχεν ὑπὸ Ἰουδαίων. λέγει οὖν μὴ χρῆναι χωρίζεσθαι τοῦ διδασκάλου, εἰ καὶ ἀναμφίβολος πρόκειται κίνδυνος· ὡς ὑπομειδιῶν δὲ τρόπον τινὰ ὁ Θωμᾶς ἔλεγε τό Ἄγωμεν, τουτέστιν Ἀποθάνωμεν. ἢ οὕτω φησί Πάντως μὲν ἐὰν ἀπέλθωμεν, ἀποθνήσκομεν, ὅμως μὴ παραιτησώμεθα τὸ παθεῖν, οὐ γὰρ δεῖ τοσοῦτον φιλοψυχεῖν· εἰ γὰρ ἐγείρει τὸν νεκρὸν, περιττὸς ὁ φόβος, ἔχομεν γὰρ τὸν δυνάμενον ἀνα στῆσαι μετὰ τὸ πεσεῖν. Ἐλθὼν οὖν ὁ Ἰησοῦς εἰς Βηθανίαν, εὗρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῇ μνημείῳ. ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ἀπὸ σταδίων δεκαπέντε. πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ τὴν Μαρίαν, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν. ∆ιὰ τοῦτο καὶ τὸ διάστημα λέγει τῶν ἡμερῶν τῶν μετὰ τὸν θάνατον Λαζάρου, ἵνα ἐπὶ πλέον θαυμασθῇ τὸ θαῦμα, καὶ μήτις εἴπῃ τυχὸν, ὅτι μετὰ μίαν ἡμέραν ἐληλύθει, καὶ οὐκ ἦν τεθνεὼς, ἀλλὰ ἀῤῥωστοῦντα αὐτὸν ἤγειρε. λέγει δὲ ὅτι πολλοὶ ἦσαν ἐν τῇ Βηθανίᾳ Ἰουδαῖοι· καίτοι χωρίου οὐκ ὄντος πολυανθρώπου· ἐκ τῆς Ἱερουσαλὴμ παραγενόμενοι· οὐ γὰρ ἦν πολὺ τὸ τῆς ὁδοῦ διάστημα τὸ κωλύον τοὺς ἐνδιαθέτους φίλους συνεῖναι ταῖς περὶ τὴν Μάρθαν, ἤτοι 2.272 ἐπείπερ ἐξάκουστον γέγονε τὸ θαῦμα ἐν τῇ Ἱερουσαλὴμ παρὰ πᾶσι καὶ ἐν τῇ περιχώρῳ, τίθησι τὴν αἰτίαν, ὅτι πολλῶν ὄντων ἐκεῖ, εἰκότως ἁπανταχόσε διεδόθη ὁ λόγος· τῶν μὲν θαυμαζόντων, τῶν δὲ διὰ φθόνον λαλούντων τὸ γεγονὸς, πρὸς τὸ διαβολὴν ποιῆσαι τῷ θαύματι διὰ ψευδο κατηγορίας. Ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. Τάχα δὲ θερμοτέρα μὲν ἡ Μάρθα πρὸς τὸ ποιῆσαι τὰ δέοντα· διὸ καὶ πρώτη ὑπήντησε· συνετωτέρα δὲ ἡ Μαρία. διὸ ὡς αἰσθητικωτέραν ἔχουσα ψυχὴν, ἔμεινεν οἴκοι, τὰς ἐκ τῶν παραμυθουμένων δεχομένη θεραπείας, ἡ δὲ Μάρθα ὡς ἁπλουστέρα ἔδραμε, μεθύουσα μὲν τῷ πάθει, φέρουσα δὲ ὅμως νεανικώτερον. Εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν Ἰησοῦν Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου· καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν, δώσει σοι ὁ Θεός. λέγει αὐτῇ ὁ Ἰησοῦς Ἀναστή σεται ὁ ἀδελφός σου. ἀπεκρίθη αὐτῷ ἡ Μάρθα Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ὃ λέγει ἡ Μάρθα, τοιοῦτόν ἐστιν Οὐ διὰ τοῦτο, φησὶν, ἀπέθανεν ὁ ἀδελφός μου, ὅτι ὑπόκειται ἡ ἀνθρώπου φύσις τῷ θανάτῳ, ἀλλ' ὅτι σὺ οὐ παρῆς, ὁ τὸν θάνατον νικῆσαι δυνάμενος διὰ τοῦ προστάγματος. ὑπὸ δὲ τῆς λύπης ἔξω τοῦ προσήκοντος πλανωμένη, ἐνόμιζε μηκέτι δύνασθαί τι ποιῆσαι τὸν Κύριον· ὡς παραδραμόντος τοῦ καιροῦ· καὶ 2.273 ᾤετο αὐτὸν παραγεγονέναι, οὐκ ἐπὶ τῷ ἀναστῆσαι Λάζαρον, ἀλλ' ἵνα παραμυθήσηται αὐτάς. ἠρέμα γὰρ αὐτῷ καὶ ὑπο μέμφεται βραδύναντι, καὶ μὴ εὐθὺς ἐλθόντι ὅταν ἠδύνατο βοηθεῖν, ὅτε ἀπέστειλαν λέγουσαι "Κύριε, ἴδε ὃν φιλεῖς "ἀσθενεῖ." τὸ δὲ λέγειν Ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν δώσει σοι, ὑπερυθριώσης ἐστὶ φανερῶς αἰτῆσαι ὃ βούλεται· ὅμως σφάλλεται περὶ τὴν ἀλήθειαν, οὐχ ὡς Θεῷ διαλεγομένη, ἀλλ' ὡς ἑνὶ τῶν ἁγίων, διὰ τὴν ὁρωμένην σάρκα οἰομένη ὅτι ὅσα ἂν αἰτήσῃ ὡς ἅγιος, λαμβάνει ἀπὸ Θεοῦ, οὐ μὴν εἰδυῖα ὅτι φύσει Θεὸς ὢν καὶ δύναμις τοῦ Πατρὸς, ἄμαχον ἔχει τὴν ἐπὶ πᾶσιν ἰσχύν. εἰ ᾔδει γὰρ ὅτι Θεὸς ἦν, οὐκ ἂν εἶπεν ὅτι Εἰ ἦς ὧδε· ὁ γὰρ Θεὸς πανταχοῦ ἐστιν. ὁ μέντοι Κύριος διὰ τὸ ἀφιλόκομπον, οὐκ εἶπεν Ἐγερῶ τὸν ἀδελφόν σου, ἀλλά Ἀναστήσεται, μονονουχὶ ἠρέμα αὐτὴν ἐλέγχων καὶ λέγων Ἀνίσταται μὲν καθὼς βούλει, πλὴν οὐχ ὡς σὺ νομί ζεις. εἰ γὰρ οἴει δι' εὐχῆς καὶ αἰτήσεως τοῦτο ἀνύεσθαι, σὺ ποίει τὸ τῆς εὐχῆς, μὴ μὴν ἐμοὶ ἐπίταττε τῷ θαυματουργῷ, ὃς δύναμαι τῇ ἰδίᾳ ἰσχύϊ ἀναστῆσαι τὸν νεκρόν. ταῦτα ἀκούσασα ἡ γυνὴ, καὶ αἰδουμένη μὲν εἰπεῖν ὅτι νῦν αὐτὸν ἀνάστησον, τρόπον δέ τινα παροξύνουσα αὐτὸν εἰς τὸ ποιῆσαι νῦν τὸ ἔργον, δοκεῖ πως ἀδημονεῖν περὶ τὴν βραδύ τητα τοῦ χρόνου, λέγουσα Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, ἀλλὰ πρόωρον ἰδεῖν ἐπιθυμῶ τὴν τοῦ ἀδελφοῦ ἀνά στασιν. ἤτοι τοῦ Κυρίου εἰπόντος τό Ἀναστήσεται ὁ ἀδελφός σου, μονονουχὶ συναινεῖ τῷ δόγματι τούτῳ ἡ γυνὴ λέγουσα Οἶδα τοῦτο· πιστεύω γὰρ ὅτι ἀνίστανται οἱ νεκροὶ καθὼς σὺ ἐδίδαξας· "Ὅτι ἔρχεται ὥρα, καὶ ἐξελεύσονται, οἱ τὰ "ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα 2.274 "πράξαντες εἰς ἀνάστασιν κρίσεως." ὁμοίως δὲ καὶ ὁ Ἡσαΐας ἐν Πνεύματι εἶπεν "Ἀναστήσονται οἱ νεκροὶ, καὶ "ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις." οὐ γὰρ ἀπιστῶ τῷ τῆς ἀναστάσεως λόγῳ, ὡς οἱ Σαδδουκαῖοι. Εἶπεν αὐτῇ ὁ Ἰησοῦς Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται, καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. πιστεύεις τοῦτο; λέγει αὐτῷ Ναὶ Κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος. Καρπὸς γεμὴν καὶ τιμὴ τῆς εἰς Χριστὸν πίστεως, ἡ αἰώνιος ζωὴ, καὶ οὐκ ἄλλως προσγίνεται τοῦτο τῇ τοῦ ἀνθρώπου ψυχῇ. εἰ γὰρ διὰ Χριστὸν πάντες ἀνιστάμεθα, ἀλλὰ ζωὴ αὕτη ἐστὶν ἀληθὴς, τὸ ἀτελευτήτως ἐν μακαριό τητι ζῆν· οὐδὲν γὰρ διαφέρει θανάτου, τὸ εἰς κόλασιν ἀναβιῶναι μόνον. εἰ οὖν ὁρᾷ τις καὶ τοὺς ἁγίους θνήσκοντας τοὺς λαβόντας ὑποσχέσεις ζωῆς, οὐδὲν τοῦτο, μόνον γὰρ ὅσον εἰς τὸ συμβῆναι γίνεται. καιρῷ δὲ τῷ πρέποντι τετή ρηται ἡ τῆς χάριτος ἀνάδειξις, οὐ κατὰ μέρος ἰσχύουσα, ἀλλ' ἐν πᾶσι διηνεκῶς καὶ τοῖς ἤδη προαποθανοῦσιν ἁγίοις πρὸς ὀλίγον γευσαμένοις τοῦ θανάτου, ἕως τῆς κοινῆς ἀνα στάσεως. τότε γὰρ κοινῇ πάντες τῶν ἀγαθῶν ἀπολαύ σουσιν. εἰπὼν δὲ ὁ Σωτὴρ ὅτι Ἐὰν ἀποθάνῃ ζήσεται, οὐκ ἀνεῖλεν ἐν τῷ νῦν αἰῶνι τὸν θάνατον· ἀλλὰ τοσοῦτον αὐτὸν δίδωσι κατὰ τῶν πιστῶν ἰσχύειν, ὅσον εἰς τὸ συμβῆναι μόνον, καιρῷ γὰρ τῷ πρέποντι τετήρηκε τὴν τῆς ἀναστά σεως χάριν. φησὶ γοῦν, ὅτι οὐκ ἄμοιρος ἔσται τοῦ τῆς σαρκὸς θανάτου διὰ τὴν ἀνθρωπίνην φύσιν ὁ εἰς ἐμὲ 2.275 πιστεύων, ἀλλ' ὅμως οὐδὲν ἐκ τούτου πείσεται δεινὸν, Θεοῦ δυναμένου ζωοποιεῖν εὐκόλως ὃν ἂν ἐθέλῃ· ὁ γὰρ εἰς αὐτὸν πιστεύσας, ἐν τῷ μέλλοντι αἰῶνι ἀτελεύτητον ἔχει ζωὴν ἐν μακαριότητι καὶ ὁλοκλήρῳ ἀφθαρσίᾳ. διὸ μήτις γελάτω τῶν ἀπίστων· οὐ γὰρ εἶπεν ὁ Χριστός Ἀπάρτι θάνατον οὐ μὴ ἴδῃ, ἀλλὰ ἀπολελυμένως εἰπών Θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα, περὶ τοῦ μέλλοντος αἰῶνος εἶπεν, εἰς ἐκεῖνον τηρήσας τὸ πέρας τῆς ὑποσχέσεως. εἰπὼν δὲ τῇ Μάρθᾳ Πιστεύεις, ὡς μητέρα καὶ πρόξενον τῆς ζωῆς ἀπαιτεῖ τῆς πίστεως τὴν ὁμολογίαν· ἡ δὲ ἑτοίμως συνέθετο καὶ ἀκριβῶς ὁμολογεῖ, οὐχ ἁπλῶς πιστεύουσα ὅτι Χριστός ἐστι καὶ Υἱὸς τοῦ Θεοῦ· χριστὸς γὰρ δύναται εἶναι καὶ προφήτης, διὰ τὸ κεχρίσθαι, ὁ αὐτὸς καὶ υἱὸς νοεῖσθαι δύναται· ἀλλὰ μετὰ τοῦ ἄρθρου εἰποῦσα Ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, τὸν ἕνα καὶ ἐξαίρετον καὶ ἀληθῶς Υἱὸν ὡμολόγησεν. εἰς τὸν Υἱὸν οὖν ἡ πίστις, οὐκ εἰς ποίημα. 2.276 Πιστεύεις τούτῳ; Προεξηγησάμενος τοῦ κατὰ αὐτὸν μυστηρίου τὴν δύναμιν, καὶ δείξας ἐναργῶς ὅτι ζωὴ κατὰ φύσιν ἐστὶ καὶ Θεὸς ἀλη θινὸς, ἀπαιτεῖ τὴν ἐπὶ τῇ πίστει συναίνεσιν, τύπον ταῖς ἐκκλησίαις τὸν ἐπὶ τούτῳ θείς. χρὴ γὰρ οὐ διάκενον ἡμᾶς εἰς ἀέρα ῥιπτοῦντας φωνὴν, τὸ σεπτὸν ὁμολογεῖν μυστήριον, ἀλλ' ἐν καρδίᾳ καὶ νῷ τὴν πίστιν ῥιζώσαντας, καρπὸν τοῦ πράγματος ποιεῖσθαι τὴν ὁμολογίαν· χρὴ δὲ πιστεύειν ἐνδοι ασμοῦ τινος δίχα καὶ διψυχίας. ὑβριστὴς γὰρ ὁ δίψυχος καὶ χωλεύων περὶ τὴν πίστιν· διὰ τοῦτο καὶ "ἀκατάστατος "ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ." εἰδέναι γεμὴν ἀναγκαῖον, ὅτι Θεῷ τῆς πίστεως τὴν ὁμολογίαν ποιούμεθα, κἂν δι' ἀνθρώ πων ἐρωτώμενοι, τῶν ἱερᾶσθαι λαχόντων φημὶ, τό Πιστεύω λέγομεν ἐν τῇ παραλήψει τοῦ ἁγίου βαπτίσματος. πάνδεινον οὖν ἄρα τὸ διαψεύσασθαι καὶ παρολισθῆσαι πρὸς ἀπιστίαν, ἵνα μὴ καὶ δικαστὴν καὶ μάρτυρα ἀπονοίας ἔχωμεν αὐτὸν τὸν πάντων ∆εσπότην λέγοντα "Καὶ ἐγὼ μάρτυς, φησὶ "Κύριος." ἐπιτηρητέον δὲ ὅτι Λαζάρου κειμένου καὶ τεθνη κότος, ὑπὲρ αὐτοῦ τρόπον τινὰ τὸ γύναιον ἐξαιτεῖται τὴν ἐπὶ τῇ πίστει συναίνεσιν· ἵνα πάλιν ὁ τύπος ἐν ταῖς ἐκκλησίαις ἰσχύσῃ· ὅτε γὰρ ἀρτιγενὲς προσάγεται βρέφος, ἢ τῆς κατη χήσεως τὸ χρίσμα λαβεῖν, ἤτοι τὸ τῆς τελειώσεως ἐπὶ τῷ ἁγίῳ βαπτίσματι, ὁ προσάγων ὑπὲρ αὐτοῦ τό Ἀμὴν ἀνα φωνεῖ. ὑπὲρ δὲ τῶν ἐσχάτῃ νόσῳ κατειλημμένων, μελλόν των τε διὰ τοῦτο βαπτίζεσθαι, καὶ ἀποτάττονταί τινες καὶ συντάττονται, τὴν οἰκείαν ὥσπερ ἐξ ἀγάπης κιχρῶντες 2.277 φωνὴν τοῖς νόσῳ πεπεδημένοις· ὅπερ ἔστι κατιδεῖν γεγονὸς ἐπί τε Λαζάρου καὶ τῆς ἀδελφῆς αὐτοῦ. σοφῶς δὲ ἡ Μάρθα καὶ οἰκονομικῶς προκατασπείρει τῆς πίστεως τὴν ὁμολογίαν, ἵνα τὸν ἐξ αὐτῆς θερίσῃ καρπόν. Καὶ ταῦτα εἰποῦσα ἀπῆλθε καὶ ἐφώνησε Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρα εἰποῦσα Ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε. ἐκείνη δὲ ὡς ἤκουσεν, ἐγέρθη καὶ ἤρχετο πρὸς αὐτόν. Ἀπῆλθε καλέσουσα τὴν ἀδελφὴν αὐτῆς πρὸς τὸ καὶ αὐτὴν κοινωνῆσαι τῆς ἐπὶ τῷ προσδοκωμένῳ πράγματι εὐθυμίας, συναποληψομένην ἀναστάντα παρ' ἐλπίδα πᾶσαν τὸν τεθνη κότα. ἦν γὰρ ἀκούσασα "Ἀναστήσεται ὁ ἀδελφός σου." λάθρα δὲ τὴν τοῦ Σωτῆρος παρουσίαν τῇ ἀδελφῇ αὐτῆς εὐηγγελίσατο, διὰ τὸ παρακαθέζεσθαι τῶν Ἰουδαίων τινὰς τῶν φθονούντων θαυματουργοῦντι τῷ Χριστῷ. Καὶ οὐχ εὑρήσομεν ἐν τοῖς εὐαγγελίοις ὅτι ὁ Χριστὸς εἶπε Κάλει μοι τὴν ἀδελφήν σου· ἀλλ' ἡ Μάρθα τὴν τοῦ πράγματος ἀπαραίτητον χρείαν καὶ τὸ τῆς παρουσίας χρεω στούμενον, ἀντὶ κελεύσεως καὶ φωνῆς δεξαμένη, τοῦτό φησιν. ἡ δὲ ἑτοίμως ἔδραμε πρὸς αὐτὸν, καὶ ὑπαντᾶν ἐθέλει. πῶς γὰρ οὐκ ἔμελλε τοῦτο ποιεῖν ἡ σφόδρα λυπουμένη ἐπὶ τῇ ἀπουσίᾳ αὐτοῦ, καὶ θερμὸν ἔχουσα φρόνημα εἰς εὐσέβειαν καὶ ἀγάπην εἰς αὐτὸν πολλήν; 2.278 Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ' ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου προσυπήντησεν αὐτῷ ἡ Μάρθα. οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ' αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτὴν, ἰδόντες τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολού θησαν αὐτῇ λέγοντες ὅτι ὑπάγει εἰς τὸ μνῆμα ἵνα κλαύσῃ ἐκεῖ. Οἱ οὖν συνόντες Ἰουδαῖοι, οἰηθέντες αὐτὴν δεδραμηκέναι ἐπὶ τὸ μνημεῖον πρὸς τὸ ἑαυτὴν σπαράξαι, συνακολουθοῦσιν αὐτῇ, νεύματι Θεοῦ τοῦτο ποιοῦντες, ἵνα συνέλθωσιν ἐπὶ τῷ τὸ θαῦμα ἰδεῖν καὶ μὴ βουλόμενοι. εἰ γὰρ μὴ οἰκονομίᾳ Θεοῦ τοῦτο ἐγεγόνει, οὐκ ἂν ἐμέμνητο αὐτοῦ ὁ Εὐαγγε λιστὴς, οὔτε τὰς ἐφ' ἑκάστῳ συμβαινούσας αἰτίας ἀπεγρά φετο, εἰ μὴ πανταχοῦ τῆς ἀληθείας ἀντεποιεῖτο. εἶπεν οὖν τὴν αἰτίαν δι' ἣν πολλοὶ εἰς τὸ μνημεῖον ἔδραμον, εὑρέ θησάν τε καὶ γεγόνασι θεαταὶ τοῦ θαύματος, καὶ ἄλλοις ἀπήγγειλαν. Ἡ οὖν Μαρία ὡς ἦλθεν ὅπου ἦν ὁ Ἰησοῦς, ἴδουσα αὐτὸν ἔπεσε πρὸς τοὺς πόδας αὐτοῦ λέγουσα Κύριε, εἰ ᾖς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου. Ἡ μέντοι Μαρία, πρόωρον γεγενῆσθαι λέγει τὸν θάνατον τῷ ἀδελφῷ διὰ τὸ ἀπεῖναι τὸν Κύριον· καὶ τότε φησὶν ἐπι δεδημηκέναι αὐτὸν τῷ οἴκῳ, ὅτε ὁ τῆς θεραπείας παρέδραμε καιρός· καὶ ἔστι μὲν καὶ ἐκ τούτου στοχάσασθαι, ὅτι ὡς Θεῷ αὐτῷ ἔλεγε τοῦτο, εἰ καὶ οὐκ ἀκριβῶς λελάληκεν, οἰομένη μὴ παρεῖναι αὐτὸν εἰ καὶ ἀπῆν τῷ σώματι. ἀκριβε 2.279 στέρα δὲ οὖσα καὶ συνετωτέρα τῆς Μάρθας, οὐκ εἶπεν " Οσα ἂν αἰτήσῃ τὸν Θεὸν δώσει σοι ὁ Θεός." διὸ πρὸς ταύτην οὐδὲν λαλεῖ ὁ Κύριος, πρὸς δὲ τὴν Μάρθαν μακρὸν διέτεινε τὸν λόγον. τῇ λύπῃ μέν τοι μεθύουσαν τὴν Μαρίαν οὐκ ἐλέγχει, εἰποῦσαν τό Εἰ ἦς ὧδε, τῷ πληροῦντι τὴν ἅπασαν κτίσιν· πρὸς ἡμέτερον ὑπόγραμμον καὶ τοῦτο ποιῶν, ἵνα μὴ τοὺς ἐν ἀκμῇ τῶν θρήνων ὄντας ἐλέγχωμεν· συγ καταβαίνει δὲ μᾶλλον, τὴν ἀνθρωπίνην φύσιν ἀπογυμνῶν, δακρύει δὲ καὶ συγχεῖται, ἰδὼν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας. Ὁ οὖν Ἰησοῦς ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνεληλυθότας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτὸν καὶ εἶπε Ποῦ τεθείκατε αὐτόν; Ἐπειδὴ δὲ οὐ Θεὸς κατὰ φύσιν μόνον, ἀλλὰ καὶ ἄν θρωπος ἦν ὁ Χριστὸς, πάσχει μετὰ τῶν ἄλλων τὸ ἀνθρώ πινον· ἀρχομένης δέ πως ἐν αὐτῷ κινεῖσθαι τῆς λύπης, καὶ νευούσης ἤδη πρὸς τὸ δάκρυον τῆς ἁγίας σαρκὸς, οὐκ ἀφίησιν αὐτὴν τοῦτο παθεῖν ἐκλύτως, καθάπερ ἔθος ἡμῖν. ἐμβριμᾶται δὲ τῷ πνεύματι, τουτέστι τῇ δυνάμει τοῦ Ἁγίου Πνεύματος ἐπιπλήττει τρόπον τινὰ τῇ ἰδίᾳ σαρκί· ἡ δὲ, τὸ 2.280 τῆς ἑνωθείσης αὐτῇ θεότητος οὐκ ἐνεγκοῦσα κίνημα, τρέμει τε καὶ θορύβου πλάττεται σχῆμα. τοῦτο γὰρ οἶμαι σημαί νειν τό Ἐτάραξεν ἑαυτόν· πῶς γὰρ ἂν ἑτέρως ὑπομείνῃ θόρυβον; ταραχθήσεται γεμὴν κατὰ τίνα τρόπον ἡ ἀθό λωτος ἀεὶ καὶ γαληνιῶσα φύσις; ἐπιτιμᾶται τοίνυν ἡ σὰρξ διὰ τοῦ πνεύματος, τὰ ὑπὲρ φύσιν ἰδίαν διδασκομένη φρο νεῖν. διὰ γάρ τοι τοῦτο γέγονεν ἐν σαρκὶ, μᾶλλον δὲ σὰρξ, ὁ πάντα ἰσχύων τοῦ Θεοῦ Λόγος, ἵνα ταῖς ἐνεργείαις τοῦ ἰδίου πνεύματος, τὰς μὲν τῆς σαρκὸς ἀσθενείας νευρώσῃ, καὶ γεωδεστέρου φρονήματος ἀπαλλάξῃ τὴν φύσιν, ἀναμορφώσῃ δὲ ὥσπερ εἰς μόνα τὰ δοκοῦντα Θεῷ. οὐκοῦν νόσημα μὲν φύσεως ἀνθρωπίνης, τὸ τυραννεῖσθαι ταῖς λύπαις· καταρ γεῖται δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων ἐν πρώτῳ Χριστῷ, ἵνα καὶ εἰς ἡμᾶς διαβῇ. Ἢ οὕτω νοητέον τό Ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτά ραξεν ἑαυτὸν, ἀντὶ τοῦ Κεκινημένος εἰς ἔλεον ἐκ τοῦ δακρῦσαι πολλοὺς, ἐνετείλατο τρόπον τινὰ τῷ ἰδίῳ πνεύματι κατα παλαίειν καὶ πρὸ καιροῦ τὸν θάνατον καὶ ἀναστῆσαι τὸν Λάζαρον. οὐκ ὡς ἀγνοῶν δὲ ἐρωτᾶ Ποῦ τεθείκατε αὐτόν· ὁ γὰρ ἐπ' ἀλλοδαπῆς ὢν καὶ εἰδὼς ὅτι τέθνηκε, πῶς ἠγνόησε τὸ μνῆμα; λέγει δὲ οὕτως ὡς ἀφιλόκομπος· οὐ μὴν εἶπεν Ἄγωμεν εἰς τὸ μνημεῖον, ἐγερῶ γὰρ αὐτὸν, εἰ καὶ τὰ μάλιστα τὸ ἐρωτῆσαι οὕτως, ταύτην ἔχει τὴν ἔμφασιν. ὅμως καὶ τοῦτο εἰπὼν, πολλοὺς παρεσκεύασε προβαδίζειν 2.281 αὐτοῦ, ὡς ὑποδεικνύντας τὸ ζητούμενον. οἰκονομικῶς οὖν καὶ τοῦτο εἶπεν, ἕλκων διὰ τοῦ ῥήματος πολλοὺς εἰς τὸν τόπον, καὶ ἀγνοεῖν σχηματίζεται, τὴν τῆς ἀνθρωπότητος πτωχείαν οὐδαμοῦ παραιτούμενος ὁ φύσει Θεὸς καὶ πάντα εἰδὼς, οὐ τὰ γεγονότα μόνον ἀλλὰ καὶ τὰ ἐσόμενα, πρὶν γενέσεως αὐτῶν. Καὶ τὸ ἐρωτᾶν οὖν οὐδεμίαν ἄγνοιαν φέρει τῷ δι' ἡμᾶς καθ' ἡμᾶς γενομένῳ, ἀλλ' ἐκ τοῦδε μᾶλλον ἴσος τῷ Πατρὶ δείκνυται· καὶ γὰρ ἐκεῖνος ἐρωτᾷ "Ἀδὰμ, ποῦ εἶ;" καὶ οὗτος ἄγνοιαν σοφίζεται καὶ πυνθάνεται Ποῦ τεθείκατε, ὥστε διὰ τῆς πεύσεως πλῆθος συναγερθῆναι πρὸς τὴν ἀπόδειξιν, καὶ παρὰ τῶν ἐχθρῶν μᾶλλον μαρτυρηθῆναι τὸ παράδοξον τῆς ἀναβιώσεως τοῦ ἤδη διαφθαρέντος. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι Ἴδε πῶς ἐφίλει αὐτόν. τινὲς δὲ ἐξ αὐτῶν εἶπον Οὐκ ἠδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ; Ὁ μέντοι Εὐαγγελιστὴς βλέπων δακρύουσαν τὴν ἀδά κρυτον φύσιν, καταπλήττεται, εἰ καὶ ἴδιον ἦν τῆς σαρκὸς τὸ πάθος, καὶ οὐ τῇ θεότητι πρέπον. δακρύει δὲ ὁ Κύριος, 2.282 ἑωρακὼς τὸν κατ' ἰδίαν εἰκόνα γεγονότα ἄνθρωπον κατε φθαρμένον, ἵνα τὸ ἡμῶν περιστείλῃ δάκρυον. διὰ γὰρ τοῦτο καὶ ἀπέθανεν, ἵνα καὶ ἡμεῖς ἀπαλλαγῶμεν θανάτου. δακρύει δὲ μόνον, καὶ εὐθὺς ἐπέχει τὸ δάκρυον, ἵνα μὴ δόξῃ τις ὠμὸς καὶ ἀπάνθρωπος εἶναι, καὶ ἡμᾶς ἐπὶ τοῖς αὐτοῖς παιδεύων μὴ ἐπὶ πολὺ ἐκλύεσθαι ἐπὶ τοῖς τεθνηκόσι. τὸ μὲν γὰρ, συμ παθείας ἐχόμενον· τὸ δὲ γυναικικὸν καὶ ἄνανδρον. διὰ τοῦτο οὖν συνεχώρησε τῇ ἰδίᾳ σαρκὶ κλαῦσαι ὀλίγον, καίπερ ὢν τῇ φύσει ἄδακρυς καὶ ἁπάσης ἀνεπίδεκτος λύπης, ὅσον εἰς ἰδίαν φύσιν. θαυμάζουσι δὲ καὶ αὐτοὶ οἱ μισοῦντες, τοῦ Κυρίου τὸ δάκρυον. οἱ γὰρ εἰς ἄκρον φιλοσοφοῦντες καὶ οἱ ἐν ὑπολήψει λαμπρᾷ δυσχερέστατα δακρύουσιν, ὡς κατα νεανιευόμενοι πάσης συμφορᾶς. ἐνόμιζον δὲ οἱ Ἰουδαῖοι ὅτι διὰ τὸν θάνατον ἐδάκρυσε Λαζάρου, αὐτὸς δὲ πᾶσαν τὴν ἀνθρωπίνην φύσιν κατελεῶν ἐδάκρυσεν, οὐ μόνον Λάζαρον κλαίων, ἀλλὰ τὸ πᾶσι συμβεβηκὸς ἐννοῶν, ὅτι πᾶσα ἡ ἀνθρωπότης γέγονεν ὑπὸ θάνατον, δικαίως τῷ τοιούτῳ ἐπι τιμίῳ ὑποπεσοῦσα. ἄλλοι δὲ ὑπὸ τοῦ φθόνου τρωθέντες, οὐδὲν ἔλεγον ἀγαθόν· οὐ γὰρ κατὰ ἀλήθειαν ᾐτιῶντο τὸν Κύριον, ὡς ἐπιτρέψαντα ἀποθανεῖν τὸν Λάζαρον· τοῦτο γὰρ ἦν πιστευόντων ὅτι ἠδύνατο τὸν θάνατον στῆσαι· ἀλλὰ μονονουχὶ τοῦτό φασιν Ποῦ ἡ ἰσχύς σου ὦ θαυματουργέ; ἰδοὺ γὰρ καὶ μὴ βουλομένου σου, τέθνηκεν ὁ ὑπὸ σοῦ φιλού μενος. ὅτι γὰρ ἠγάπας, δῆλον ἐξ οὗ δακρύεις. εἰ οὖν ἦν τῆς σῆς ἰσχύος τὸ τοῦ τυφλοῦ ἔργον, ἠδύνασο καὶ τὸν θάνατον 2.283 στῆσαι, ὅπερ ἐστὶ καὶ αὐτὸ ὑπὲρ ἀνθρώπου φύσιν. ὡς ἐπι χαίροντες οὖν ἐξ ὧν ἑώρων τρόπον τινὰ παραλυομένην τὴν αὐτοῦ δόξαν, φασὶ τοῦτο. Ὁ οὖν Ἰησοῦς πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπηλαῖον, καὶ λίθος ἐπέκειτο ἐπ' αὐτῷ. λέγει δὲ ὁ Ἰησοῦς Ἄρατε τὸν λίθον. Ἐνταῦθα τὴν ἐμβρίμησιν νοοῦμεν, τὴν οἱονεὶ μετὰ κινή σεως τῆς κατ' ἐξουσίαν θέλησιν· καὶ ὅτι ἀγριώτερον τῇ λύπῃ ἐπετίμησε, καὶ τῷ δακρύῳ τῷ ἐκ τῆς λύπης ἐκχεῖσθαι μέλλοντι. ὡς γὰρ Θεὸς παιδαγωγικῶς τῇ ἀνθρωπότητι ἐπι τιμᾷ, νεανιεύεσθαι ἐπιτάττων τῶν λυπηρῶν, ἢ θεοπρεπεῖ κινήματι διορίζεται, ὅτι χρὴ ἀνατρέψαι λοιπὸν τοῦ θανάτου τὸ κράτος. καὶ τοῦτο διὰ τῆς ἰδίας αὐτοῦ ἐμφαίνει σαρκός· καὶ τὸ τοῦ σώματος κίνημα τὸ κεκρυμμένον ἐσήμαινεν ἔσωθεν. καὶ τοῦτο δηλοῖ ὧδε τό Ἐνεβριμήσατο, ἀντὶ τοῦ, διὰ σχηματισμοῦ τοῦ σώματος τὸ κεκρυμμένον ἐσήμαινε κίνημα. Τὸν δὲ λίθον οὐκ ἀπεκύλισε δι' ἑαυτοῦ διὰ δύο ταῦτα· ἓν μὲν διδάσκων ὅτι περιττὸν τὸ ἐν τοῖς μὴ ἀναγκαίοις θαυμα τουργεῖν· ἕτερον δὲ, ὅτι αὐτὸς μὲν ἐγείρει τοὺς νεκροὺς, παραστήσονται δὲ εἰς ὑπηρεσίαν τοῦ πράγματος οἱ ἄγγελοι, οὓς καὶ θεριστὰς ἀλλαχοῦ παραβολικῶς ἀποκαλεῖ ὁ Κύριος. Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι. Τὰ μεγάλα τῶν κατορθωμάτων ἀπιστεῖσθαι φιλεῖ, καὶ 2.284 τοῖς ὑπὲρ λόγον ἀκολουθεῖ τὸ μὴ λίαν ἑτοίμως θαυμάζεσθαι· τοῦτό μοι δοκεῖ ὑπομεῖναι καὶ τὴν ἀγαθὴν Μάρθαν· παραι τεῖται γὰρ αὐτὴν τὸ εἰς πίστιν ἀσφαλὲς ἡ τοῦ πράγματος ὑπερβολὴ, καὶ τὸ ξένον τῆς ἐλπίδος τοῦ καθήκοντος ἐξίστησι λογισμοῦ· καὶ θαυμαστὸν οὐδὲν εἰ τὴν πίστιν ὁμολογήσασα πάλιν ὀλιγοπιστίᾳ χειμάζεται τῇ ὑπερβολῇ τοῦ θαύματος. ἤτοι καὶ ὡς πάνυ τιμῶσα τὸν Χριστὸν, εἶπε τό Ἤδη ὄζει, πρὸς τὸ μὴ ἀηδισθῆναι ἐκ τῆς τοῦ νεκροῦ δυσωδίας· ἢ ὡς αἰσχύνην τοῦτό φησι. σπεύδουσι γὰρ οἱ τῶν τεθνεώτων οἰκεῖοι, πρὸ τοῦ τὸ σῶμα γενέσθαι δυσῶδες, κατακρύψαι τῇ γῇ, αἰσχυνόμενοι τοὺς ζῶντας καὶ ἀτιμίαν ἡγούμενοι τοῦ κειμένου, τὸ βδελύττεσθαι αὐτὸν παρά τινων. Λέγει αὐτῇ ὁ Ἰησοῦς Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψει τὴν δόξαν τοῦ Θεοῦ; Μέγα ἀγαθὸν πίστις, ὅταν ἀπὸ θερμῆς γίνηται διανοίας, καὶ τοσαύτην ἔχει δύναμιν, ὥστε οὐ μόνον ὁ πιστεύων σώ 2.285 ζεται, ἀλλὰ γὰρ καὶ ἄλλοι ἄλλων πιστευσάντων ἐσώθησαν, ὡς ὁ ἐν Καπαρναοὺμ χαλασθεὶς παράλυτος διὰ τὴν πίστιν τῶν βασταζόντων αὐτόν· ὡς ὁ Λάζαρος, διὰ τὴν τῆς ἀδελφῆς, πρὸς ἣν ἔφη ὁ Κύριος Ἐὰν πιστεύῃς ὄψει τὴν δόξαν τοῦ Θεοῦ; μονονουχὶ λέγων Ἐπειδὴ Λάζαρος νεκρὸς ὢν πιστεύειν οὐ δύναται, σὺ τοῦ νεκροῦ τὸ λεῖπον τῆς πίστεως ἀναπλήρωσον. διττὸν δὲ τῆς πίστεως τὸ εἶδος· τὸ μὲν, δογματικὸν, συγκατάθεσιν τῆς ψυχῆς ἔχον περὶ τοῦδέ τινος· ὡς τό "Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται·" τὸ δὲ, ἐν χάριτος μέρει παρὰ τοῦ Χριστοῦ δωρούμενον· "Ὧι μὲν "γὰρ, φησὶ, διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, "ἑτέρῳ δὲ πίστις," ἥτις οὐ δογματικὴ μονόν ἐστιν, ἀλλὰ καὶ τῶν ὑπὲρ ἄνθρωπον ἐνεργητικὴ, ὡς καὶ "ὄρη μεθιστά "νειν." ἡ μέν τοι Μάρθα ὑπὸ ἀσθενείας λογισμῶν εἰς ἀπιστίαν ἐνέπεσεν. ἀλλ' ὁ Κύριος οὐκ ἐφίησι, λύσιν ὑπε νεγκὼν τῷ πάθει ταχεῖαν. χρὴ γάρ φησι πιστεύειν ἀσφαλῶς, ἵνα θεάσηται τὰ παρ' ἐλπίδα. μέγα γὰρ ἡ διψυχία νόσημα, καὶ ἀποστεροῦν τῶν ἐκ Θεοῦ χαρισμάτων. διὸ ταύτῃ ἐπιτι μήσας, τὸ πάντων ἀνθρώπων διωρθώσατο γένος, ὥστε μὴ ἁλῶναι τοῖς τῆς διψυχίας κακοῖς. φεύγων δὲ τὸ κενόδοξον ὁ Χριστὸς, οὐκ εἶπεν Ὄψει τὴν δόξαν μου, ἀλλὰ τὴν τοῦ Θεοῦ. δόξα δὲ Θεοῦ, τὸ ἐγεῖραι νεκρόν. αὐτὸς οὖν ἄρα ἐστὶν ὁ κατὰ φύσιν Θεὸς, ὁ εἰπών "Ἐγώ εἰμι ἡ ἀνάστασις," οὗ τὴν δόξαν μετ' οὐ πολὺ θεωρήσειν τὴν γυναῖκά φησιν, ὅταν οἰηθῇ μὴ ψεύδεσθαι τὴν ἀλήθειαν, ὅς ἐστιν ὁ Χριστός· ἦν δὲ αὐτῇ ἐπαγγελθὲν, τὸ ἀναστῆναι τὸν νεκρὸν αὐτῆς ἀδελ 2.286 φόν. καὶ ἡ μὲν Μαρία συνετωτέρα οὖσα, οὐδὲν ἐνδοιαστικὸν φθέγγεται· ἡ δὲ Μάρθα, τῷ τῆς διψυχίας κατείχετο νο σήματι. Ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν Πάτερ εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν παρεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. Οἰκονομικῶς μέντοι ὡς ἄνθρωπος λαλεῖ ὁ Χριστὸς χθα μαλῶς, οὐ κατὰ τὴν τῆς θεότητος ὑπεροχήν· καὶ ἀναφέρει τῷ Πατρὶ τὴν χάριν οὐχ ὑπὲρ Λαζάρου μόνον, ἀλλ' ὑπὲρ τῆς πάντων ζωῆς. ἀγαθὸς γὰρ ὢν, ὁμογνώμων ἐστὶ τῷ Πατρὶ ἀνακομίζοντι τὴν ἀνθρώπου φύσιν εἰς τὴν ζωὴν, τὴν εἰς φθορὰν πεσοῦσαν διὰ τῆς παρακοῆς, οὐδεμίαν ἔχων διαφορὰν πρὸς τὴν τοῦ Πατρὸς ἀγαθότητα. ὥσπερ δὲ καὶ ἡμεῖς διὰ τῶν οἰκείων λογισμῶν ἀναπειθόμεθα εἰς τὸ μὴ ποιῆσαι τὸ δοκηθὲν, οὕτω καὶ ὁ Κύριος, Λόγος ὢν καὶ βουλὴ τοῦ Πατρὸς, φίλον ἡμῖν πεποίηκε τὸν Πατέρα. καὶ οὐ δήπου φαμὲν ὅτι ὀργίζεται τὸ θεῖον, ἀλλ' ὅτι δίκαιος ὢν καὶ ἀγαθὸς, οἶδε τὸν τῇ ἐπιτιμήσει πρέποντα καιρὸν, καὶ τὸν τῇ ἀνέσει. πλὴν εὐχαριστεῖ ὁ Κύριος, καὶ τοῦτο ποιεῖ πρὸς ὑπογραμμὸν ἡμῶν, τιμῶν τὸν Πατέρα. ὅταν δὲ ὁ ἴσος τῷ ἴσῳ εὐχαριστῇ, οὐ ποιεῖ πάντως τοῦτο τῆς οὐσίας ἐλάττωσιν. δι' ὧν δὲ ἐπισημαίνεται ὅτι διὰ τὸν ὄχλον ταῦτα λέγω, μονονουχί φησιν, ὅτι προσπεποίημαι τῆς προσευχῆς τὸ σχῆμα, καὶ οἰκονομικῶς εἶπον εὐχαριστεῖν. ᾔδειν γὰρ ὅτι πάντοτέ μου ἀκούεις. οὐ γάρ ἐστι πρὸς ἑαυτὴν ἀπειθὴς ἡ μία τῆς θεότητος φύσις, ἐπείπερ εἷς ἐστιν ὁ τῆς Τριάδος νοῦς, 2.287 Πατρὸς Υἱοῦ καὶ Πνεύματος. εἰδὼς οὖν, φησὶν, ὅτι μία ἡμῶν ἡ βούλησις καὶ ἓν τὸ θέλημα, διὰ τὸν ὄχλον ταῦτα ἔφην. ταῦτα δὲ ὁ Χριστὸς λέγει διὰ τοὺς Ἰουδαίους, τῷ Πατρὶ εὐχαριστῶν, ὡσανεὶ δι' αὐτοῦ ἐνεργῶν τὰ θεοπρεπῆ· ἵνα μηκέτι εἴπωσιν ὅτι ἐν Βεελζεβοὺλ ποιεῖ τὰ σημεῖα. ἀπολογεῖται δὲ καὶ διὰ τὸ σχῆμα τῆς προσευχῆς, ἵνα μὴ σκανδαλισθῶμεν ἡμεῖς, εἰπὼν ὅτι διὰ τὸν ὄχλον τοῦτο ἐποί ησα, καὶ τό Σύ με ἀπέστειλας, διὰ τὰς Ἰουδαϊκὰς ὑπονοίας φησίν· ἥκω γὰρ οὐκ ἀπ' ἐμαυτοῦ, ὡς οἱ ψευδοπροφῆται· ἀλλ' εὐδοκίᾳ σῇ καὶ θελήσει, ἐμαυτὸν ἐκένωσα μορφὴν δούλου λαβὼν, ἵνα πᾶσι κατορθώσω τὴν ζωήν. οἰκονομικὸς οὖν τῆς προσευχῆς ὁ τρόπος καὶ σχήματι πρέπων τῷ μετὰ σαρκὸς, οὐχὶ τῇ τῆς θεότητος ὑπεροχῇ καὶ ἀσυγκρίτῳ λαμ πρότητι. τὸ γὰρ ὅλως αἰτῆσαι καὶ λαβεῖν, δουλοπρεπὲς ἂν εἴη μᾶλλον, καὶ τῷ βασιλευομένῳ κατειθισμένον. δράσει γεμὴν ἀνεγκλήτως καὶ τοῦτο Χριστός· ὁ γὰρ ἄνθρωπος γενέσθαι καταδεξάμενος, πῶς ἂν ἔτι παραιτήσαιτο τὰ ἀν θρώπινα; 2.289 Καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασε Λάζαρε, δεῦρο ἔξω. καὶ ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Ὢ τοῦ θαύματος· τὸν δυσώδη νεκρὸν καὶ μετὰ τετάρτην τῆς τελευτῆς ἡμέραν, ἐκ τῆς θήκης ἐξήγαγε, καὶ τὸν πεπε δημένον καὶ συμπεποδισμένον βαδίζειν ἐκέλευσε. καὶ παρα χρῆμα, ὅ τε θάνατος ἐδραπέτευσε, καὶ ὁ νεκρὸς ἔδραμε τῆς σηπεδόνος ἀπαλλαγεὶς, καὶ τὴν ταύτης ἀποθέμενος δυσω δίαν, καὶ τὰς τοῦ θανάτου πύλας διαφυγὼν, καὶ ὑπὸ τῶν 2.290 δεσμῶν οὐ κωλυόμενος τρέχειν. καὶ τῷ μὲν καλύμματι τοῦ προσώπου, τὸ βλέπειν ἀφῃρημένος, ἀκωλύτως δὲ πρὸς τὸν καλέσαντα τρέχων, καὶ τὴν δεσποτικὴν ἐπιγινώσκων φωνήν. θεοπρεπὴς γὰρ ὁ λόγος καὶ βασιλικὸν τὸ κέλευσμα, λύσιν ἔχον θανάτου καὶ φθορᾶς ἀνατροπὴν, καὶ τῆς ὑπὲρ λόγον ἐνεργείας ἀπόδειξιν. τὸ γεμὴν διαπρυσίῳ χρῆσθαι κραυγῇ, ξένον παντελῶς καὶ ἀσύνηθες τῷ Σωτῆρι Χριστῷ. καὶ γοῦν ὁ Θεὸς καὶ Πατὴρ περὶ αὐτοῦ που φησίν "Οὐκ ἐρίσει οὐδὲ "κραυγάσει," καὶ τὰ ἑξῆς. ἀψοφητὶ γὰρ καὶ θορύβου δίχα παντὸς τὰ τῆς ἀληθοῦς θεότητος ἔργα· τοῦτο δὲ ἦν ἐν Χριστῷ, Θεὸς γὰρ ἐκ Θεοῦ κατὰ φύσιν ἐστὶ καὶ ἀληθινός. τί οὖν ἄρα φαμὲν, ὅταν ἴδωμεν ἀσυνήθως ἀνακεκραγότα; οὐ γὰρ δήπου κατοιχήσεταί τις εἰς τοῦτο μωρίας, ὡς ἔξω τοῦ πρέποντος ἰέναι ποτὲ λέγειν αὐτὸν, ἢ καὶ ἁμαρτεῖν τοῦ δέοντος. πῶς οὖν ἐνδέχεται; οὐκοῦν ἔχει λόγον ἡ κραυγὴ καὶ πρόφασιν, ἣν ἀναγκαίως ἐροῦμεν, διὰ τὸ τοῖς ἀκροω μένοις χρήσιμον· τύπον ὥσπερ τινὰ τῆς καθόλου τῶν νεκρῶν ἀναστάσεως τὸ ἐπὶ Λαζάρῳ ποιεῖται θαῦμα, καὶ τὸ ἐφ' ἑνὶ πληρούμενον, εἰκόνα τοῦ γενικωτέρου καὶ κατὰ παντὸς ἔστησε καλήν. ὅτι γὰρ ἥξει Κριτὴς, πεπιστεύκαμεν, λογι ζόμεθά τε ὅτι κραυγή τις ἔσται διὰ σάλπιγγος, κατὰ τὴν τοῦ Παύλου φωνὴν, διακελευομένη τοῖς ἐν γῇ κειμένοις τὴν ἀνάστασιν, ἐνεργούσης δηλονότι τὸ πρᾶγμα τῆς ἀῤῥήτου δυνάμεως τοῦ πάντα ἰσχύοντος Θεοῦ. ∆ιὰ γάρ τοι τοῦτο καὶ ὁ νόμος διὰ Μωυσέως, ὅτε τῆς 2.291 σκηνοπηγίας διετύπου τὴν ἑορτήν· ἑορτάσατε, φησὶν, αὐτὴν, "μνημόσυνον σαλπίγγων." συμπήγνυσθαι γὰρ μελλόντων ἐσαῦθις τῶν ἀνθρωπίνων σωμάτων, καὶ τὴν ἰδίαν ὥσπερ σκηνὴν παραληψομένης ὅσον οὐδέπω τῆς ἑκάστου ψυχῆς, προαναφωνήσει κέλευσμα τὸ δεσποτικὸν καὶ προηχήσει τὸ τῆς ἀναστάσεως σύνθημα, σάλπιγξ Θεοῦ, κατὰ τὸ εἰρημένον. εἰς τύπον οὖν ταύτης, ἐπὶ Λαζάρῳ μέγα τι καὶ ἐξάκουστον ἐφώνησε Χριστὸς, οὐ σφόδρα τοῦ συνήθους φροντίσας, ἵνα τῶν ἔσεσθαι προσδοκωμένων ἐπιδείξῃ τὸν τύπον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν. Χρησίμως οὖν διὰ χειρῶν οἰκείων ἐπέτρεψεν αὐτοῖς λῦσαι αὐτὸν, ἵνα μηδεμίαν ἔχοιεν συκοφαντίας ἀφορμὴν, ἀλλὰ 2.292 μάρτυρες ὦσι τοῦ θαύματος. καὶ τοῦτο δὲ ἔχει δεῖγμα τῆς καθολικῆς ἀναστάσεως, ὅτε λυομένης τῆς ἁμαρτίας καὶ τῆς τοῦ θανάτου φθορᾶς, ἐλεύθερος ἀφίεται ἕκαστος. πεσόντες γὰρ εἰς ἁμαρτίαν, καθάπερ τι κάλυμμα, τὴν ἐντεῦθεν αἰ σχύνην τῷ τῆς ψυχῆς προσώπῳ περιτεθείκαμεν, καὶ τοῖς τοῦ θανάτου κατεδεσμεύθημεν βρόχοις. ὅταν οὖν ἡμᾶς κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν τῶν ἀπὸ γῆς μνημάτων ἐξοίσει ὁ Χριστὸς, τότε δὴ τότε τῶν ἐν ἀρχῇ ἀπολύσας κακῶν, καὶ περιαιρῶν τρόπον τινα τῆς αἰσχύνης τὸ κάλυμμα, λοιπὸν ἐλευθέρως ἀνεῖσθαι κελεύει, οὐχ ἁμαρτίᾳ τυραννουμένους, οὐχ ὑποκειμένους τῇ φθορᾷ, ἤγουν ἑτέροις τισὶ τοῖς εἰωθόσι κακοῦν, ὡς πληροῦσθαι ἐν ἡμῖν τὸ δι' ἑνὸς τῶν ἁγίων προ φητῶν εἰρημένον "Καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς "μοσχάρια ἐκ δεσμῶν ἀνειμένα." Λάμβανε δέ μοι τὸ θαῦμα καὶ ἐπὶ τὰ ἐντός. εἰ γὰρ ὁ νοῦς ἡμῶν ἀποθάνοι Λάζαρος, δεῖ μετὰ ἐξομολογήσεως, ὡς Μάρθαν καὶ Μαρίαν, τὴν ὑλικὴν σάρκα καὶ τὴν σεμνοτέραν ψυχὴν προσελθεῖν τῷ Χριστῷ καὶ παρακαλέσαι· καὶ ὃς ἐπιστὰς, τὴν ἐπικειμένην τῇ μνήμῃ ἀρθῆναι κελεύσει πώ ρωσιν, καὶ φωνήσει μεγάλῃ φωνῇ τῆς εὐαγγελικῆς σάλ πιγγος ∆εῦρο ἔξω τῶν τοῦ κόσμου περισπασμῶν, καὶ τὰς σειρὰς λύσει τῶν ἁμαρτιῶν, ὥστε δύνασθαι κινεῖσθαι ἀρα ρότως πρὸς ἀρετήν. 2.293 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν καὶ θεασάμενοι ὃ ἐποίησεν ὁ Ἰησοῦς ἐπίστευσαν εἰς αὐτόν. τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς Φαρισαίους καὶ εἶπον αὐτοῖς ὃ ἐποίησεν ὁ Ἰησοῦς. Τῷ παραδόξῳ νικηθέντες πολλοὶ πεπιστεύκασιν· ἕτεροι δὲ τῷ φθόνῳ τρωθέντες, ἀφορμὴν ποιοῦνται τὸ θαῦμα τοῦ δράσαι τὰ τῶν φθονούντων, καὶ τοῖς ἡγουμένοις ἀπήγγειλαν τὸ γεγονὸς, ἵνα κἀκείνων λυπηθέντων ἐφ' οἷς εἰργάσατο ὁ Χριστὸς, σχῶσί τινα παραψυχὴν τῆς ἰδίας λύπης, τῷ καὶ ἄλλους ἔχειν ὁμόφρονας καὶ συγκοινωνοὺς τῆς παράφρονος ταύτης λύπης· καὶ ἵνα αὐτοὶ μὴ ἰσχύοντες βλάψαι τὸν οὐδὲν ἀδικήσαντα, τοὺς δυνατωτέρους κατ' αὐτοῦ ἐρεθίσωσι. Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον καὶ ἔλεγον Τί ποιοῦμεν ὅτι ὁ ἄνθρωπος οὗτος σημεῖα πολλὰ ποιεῖ; ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν· καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. Ἀμέλει καὶ οἱ μὲν Φαρισαῖοι τὸ θαυμάζειν ἀφέντες, ἐπὶ τὸ λυπεῖσθαι τρέπονται, καὶ θανάτου αὐτὸν κρείττονα βλέ ποντες, ἀποκτεῖναι βουλεύονται, οὐκ ἐννοοῦντες τὴν ἄφατον ἐξουσίαν, ὡς περὶ ἀνθρώπου δὲ ψιλοῦ ἐννοοῦντες, ἐλάλουν Τί ποιοῦμεν ὅτι ὁ ἄνθρωπος οὗτος πολλὰ σημεῖα ποιεῖ; καίτοι δέον ἐκ τούτου μᾶλλον πιστεῦσαι ὅτι αὐτὸς ἦν ὁ Χριστὸς, ὃν ἡ θεόπνευστος γραφὴ ἐν πολλοῖς προανεφώνησεν, ὅτι πολλῶν σημείων ἔσται δημιουργός. οἱ δὲ καὶ αἰτίαν προφασίζονται, δι' ἧς ἐπειρῶντο πεῖσαι τοὺς ἐλαφροτέρους ἀποκτεῖναι αὐτὸν, καί φασιν Ἐὰν ἐάσωμεν αὐτὸν οὕτως, ἀντὶ τοῦ, ζῶντα καὶ 2.294 θαυματουργοῦντα, πεισόμεθα πάνδεινα. ἐὰν γὰρ τούτῳ τῷ τὸν νόμον καταλύοντι πιστεύσωσι πολλοὶ, οἰχήσεται λοιπὸν τὰ ἡμέτερα· καὶ λοιπὸν ὡς ἀσθενησάντων Ἰουδαίων εἰς τέλος, ἐπιθήσονται ἡμῖν οἱ Ῥωμαῖοι, καὶ οὐκ ἐάσουσιν ἡμᾶς τοῖς πατρῴοις ἔθεσιν ἀδεῶς χρήσασθαι, οὔτε τοῦ ἰδίου ἄρχειν ἔθνους, οὔτε δικάζειν, αὐτοὶ μᾶλλον δικάζοντες καὶ οὐχ ἡμεῖς ἔτι. Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὣν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, οὐδὲ διαλογί ζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. τοῦτο δὲ ἀφ' ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν ὅτι ἤμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ' ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. Ἀλλ' ὅπερ ἐλέγομεν, ὅπερ λάθρα ἐμελέτων Ἰουδαῖοι ποιῆσαι, τοῦτο φανερῶς αὐτοῖς ὁ τούτων ἀρχιερεὺς συμβου λεύει ποιεῖν καὶ φονεῦσαι τὸν Χριστὸν, ὡς ὑπὲρ τοῦ ἔθνους τοῦτο λέγων, καίπερ τὸ ἔθνος ἄδικον. πρᾶγμα δὲ ἀληθές φησιν, οὐκ ἐκ τῆς αὐτῶν δυστροπίας κατωρθωμένον, ἀλλ' ἐκ τῆς τοῦ Θεοῦ δυνάμεως καὶ σοφίας. οἱ μὲν γὰρ ἐπ' ὀλέθρῳ ἰδίῳ τὸν Χριστὸν ἀπέκτειναν, ὁ δὲ "θανατωθεὶς σαρκὶ," πάντων ἡμῖν γέγονεν αἴτιος τῶν ἀγαθῶν. ἀπώλειαν δὲ τοῦ ἔθνους καλεῖ, τὸ ὑπὸ χεῖρα γενέσθαι τὴν Ῥωμαϊκὴν, καὶ ἀπολέσθαι τὴν τοῦ νόμου σκιάν· ὅπερ ἀνατρέψαι ζητοῦντες, ὑπέμειναν. ἐξ ἀνόμου μὲν οὖν εἶπε γνώμης ὁ Καϊάφας ὃ εἶπεν· ὅμως ὁ λόγος γέγονε πράγματος ἀληθοῦς ἑρμηνευ 2.295 τικὸς, ὡς ἐν τάξει προσενεχθεὶς προφητείας. ὅσων γὰρ γέγονεν αἴτιος ἀγαθῶν ὁ τοῦ Χριστοῦ θάνατος, προανα φωνεῖ λέγων ὃ οὐκ οἶδε, καὶ δοξάζων τὸν Θεὸν ὡς ὁ Βαλαὰμ κατὰ ἀνάγκην, ἐπείπερ ἦν ἔχων τὸ ἱερατικὸν ἀξίωμα, ὡς οὐκ αὐτῷ δοθείσης τῆς προφητείας, ἀλλὰ τῷ τῆς ἱερωσύνης σχήματι· ἤτοι ἐξ ὧν ὕστερον τὰ εἰρημένα γέγονεν ὑπὸ τοῦ Καϊάφα καὶ ἀπέβη οὐ πάντως λαβόντος προφητικὴν χάριν. εἰκὸς γὰρ ὅτι ὃ λαλοῦσί τινες γίνεται· εἰ καὶ μὴ εἰδότες ὅτι πάντως ἔσται, λαλοῦσιν. ὁ μὲν οὖν Καϊάφας ὑπὲρ μόνων Ἰουδαίων ἔλεγεν ἔσεσθαι τὸν Χριστοῦ θάνατον, ὁ δὲ ὑπὲρ πάσης φησὶν αὐτὸν γενέσθαι τῆς ἀνθρωπότητος. γένος μὲν γὰρ καὶ τέκνα Θεοῦ ἅπαντες χρηματίζομεν, καθὸ πάντων ἐστὶ πατὴρ τρόπῳ δημιουργικῷ γεννήσας καὶ ἀγαγὼν ὥσπερ εἰς ὕπαρξιν τὰ οὐκ ὄντα. ἔτι δὲ καὶ ὅτι κατ' εἰκόνα αὐτοῦ ἐτιμήθημεν γεγονότες ἐξ ἀρχῆς, καὶ ἄρχειν λαχόντες τῶν ἐπὶ γῆς, καὶ τῆς θείας ὁμολογίας ἠξιωμένοι, καὶ τῆς ἐν παραδείσῳ διαίτης τε καὶ τρυφῆς ἀπολαύοντες. ἀλλ' ἐσκόρ πισεν ὁ σατανᾶς ἐν ταὐτῷ μεῖναι μὴ συγχωρήσας, καὶ ἀποβουκολήσας πολυτρόπως τῆς εἰς Θεὸν προσεδρείας τὸν ἄνθρωπον. συνεισήγαγε δὲ πάλιν καὶ συνεκόμισε πάντας διὰ τῆς πίστεως ὁ Χριστὸς εἰς μίαν αὐλὴν τὴν Ἐκκλησίαν, καὶ ὑπὸ ζυγὸν ἕνα παρεσκεύασε, πάντων ἓν γεγονότων, Ἰου δαίων, Ἑλλήνων, Βαρβάρων, Σκυθῶν, καὶ "εἰς ἕνα καινὸν "ἄνθρωπον" ἀναπλαττομένων, καὶ προσκυνούντων ἕνα Θεόν. 2.296 Ἀπ' ἐκείνης οὖν τῆς ὥρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν. Εἶχον μὲν γὰρ τὴν ἐπιθυμίαν τῆς κατὰ Χριστοῦ μιαι φονίας· ἀπὸ δὲ τοῦ καιροῦ καθ' ὃν τὸ συνέδριον γέγονεν, ἀρχὴν ὥσπερ ἔλαβε, δημοσιευθείσης τῆς ἁπάντων εἰς τοῦτο συναινέσεως. οὐ γὰρ εἶπεν ὁ Εὐαγγελιστὴς, ὅτι Ἀπ' ἐκείνης τῆς ὥρας ἐβουλεύσαντο ποιῆσαι τὸν φόνον, ἀλλά Συνεβουλεύ σαντο, τουτέστιν, ὅπερ τῷ καθ' ἕκαστον ἐδόκει, κοινῇ πᾶσιν ἤρεσεν. Ὁ οὖν Ἰησοῦς οὐκ ἔτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλ' ἀπῆλθεν ἐκεῖθεν ἐγγὺς τῆς ἐρήμου εἰς Ἐφραῒμ λεγομένην πόλιν καὶ ἐκεῖ ἔμεινε μετὰ τῶν μαθητῶν αὐτοῦ. Καὶ ἐνταῦθα τοίνυν ὡς Θεὸς τὸ λάθρα δόξαν αὐτοῖς εἰδὼς καὶ μηδενὸς ἀναγγείλαντος εἰς κατάκριμα τῶν Ἰουδαίων ὑποχωρεῖ, οὐ δειλιάσας, ἀλλ' ἵνα μὴ δόξῃ ὁρώμενος ἐρεθίζειν αὐτοὺς, καίπερ φονῶντας. διδάσκει δὲ καὶ ἡμᾶς ὑπείκειν ταῖς τῶν ὀργιζομένων ἀκμαῖς, καὶ μὴ ἐπιῤῥίπτειν ἑαυτοὺς τοῖς κινδύνοις, μηδ' ἂν ὑπὲρ τῆς ἀληθείας ὦσιν· ἀλλὰ κατα λαμβανομένους μὲν ἵστασθαι, μέλλοντας δὲ ἀναδύεσθαι, διὰ τὸ τῆς ἐκβάσεως ἄδηλον. Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων· καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ Πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτούς. Παρατρέχων ἅπαντα ὁ Εὐαγγελιστὴς ἐπὶ τὸν τοῦ πάθους 2.297 ἔρχεται καιρόν. Ἰουδαίων δὲ τὸ Πάσχα καλεῖ τὸ τυπικόν· τὸ γὰρ ἀληθινὸν Πάσχα οὐκ Ἰουδαίων, ἀλλὰ Χριστιανῶν τῶν ἐσθιόντων τὴν σάρκα Χριστοῦ τοῦ ἀληθινοῦ ἀμνοῦ. προ ηγνίζοντο δὲ κατὰ παλαιὸν ἔθος οἱ ἡμαρτηκότες ἑκούσια ἢ ἀκούσια ἁμαρτήματα, καὶ οὐ πᾶς ἐποίει τὸ τυπικὸν πάσχα, οὐκ ἐθνικὸς, οὐκ ἀπερίτμητος, οὐ πάροικος, οὐ μισθωτὸς, οὐ μεμολυσμένος, ἅπερ πάντα πνευματικῶς διὰ Χριστιανῶν γίνεται. Ἐζήτουν οὖν τὸν Ἰησοῦν, καὶ ἔλεγον μετ' ἀλλήλων ἑστηκότες ἐν τῷ ἱερῷ Τί ὑμῖν δοκεῖ; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; ἐδεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι ἐντολὴν ἵνα ἐάν τις γνῶ ποῦ ἐστι, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν. Ἀμφίβολος μέντοι ὁ λόγος, πότερον ἀπὸ μισούντων ἢ ἀγαπώντων ἐλέχθη τό ∆οκεῖτε ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; εἰκὸς γὰρ ἦν λέγειν τοὺς εἰς αὐτὸν πιστεύοντας πρὸς τοὺς ἀπίστους οὕτως Ἐπειδὴ ἐβουλεύσασθε φονεῦσαι τὸν Ἰησοῦν, καὶ νομίζετε ὅτι ἀγνοεῖ τὸ λάθρα ὑμῖν ἐσκεμμένον, σημεῖον ἔσται τοῦτο σαφὲς, ὅτι Θεός ἐστιν. οὐ γὰρ δὴ ἥξει νῦν συνεορτάσων ἡμῖν, εἰδὼς τὰ σκέμματα ἡμῶν ὡς Θεός. ἢ οὕτως σχηματιστέον τὸν λόγον ὡς ἀπὸ τῶν μισούντων Ἐπείπερ ἔθος ἀεὶ τῷ Ἰησοῦ παραλύειν τὸν νόμον, θέλετε γνῶναι ὑμεῖς οἱ εἰς αὐτὸν πιστεύοντες, ὅτι τοιοῦτός ἐστιν, ἐξ ὧν οὔτε νῦν εἰς τὴν ἑορτὴν παραγίνεται, ἀθετῶν τὸν τῆς ἑορτῆς νόμον πρὸς τὸ μὴ συνεορτάσαι ἡμῖν; φασὶ δὲ τοῦτο, οὐχ ὅτι ἀνάγκη ἦν πάντας συνδραμεῖν εἰς Ἱερουσαλὴμ ἐν τῷ Πάσχα, ὡς ἐπὶ τῇ σκηνοπηγίᾳ, ἀλλ' ἤτοι δειλίας ἀπόδειξιν 2.298 ἐμποιοῦνται τὸ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱεροσόλυμα, ὡς μὴ δυναμένου ἑαυτῷ βοηθεῖν ἐν τοιαύτῃ ἡμέρᾳ, καὶ διὰ τοῦτο ἀπολιμπανομένου. ἢ καὶ πρὸς ἑαυτοὺς ταῦτά φασιν οἱ προσταχθέντες αὐτὸν συλλαβεῖν καὶ ὀλιγωροῦντες, ἐπείπερ οὔπω αὐτὸν ἑώρων ἐλθόντα, καὶ ἔσπευδον ταχέως ποιῆσαι τὸ προσταχθέν. Ὁ οὖν Ἰησοῦς πρὸ ἐξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκὼς ὃν ἤγειρεν ἐκ νεκρῶν. ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν συνανακειμένων αὐτῷ. Καταφρονήσας τῆς τῶν Ἰουδαίων ἐπιβουλῆς ὁ Κύριος, ἑαυτὸν ἑκουσίως πρὸς τὸ παθεῖν ἐκδίδωσιν, ἐπεὶ παρῆν ὁ τοῦ πάθους καιρὸς, εἰς τὴν Βηθανίαν ἐλθὼν, οὐ μὴν εἰς τὴν Ἱερου σαλὴμ, ἵνα μὴ αἰφνιδίως ὀφθεὶς τοῖς Ἰουδαίοις, ἐκκαύσῃ αὐτοὺς εἰς ὀργὴν, ἀλλὰ διὰ τῆς φήμης τοῦ εἶναι αὐτὸν ἐγγὺς, καταστείλῃ τὸ ζέον τοῦ ἐκείνων θυμοῦ. συνεσθίει δὲ τῷ Λαζάρῳ, διὰ τούτου ὑπομιμνήσκων τοὺς ὁρῶντας τῆς θεο πρεποῦς αὐτοῦ ἐξουσίας. δείκνυσι δὲ ὁ Εὐαγγελιστὴς διὰ τοῦ διηγήματος, ὅτι οὐ κατεφρόνει ὁ Χριστὸς τοῦ νόμου· ὅθεν καὶ πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα, ὅτε ἔδει ἀγορασθῆναι τὸν ἀμνὸν καὶ τηρηθῆναι ἕως τῆς τεσσαρεσκαιδεκάτης, συνέφαγε τοῖς περὶ τὸν Λάζαρον· ἴσως τὴν ἡμέραν τὴν πρὸ τοῦ ληφθῆναι τὸ πρόβατον ἔθους ὄντος τοῖς Ἰουδαίοις ὀλίγον τι πανηγυρίζειν, οὐκ ἐκ νόμου ἀλλ' ἀπὸ συνηθείας, ἵνα μετὰ τὸ παραληφθῆναι τὸ πρόβατον, σχολάσωσι λοιπὸν ἕως τῆς 2.299 ἑορτῆς, νηστείᾳ, ἤτοι ὀλιγοσιτίᾳ, καὶ ἁγνισμοῖς. φαίνεται οὖν ὁ Κύριος τιμήσας καὶ ἐν τούτῳ τὰ τῆς ἑορτῆς ἔθη. καταπληττόμενος δὲ ὁ Εὐαγγελιστής φησιν, ὅτι ὁ τετραή μερος νεκρὸς συνήσθιε τῷ Χριστῷ, εἰς ὑπόμνησιν τῆς θεο πρεποῦς αὐτοῦ ἐξουσίας. εἰσάγει δὲ ἐξ ἀγάπης τῆς εἰς Χριστὸν, τὴν Μάρθαν διακονοῦσαν, καὶ τοῖς τῆς τραπέζης ὑπηρετοῦσαν πόνοις. 2.301 λιβρι ῃιιι φραγμεντα θυαε ρεπεριρι ποτυερυντ. Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. ΤΗΣ Μάρθας ὑπηρετούσης, ἡ Μαρία ἀλείψασα τὸν Κύριον μύρῳ, ἐτελείωσε τὴν εἰς αὐτὸν ἀγάπην, καὶ διὰ τῶν δύο, τέλειος ὁ τῆς ἀγάπης ὅρος ἐτελειώθη. 2.302 Λέγει Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ, ὁ μέλλων αὐτὸν παραδιδόναι ∆ιατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τρια κοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; εἶπε δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ' ὅτι κλέπτης ἦν καὶ γλωσσόκομον εἶχε, καὶ τὰ βαλλόμενα ἐβάσταζεν. εἶπεν οὖν ὁ Ἰησοῦς Ἄφες αὐτὴν, εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Ἐπιτιμᾷ ὁ προδότης τῇ γυναικὶ ἐπιδειξαμένῃ τὴν εἰς Χριστὸν εὐσέβειαν, καὶ τῆς ἀξιαγάστου πράξεως ἐπιλαμ βάνεται, καὶ προσποιεῖται διὰ τῆς εἰς τοὺς πτωχοὺς ἀγάπης μέμφεσθαι, διότι μύρον προσέφερε, καὶ οὐκ ἀργύριον. ἀγνοῶν δὲ καὶ τὸ ὄντως καλὸν, λέγει τοῦτο ὁ Ἰούδας. δεῖ γὰρ τὴν εἰς Θεὸν δωροφορίαν προτιμοτέραν εἶναι τῶν πτωχῶν. Ὁ μέντοι Εὐαγγελιστὴς ἐξηγεῖται τὴν αἰτίαν, δι' ἣν ταῦτα εἶπεν ὁ Ἰούδας· ὅτι οὐχ ὡς τῶν πενήτων κηδόμενος, ἀλλ' ὅτι κλέπτης ἦν καὶ ἱερόσυλος, τὰ τῷ Θεῷ ἀνατιθέμενα χρήματα κλέπτων. καὶ ὁ Κύριος δὲ πάσης αἰτίας ἐλευθέραν ἀποφαίνει τὴν γυναῖκα, δι' ὧν ἐγκεκαλυμμένως ἐλέγχει τὸν προδότην, οὐκ εὐλόγως αἰτιώμενον τὰ ἐπαίνου ἄξια, λέγων 2.303 Ἄφες αὐτήν. ἀπολογεῖται δὲ ὑπὲρ τῆς τοῦ μύρου χρίσεως, οὐ διὰ τρυφὴν γεγονυίας, ἀλλὰ διά τι μυστήριον, ὅπερ εἰς τὸν αὐτοῦ γέγονεν ἐνταφιασμὸν, εἰ καὶ ἠγνόει ἡ ποιήσασα τοῦ μυστηρίου τὴν οἰκονομίαν. πολλὰ γάρ τινες καὶ εἶπον καὶ ἐποίησαν εἰς μυστικὸν ὁρῶντα τύπον ἀγνοοῦντες. ὅμως ὁ Κύριος ἐλέγχει πάλιν τὸν Ἰούδαν, ὅτι οὐ δι' εὐλάβειαν ταῦτα ἔλεγεν, ἀλλ' ὅτι αἰσχροκερδὴς ἦν, καὶ δι' ὀλίγον κέρδος προδοῦναι ἔμελλε τὸν διδάσκαλον. ὁ γὰρ ἐντα φιασμὸς καὶ ἡ τοῦ θανάτου μνήμη τοῦτο δηλοῦν φαίνεται. ἐπάγει δὲ καὶ λογισμὸν ὁ Σωτὴρ, ἀναπείθων ἡμᾶς ὅτι τῆς εἰς αὐτὸν εὐσεβείας οὐδέν ἐστι βέλτιον. ἀξιολογωτάτη μὲν γὰρ, φησὶν, ἡ φιλοπτωχία, πλὴν ὀπίσω τετάχθω τῆς εἰς Θεὸν αἰδοῦς. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν Ὁ χρόνος, φησὶν, ὁ τῆς εἰς ἐμὲ τεταγμένος ἕνεκα τιμῆς, ἤγουν ὁ τῆς ἐπὶ γῆς διατριβῆς, οὐκ ἀπαιτεῖ ἐμοῦ προτιμᾶσθαι τοὺς πένητας. τοῦτο δὲ εἶπεν οἰκονομικῶς. οὐκ ἀφίστησι μέντοι παντελῶς τῆς εἰς τοὺς πτωχοὺς ἀγάπης τὸν συμπαθῆ. ὅτε οὖν χρεία λατρείας ἢ ὑμνῳδίας, δεῖ προτιμᾶν ταύτας τῆς εἰς τοὺς πτωχοὺς ἀγάπης· δυνατὸν γὰρ εὖ ποιεῖν μετὰ τὰς πνευ ματικὰς λειτουργίας. φησὶν οὖν ὅτι οὐκ ἀδιαστάτως ἀεὶ ταῖς εἰς ἐμὲ τιμαῖς δεῖ σχολάζειν, οὔτε εἰς τὴν ἱερατικὴν λειτουργίαν πάντα ἀναλίσκειν, ἀλλὰ τὰ πολλὰ δαπανᾶν εἰς τοὺς πένητας. ἢ οὕτως· ὥσπερ μετὰ τὸ ἀναβῆναι πρὸς τὸν Πατέρα, ἐπιτρέπει τοῖς μαθηταῖς νηστεύειν· οὕτω καὶ τῆς εἰς τοὺς πτωχοὺς ἐπιμελείας τότε αὐτοὺς ἀδεέστερον ἀντιλα βέσθαι φησὶν, ἀθορύβως τε μᾶλλον καὶ σχολαιότερον κατορ θώσειν τὴν φιλοπτωχίαν· ὅπερ καὶ γέγονε. μετὰ γὰρ τὴν ἀνάληψιν τοῦ Σωτῆρος, ὅτε οὐκέτι ἠκολούθουν τῷ διδα σκάλῳ, ἀλλ' ἐσχόλασαν, τότε ἐντόνως ἅπαντα τὰ καρποφο ρούμενα εἰς τοὺς πένητας ἀνήλισκον. 2.304 Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. ∆ιὰ τὸ ξένον τοῦ σημείου καταπλήττεται ὁ ὄχλος, καὶ ὅπερ ἤκουσαν γεγονὸς, ἤθελον καὶ ὄψει θεωρῆσαι πρὸς βεβαιοτέραν πίστιν. οὐ μόνον δὲ τὸν Λάζαρον ἤθελον ἰδεῖν, ἀλλὰ καὶ τὸν Χριστὸν τὸν τοῦ σημείου ποιητὴν, οὐ τότε πρῶτον αὐτὸν ἑωρακότες· ἦσαν γὰρ πολλάκις αὐτὸν ἰδόντες καὶ ὁμιλήσαντες αὐτῷ· ἀλλ' ἐπείπερ ἦν ὑποχωρήσας, διὰ τὸ μὴ παθεῖν παρὰ καιρὸν, ἐζήτουν πάλιν ἰδεῖν αὐτόν· οἱ δὲ ἐπιεικέστεροι καὶ ἐθαύμαζον αὐτὸν, ὡς οὐδὲν αὐτοῦ κατεγνω κότες. οἰκονομικῶς οὖν ὁ Κύριος οὐκ εὐθὺς εἰσῆλθεν εἰς Ἱερουσαλὴμ, ἀλλ' ἔμεινεν ἔξω, ἵνα τοὺς πολλοὺς διὰ τῆς φήμης ἐπισπάσηται εἰς ἐπιθυμίαν τοῦ θέλειν αὐτὸν ἰδεῖν. Ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Ὅρα δὲ ὅτι παραφρονεῖν δοκοῦσιν οἱ ἡγούμενοι, τῇδε κἀκεῖσε κλονούμενοι ὑπὸ τοῦ φθόνου, καὶ οὐδὲν ἀκόλουθον λαλοῦντες, φόνον ἐπὶ φόνῳ μελετῶσιν, οἰόμενοι τοῦ παρα δόξου δράματος τὴν δύναμιν συναναιρεῖσθαι τῷ τελευτῶντι, ἵνα τοὺς λαοὺς ἀνακόψωσι τρέχοντας ἐπὶ τὸ πιστεύειν Χριστῷ. 2.305 Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτὴν, ἀκούσαντες ὅτι ἔρχεται ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς συνάντησιν αὐτοῦ, καὶ ἔκραζον λέ γοντες Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου βασιλεὺς τοῦ Ἰσραήλ. Εὐπειθέστεροι ὄντες οἱ ὄχλοι καὶ τῇ τοῦ σημείου ποιήσει ὑπαχθέντες ὑπήντησαν τῷ Χριστῷ, ὑμνοῦντες αὐτὸν ὡς νενικηκότα τὸν θάνατον, μετὰ βαΐων. εὐφημοῦσι δὲ οὐχ ἁπλῶς, ἀλλ' ἐκ τῆς θεοπνεύστου γραφῆς, τὸ ἐπ' αὐτῷ καλῶς εἰρημένον λέγοντες, ὁμολογοῦντες ὅτι καὶ βασιλεὺς ἦν τοῦ Ἰσραὴλ, ὃν καὶ ἔλεγον ἑαυτὸν βασιλέα ἴδιον, τὴν τοῦ Χριστοῦ κυριότητα παραδεχόμενοι. εὐλογημένος δὲ λέγοντες ὁ Υἱός· οὐχ ὡς εὐλογίας τῆς παρὰ Πατρὸς τυχὼν, ὁ πάντα εὐλογῶν καὶ οὐκ ἐῶν διαφθείρεσθαι, καὶ τῆς ἀῤῥήτου οὐσίας ὢν τοῦ Πατρός· ἀλλ' ὅτι εὐλογία ἡ Θεῷ πρέπουσα καὶ τῷ κατὰ φύσιν Κυρίῳ προσάγεται παρ' ἡμῶν, ἐπείπερ ἐλήλυθεν ἐν ὀνόματι Κυρίου. πάντες γὰρ οἱ ἅγιοι οὐκ ἐν ἐξουσίᾳ κυριό τητος ἦλθον, ἀλλ' ὡς οἰκέται γνήσιοι· οὗτος δὲ ὡς Κύριος. διὸ καὶ ἁρμοδίως ἐπ' αὐτῷ ἡ προφητικὴ λέλεκται φωνή. εἰ γὰρ καὶ κύριοι καλοῦνταί τινες, οὐ φύσει, ἀλλὰ χάριτι ἔχουσι τὸ ἀξίωμα. καὶ γὰρ καὶ τῇ ἀποχῇ τοῦ ψεύδους, καλοῦνται οἱ ἄνθρωποι ἀληθεῖς. ὅπερ οὐκ ἔστιν εἰπεῖν ἐπὶ Χριστοῦ· οὐ γὰρ διὰ τοῦτο καλεῖται ἀλήθεια, ἐπειδὴ οὐ ψεύδεται, ἀλλ' ὅτι ἀμείνω ἔχει παντελῶς τοῦ ψεύδους τὴν φύσιν. 2.306 Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ' αὐτὸ, καθώς ἐστι γεγραμμένον Μὴ φοβοῦ θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι καθήμενος ἐπὶ πῶλον ὄνου. Πολλοῦ γὰρ πλήθους αὐτὸν δορυφοροῦντος καὶ εὐφη μοῦντος, ὑπὸ μετριοπαθείας ἄκρας ἐπὶ ὄνου ἐκαθέσθη, διδά σκων ἡμᾶς, μὴ ὑψοῦσθαι ἐν τοῖς ἐπαίνοις· οὐδὲν τῶν τῆς χρείας παρεκβαίνων. ὁ μὲν οὖν Ματθαῖος, πλατύτερον εἶπε τὰ περὶ τῆς ὄνου· ὁ δὲ Ἰωάννης ἐπ' αὐτὸ τοῦ πράγματος ἦλθε τὸ καιριώτατον, ὅπερ ἔθος αὐτῷ ποιεῖν. ἐπειδὴ δὲ παρὰ τὸ σύνηθες ἑαυτῷ ἄρτι μόνον φαίνεται ὁ Κύριος ἐπὶ ὄνου καθήμενος, οὐ διὰ τοῦτό φαμεν αὐτὸν καθίσαι, ὅτι μακρὰν ἦν τῆς πόλεως· οὐ γὰρ ἀπεῖχε πλείω δεκαπέντε σταδίων· οὐδὲ ὅτι ὄχλος ἦν· καὶ ἄλλοτε γὰρ συνευρεθεὶς ὄχλῳ οὐκ ἐποίησε τοῦτο· ποιεῖ δὲ τοῦτο, δεικνὺς ὅτι νέον ἑαυτῷ λαὸν τὸν ἐξ ἐθνῶν τὸν ἀκάθαρτον μέλλει ὑποτάσσειν καὶ ἀνάγειν εἰς τὸ τῆς δικαιοσύνης ἀξίωμα, εἴς τε τὴν ἄνω Ἱερουσαλὴμ, ἧς τύπος ἡ ἐπίγειος· εἰς ἣν εἰσέρχεται ὁ λαὸς καθαρὸς γενόμενος σὺν Χριστῷ ὑμνουμένῳ ὑπὸ τῶν ἀκάκων ἀγγέ λων, ὧν τύπος τὰ νήπια. πῶλον δὲ λέγει τὸν ὄνον, ἐπειδὴ ὁ ἐξ ἐθνῶν λαὸς ἀγύμναστος ἦν τῆς εἰς εὐσέβειαν ἀγούσης πίστεως. Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον, ἀλλ' ὅτε ἐδοξάσθη ὁ Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ' αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ. Ἠγνόουν μὲν οὖν τὸ κατ' ἀρχὰς, τὰ ἐπ' αὐτῷ γεγραμ μένα· μετὰ δὲ τὴν ἀνάστασιν, οὐκ ἔμειναν ἔχοντες τὴν Ἰουδαϊκὴν πήρωσιν, ἀλλὰ ἀπεκαλύφθη αὐτοῖς διὰ τοῦ Πνεύματος ἡ γνῶσις τῶν θείων λόγων. τότε δὲ ἐδοξάσθη ὁ 2.307 Χριστὸς, ὅτε σταυρωθεὶς ἀνεβίω. οὐκ ἐρυθριᾷ δὲ ὁ Εὐαγ γελιστὴς καταλέγων τὴν τῶν μαθητῶν ἄγνοιαν, καὶ πάλιν γνῶσιν, ἐπείπερ ἦν αὐτῷ σκοπὸς, ἀλογῆσαι μὲν τῆς εἰς ἀνθρώπους αἰδοῦς, συνηγορῆσαι δὲ τῇ τοῦ Πνεύματος δόξῃ, καὶ δεῖξαι τίνες μὲν ἦσαν οἱ μαθηταὶ πρὸ τῆς ἀναστάσεως, τίνες δὲ γεγόνασι μετὰ τὴν ἀνάστασιν. εἰ οὖν οὗτοι ἠγνόουν, πολλῷ μᾶλλον οἱ ἄλλοι Ἰουδαῖοι. μετὰ δὲ τὸ σταυρωθῆναι, ἐσχίσθη τὸ καταπέτασμα, ἵνα γνῶμεν ὅτι οὐδὲν ἔτι τῶν ἀποκρύφων διαλανθάνει τοὺς πιστοὺς καὶ φιλοθέους. ἐφωτίσθησαν οὖν τὴν γνῶσιν ἀπὸ τοῦ καιροῦ τῆς ἀναστάσεως, ὅτε ἐνεφύσησεν ὁ Χριστὸς εἰς τὸ πρόσωπον αὐτῶν, καὶ γεγόνασιν ἐξ ἑτέρων ἄλλοι. ἐπὶ πλεῖον δὲ ἐφω τίσθησαν ἐν τῇ ἡμέρᾳ τῆς πεντηκοστῆς, ὅτε εἰς τὴν τοῦ ἐπιφοιτήσαντος αὐτοῖς Ἁγίου Πνεύματος μετεπλάττοντο δύναμιν. Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ' αὐτοῦ, ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. Ἀκούσας τὸ συμβὰν τῶν ἀγελαίων ὁ σύλλογος, εὐηκόως ἐπείσθη τοῖς μαρτυροῦσιν ὅτι ἀνέστησε τὸν Λάζαρον ὁ Χριστὸς, καὶ κατέλυσε τὸ τοῦ θανάτου κράτος, καθὼς οἱ προφῆται εἶπον· διὰ τοῦτο καὶ ὑπήντησαν αὐτῷ. 2.308 Οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε, ὁ κόσμος ὅλος ὀπίσω αὐτοῦ ἀπῆλθεν. Τοῦτο ὡς ἑαυτοὺς καταμεμφόμενοί φασιν, ἐπείπερ ἔκ παλαι οὐκ ἀνεῖλον σὺν τῷ Λαζάρῳ τὸν Ἰησοῦν, προτρε πόμενοι ἑαυτοὺς εἰς τὸ φονᾶν· ἀγανακτοῦντες περὶ τοῦ πιστοῦ ὄχλου, ὡς ἰδίων κτημάτων ἀποστερούμενοι, τῶν ὄντων τοῦ Θεοῦ. Ἦσαν δὲ Ἕλληνές τινες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. Ἀπορήσειε δ' ἄν τις ἐν τούτοις καὶ διασκέψαιτο, κατὰ τίνα λόγον ἀναβαίνουσι τῶν Ἑλλήνων τινὲς προσκυνήσοντες εἰς Ἱεροσόλυμα, καὶ τοῦτο τῆς κατὰ νόμον ἑορτῆς ἐπιτελου μένης. οὐ γὰρ δήπου τις ἐρεῖ πρὸς τὴν τῶν ἐκεῖσε θέαν ἀναβῆναι μόνον αὐτούς· συμμεθέξοντες γὰρ τοῖς Ἰουδαίοις τῆς αὐτοῖς καὶ μόνοις πρεπούσης συναναθέουσιν ἑορτῆς. τί τὸ κοινὸν εἰς λατρείας λόγον Ἕλλησί τε καὶ Ἰουδαίοις; καίτοι πολὺ διεστῶσαν εὑρήσομεν τὴν ἐν ἀμφοῖν ἕξιν τε καὶ προαίρεσιν· οἱ μὲν γὰρ τὴν ἀλήθειαν, οἱ δὲ τὸ ψεῦδος τετιμήκασι. τί οὖν ἐροῦμεν ἐν τούτοις; παρακειμένης τῆς Ἰουδαίων χώρας τῇ τῶν Γαλιλαίων, πόλεις τε καὶ κώμας ἀλλήλαις ὁμόρους ἔχοντες Ἕλληνές τε κἀκεῖνοι, συχνὰς μὲν ἐποιοῦντο τὰς ἐπιμιξίας, ἐφοίτων δὲ παρ' ἀλλήλοις ἑκάτεροι, ποικίλης εἰς τοῦτο καλούσης ἀφορμῆς. ἐπειδὴ δέ πως θερ μοτέρα πολὺ πρὸς μετάστασιν τὴν ἐπὶ τὸ ἄμεινον ἡ τῶν εἰδωλολατρούντων ἐστὶ διάνοια, ἅτε δὴ καὶ μάλα ῥᾳδίως 2.309 ἐξελεγχομένης αὐτῶν τῆς ψευδολατρείας ὡς ἀχρήστου παν τελῶς, μετεπείθοντό τινες εὐκόλως· οὔπω μὲν ὁλοτελῶς εἰς τὸ μόνῳ λατρεύειν τῷ κατὰ ἀλήθειαν ὄντι Θεῷ, μεριζόμενοι δέ πως τοῖς εἰς ἀπόστασιν λογισμοῖς, καὶ ταῖς τῶν ἰδίων διδασκάλων ἑπόμενοι γνώμαις, Πλάτωνός φημι καὶ τῶν κατ' ἐκεῖνον εἶναι λεγομένων σοφῶν. οἱ μὲν γὰρ ἕνα φασὶν εἶναι τὸν πάντων ∆ημιουργὸν, ἐγκοσμίους δὲ τοὺς λοιποὺς, καὶ ὥσπερ τινὰς ἡγεμόνας κεχειροτονῆσθαι παρ' ἐκείνου πρὸς διοίκησιν τῶν ἀνθρωπίνων πραγμάτων. ἔθος οὖν τισι Παλαιστινοῖς, [Ἕλλησι] μάλιστα, παρεζευγμένην καὶ γείτονα τὴν τῶν Ἰουδαίων ἔχουσι χώραν, ἀπομάττεσθαί πως ἔθη παρ' αὐτοῖς καὶ τὸ τῆς μοναρχίας ὄνομα τιμᾶν, δόξαν οὕτω κἀκείνοις, ὧν ἀρτίως ἐμνημονεύσαμεν, εἰ καὶ μὴ οὕτω φασὶ καθάπερ ἡμεῖς. οἱ δὲ, μήτε πλήρη τὴν εἰς Ἰουδαίους ἔχοντες ῥοπὴν, μήτε μὴν τῶν Ἕλλησι φίλων ἀφεστηκότες ἐθῶν, μέσην δέ τινα καὶ πρὸς ἄμφω βλέπουσαν ἐπιτηδεύοντες δόξαν, θεοσεβεῖς ὀνομάζονται. οἱ τοιοῦτοι τοιγαροῦν, οὐ σφόδρα τῶν Ἰουδαϊκῶν ἐθῶν τὰ ἴδια διῳκισμένα βλέποντες, ὅσον ἧκεν εἰς θυσιῶν τρόπους καὶ μοναρχίας διάληψιν· οὐ γὰρ ᾔδεισαν πρότερον τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος τοὺς λόγους οἱ ἐξ Ἰσραὴλ, ἀλλ' οὐδὲ τῆς πνευματικῆς λατρείας τὴν δύναμιν· συνανέβαινον προσκυνήσοντες, ἐν πανδήμοις μάλιστα συνδρομαῖς, οὐχ ὡς τὴν ἰδίαν λυποῦντες θρησκείαν, ἀλλ' ὡς ἕνα τὸν ἐπὶ πάντων τιμῶντες Θεόν. 2.310 Οὗτοι οὖν προσῆλθον φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας καὶ ἠρώτησαν αὐτὸν λέγοντες Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· ἔρχεται Ἀνδρέας καὶ Φίλιππος, καὶ λέγουσι τῷ Ἰησοῦ. Καὶ μὴ εἰδότες οἱ Φαρισαῖοι τὸ ἀληθὲς ἐλάλουν λέγοντες " Ιδε ὁ κόσμος ὅλος ὀπίσω αὐτοῦ ἀπῆλθεν." οὐ μόνον γὰρ Ἰουδαῖοι, ἀλλὰ καὶ οἱ ἐξ ἐθνῶν ἔμελλον πιστεύειν. διὸ καὶ ὡς ἐν ἀπαρχῇ τότε γέγονεν ἡ τῶν Ἑλλήνων προσθήκη, καὶ ὡς Γαλιλαῖοι οἱ Ἕλληνες προσῆλθον τῷ φιλίππῳ, ὡς καὶ αὐτῷ Γαλιλαίῳ ὄντι, ἵνα δείξῃ αὐτοῖς τὸν Ἰησοῦν, ὃν ἤθελον ἰδεῖν, πολλὴν ἀκούοντες εἰς αὐτὸν γινομένην τὴν εὐφημίαν, ὥστε προσκυνῆσαι καὶ ὧν ἤθελον τυχεῖν. μνησθεὶς δὲ ὁ Φίλιππος ὅτι εἶπε πρὸς αὐτοὺς ὁ Κύριος "Εἰς ὁδὸν ἐθνῶν "μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε," δειλιᾷ μήπως προσκροῦσαι δόξῃ τοὺς μὴ πεπιστευκότας προσάγων τῷ Χριστῷ, ἀγνοῶν ὅτι οἰκονομικῶς ὁ Κύριος ἐκώλυσε τοὺς μαθητὰς εἰσελθεῖν πρὸς τὰ ἔθνη, ἕως οὗ πρῶτοι οἱ Ἰουδαῖοι τὴν δοθεῖσαν αὐτοῖς ἀποσείσονται χάριν. ὡς θερμοτέρῳ δὲ καὶ ἐπιτηδειοτέρῳ πρὸς τὰ τοιαῦτα λέγει τῷ Ἀνδρέᾳ· δόξαν δὲ οὕτω καλῶς, ἀμφότεροι ἀπαγγέλλουσι τῷ Κυρίῳ. συνετῶς δὲ πράξας ὁ Φίλιππος, διδάσκει ἡμᾶς ὅτι οὐ καλὸν τοῖς ὑπὲρ ἡμᾶς λαλεῖν τι ὡς ἔτυχε, κἂν δοκῇ τι τῶν ἀγαθῶν εἶναι, ἀλλὰ μᾶλλον μετὰ φρονίμων συσκέπτε σθαι τὸ τί δεῖ ποιεῖν. Ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων Ἐλήλυθεν ἡ ὥρα ἵναδοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. Ἐπειδὴ οὖν οἱ ἐξ ἐθνῶν ἐπείγονται πρὸς τὸ θέλειν αὐτὸν 2.311 ἰδεῖν ἢ ἐπιστρέψαι, διὰ τοῦτό φησιν Ἐλήλυθεν ἡ ὥρα. ὁ γὰρ καιρὸς ἐγγὺς ἦν τοῦ πάθους, μεθ' ὃν εὐθὺς ἡ τῶν ἐθνῶν κλῆσις. ὥραν δὲ ἐν τούτοις τὸν παρόντα καιρὸν ὀνομάζει, οὐκ ἄλλο τι πρὸς ἀνάγκην ἄγον αὐτὸν τοῦ παθεῖν, ἀλλ' ὁρισμοῖς τοῖς παρ' αὐτοῦ τοῦτον ἀναδεικνύμενον. πάντα γὰρ ποιήσας ὅσα εἰς πίστιν ἐνῆγε τοὺς ἀνθρώπους, καὶ τὸν τῆς βασιλείας τῶν οὐρανῶν κηρύξας λόγον, ἐπ' αὐτὸ λοιπὸν τῆς ἐλπίδος τὸ κεφάλαιον βαδίζειν θέλει, τὸ νεκρῶσαι τὸν θάνατον· ὅπερ οὐκ ἄλλως ἐγένετο ἂν, εἰ μὴ ἡ ζωὴ τὸν ὑπὲρ ἁπάντων ὑπέμεινε θάνατον, ἵνα οἱ πάντες ζήσωμεν ἐν αὐτῷ. διὰ γὰρ τοῦτο καὶ δόξαν ἰδίαν ὀνομάζει τὸν θάνατον, καὶ τὸ παθεῖν ἅπαντα τὰ δεινὰ ὑπὲρ τῶν αὐτὸν ἀτιμαζόντων ἁμαρ τωλῶν. ὅμως εἰ καὶ ἀεὶ ἦν δεδοξασμένος παρὰ τῶν ἐν οὐρανοῖς ἀγγέλων, ἀλλ' ὁ σταυρὸς γέγονεν αὐτῷ ἀρχὴ τοῦ δοξασθῆναι ἐπὶ γῆς παρὰ τῶν ἐθνῶν ὡς Θεῷ. ἐπείπερ ἐάσας τοὺς ἐνυβρίσαντας αὐτῷ Ἰουδαίους, μετέβη εἰς τὰ ἔθνη, καὶ δοξολογεῖται ὡς Θεὸς παρ' αὐτῶν ἐλπιζόμενος ἥξειν ἐν τῇ δόξῃ τοῦ Πατρός. οὐ γυμνὸν δὲ λέγει τὸν Λόγον δοξασθήσεσθαι, ἀλλ' ἕνα δεικνύων Υἱὸν τὸν ἐξ ἀνθρωπότητός τε καὶ θεότητος ἀῤῥήτως νοούμενον, υἱὸν ἀνθρώπου φησίν· εἷς γὰρ Υἱὸς καὶ Χριστὸς, τομὴν οὐκ ἔχων μετὰ τὴν ἐνανθρώπησιν· ἀλλὰ Θεὸς ὑπάρχων καὶ νοούμενος καὶ μετὰ σαρκός. 2.312 Ἀμὴν ἀμὴν λέγω ὑμῖν Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Οὐ μόνον ὅτι πάσχει προλέγει, οὐδὲ ὅτι πάρεστιν ὁ καιρὸς, ἀλλὰ καὶ τὴν αἰτίαν καταλέγει, δι' ἣν ἥδιστον ἐποιή σατο τὸ παθεῖν· καὶ ὅτι πολὺ τὸ τοῦ πάθους κέρδος· ἢ γὰρ ἂν οὐκ ἂν εἵλετο παθεῖν, οὐ γὰρ ἄκων ἔπαθε. καὶ γὰρ διὰ τὴν εἰς ἡμᾶς φειδὼ, τοσαύτην ἡμερότητα ὑπεδείξατο, ὡς καὶ πάντα τὰ ὠμὰ δι' ἡμᾶς ἑλέσθαι παθεῖν. ὥσπερ δὲ ὁ σπαρεὶς κόκκος τοῦ σίτου, στάχυας πολλοὺς ἀναβλαστάνει, οὐχ ἑαυτὸν δι' ἐκείνους ζημιούμενος, ἀλλὰ δυνάμει ὅλοις τοῖς κόκκοις τοῦ στάχυος ἐνυπάρχων· ἐξ αὐτοῦ γὰρ οἱ πάντες ἀνεβλά στησαν· οὕτω καὶ ὁ Κύριος ἀπέθανε, καὶ ἀνοίξας τοὺς τῆς γῆς μυχοὺς, ἀνήγαγε σὺν ἑαυτῷ τὰς τῶν ἀνθρώπων ψυχὰς, αὐτὸς ὢν ἐν πᾶσι κατὰ τὸν τῆς πίστεως λόγον μετὰ καὶ τοῦ ὑπάρχειν ἰδιοσυστάτως. οὐ μόνον δὲ τοῖς ἀποθανοῦσι τοῦτο δέδωκε τὸ κέρδος τὸ δι' αὐτοῦ καρποφορεῖν, ἀλλὰ καὶ τοῖς ζῶσιν· εἰ καὶ πρὸς τὴν παραβολὴν ὁ λόγος ἐσχηματίσθη πιθανῶς. καρπὸς γὰρ τῶν Χριστοῦ παθημάτων, ἡ πάντων ζωὴ, νεκρῶν τε καὶ ζώντων. σπέρμα γὰρ γέγονε ζωῆς, ὁ Χριστοῦ θάνατος. Ἆρά γε ἡ θεία τοῦ Λόγου φύσις, θανάτου γέγονε δεκτική; καὶ πῶς τοῦτο εἰπεῖν οὐκ ἀνόσιον παντελῶς; ζωὴ γάρ ἐστι κατὰ φύσιν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος· ἐγείρει μᾶλλον, οὐ πίπτει. καταργεῖ τὸν θάνατον, οὐ κρατεῖται 2.313 φθορᾷ· ζωοποιεῖ μᾶλλον τὸ ζωῆς ἐπιδεὲς, οὐκ αὐτὸς ζητεῖ παρ' ἑτέρου τὴν ζωήν. ὥσπερ γὰρ τὸ φῶς οὐκ ἂν γένοιτο σκότος, οὕτως ἀμήχανον τὴν ζωὴν μὴ εἶναι ζωήν. πῶς οὖν ὁ αὐτὸς καὶ ὡς κόκκος σίτου λέγεται πεσεῖν εἰς γῆν, καὶ ἀναβῆναι ὡς "Θεὸς ἐν ἀλαλαγμῷ;" ἢ δηλονότι, τὸ μὲν θα νάτου γεύσασθαι πρέποι ἂν αὐτῷ καθὸ γέγονεν ἄνθρωπος· τὸ γεμὴν ἀναβῆναι θεϊκῶς, ἴδιον αὐτοῦ φυσικῶς. Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτὴν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Οὐ μόνον ὑμᾶς ἐπὶ τῷ ἐμῷ σκανδαλίζεσθαι οὐ χρὴ πάθει, οὐδὲ ἀπιστεῖν οἷς εἶπον, ἀλλὰ καὶ πρὸς τοῦτο παρε σκευάσθαι προσήκει· ὁ γὰρ δοκῶν ἐνταῦθα ἐπιμελεῖσθαι τῆς ἰδίας ψυχῆς καὶ οὐ θέλων αὐτὴν εἰς κινδύνους ἐκδιδόναι δι' ἐμὲ, ἀπόλλυσιν αὐτὴν ἐν τῷ μέλλοντι καιρῷ. ὁ δὲ εἰς κινδύνους αὐτὴν διδοὺς ἐν τῷ νῦν αἰῶνι, μεγάλους αὐτῇ φυλάσσει τοὺς καρπούς. καὶ ὁ τῆς ἐν τῷ κόσμῳ τούτῳ κατα φρονήσας ζωῆς, τὴν ἄφθαρτον κτήσεται ἐν τῷ μέλλοντι. ταῦτα δὲ ἔφη ὁ Κύριος, οὐχ ὡς τῆς ψυχῆς ἐνταῦθά τι πασχούσης, ἀλλὰ τῆς ψυχῆς φιλίαν καλεῖ, τὸ δοκεῖν αὐτὴν κατέχειν, οὐ προδιδόντας εἰς κινδύνους τὸ σῶμα. Ἐὰν ἐμοί τις διακονῇ, ἐμοὶ ἀκολουθείτω. Ὃ λέγει τοιοῦτόν ἐστιν Εἰ ἐγὼ, φησὶ, διὰ τὸ ὑμῶν χρήσιμον ἐκδίδωμι ἐμαυτὸν εἰς θάνατον, πῶς οὐκ ἄνανδρον τὸ μὴ, τῶν οἰκείων ἕνεκεν χρησίμων, τῆς προσκαίρου κατα φρονῆσαι ὑμᾶς ζωῆς, καὶ τῷ τῆς σαρκὸς θανάτῳ τὴν 2.314 ἀμάραντον κτήσασθαι ζωήν; δοκοῦσι γὰρ μισεῖν τὴν ἑαυ τῶν ψυχὴν, ὅσον ἧκεν εἰς τὸ παθεῖν, οἱ ἐκδιδόντες αὐτὴν εἰς θάνατον, τοῖς αἰωνίοις φυλάττοντες ἀγαθοῖς· καὶ οἱ ἐν ἀσκήσει δὲ ζῶντες, μισοῦσι τὰς ἑαυτῶν ψυχὰς, οὐχ ἡττώ μενοι ταῖς τῆς φιλοσαρκίας ἡδοναῖς. ὃ οὖν ἐποίησεν ὁ Χριστὸς διὰ τὴν ἁπάντων σωτηρίαν παθὼν, εἰς τύπον ἐποίησεν ἀνδρείας, διδάσκων τοὺς τῶν ἐλπιζομένων ἀγαθῶν ἐπιθυμοῦντας, ἐπείγεσθαι κατορθοῦν τὴν ἀρετήν. δεῖ γὰρ, φησὶ, τοὺς θέλοντάς μοι ἀκολουθεῖν, τὴν ἴσην ἐμοὶ ἀνδρείαν καὶ εὐτολμίαν ἐνδείκνυσθαι· οὕτω γὰρ λήψονται τὰ τῆς νίκης βραβεῖα. Καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται. Καὶ ἐπειδὴ ὁ τῆς σωτηρίας ἀρχηγὸς, οὐ διὰ δόξης καὶ τρυφῆς ὥδευσεν, ἀλλὰ διὰ ἀτιμίας καὶ πόνων· οὕτω δεῖ καὶ ἡμᾶς ἀλύπως ποιεῖν, ἵνα εἰς τὸν αὐτὸν τόπον καταντήσωμεν, καὶ τῆς θείας μετάσχωμεν δόξης. ποίας δὲ ἄξιοί ἐσμεν τιμῆς, οἱ μὴ ἀξιοῦντες τὰ ἴσα τῷ ∆εσπότῃ παθεῖν; τάχα δὲ εἰπών Ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔστω, οὐ τόπον λέγει, ἀλλὰ τρόπον ἀρετῆς. ἐν οἷς γὰρ ὤφθη Χριστὸς διαπρέπων, ἐν τοῖς αὐτοῖς ὀφείλουσιν εἶναι καὶ οἱ αὐτῷ ἀκολουθοῦντες, οὐκ ἐν τοῖς θεοπρεπέσιν ἀξιώμασι καὶ τοῖς ὑπὲρ ἄνθρωπον· οὐ γὰρ δυνατὸν ἀνθρώπῳ τὸν ἀληθῆ καὶ φύσει Θεὸν μιμήσασθαι· ἀλλ' ἐφ' οἷς ἂν ἐνδέχηται τὴν ἀνθρώπου διαπρέπειν δύνασθαι φύσιν, οὐκ ἐν τῷ χαλινοῦν 2.315 θάλασσαν καὶ τὰ ὅμοια ποιεῖν, ἀλλ' ἐν τῷ εἶναι ταπεινοὺς καὶ πράους καὶ φέροντας ὕβρεις. Ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ Πατήρ. Ἐν τούτῳ γοῦν φησι τὴν ἀντιμισθίαν εἶναι ἐν τῷ τιμᾶ σθαι ἐκ τοῦ Πατρός· μέτοχοι γὰρ τῆς τοῦ Χριστοῦ βασι λείας καὶ εὐκλείας οἱ Χριστοῦ μαθηταὶ, κατὰ τὸ πρέπον ἀνθρώποις μέτρον· ἀπὸ δὲ τοῦ Πατρὸς λέγει δίδοσθαι τὰς τιμὰς, καίτοι αὐτὸς ὢν ὁ δοτὴρ τῶν ἀγαθῶν, ἀνατιθεὶς δὲ τῇ θείᾳ φύσει τὸ ἑκάστῳ διδόναι κατὰ τὸ ἔργον αὐτοῦ, καὶ δεικνὺς ὅτι θέλει ὁ Πατὴρ δουλεύειν ἡμᾶς τοῖς τοῦ Υἱοῦ διατάγμασιν· οὐ γὰρ ἐναντία τῷ Πατρὶ νομοθετεῖ. Σημειωτέον οὖν ὅτι ὁ ποιῶν τὰ ἀρεστὰ Θεῷ, Χριστῷ διακονεῖ· ὁ δὲ τοῖς ἰδίοις ἀκολουθῶν θελήμασιν, ἑαυτῷ μᾶλλον ἀκολουθεῖ καὶ οὐ Θεῷ. Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; Πάτερ, σῶσον με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο εἰς τὴν ὥραν ταύτην. Πατὲρ, δόξασόν σου τὸν Υἱόν. Νῦν, φησὶν, ἡ ψυχή μου τετάρακται· καὶ τί εἴπω; Πάτερ σωσόν με ἐκ τῆς ὥρας ταύτης, ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. ὅρα δὴ πάλιν ἐν τούτοις τῆς μὲν ἀνθρωπίνης φύσεως τὸ εἰς θορύβους εὔκολον καὶ εὐπαράκομιστον εἰς δειλίαν, τῆς δὲ θείας αὖθις καὶ ἀῤῥήτου δυνάμεως τὸ ἐφ' 2.316 ἅπασιν ἀῤῥαγές τε καὶ ἄθραυστον καὶ εἰς μόνην βλέπον τὴν αὐτῇ πρέπουσαν ἀνδρείαν. ἡ μὲν γὰρ θανάτου παρεισδύσα μνήμη ταράττειν πειρᾶται τὸν Ἰησοῦν, ἡ δὲ τῆς θεότητος δύναμις κεκινημένον εὐθὺς χειροῦται τὸ πάθος καὶ μετα μορφοῖ παραχρῆμα πρὸς ἀσύγκριτον εὐτολμίαν τὸ δειλίᾳ νενικημένον. οἰησόμεθα γὰρ καὶ ἐν αὐτῷ τῷ Σωτῆρι Χριστῷ κεκινῆσθαι τὰ ἀνθρώπινα διὰ δύο τε καὶ ἀναγκαίους τρό πους. ἔδει γὰρ ἔδει καὶ διὰ τούτων αὐτὸν οὐ δοκήσει καὶ ὑπονοίᾳ, φυσικῶς δὲ μᾶλλον καὶ ἀληθῶς ἄνθρωπον ἐκ γυναικὸς γεγονότα φαίνεσθαι, πάντα φέροντα τὰ ἀνθρώπινα, δίχα μόνης ἁμαρτίας. φόβος δὲ καὶ δειλία, πάθη μὲν ἐν ἡμῖν φυσικὰ, τὸ γεμὴν ἐν ἁμαρτίαις τετάχθαι διαπεφευ γότα. καὶ πρὸς τούτοις ἔτι χρησίμως ὑπεκινεῖτο καὶ ἐν Χριστῷ τὰ ἀνθρώπινα, οὐχ ἵνα κινηθέντα κρατύνηται καὶ εἰς τὰ πρόσω χωρῇ, καθάπερ καὶ ἐφ' ἡμῶν, ἀλλ' ἵνα κεκινη μένα τῇ δυνάμει τοῦ Λόγου διακόπτηται, πρὸς ἀμείνω τινὰ καὶ θειοτέραν κατάστασιν μεταστοιχειουμένης τῆς φύσεως ἐν πρώτῳ Χριστῷ. ἦν γὰρ οὕτω καὶ οὐχ ἑτέρως καὶ εἰς ἡμᾶς αὐτοὺς τὸν τῆς ἰάσεως διαβῆναι τρόπον. ἐν γὰρ. ἀπαρχῇ Χριστῷ εἰς καινότητα ζωῆς ἡ ἀνθρώπου φύσις 2.317 ἀνεκομίζετο· ἐν αὐτῷ δὲ καὶ τὰ ὑπὲρ φύσιν ἐκερδάναμεν. διὰ γὰρ τοῦτο καὶ δεύτερος Ἀδὰμ κατωνόμασται παρὰ ταῖς θείαις γραφαῖς. ὥσπερ δὲ ὡς ἄνθρωπος ἐπείνασε καὶ ἐκοπίασεν, οὕτω καὶ τὸν ἐκ τοῦ πάθους δέχεται θόρυβον, ὡς ἀνθρώπινον. ταράττεται δὲ οὐχ ὥσπερ ἡμεῖς, ἀλλ' ὅσον εἰς αἴσθησιν μόνον ὑπενεχθῆναι τοῦ πράγματος, εἶτα πάλιν εὐθὺς εἰς τὴν ἑαυτῷ πρέπουσαν εὐτολμίαν ἀναπηδᾷ. ἐκ τούτων δῆλον ὅτι καὶ ψυχὴν εἶχε λογικήν. ὥσπερ γὰρ τὸ πεινῆσαι τυχὸν ἤγουν ἑτέρῳ τινὶ τῶν τοιούτων περιπεσεῖν, ἴδιον τῆς σαρκὸς πάθος, οὕτω καὶ τὸ ταράττεσθαι διὰ μνήμης τῆς τῶν δεινῶν, ψυχῆς ἂν εἴη πάθος τῆς λογικῆς, ᾗ καὶ μόνῃ ἡμῖν διὰ τῶν ἐνθυμήσεων ἐπεισκρίνεται μνήμη. οὔπω γὰρ ἐν αὐτῷ τῷ σταυρῷ γεγονὼς ὁ Χριστὸς, πρόωρον ὑπομένει τὸν θόρυβον, προαναθεωρήσας δηλονότι τὸ μέλλον, καὶ τῷ λογισμῷ πρὸς τὴν τῶν ἐσομένων μνήμην ὑπενεχθείς. τὸ γὰρ τῆς δειλίας πάθος, οὔτε τῆς ἀπαθοῦς εἴποιμεν θεότητος, οὔτε μὴν τῆς σαρκός· λογισμῶν γὰρ ἔστι ψυχῆς, καὶ οὐ σαρκὸς τὸ πάθος. εἰ δὲ καὶ τὸ ἄλογον ἔχον ψυχὴν θορυ βεῖται καὶ ταράττεται, ἀλλ' οὐ διὰ μνήμης, οὐδὲ λογισμῷ τὸ ἐσόμενον προανασκοποῦν πάθος ἐπὶ δειλίαν ἔρχεται, ἀλλ' ὅταν αὐτοῖς ἁλῶναι γένηται τοῖς κακοῖς, τότε τοῦ παρόντος κινδύνου συλλέγει μόλις τὴν αἴσθησιν. νῦν δὲ ὁ Κύριος θορυβεῖται, οὐκ ἐξ ὧν βλέπει, ἀλλ' ἐξ ὧν ἐνθυμεῖται, καὶ ἐξ ὧν προσδοκᾷ. ἀλλ' οὐδὲ εἶπεν ὁ Χριστός Ἡ σάρξ μου τετάρακται, ἀλλ' ἡ ψυχή μου, τὴν τῶν αἱρετικῶν ὑπόνοιαν παρωθούμενος. εἰ δὲ καὶ ἐν τῇ παλαιᾷ φήσεις εἰρῆσθαι ὑπὸ Θεοῦ πρὸς Ἰουδαίους "Νηστείαν καὶ ἀργίαν καὶ τὰς 2.318 "ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου," καὶ ὅσα τοιαῦτα· ἐροῦμεν, ὡς τοῖς ἡμετέροις ἔθεσιν ἀποκέχρηται μᾶλλον διὰ τὴν πρὸς ἡμᾶς συγκατάβασιν, ὥσπερ καὶ πρόσωπον καὶ ὀφθαλμοὺς καὶ τὰ λοιπὰ μέλη προσάπτει τῷ ἀσωμάτῳ καταχρηστικῶς. μετὰ δὲ τὴν ἐνανθρώπησιν, εἰ οὕτως εἰρῆσθαι φήσομεν, εἰκὼν ἦν ἄρα, καὶ δόκησις, καὶ σκιὰ, καὶ οὐ κατὰ ἀλήθειαν ἄνθρωπος, κατὰ τὸν ἄθεον Μάνην. ὅλην τοίνυν τὴν ἀν θρώπου φύσιν ἥνωσεν ἑαυτῷ ὁ τοῦ Θεοῦ Λόγος, ἵνα ὅλον σώσῃ τὸν ἄνθρωπον. ὃ γὰρ μὴ προσείληπται, οὐδὲ σέ σωσται. Εἰπὼν μέντοι τό Ἐταράχθη, οὐ σιωπᾷ, ἀλλ' εἰς εὐτολμίαν μεταπλάττει τὸ πάθος, καὶ μονονουχὶ φησίν Οὐδέν ἐστι τὸ ἀποθανεῖν· ἀλλὰ διὰ τοῦτο ἐπέτρεψα τῇ σαρκὶ τὸ δειλιάσαι, ἵνα μεταστοιχειώσω αὐτὴν εἰς εὐτολμίαν. ἦλθον τοῖς ἐπὶ γῆς τὴν ζωὴν κατορθώσων, διὸ καὶ πρὸς τὸ παθεῖν ηὐτρέ πισμαι. Αἰτεῖ δὲ τὸν Πατέρα, καὶ τὸ τῆς εὐχῆς σχῆμα διατυποῖ, οὐχ ὡς ἀδυνατῶν ὁ πάντα ἰσχύων, ἀλλ' ὡς ἄνθρωπος τὰ μείζω ἢ κατὰ ἄνθρωπον ἀπονέμων τῇ θείᾳ φύσει, οὐκ ἔξω ὢν ταύτης, ὅταν καλῇ τὸν Πατέρα τὸν ἴδιον, ἀλλ' εἰδὼς ὅτι διὰ Πατρὸς καὶ Υἱοῦ ἥξει ἡ ἐν παντὶ πράγματι δύναμις καὶ δόξα. εἴτε δέ ∆όξασόν σου τὸν Υἱὸν ἔχει ἡ γραφὴ, εἴτε ∆όξασόν σου τὸ ὄνομα, ταὐτόν ἐστι τῇ τῶν θεωρημάτων ἀκριβείᾳ. ὅμως ὁ Χριστὸς καταφρονήσας τοῦ θανάτου καὶ τῆς ἐκ τοῦ παθεῖν αἰσχύνης, μόνα δὲ τὰ ἐκ τοῦ παθεῖν σκοπῶν κατορθώματα, καὶ ὅσον οὐδέπω ἐκ μέσου βαδίζοντα διὰ τοῦ θανάτου τῆς ἰδίας σαρκὸς τὸν ἁπάντων θάνατον 2.319 βλέπων, ἀναιρεθησόμενόν τε παντελῶς τὸ τῆς φθορᾶς κράτος, ἀναμορφουμένην τε ἤδη λοιπὸν πρὸς καινότητα ζωῆς τὴν ἀνθρώπου φύσιν, μονονουχὶ πρὸς τὸν Θεὸν καὶ Πατέρα τοιοῦτόν τι φησίν Ὀκνηρὸν μὲν, ὦ Πάτερ, πρὸς τὸ παθεῖν τὸ σῶμα, δέδιε δὲ καὶ τὸν παρὰ φύσιν θάνατον, ἀλλὰ καὶ οὐκ οἰστόν πως εἶναι δοκεῖ τῷ συνέδρῳ καὶ τῷ κατὰ πάντων ἔχοντι κράτος τοῖς τῶν Ἰουδαίων ἐμπαροινεῖσθαι τολμήμασι· πλὴν ἐπείπερ ἀφῖγμαι πρὸς τοῦτο, δόξασόν σου τὸν Υἱὸν, τουτέστι, μὴ διακωλύσῃς ἰόντα πρὸς θάνατον, συγκατά νευσον τῷ σῷ γεννήματι διὰ τὸ πᾶσι λυσιτελές. ὅτι δὲ δόξαν ὁ Εὐαγγελιστὴς καὶ ἑτέρωθί που τὸν σταυρὸν ἀπε κάλει, μαθήσῃ λέγοντος αὐτοῦ "Οὔπω γὰρ ἦν Πνεῦμα " Αγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη." σαφῶς γὰρ ἐν τούτοις τὸ ἐσταυρῶσθαι, τὸ δεδοξάσθαι φησί· δόξα δὲ ὁ σταυρός. εἰ γὰρ καὶ περὶ τὸν τοῦ πάθους καιρὸν πολλὰ ἐφύβριστα ὑπέμεινεν ἀνεξικάκως ἑκὼν, ἀλλ' ἐξ ὧν δυνά μενος μὴ παθεῖν, ὑπέστη δι' ἡμᾶς ἐθελουσίως τὸ πάθος, τῆς ὑπεράγαν ἔστιν εὐσπλαγχνίας καὶ τῆς ἀνωτάτω δόξης, τὸ δι' ἄλλων ὠφέλειαν ὑποστῆναι τοῦτο. γέγονε δὲ καὶ ἑτέρῳ τρόπῳ ἐν εὐδοξίᾳ ὁ Υἱός. δι' ὧν γὰρ κατεκράτησε τοῦ θανάτου, ἔγνωμεν αὐτὸν ὄντα ζωὴν καὶ Υἱὸν Θεοῦ τοῦ ζῶντος. δοξάζεται δὲ ὁ Πατὴρ, ὅταν φαίνηται τοιοῦτον ἔχων Υἱὸν ἐξ ἑαυτοῦ γεννηθέντα, ὁποῖός ἐστι καὶ αὐτός. 2.320 ἔστι δ' ἀγαθὸς, φῶς, ζωὴ, καὶ θανάτου κρείττων, καὶ ὅσα θέλει ποιῶν. ὅταν δὲ λέγῃ ∆όξασόν σου τὸν Υἱὸν, τοῦτό φησι Συγκατάνευσόν μοι παθεῖν ἐθέλοντι. οὐ γὰρ ἀβου λήτως τὸν Υἱὸν ὁ Πατὴρ ἔδωκεν εἰς θάνατον, ἀλλ' ἑκὼν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς· τὸ οὖν συνθελῆσαι τὸν Πατέρα, ὡς δόσις ὠνόμασται ἡμῖν ἀγαθῶν· ἀντὶ γὰρ τοῦ παθεῖν τὴν δόξαν εἶπε. λέγει δὲ τοῦτο καὶ πρὸς ὑπογραμμὸν ἡμῶν· ὅτι δεῖ μὲν εὔχεσθαι μὴ ἐμπεσεῖν εἰς πειρασμὸν, ἐμπεσόντας δὲ γενναίως φέρειν, καὶ μὴ ἀποπηδᾶν, εὔχεσθαί τε εἰς Θεὸν σωθῆναι. ἀλλὰ δόξασόν σου τὸ ὄνομα. εἰ γὰρ διὰ τῶν κιν δύνων ἡμῶν συμβαίνει δοξασθῆναι τὸν Θεὸν, πάντα τούτου τετάχθω δεύτερα. Ὥσπερ μέντοι οὐκ ἄλλως ὁ θάνατος κατηργήθη, μὴ ἀπο θανόντος τοῦ Σωτῆρος· οὕτω καὶ ἐφ' ἑκάστου τῶν τῆς σαρκὸς παθῶν· εἰ μὴ γὰρ ἐδειλίασεν, οὐκ ἂν ἐν ἐλευθερίᾳ τοῦ δειλιᾶν ἡ φύσις γέγονεν· εἰ μὴ ἐλυπήθη, οὐκ ἂν ἀπηλ λάγη τοῦ λυπεῖσθαί ποτε· εἰ μὴ ἐταράχθη καὶ ἐπτοήθη, οὐκ ἂν ἔξω ποτὲ τούτων ἐγένετο. καὶ ἐφ' ἑκάστῳ τῶν ἀνθρω πίνως γεγονότων, τὸν αὐτὸν ἐφαρμόζοντα λόγον εὑρήσεις ἐν Χριστῷ· τὰ τῆς σαρκὸς πάθη κεκινημένα, οὐχ ἵνα κρατήσῃ, ὥσπερ καὶ ἐν ἡμῖν, ἀλλ' ἵνα κινηθέντα καταργηθῇ τῇ δυ νάμει τοῦ ἐνοικήσαντος τῇ σαρκὶ Λόγου, πρὸς τὸ ἄμεινον μεταποιουμένης τῆς φύσεως. 2.321 Ἦλθεν οὖν φωνὴ ἐξ οὐρανοῦ λέγουσα Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. Οὐκ εἶπε δὲ ὁ Εὐαγγελιστὴς ὅτι ὁ Πατὴρ ἄνωθεν ἐπεφώ νησεν, ἀλλ' ὅτι ἐξ οὐρανοῦ γέγονεν ἡ φωνὴ, ἵνα μή τινες αἱρετικοὶ δι' ὧν ἤκουον λαλεῖν τὸν Πατέρα εἰπεῖν ἐπιχειρή σωσιν ὅτι καὶ ἡ θεία φύσις ὁ Πατὴρ σῶμά τι παχὺ περί κειται. διὸ καὶ φωνὴν τὴν ἐναρμόνιον λαλεῖ, πῶς δὲ ἡ φωνὴ διεσκευάσθη οὐχ ἡμῶν εἰπεῖν. ὃ δὲ σημαίνει ἡ τοῦ λόγου ἑρμηνεία τοῦτό ἐστι. διὰ πολλῶν σημείων περίβλεπτος ἦν ὁ Υἱὸς, συνεργαζομένου αὐτῷ τὰ παράδοξα τοῦ Πατρὸς, καὶ ἐπείπερ συνεργάτης ἦν αὐτῷ εἰς ἅπαντα ἃ ἐποίει, δοξάσαι μὲν ἤδη φησὶ, καὶ εἰσαῦθις δὲ δοξάσειν ἐπαγγέλλεται προθύμως, διὰ τοῦ ἐπὶ τῷ θανάτῳ σημείου. καθὸ μὲν γὰρ Θεός ἐστιν ὁ Υἱὸς καὶ ἐκ Θεοῦ καὶ ζωὴ ἐκ τῆς κατὰ φύσιν ζωῆς ἐκπεφυκὼς, ἑαυτὸν ἤγειρεν ἐκ νεκρῶν· καθὸ δὲ νοεῖται καθ' ἡμᾶς ἄνθρωπος χωρὶς ἁμαρτίας, οὐχ ἑαυτὸν ἀναστήσας νοεῖται, ἀλλὰ διὰ τοῦ Πατρὸς ἀναστάς. Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς. Ἀντεφθέγγετο ὁ Πατὴρ, καθ' ὃν οἶδε τρόπον, τῷ ἰδίῳ 2.322 Υἱῷ, εἰς φιλοτιμίαν τῶν ἀκροωμένων τὴν ἑαυτοῦ βούλησιν φανερῶν, ἵνα πιστεύσωσιν ἀναμφιβόλως, ὅτι Υἱός ἐστι κατὰ φύσιν τοῦ Θεοῦ καὶ Πατρός. διηπόρει δὲ ὁ ὄχλος εἰς δια φόρους ὑπονοίας σχιζόμενος ἀσυνέτως. ἔδει γὰρ αὐτοὺς ἐννοῆσαι ὅτι ὁ Πατὴρ ἦν ὁ ἀντιφθεγξάμενος, πρὸς ὃν ἐποιήσατο τοὺς λόγους ὁ Υἱός. οὐ γὰρ βροντὴν ᾔτησε γενέσθαι, οὔτε ἄγγελον φωνῆσαι, ὅμως ὁ Υἱός φησιν, ὅτι οὐ δι' ἐμὲ γέγονεν ἡ φωνὴ ἀλλὰ δι' ὑμᾶς. ᾔδει γὰρ τοῦ τεκόντος τὴν βούλησιν κἂν μηδὲν ἐλαλήθη, ἐπειδὴ ἦν καὶ ἔστιν ἡ τοῦ Πατρὸς σοφία καὶ Λόγος. δι' ὑμᾶς οὖν φησι γέγονεν ἡ φωνή· ἵνα παραδέχησθέ με ὡς Υἱὸν Θεοῦ, ὃν οἶδεν ὄντα φύσει ἑαυτοῦ Υἱὸν ὁ Πατήρ. λέγει μὲν οὖν ὁ Κύριος ὅτι γέγονεν ἡ φωνὴ, οὐ μὴν προστίθησιν ὅτι τοῦ Πατρὸς ἦν, ἢ πῶς γέγονεν· ἔστι γὰρ περιττὸν τοῦτο. πλὴν ἐπιμαρτύ ρεται ὅτι καὶ φωνὴν ἀκούσαντες ὡς ἐξ οὐρανοῦ, οὐδὲν ἧττον ἐπέμειναν τῇ ἑαυτῶν δυσσεβείᾳ. Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἀρχὼν τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Τῆς τοῦ Σωτῆρος ἐπιδημίας ὁ τριπόθητος οὑτοσὶ καιρὸς, παροῦσαν ἤδη τὴν ἐπὶ τοῖς ἔθνεσι κρίσιν τε καὶ δίκην ἐδείκνυεν. ἔμελλον γὰρ ἀπαλλάττεσθαι τῆς τοῦ διαβόλου πλεονεξίας, δικαιότατον αὐτοῖς ἀπονέμοντος ἔλεος τοῦ ὁσίου τε καὶ δικαίου Κριτοῦ. οὐ γὰρ οἴομαι δεῖν οἴεσθαι νυνὶ κατακρίνεσθαι κόσμον, ὅτε τοῦ δικαιοῦσθαι παρῆν ὁ καιρός· ἀλλὰ τῷ μὲν κόσμῳ κρίσις ἔσται, τουτέστιν, ἐκδίκησις. ὁ δὲ 2.323 ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· ἔσται, φησὶ, κατὰ τοῦ τὸν κόσμον ἠδικηκότος κρίσις, καὶ οὐχὶ κατὰ τοῦ τὴν ἀδικίαν ὑπομείναντος κόσμου. καὶ γὰρ ὡς αὐτὸς ἔφη ὁ Χριστός "Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν ἵνα κρίνῃ τὸν "κόσμον, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον." ὅρος τοίνυν ἔσται, φησὶ, τῆς ἐνεστώσης κρίσεως, τὸ ἐκβληθῆναι ἔξω τὸν ἄρχοντα τοῦ κόσμου τούτου. ἐκβληθῆναι δὲ πόθεν; ἢ δῆλον ὅτι τῆς ἐκ βίας αὐτῷ πεπορισμένης ἀρχῆς καὶ τῆς οὐδαμόθεν προσ ηκούσης βασιλείας. σημαίνει δὲ τό Ἔξω τὴν κόλασιν καὶ τὴν εἰς ᾅδου βάδισιν. Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, ἑλκύσω πάντας πρὸς ἐμαυτόν. Χριστοῦ μέντοι δεδωκότος ἑαυτὸν τῷ Πατρὶ ὑπὲρ τῆς ἡμῶν σωτηρίας ὡς ἄμωμον ἱερεῖον, καὶ τὰς ὑπὲρ ἡμῶν μονονουχὶ δίκας τιννύντος, ἐλυτρώθημεν τῶν τῆς ἁμαρτίας ἐγκλημάτων. καὶ δὴ ὅτε ὁ θὴρ ἐκ μέσου γέγονε, καὶ καθῃρέθη ὁ τύραννος, τότε ἄγει πρὸς ἑαυτὸν ὁ Χριστὸς τὸ ἀποπλανηθὲν γένος, οὐ μόνον Ἰουδαίους ἀλλὰ καὶ πάντας ἀνθρώπους πρὸς σωτηρίαν καλῶν διὰ τῆς εἰς αὐτὸν πίστεως. μερικὴ γὰρ ἡ διὰ τοῦ νόμου κλῆσις, γενικὴ δὲ ἡ διὰ Χριστοῦ. μόνος γὰρ ὁ Χριστὸς δυνατὸς ἦν ὡς Θεὸς πάντα ἡμῖν προξενῆσαι τὰ ἀγαθά. εὐφήμως δὲ λίαν, ἀντὶ τοῦ σταυρω θῆναι, τὸ ὑψωθῆναί φησι. τοῖς μὲν γὰρ φονῶσιν ἀσυμφανὲς ἐτήρει τὸ μυστήριον· οὐ γὰρ ἦσαν ἄξιοι μαθεῖν· τοῖς γεμὴν νουνεχεστέροις ἐφῆκε νοεῖν ὅτι διὰ πάντας καὶ ὑπὲρ πάντων 2.324 πείσεται. ἄλλως τε φαίη τις ἂν οἶμαι καὶ σφόδρα καλῶς, ὕψος εἶναι τὸ ἐπὶ εὐκλείᾳ καὶ δόξῃ νοούμενον, τὸν ἐπὶ τῷ σταυρῷ θάνατον. δοξάζεται γὰρ καὶ διὰ τοῦτο Χριστὸς, πολλὰ τῇ ἀνθρωπότητι διὰ τούτου προξενήσας τὰ ἀγαθά· δι' ὧν ἕλκει πρὸς ἑαυτόν· καὶ οὐ καθάπερ οἱ μαθηταὶ, ἑτέρῳ προσάγει. δείκνυσιν οὖν ἑαυτὸν ὄντα φύσει Θεὸν, οὐκ ἔξω τιθεὶς τὸν Πατέρα. διὰ γὰρ τοῦ Υἱοῦ ἕλκεταί τις εἰς τὴν τοῦ Πατρὸς γνῶσιν. Τοῦτο δὲ ἔλεγε σημαίνων ποίῳ θανάτῳ ἔμελλεν ἀποθνήσκειν. ∆ιὰ τούτου ἔδειξεν ὁ Εὐαγγελιστὴς, ὅτι οὐκ ἀγνοῶν ἔπαθεν ὁ Κύριος, ἀλλ' ἑκὼν καὶ εἰδὼς οὐ μόνον ὅτι ἀπέθνησκεν, ἀλλὰ καὶ ποίῳ τρόπῳ· τὸν σταυρὸν δὲ ὠνό μασε θάνατον. Ἀπεκρίθη οὖν αὐτῷ ὁ ὄχλος Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς εἰς τὸν αἰῶνα μένει· καὶ πῶς σὺ λέγεις ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; Ταῦτα δέ φασιν ὡς εἰρήκαμεν, νοήσαντες ὅτι τὸ ὑψωθῆναι τὸ σταυρωθῆναι ἔλεγεν. ἔθος γὰρ ἦν αὐτοῖς εὐφημοτέροις ὀνόμασι σημαίνειν τὰ πολὺ βλέποντα εἰς ἀκράτους συμ φοράς. πειρῶνται οὖν διὰ τῆς γραφῆς ἀποδεῖξαι ψευδόμενον τὸν Χριστόν. αὕτη γὰρ, φησὶν, οὐ λέγει πρόσκαιρον τὸν Χριστὸν λέγουσα περὶ αὐτοῦ "Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα." 2.325 πῶς οὖν σὺ λέγεις ὅτι ὁ Χριστός εἰμι λέγων σεαυτὸν τεθνη ξόμενον; ἀλλὰ γὰρ μὴ νοοῦντες Ἰουδαῖοι λέγουσι μὲν αὐτὸν διὰ τὸ πάθος μὴ εἶναι Χριστόν· οὐ λέγουσι δὲ ὅτι ἐγράφη ὅτι δεῖ τὸν Χριστὸν παθεῖν καὶ ἀναστῆναι καὶ ἀνελθεῖν πρὸς τὸν Πατέρα, λειτουργὸν ἐσόμενον τῶν ἁγίων καὶ τῶν ἡμε τέρων ψυχῶν ἀρχιερέα, ὅτε καὶ κρείττων καὶ ἄφθαρτος ἀνεβίω. καίτοι τῆς γραφῆς οὐχ ὅτι μόνον ἥξει ἐν τῷ κοινῷ δὴ τούτῳ καὶ ἀνθρωπίνῳ σχήματι προαπαγγελλούσης, ἀλλ' ὅτι καὶ τῆς ἁπάντων ζωῆς προτεθνήξεται καὶ ἀναβιώσεται πάλιν τὰ τοῦ θανάτου διαῤῥήξας δεσμὰ, ἐξ οὗ πάντως τὸ μένειν εἰς αἰῶνα Χριστὸν κατορθοῦται καλῶς· κρείττων γὰρ ἀναδεδειγμένος θανάτου καὶ φθορᾶς, ἀνέβη πρὸς τὸν Πατέρα. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἔτι μικρὸν χρόνον τὸ φῶς ἐν ὑμῖν ἐστι. περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει. Ὡς ἀσυνέτοις καὶ ἀπίστοις τοῖς Ἰουδαίοις, οὐ καταλέγει σαφῶς ὁ Χριστὸς τὸ βαθὺ τοῦ λόγου μυστήριον. ἀλλὰ πρὸς ἕτερον πηδᾷ, ὁμοῦ καὶ τὸ ἐπωφελὲς αὐτοῖς ἐξηγού μενος καὶ δεικνὺς τὴν αἰτίαν δι' ἣν οὐ νοοῦσι τὰ ἐν ταῖς γραφαῖς, καὶ ὅτι εἰ μὴ πιστεύσειαν αὐτῷ φωτὶ ὄντι, ὁλοτελῶς αὐτοὺς τὸ τῆς ἀγνωσίας καταλήψεται σκότος, καὶ τῶν ἐκ τοῦ φωτὸς ἀγαθῶν στερηθήσονται· ὅσον γὰρ ἀπὸ τῆς γραφῆς, ὡς φῶς προσεδόκων τὸν Μεσίαν. ἐπειδὴ δὲ ἦλθεν, εἰς τοὐναντίον αὐτοῖς ἀπέβη τὰ τῆς ἐλπίδος· σκότος γὰρ αὐτοὺς κατέλαβε διὰ τὴν ἀπιστίαν. ἀνανήψατε οὖν, φησὶ, ταχέως, ἕως ὑμῖν ἔξεστι μικρόν τι τῆς τοῦ θείου 2.326 φωτὸς αὐγῆς μετασχεῖν, ἵνα μὴ ὑμᾶς ὁ τῆς ἁμαρτίας κατα λάβῃ σκότος. καλῶς δὲ εἶπε, μετὰ τὸ φῶς τὴν σκοτίαν. κατ' ἴχνος γὰρ τῆς τοῦ φωτὸς ἀναχωρήσεως βαδίζει τὸ σκότος. εἰπὼν δὲ σὺν τῷ ἄρθρῳ τὸ φῶς, ἑαυτὸν ἐδήλωσεν· ὅτι αὐτός ἐστι μόνος κατὰ ἀλήθειαν τὸ φῶς. Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ὁδὸν μὲν οὖν σωτηρίας τὴν πίστιν ἀπέδειξε τὴν εἰς αὐτὸν, δι' οὗ τις καὶ τὸν Πατέρα γινώσκει. υἱοὺς δὲ φωτὸς αὐτοὺς ὀνομάζει ἤτοι ἑαυτοῦ ἢ τοῦ Πατρός· φῶς γὰρ λέγει τὸν Πατέρα, μετὰ τὸ εἰπεῖν ἑαυτὸν φῶς, ἵνα δείξῃ μίαν ἑαυτοῦ καὶ τοῦ Πατρὸς φύσιν· γινόμεθα δὲ υἱοὶ τοῦ Πατρὸς, ὅταν διὰ τῆς εἰς Χριστὸν πίστεως εἰσδεξώμεθα τὸν Πατέρα, ὅς ἐστι φῶς· τότε γὰρ καὶ ἡμεῖς τέκνα Θεοῦ χρηματιοῦμεν. Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ' αὐτῶν. ∆ι' ὀλίγων διδάξας τὰ λυσιτελῆ, πάλιν θεοπρεπεῖ δυ νάμει ἐκ μέσου αὐτῶν ποιεῖ ἑαυτὸν, κατακρύπτων ἑαυτὸν, καὶ εἰς ὀργὰς αὐτοὺς οὐκ ἐῶν ἐξεγείρεσθαι, ἀλλὰ μεταβουλεύ εσθαι διδοὺς καιρὸν, ὅπως ἂν τὰ ἀμείνω πράξωσιν. ὑπο χωρεῖ δὲ οἰκονομικῶς ἐγγὺς ὄντος τοῦ πάθους· δεικνὺς ὅτι ἀβούλητον ἦν αὐτῷ τὸ ἀναιρεθῆναι ὑπὸ Ἰουδαίων, εἰ καὶ ἑκὼν ἑαυτὸν ἐπέδωκεν εἰς τὸ παθεῖν, ἀντίλυτρον ἑαυτὸν τῆς ἡμετέ ρας διδοὺς ζωῆς, καὶ ἐδέξατο τὸν θάνατον, τὸν λύπῃ εἰκότως ἀπεικαζόμενον καὶ μετεσκεύασε τὴν λύπην εἰς εὐφροσύνην. 2.327 Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν. Θέλων δὲ αὐτῶν τὴν ἄμετρον δυστροπίαν ἐλέγξαι ὁ Εὐαγγελιστὴς, προσέθηκε καὶ τό Ἔμπροσθεν αὐτῶν, δεικνὺς ὅτι οὐδὲ οἷς ἑώρων ἐπίστευον. Ἵνα ὁ λόγος Ἡσαΐου πληρωθῇ ὃν εἶπε Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν· ὅτι πάλαι Ἡσαΐας εἶπε Τετύ φλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστραφῶσι καὶ ἰάσωμαι αὐτούς. Οὐχ ἵνα τοίνυν πληρώσωσι τὰς προφητείας οἱ Ἰουδαῖοι ἐφόνευσαν τὸν Κύριον· ἢ γὰρ ἂν οὔτε δυσσεβεῖς ἦσαν· ἀλλὰ δι' οἰκείαν κακόνοιαν. εἰ γὰρ καὶ προεῖπον οἱ προ φῆται τὰ διὰ τὴν ἑκούσιον αὐτῶν δυσβουλίαν πάντως ἐσόμενα, διὰ τοῦτο προεῖπον, ἵνα οἱ νήφοντες διαπηδήσωσι τοὺς τοῦ διαβόλου βόθρους· ἐξὸν γὰρ πάντως τοῖς ἀκούουσι καὶ φυλάξασθαι. διὸ καὶ ἀναγκαία ἡ πρόῤῥησις. Πάλιν ἑτέρου ζητήματος λύσις. Ὅτι οὐχ ὁ Θεὸς ἐτύφλωσε τοὺς Ἰουδαίους. ἦ γὰρ ἂν οὔτε ἀπῄτει αὐτοὺς εὐθύνας· ὅπου γε καὶ τὰ ἀκούσια συγχωρεῖ πταίσματα. ὁ δὲ νοῦς οὕτως· ὡς γὰρ ἀπὸ Θεοῦ λαληθέντα τὰ ῥήματα ὁ Ἡσαΐας προφέρει Ἐὰν γένωμαι ἄνθρωπος καὶ οἰκείᾳ φωνῇ εἰσηγήσωμαι ὑμῖν τὰ λυσιτελῆ, οὐδὲ οὕτως ἀκούσετέ μου, ὥσπερ οὐδὲ τῶν προφητῶν· οὐδὲ ὅταν ἴδητε τὰ ὑπὲρ λόγον σημεῖα, οὐδὲν ἐκ τοῦ ἰδεῖν ὠφελη 2.328 θήσεσθε. καὶ τοῦτο δηλοῖ τό Οὐ μὴ ἴδητε. οὐ γὰρ εἶπεν ὅτι πωρώσω αὐτῶν τὰς καρδίας, καὶ τυφλώσω τοὺς ὀφθαλ μοὺς, ἀλλ' ὅτι κἂν ἀκούσητε, οὐ μὴ ἀκούσητε· κἂν ἴδητε, οὐ μὴ ἴδητε, ἵνα μὴ ἐπιστραφέντας ἰάσωμαι. εἰ γὰρ ἤκουσαν καὶ εἶδον ὅνπερ ἐχρῆν τρόπον, ἔτυχον ἂν πάντως ὠφελείας. οὐκοῦν οὐ τιμωρίας ἀναγκαίας ἔχει δήλωσιν ὁ λόγος, οὐδὲ ὅρον καταδικάζοντος καὶ καταψηφιζομένου τῶν Ἰουδαίων, ἀλλὰ τῶν χρησίμων ἐστὶ προαγγελτικός. ᾔδει γὰρ ποῖοι ἔμελλον γίνεσθαι, καὶ ἀπεφήνατο περὶ αὐτῶν. πλὴν οὐδὲ κατὰ πάντων χωρεῖ ὁ λόγος, ἀλλὰ κατὰ μόνων τῶν ἀπίστων· πολλοὶ γὰρ πεπιστεύκασιν ἐξ αὐτῶν. οὕτω μὲν οὖν ἐκδεδώ κασιν οἱ ἑβδομήκοντα. εἰκὸς δὲ, ὅτι ὁ Εὐαγγελιστὴς τῇ Ἑβραίων ἐκδόσει ἀκολουθήσας ἑτέρως ἐχούσῃ παρὰ τὴν τῶν ἑβδομήκοντα, εἶπε τό ∆ιὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ἐπειδὴ ἐτύφλωσεν αὐτούς· καὶ ὅσον μὲν ἐκ τῆς προφανοῦς λέξεως, οὐκ εἴρηκεν ὅτι ὁ Θεὸς ἐτύφλωσεν αὐτούς. εἰκὸς δὲ, ὅτι ἄλλος τοῦτο ἐποίησε πρὸς τὸ μὴ ἐπιστρέψαι τοὺς Ἰουδαίους καὶ τυχεῖν ἰάσεως. εἰ δὲ καὶ δεξόμεθα ὅτι ὁ Θεὸς ἐτύ φλωσεν, οὕτω νοητέον, ὅτι παρεχώρησεν αὐτοὺς παθεῖν τὴν τύφλωσιν ὑπὸ τοῦ διαβόλου, οὐκ ἀγαθοὺς ὄντας τὴν ἕξιν. οὕτω γὰρ παραδίδωσιν εἰς ἀδόκιμον νοῦν καὶ εἰς πάθος τοὺς ὁμοιοτρόπους. ἐν ᾧ δὲ τοιοῦτοι ἦσαν, οὐ δίκαιον ἦν αὐτοῖς γνῶναι τοῦ μυστηρίου τὸ βάθος καὶ τὰ κρύφια, τοὺς μηδὲ τὰς νομικὰς ἐντολὰς διατηρήσαντας. ἐπεὶ οὖν οὔτε τὸν νόμον, οὔτε τὰ εὐαγγελικὰ ἐδέξαντο διατάγματα, τὸν τῆς διανοίας μύοντες ὀφθαλμὸν, διὰ τοῦτο οὐ δέχονται τὴν φωτίσαι δυναμένην αὐτοὺς παίδευσιν. 2.329 Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀν θρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. Νῦν μέντοι συνωθούμενοι ὑπὸ τῶν σημείων εἰς τὸ πιστεύειν, καὶ οὐκέτι τολμῶντες ἀντιλέγειν τῷ Κυρίῳ, ἐκπίπτουσι τῆς αἰωνίου ζωῆς, ἐπιμονῇ τῆς ἑαυτῶν βδελυ ρίας, τὴν εἰς ἀνθρώπους αἰδῶ τῆς πρὸς Θεὸν οἰκειώσεως προτιμήσαντες, καὶ δόξης προσκαίρου δοῦλοι ὄντες, ἀφό ρητον ἡγούμενοι ζημίαν τὸ ἐκπεσεῖν τῆς ἐκ τῶν Φαρισαίων τιμῆς. ἐπεὶ οὖν τοῦτο ἦν τὸ κωλύον αὐτοὺς πιστεῦσαι τότε, ἄκουσον τί φησιν ὁ Χριστός· Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ' εἰς τὸν πέμψαντά με, καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. Κράζει δὲ παρὰ τὸ εἰωθὸς ἑαυτῷ, ἐλέγχει δὲ ἡ κραυγὴ τῶν πιστευσάντων μὲν εἰς αὐτὸν, ἐγκαλυψαμένων δὲ ἔτι τὴν ἄκαιρον αἰδῶ. οὐ γὰρ λεληθότως τιμᾶσθαι βούλεται παρὰ τῶν θαυμάζειν αὐτὸν ἑλομένων, ἀλλὰ φανερῶς. χρῆναι γὰρ ὑπελάμβανε τὴν μὲν πίστιν ἀποτίθεσθαι τῇ καρδίᾳ, ποιεῖ σθαι γεμὴν ἐν παῤῥησίᾳ πολλῇ τὴν ἐπ' αὐτῇ σοφωτάτην ὁμολογίαν. ἐπειδὴ δὲ Θεὸς κατὰ φύσιν ὑπάρχων, τὴν καθ' ἡμᾶς ὑπέδυ μορφὴν, παραιτεῖται γυμνῶς εἰς μισούντων ἀκοὰς εἰς τὸ παρὸν εἰπεῖν, ὅτι χρὴ πιστεύειν εἰς αὐτὸν, καίτοι πολλάκις τοῦτο εἰπών· οἰκονομικώτατα δὲ τῶν νενο σηκότων ἐπ' αὐτῷ τὸν ἀτίθασον φθόνον κατὰ βραχὺ προσ 2.330 εθίζει τὸν νοῦν καθικνεῖσθαι πρὸς τὸ βάθος τῶν περὶ αὐτὸν μυστηρίων, οὐκ εἰς ἀνθρώπινον πρόσωπον, ἀλλ' εἰς τὸ τῆς θείας οὐσίας, ὡς νοουμένης τῆς θεότητος ὁλοκλήρως ἐν τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρός· ἔχει γὰρ ἐν ἑαυτῷ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα. σοφώτατα λίαν ἀνακομίζει λέγων Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλ' εἰς τὸν πέμψαντά με, οὐ γὰρ ἔξω τίθησιν ἑαυτὸν τοῦ πιστεύεσθαι παρ' ἡμῶν ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ καὶ ἐκ Θεοῦ πέφηνε Πατρός· ἀλλ' ἐντέχνως, καθὰ εἴρηται, μεταχειρίζεται πρὸς εὐσέβειαν τῶν ἀσθενούντων τὸν νοῦν, ἵνα τι τοιοῦτον ἐννοῇς λέγοντα Ὅταν εἰς ἐμὲ πιστεύητε τὸν δι' ὑμᾶς μὲν ἄνθρωπον καθ' ὑμᾶς, Θεὸν δὲ δι' ἑαυτὸν καὶ τὸν ἐξ οὗπέρ εἰμι Πατέρα, μὴ ἀνθρώπῳ τὴν πίστιν ἀνατιθέναι νομίσητε. εἰμὶ γὰρ οὐδὲν ἧττον κατὰ φύσιν Θεὸς, καὶ εἰ φαίνομαι καθ' ὑμᾶς· ἔχω δὲ ἐν ἑαυτῷ τὸν γεννήσαντα. ἐμοῦ τοιγαροῦν ὄντος ὁμοουσίου τῷ γεγεννηκότι, διαβήσεται πάντως ἡ πίστις καὶ εἰς αὐτὸν τὸν Πατέρα. ὅπερ οὖν ἔφημεν, κατὰ βραχὺ μεταπαιδεύων ὁ Κύριος ἐπὶ τὸ ἄμεινον, καὶ χρησίμως ἀναπλέκων τῷ θεο πρεπεῖ τὸ ἀνθρώπινον, ἔφασκεν Ὁ πιστεύων εἰς ἐμὲ, καὶ τὰ ἑξῆς. ὅτι μὲν γὰρ οὐκ εἰς ἄνθρωπον ἁπλῶς ἡ πίστις, ἀλλ' εἰς Θεοῦ φύσιν, εἰ καὶ ἦν ὁ Λόγος ἐν σαρκὶ, διὰ τοῦ μὴ εἰς αὐτὸν πράττεσθαι τὴν φύσιν, εὖ μάλα διαμεμήνυκεν· ὅτι δέ ἐστιν ἐν ταυτότητι τῇ κατὰ πᾶν τῷ Θεῷ καὶ Πατρὶ, διὰ τὴν φυσικὴν ἐμφέρειαν καὶ τὸ τῆς οὐσίας οἱονεὶ ταυτοειδὲς, διε σάφει λέγων. 2.331 Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. Ἰδοὺ πάλιν εἰς ἑαυτὸν ἁρπάζει τὴν πίστιν, καὶ δύο κατὰ ταὐτὸν ἐξανύει τὰ χρησιμώτατα. φῶς μὲν γὰρ ἑαυτὸν ὑπάρχειν ὁμολογῶν, Θεὸν ὄντα κατὰ φύσιν ἀποδεικνύει· μόνῳ γὰρ τῷ φύσει Θεῷ πρέπει τὸ οὕτω καλεῖσθαι. προσ θεὶς δὲ τῆς ἀφίξεως τὴν αἰτίαν, ἐρυθριᾶν ἀναπείθει τὸν τῆς εἰς αὐτὸν ἀγάπης ὀλιγωρήσαντα· καὶ ὅτι ἀνάγκη δήπου νοεῖν, ἐν σκότει τέως ὑπάρχειν τοὺς οὔπω πιστεύσαντας, εἴ γε μόνοις τοῖς πεπιστευκόσιν εἰς αὐτὸν ὑπάρχει τὸ ἐν φωτὶ γενέσθαι τῷ παρ' αὐτοῦ. ἄγει δὲ αὐτοὺς καὶ εἰς ἀνάμνησιν τῶν πολλαχοῦ περὶ αὐτοῦ εἰρημένων, δι' ὧν ἥξειν προηγγέλ λετο τὴν οἰκουμένην καταφωτίσων· ὁποῖόν ἐστι τό "Φω "τίζου φωτίζου Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς τὸ "ἀληθινὸν, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν," καὶ τό "Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου." ὅμοιον οὖν ὡς εἰ ἔλεγεν Ἐγώ εἰμι τὸ φῶς τὸ ἐν τῇ γραφῇ ἀφίξεσθαι προσδοκώμενον ἐπὶ σωτηρίᾳ τοῦ κόσμου, πρὸς τὸ φωτίσαι τοὺς ἐν σκότει πλανωμένους ὡς ἐν νυκτί. Ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Αὐτοκατακρίτους οὖν φησιν ἔσεσθαι τοὺς αὐτοῦ παρα κούοντας καὶ οὐ προσδεξαμένους τὴν σώζουσαν πίστιν. ὁ 2.332 γὰρ ἐπὶ τῷ φωτίσαι ἐλθὼν, οὐχ ἵνα κρίνῃ ἦλθεν, ἀλλ' ἵνα σώσῃ. ὁ τοίνυν ἀπειθῶν καὶ τοῖς μεγίστοις κακοῖς ἑαυτὸν ὑποβάλλων, ἑαυτὸν μεμφέσθω ὡς δικαίως τιμωρούμενον. οὐ γὰρ ἐγὼ τούτου αἴτιος, ὁ θέλων σῶσαι τοὺς μέλλοντας εἰς κρίσιν ἐμπεσεῖν· καὶ διὰ τοῦτο ἐλθών. ὁ γὰρ νόμον τιθεὶς κολάζοντα τοὺς ἀπειθεῖς, οὐχ ἕνεκεν τοῦ τιμωρήσασθαι τοὺς παραβάντας τοῦτον τίθησιν, ἀλλ' ἵνα φυλάξαντες αὐτὸν οἱ ἀκούοντες, σωθῶσιν. ἐγὼ οὖν ἐλθὼν σῶσαι, παραγγέλλω ὑμῖν πιστεύειν, καὶ μὴ καταφρονεῖν τῶν ἐμῶν λόγων, ἐπείπερ ὁ παρὼν καιρὸς, σωτηρίας ἐστὶν, ἀλλ' οὐ κρίσεως. ἐν ἡμέρᾳ γὰρ κρίσεως ἐπάξει ὑμῖν τῆς ἀπειθείας τὰς τιμωρίας, ὁ πρὸς σωτηρίαν ὑμᾶς καλέσας λόγος. ποῖος δὲ ἦν ὁ λόγος ὃν ἐλάλησα;
2.335 ΚΕΦΑΛΑΙΟΝ ΤΟ ΕΝ ΤΩι ΕΝΝΑΤΩι ΒΙΒΛΙΩι.
α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν· ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν.
2.337 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΝΑΤΟΝ.
Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με Πατὴρ αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω· καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν· ἃ οὖν λαλῶ ἐγὼ, καθὼς εἴρηκέ μοι ὁ Πατὴρ, οὕτως λαλῶ. ΕΙΣ ἀνάμνησιν ἄγει τὸν τῶν Ἰουδαίων λαὸν τῶν διὰ Μωυσέως προκεκηρυγμένων περὶ αὐτοῦ, ὑποπλήττει δὲ διὰ τούτων εὐφυῶς καὶ, τὴν ἐνοῦσαν αὐτοῖς ἀνοσιότητα παρα δεικνὺς, ἀπελέγχει σαφῶς, ὡς οὐδεὶς αὐτοῖς λόγος τοῦ καὶ εἰς αὐτὸν ἐμπαροινῆσαι τὸν νόμον, καίτοι δεδόσθαι πιστευθέντα παρὰ Θεοῦ. τί γὰρ ἔφη διὰ Μωυσέως περὶ Χριστοῦ, γνώ ριμον μὲν ἅπασιν, ἐρῶ δ' οὖν ὅμως διὰ τὴν τοῦ νοήματος χρείαν "Προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελ "φῶν αὐτοῦ ὥσπερ σέ·" τουτέστι νομοθέτην καὶ μεσίτην Θεοῦ καὶ ἀνθρώπων· "καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ 2.338 "στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι "αὐτῷ. καὶ ὁ ἄνθρωπος ἐκεῖνος, ὃς ἂν μὴ ἀκούσῃ ὅσα ἂν "λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ "αὐτοῦ." ἐν ταὐτῷ τοιγαροῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὸν ἀλαζόνα τῶν Ἰουδαίων εὐθύνει δῆμον, ὡς καὶ αὐτῷ μαχόμενον τῷ Θεῷ καὶ Πατρὶ, καὶ δι' ὧν ἐντολὴν εἰληφέναι λέγει παρ' αὐτοῦ καὶ ἀφ' ἑαυτοῦ μὴ λαλεῖν, ἑαυτὸν ὄντα τὸν προφήτην ἐπιδεικνύει σαφῶς, τὸν διὰ νόμου προβοώμενον, καὶ διὰ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς φωνῆς ἐκ πολλῶν ἄνωθεν χρόνων προκεκηρυγμένον. καλεῖ δέ πως πρὸς ἀνάμνησιν, καίτοι νωθεῖς ὄντας αὐτοὺς, ὡς εἰ μὴ βούλοιντο τοῖς παρ' αὐτοῦ καταπείθεσθαι λόγοις, ὑποκεί σονται πάντως ἀδιαφύκτῳ κολάσει, καὶ ὑπομενοῦσιν ἅπερ ἔφη Θεός. οἱ γὰρ τὴν θείαν ἐντολὴν τοῦ Θεοῦ καὶ Πατρὸς παρατρέχοντες, καὶ τὸν ζωοποιὸν τοῦ Θεοῦ λόγον ἐξωθού μενοι τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, πῶς οὐκ ἐν τοῖς ἐσχάτοις κείσονται κακοῖς, ἢ πῶς οὐκ ἀμέτοχοι μενοῦσι τῆς παρ' αὐτοῦ ζωῆς, εὐλόγως ἀκούοντες τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς "Γῆ, γῆ, ἄκουε, ἄκουε λόγον Κυρίου· ἰδοὺ ἐγὼ "ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀποστροφῆς "αὐτῷ, ὅτι τῷ νόμῳ μου οὐ προσέσχον, καὶ τὸν λόγον μου "ἀπώσατε." διττῷ γὰρ ἐνόχους ὄντας ἐγκλήματι τοὺς Ἰου δαίους εὑρήσομεν· οὔτε γὰρ αὐτὸν καίτοι σεπτὸν εἶναι δοκοῦντα καὶ φίλον τετιμήκασι τὸν νόμον, τὸν δι' αὐτοῦ κηρυχθέντα μὴ προσηκάμενοι, οὔτε μὴν προσεσχήκασι τοῖς λόγοις τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καίτοι βοῶντος ἀνα φανδὸν, ὡς αὐτὸς εἴη σαφῶς ὁ προφήτης ὁ διὰ νόμου χρησμῳδούμενος, δι' ὧν ἔφασκε τοῖς παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς διακονεῖσθαι λόγοις. Καὶ μή τις οἰέσθω τὸ φάναι τὸν Κύριον, ὡς ἀφ' ἑαυτοῦ 2.339 μὲν οὐδὲν, λαλεῖται δὲ παρὰ Πατρὸς, ἀδικεῖν αὐτὸν δύνασθαι κατά τι γοῦν ὅλως, ἢ κατὰ τὸν τῆς οὐσίας αὐτῆς, ἤγουν εἰς ἀξίας λόγον τῆς θεοπρεποῦς· ἀλλὰ πρῶτον μὲν ἐκεῖνο διεν θυμείσθω τε πάλιν, καὶ λεγέτω ἐρομένοις ἡμῖν Ἆρα γὰρ πρέπειν οἰήσεταί τις τῷ γε ὅλως ὄντι τε καὶ νοουμένῳ κατὰ φύσιν Θεῷ τὸ τῆς προφητείας ὄνομά τε καὶ πρᾶγμα; καίτοι παστισοῦν οἶμαι καὶ τῶν λίαν εὐχερῶν ἀποφήσειεν ἂν, ἀπίθανον εἶναι λέγων ἀποκαλεῖσθαι προφήτην τὸν ἐν προ φήταις λαλοῦντα Θεόν· αὐτὸς γὰρ ὁράσεις ἐπλήθυνε κατὰ τὸ γεγραμμένον, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθη. ἐπειδὴ τοίνυν τὸ τῆς δουλείας ὄνομα καὶ σχῆμα τῆς πρὸς ἡμᾶς ὁμοιότητος ἀναλαβὼν, καθ' ἡμετέραν ὁμοίωσιν ἐκλήθη προ φήτης, ἀναγκαίως αὐτῷ καὶ τὰ τῷ προφήτῃ πρέποντα περι τέθεικεν ὁ νόμος, τουτέστι, τὸ πυθέσθαι τι παρὰ τοῦ Πατρὸς, ἐντολήν τε εἰληφέναι τί εἴπῃ καὶ τί λαλήσῃ. πρὸς δέ γε τούτῳ κἀκεῖνο εἰπεῖν οἰήσομαι δεῖν· ἐν πολλῇ προλήψει γεγονότες Ἰουδαῖοι περὶ τὸν νόμον, λελαλῆσθαι παρὰ τοῦ Θεοῦ πιστεύοντες αὐτὸν, οὐκ ἂν παρεδέξαντο τοῦ Σωτῆρος τοὺς λόγους, εἰς πνευματικὴν λατρείαν μεταπλάττοντος τὰ πάλαι διωρισμένα. Καὶ τίς ἡ πρόφασις τοῦ μὴ θέλειν αὐτοὺς παραδέξασθαι τὸν εἰς ἀλήθειαν τῶν τύπων μεταπλασμόν; οὐκ ᾔδεσαν κατὰ φύσιν ὄντα Θεὸν, ἀλλ' οὐδὲ εἶχον εἰς νοῦν, ὅτι Λόγος ὢν τοῦ Πατρὸς ὁ Μονογενὴς τὴν ἡμετέραν δι' ἡμᾶς πεφό ρεκε σάρκα· ἢ γὰρ ἂν εὐθὺς ὑποπεσόντες Θεῷ, πρὸς πᾶν ὁτιοῦν ἀμελλητὶ μεθιστάμενοι, τὴν αὐτῷ πρέπουσαν διετή ρησαν δόξαν. ᾤοντο δὲ μᾶλλον τῶν καθ' ἡμᾶς οἱ δείλαιοι ὑπάρχειν ἕνα, καὶ ἄνθρωπον ὄντα ψιλὸν φρονῆσαι τοσοῦτον, ὡς καὶ αὐτοὺς ἐπιχειρεῖν τοὺς παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς παραλύειν νόμους. καὶ γοῦν ἀνέδην ἔφασκον πρὸς αὐτόν "Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφη "μίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν." διὰ 2.340 πολλῆς τοίνυν καὶ ἀκριβοῦς οἰκονομίας ὁ Κύριος ἡμῶν Ἰησοῦς τῆς ἐνούσης αὐτοῖς ὑπονοίας μεθιστὰς τοὺς ἀκροω μένους, ὡς ἀπὸ ψιλοῦ καὶ μόνου τοῦ ἀνθρωπίνου προσώπου μετακομίζει τὸν λόγον ἐπὶ τὸν ἀναντιῤῥήτως τε καὶ ὁμολο γουμένως προσκυνούμενον, φημὶ δὴ τὸν Θεὸν καὶ Πατέρα, διὰ παντὸς χρῆναι τρόπου τὴν ἀπαίδευτον τῶν Ἰουδαίων καρδίαν ἐκδυσωπεῖν οἰόμενος, καὶ μεταχειρίζεσθαι ποικίλως τοὺς ἀσυνέτους ἐπιχειρῶν εἰς τὸ βούλεσθαι μαθεῖν τὰ ἀληθῆ καὶ πρεπωδέστερα. τοιούτοις μὲν οὖν ἀποχρήσαιτ' ἄν τις λόγοις τε καὶ θεωρήμασι, τὰς τῶν ἀνοσίων αἱρετικῶν φιλο ψογίας διακρουόμενος οἰομένων, ὅτι μεῖον ἕξει κατά τι γοῦν ὁ Υἱὸς, ὡς πρὸς τὸν ἑαυτοῦ γεννήτορα, διὰ τὸ φάναι λαλεῖν μὲν ἀφ' ἑαυτοῦ μηδὲν, δεδόσθαι γεμὴν ἐντολὴν, λαλεῖν τε οὕτω καθάπερ ἠκροάσατο. Καὶ ἀρκέσειν μὲν οἶμαι καὶ ταῦτα, πλὴν ἐρῶ τι καὶ ἕτερον τῆς ἐκείνων ἀθυρογλωττίας τὴν ὕβριν ἀπογυμνοῦν. φέρε γὰρ, εἰ δοκεῖ, βραχὺ περιστείλαντες τῆς μετὰ σαρκὸς οἰκονο μίας ἔν γε τῷ παρόντι τὸν λόγον, ἐπ' αὐτοῦ δεικνύωμεν τοῦ Μονογενοῦς ὀρθῶς τε καὶ καλῶς εἰρημένον τό Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ' ὁ πέμψας με Πατὴρ αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω. αὐτὸς γὰρ ὢν ὁ ζῶν τε καὶ ἐνυπόστατος Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, ἀναγκαίως διερ μηνεύει τὰ ἐν αὐτῷ, καὶ τὸ ὡς ἐν θελήσει δοκοῦν τῷ ἰδίῳ γεννήτορι ἐξάγων εἰς φῶς, ὡς ἐντολῆς δύναμιν εἰληφέναι φησίν· ἴδοι δ' ἄν τις καὶ ἐφ' ἡμῶν αὐτῶν ἀληθὲς τὸ πρᾶγμα, καὶ οὐχ ἑτέρως ἔχον. λόγος γὰρ ὁ προφορικὸς, ὁ ἐν συνθέσει λέξεων καὶ ῥημάτων, διά τε φωνῆς τῆς ἐνάρθρου πρὸς τὸ ἔξω διακτυπούμενος, ἐντελλομένης ὥσπερ αὐτῷ τῆς ἡμετέρας διανοίας, ἐκκαλύπτει τὰ ἐν αὐτῇ, καὶ εἰ μὴ ἐν χρόνῳ μακρῷ τὸ πρᾶγμα γίνεται· ἅμα γάρ τι συνῆκεν ὁ νοῦς, καὶ παρέθετο τῇ φωνῇ· ἡ δὲ πρὸς τὸ ἔξω βαδίζουσα τὰ ἐν τῷ βάθει, τὰ ἐν τῷ νοῒ διερμηνεύει παραλλάττουσα 2.341 μηδὲν τῶν ἐντεταλμένων αὐτῇ. τί τοίνυν τὸ ξένον, ὦ οὗτοι, φήσειεν ἄν τις εὖ μάλα πρὸς ἐκείνους, εἰ Λόγος ὢν τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, οὐχ ὥσπερ ὁ ἡμέτερος· μείζω γὰρ παντὸς παραδείγματος τὰ περὶ Θεοῦ· τὴν τοῦ τεκόντος αὐτὸν διερμηνεύει βουλήν; ἢ γὰρ οὐχὶ καὶ ὄνομά φησιν ὁ προφήτης αὐτῷ πρεπωδέστατον, καλεῖσθαι "Μεγάλης βου "λῆς ἄγγελον;" ἀλλ' οἶμαι καὶ τοῦτο ὑπάρχειν σαφές. οὐδὲν τοιγαροῦν εἰς τὸν τῆς οὐσίας λόγον, ἤτοι τῆς ἀξίας, ὑπομενεῖ τὸ βλάβος ὁ Μονογενὴς, κἂν ἐντολὴν εἰληφέναι λέγηται παρὰ τοῦ Θεοῦ καὶ Πατρός· ἐπεὶ καὶ ἡμεῖς αὐτοὶ πολλάκις ἑτέροις ἐντελλόμεθά τι καὶ δρᾶν ἐπιτάττομεν, ἀλλ' οὐ ταύτης ἕνεκα τῆς αἰτίας τὴν πρὸς ἡμᾶς ὁμοιότητα φυ σικὴν ἀρνήσονται, οὐδὲ τὸ εἶναι καθ' ἡμᾶς ἀποβαλοῦνται, ἧττον ὄντες ὁμοούσιοι, καὶ πρὸ τῆς ἐντολῆς, καὶ μετὰ τὴν ἐντολήν. Ἀλλ' ἐρεῖς ὅτι μένουσι μὲν ὁμοούσιοι, ἡττώμενοι δὲ τῆς ἀξίας ὑπηρετοῦσι τῆς παρ' ἡμῖν. Κἀγὼ δέ σοι πρὸς τοῦτό φημι περὶ τοῦ Μονογενοῦς Εἰ μὲν γὰρ οὐκ ἐγράφη περὶ αὐτοῦ, ὅτι "ἐν μορφῇ Θεοῦ "ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' "ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, καὶ σχήματι "εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν," εἶχεν ἄν σοι καὶ οὐκ ἀπίθανον λόγον τῆς ἀντιλογίας τὸ σχῆμα· ἐπειδὴ δὲ τῆς ὑποταγῆς καὶ ταπεινώσεως ἐναργὴς ὁ τρόπος, τί ῥιψο κινδύνως ἐπιτιμᾷς τῷ δι' ἡμᾶς καὶ τοῦτο παθεῖν ὑπομείναντι; πανταχόθεν τοιγαροῦν εἰς ὀρθότητα δογμάτων περιιστάντες τὸν λόγον, οἰκονομικῶς εἰρηκέναι φαμὲν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὰ ἐν τῷ προκειμένῳ ῥητῷ. 2.342 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ τούτῳ, εἰς τέλος ἠγάπησεν αὐτούς. Ἀσυμφανέστερόν ἐστι τοῖς πολλοῖς τὸ ἐν τοῖς προκει μένοις θεώρημα, καὶ οὐ σφόδρα τρανὲς εἰς ἐξήγησιν, ἀλλ' οὐδὲ ἁπλοῦν ἔχον, ὥσπερ ἄν τις οἰηθείη, τὸν νοῦν. τοῦ γὰρ δὴ χάριν ἐπισημαίνεται νῦν ὁ θεσπέσιος Εὐαγγελιστὴς, καὶ ὥσπερ τι τῶν ἀναγκαίων ἐπιτηρεῖ, λέγων Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα; τί δὲ αὖ πάλιν ἐστὶ τό Ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς; ἔχοντος τοίνυν οὐ μέτριον τοῦ λόγου τὸ ἀσαφὲς, βούλεσθαί τι τοιοῦτον οἶμαι λέγειν αὐτὸν, ὅτι πρὸ τοῦ σωτηρίου πάθους, καίτοι γινώσκων, φησὶν, ὁ Σωτὴρ, ὅτι λοιπὸν ἐπὶ θύραις γέγονεν ὁ καιρὸς τῆς εἰς οὐρανοὺς μετα στάσεως, τελειοτάτην ἐπεδείξατο τὴν ἀγάπησιν τὴν περὶ τοὺς ἰδίους ὄντας ἐν τῷδε τῷ κόσμῳ. καὶ εἰ χρή πως πλατυτέραν τοῖς προκειμένοις ἐπινοῆσαι θεωρίαν, ὅπερ ἔφην ἀρτίως, καὶ εἰσαῦθις ἐρῶ. ἴδιον μὲν γὰρ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὰ πάντα δι' αὐτοῦ γεγονότα, λογικὰ καὶ νοερὰ κτίσματα, δυνάμεις αἱ ἄνω, καὶ θρόνοι, καὶ κυριότητες, καὶ εἴ τι τούτοις ὁμογενὲς, ὅσον εἰς τὸν τοῦ πεποιῆσθαι λόγον· ἴδιον δὲ αὖ πάλιν αὐτοῦ καὶ τὰ ἐπὶ τῆς γῆς λογικὰ, καθὸ πάντων ἐστὶ ∆εσπότης, καὶ εἰ μή τινες προσκυνοῦσιν ὡς δημιουργόν. ἠγάπησε τοίνυν τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ. "οὐ γὰρ ἀγγέλων ἐπιλαμβάνεται," κατὰ τὴν Παύλου φω νὴν, οὐδὲ διὰ τὴν τῶν ἀγγέλων φύσιν, "ἐν μορφῇ Θεοῦ καὶ "Πατρὸς ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα "Θεῷ," δι' ἡμᾶς δὲ μᾶλλον τοὺς ὄντας ἐν τῷ κόσμῳ, κεκένωκεν 2.343 ἑαυτὸν, καὶ μορφὴν ἀνεδέξατο τὴν οἰκετικὴν ὁ πάντων Κύριος, ἀγάπῃ τῇ περὶ ἡμᾶς κεκλημένος εἰς τοῦτο. ἀγα πήσας τοίνυν τοὺς ἐν τῷδε τῷ κόσμῳ ἠγάπησεν αὐτοὺς εἰς τέλος, καίτοι καὶ πρὸ τῆς ἑορτῆς καὶ πρὸ τοῦ πάσχα εἰδὼς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα. τοῦ μὲν γὰρ μὴ εἰς τέλος ἀγαπήσαντος ἦν, τὸ γενέσθαι μὲν ἄνθρωπον, μὴ μὴν ἐθελῆσαι καὶ τῆς ἁπάντων προκινδυνεῦσαι ζωῆς, ἀλλ' ἠγάπησεν εἰς τέλος, καὶ τοῦτο παθεῖν οὐ παραιτησάμενος, καίτοι προειδὼς ὅτι πείσεται. οὐ γὰρ ἄποπτον ἦν τῷ Σωτῆρι τὸ πάθος. ἐξὸν οὖν, φησὶ, διαδρᾶναι τῶν Ἰουδαίων τὰς παροινίας καὶ τὴν τῶν σταυ ρούντων ἀνοσιότητα, τελεωτάτην ἐπεδείξατο τὴν ἀγάπησιν τὴν εἰς τοὺς ἰδίους τοὺς ὄντας ἐν τῷ κόσμῳ, παρῃτήσατο γὰρ οὐδαμῶς τὸ καὶ τῆς ἁπάντων ὑπερτεθῆναι ζωῆς. ὅτι γὰρ ἐν τούτῳ μάλιστα τελεώτατόν ἐστι τῆς ἀγάπης τὸ μέτρον ἰδεῖν, αὐτὸν παροίσω μάρτυρα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τοῖς ἁγίοις λέγοντα μαθηταῖς "Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, "ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς. μείζονα "γὰρ ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ "θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ." καὶ καθ' ἕτερον δὲ τρόπον ἀεί πως ἐστὶ διὰ σπουδῆς γεγονὸς τοῖς ἁγίοις εὐαγγελισταῖς, προειδότα δεικνύειν τὸν τοῦ πάθους καιρὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν· ἵνα μή τις τῶν ἑτεροδοξεῖν εἰωθότων τῆς θείας αὐτοῦ δόξης κατεπαίρηται, λέγων, ὡς ἥλω μὲν δι' ἀσθένειαν, βρόχοις δὲ τοῖς Ἰουδαίων ἀνεθελήτως περιπεσὼν, τὸν οὕτω πάνδεινον ὑπέστη θάνατον. οἰκονομικὸς τοιγαροῦν καὶ ὠφέλιμος τῶν ἁγίων ὁ λόγος. 2.344 Καὶ δείπνου γενομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος τοῦ Ἰσκαριώτου, ἵνα παραδῷ αὐτόν· εἰδὼς ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησι τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν· εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. Πρόῤῥιζον ὁ Σωτὴρ ἐκ τῶν ἡμετέρων διανοιῶν, ὡς νοση μάτων αἴσχιστον, καὶ τῆς ἁπάντων ἀνωτάτω βδελυρίας ἄξιον, καταστρέφει τὴν ὑπεροψίαν. οἶδε γὰρ οὕτως οὐδὲν ἀδικεῖν εἰωθὸς τὴν ἀνθρώπου ψυχὴν, ὡς τοῦτο μάλιστα τὸ μιαρὸν καὶ ἀπόπτυστον πάθος, ᾧ καὶ αὐτὸς ὁ πάντων ∆εσπότης, ὡς ἐν τάξει πολεμίου, δικαίως ἀντανίσταται· "Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται," κατὰ τὴν τοῦ Σολομῶντος φωνήν. ἔδει τοίνυν τοῖς ἁγίοις μάλιστα μαθη ταῖς μετρίου τε καὶ καθυφειμένου φρονήματος, καὶ διακένου τιμῆς οὐ σφόδρα φροντίζοντος λογισμοῦ· οὐ μικρὰς γὰρ ἔχοντες τὰς τοῦ τοιαῦτα νοσεῖν ἀφορμὰς, κατώλισθον ἂν εὐκόλως, εἰ μὴ πολλῆς ἔτυχον τῆς ἐπικουρίας. φιλεῖ γάρ πως ἀεὶ τοῖς ἔχουσι τὸ περιφανὲς τὸ πικρὸν τῆς ἀλαζονείας ἐπιτρέχειν θηρίον. εἶτα τί τῶν ἁγίων ἀποστόλων φαιδρό τερον; ἢ ποῖον τῆς πρὸς Θεὸν φιλίας τὸ ἀξιολογώτερον; τὸν μὲν γὰρ οὐδὲν ὄντα κατὰ τὸν βίον οὐκ ἂν εἰσέλθοι τὸ πάθος. φεύγει γάρ πως ἀεὶ τὸν οὐδὲν ἔχοντα ζηλωτὸν, καὶ τῶν ἐν τῷ μηδενὶ τεταγμένων ἀνεπίβατον· πῶς γὰρ ἂν ἐπέλθοι τῶν τοιούτων τινὶ τὸ κατά τι γοῦν ὅλως ἀλαζο νεύεσθαι; φιλεῖ δέ τις τὴν ὑπεροψίαν ἀξιοζήλωτος ὢν, ἑαυτόν τε διὰ τοῦτο τοῦ πέλας προτιθεὶς, καὶ πολὺ τῶν 2.345 ἄλλων διενεγκεῖν ἀσυνέτως ὑπολαβὼν, ὡς ἐξαίρετόν τινα καὶ ὑπερφυεστάτην ἀρετὴν κατορθώσαντα, καὶ πολιτείας ὁδὸν ἀήθη τε τοῖς ἄλλοις καὶ ἀστιβῆ διανύσαντα. ὅτε τοίνυν παραπέπηγέ πως τοῖς ἔχουσί τι λαμπρὸν, τὸ νοσεῖν ἔσθ' ὅτε τὴν ὑπεροψίαν, πῶς οὐκ ἔδει τοῖς ἁγίοις ἀποστόλοις μετρίου φρονήματος ὑπογραμμὸν γενέσθαι Χριστὸν, ἵνα τύπον ἔχοντες καὶ εἰκόνα τὸν ἁπάντων Κύριον, καὶ αὐτοὶ κατὰ τὸ δοκοῦν τῷ Θεῷ τὸν οἰκεῖον μεταπλάσσοιεν νοῦν; ἦν οὖν ἄρα τὴν νόσον οὐχ ἑτέρως ἐξελεῖν, εἰ μὴ διὰ τοῦ διδάξαι σαφῶς τοσοῦτον οἴεσθαι τῶν ἄλλων ἡττᾶσθαι κατὰ τὴν δόξαν, ὡς καὶ ἐν δούλου τάξει κατατάττεσθαι δεῖν, οὐδὲ αὐτὴν καταφρίττοντα τὴν οἰκέτῃ πρέπουσαν λειτουργίαν ἀποπληροῦν, διὰ τοῦ καὶ ἀπονίζειν τῶν ἀδελφῶν τοὺς πόδας, καὶ λέντιον περιθέσθαι διὰ τὴν χρείαν. ἄθρει γὰρ ὅπως ἀν δραποδῶδες τὸ χρῆμά ἐστιν, ὅσον εἰς ἔθη φημὶ τὰ ἐν κόσμῳ καὶ τὰς ἔξω τριβάς. ὑπογραμμὸς τοιγαροῦν μετρίου τε καὶ συνεσταλμένου φρονήματος ἅπασι τοῖς κατὰ τὸν βίον· οὔτε γὰρ μόνοις τοῖς μαθηταῖς· γέγονεν ὁ Χριστός. διὰ τοῦτο καὶ ὁ θεσπέσιος Παῦλος, αὐτὸν εἰκόνα παραλαβὼν, εἰς τοῦτο προτρέπει λέγων "Τοῦτο φρονείτω ἕκαστος ἐν ὑμῖν ὃ καὶ "ἐν Χριστῷ Ἰησοῦ·" καὶ πάλιν "Τῇ ταπεινοφροσύνῃ "ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν." θεσμὸς γὰρ ἀγάπης καὶ ὁμοψυχίας ἐν φρονήματι γίνεται ταπεινῷ. ἵνα δὲ τὴν τοῦ πράγματος ὑπόληψιν εἰς ὕψος ἐξάρῃ μέγα, καὶ μή τι τῶν τυχόντων δεδρᾶσθαι νομίσωμεν παρὰ Χριστοῦ, πάλιν ἀναγκαίως ὁ θεσπέσιος Εὐαγγελιστὴς προκαταπλήτ τεται τὴν ἐνοῦσαν αὐτῷ δόξαν τε καὶ ἐξουσίαν, καὶ τὸ κατὰ πάντων κράτος, δι' ὧν φησιν Εἰδὼς ὅτι παρέδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας. καίτοι γὰρ, φησὶν, οὐκ ἠγνοηκὼς, ὅτι πάντων ἔχοι τὴν ἐξουσίαν, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθεν, τουτ έστιν, ἐκ τῆς οὐσίας ἐγεννήθη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ πρὸς Θεὸν ὑπάγει, τουτέστι, πάλιν ἀνίησιν εἰς οὐρανοὺς, 2.346 συνεδρεύων δηλονότι τῷ ἰδίῳ γεννήτορι, τοσαύτην ὑπέστη τὴν ταπείνωσιν, ὡς λεντίῳ μὲν διαζώσασθαι, τῶν δὲ μαθητῶν ἀπονίζειν τοὺς πόδας. ἔχοντες τοίνυν ἐντεῦθεν ἄριστον τῆς εὐλαβείας ὑπογραμμὸν, καὶ τῆς εἰς ἀλλήλους ἀγάπης περι φανεστάτην εἰκόνα, μέτρια μὲν φρονῶμεν, ἀγαπητοὶ, ἡγώ μεθα δὲ τοὺς ἀδελφοὺς τὰ μείζω κεκτῆσθαι τῶν ἐν ἡμῖν πλεονεκτημάτων, κἂν ὑπάρχωμεν ἀγαθοί. τοῦτο γὰρ ἡμᾶς ὁ μέγας οὗτος ὑπογραμμὸς ἀναπείθει φρονεῖν τε καὶ βού λεσθαι. Ἔρχεται οὖν εἰς Σίμωνα Πέτρον· καὶ λέγει αὐτῷ Κύριε, σύ μου νίπτεις τοὺς πόδας; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. λέγει αὐτῷ Πέτρος Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα. Θερμότερόν πως ἀεὶ τοῦ Πέτρου τὸ κίνημα, καὶ πολὺ γοργότερον εἰς εὐλάβειαν, θεωρήσαι τις ἂν ἐν ὅλοις, ὡς ἔπος εἰπεῖν, τοῖς συγγράμμασι. τοιγάρτοι καὶ νῦν ἔθει τῷ ἰδίῳ κατακολουθήσας καὶ τρόπῳ, τὸ σεσωσμένον δὴ τοῦτο τῆς εἰς ἄκρον ἡκούσης ταπεινοφροσύνης τε καὶ ἀγάπης παρωθεῖται μάθημα, τίς μὲν αὐτὸς εἴη κατὰ φύσιν ἐννοῶν, τίς δ' αὖ πάλιν ὁ τὸν νιπτῆρα παρακομίζων αὐτῷ, καὶ τὴν οἰκέτου χρείαν ἀποπληροῦν οὐ παραιτούμενος. θορυβεῖ γὰρ οὐ μετρίως αὐτὸν ἀπαράδεκτόν πως εἰς πίστιν ὑπάρχον τὸ πρᾶγμα, καὶ εἰ πολλοῖς ὁρῷτο τυχὸν ὀφθαλμοῖς. τίς γὰρ ἂν οὐκ ἔφριξε μαθὼν, ὡς ὁ τῶν ὅλων μετὰ Πατρὸς ὑπάρχων Κύριος, οἰκτροτάτην οὕτω τὴν δουλείαν πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ἐπεδείξατο, ὡς καὶ ὅπερ εἶναι δοκεῖ παρὰ τοῖς οἰκέταις τὴν ἐσχάτην ἐπέχον τάξιν, τοῦτο καὶ μάλα προ θύμως ἐθελῆσαι δρᾶν αὐτὸν, εἰς ὑπογραμμὸν καὶ τύπον μετρίου φρονήματος; δέδιε τοιγαροῦν ὁ θεσπέσιος μαθητὴς 2.347 τὸ ἐκ τοῦ πράγματος ἄχθος, καὶ τῆς συνήθους καὶ τετριμ μένης εὐλαβείας αὐτῷ καρπὸν ποιεῖται τὴν παραίτησιν, συνεὶς δὲ οὔπω τὴν αἰτίαν τοῦ πράγματος, οἴεταί τι δρᾶν εἰκῇ τὸν Κύριον, καὶ ψιλὴν αὐτοῖς τοῦ σώματος ἐπινοῆσαι τὴν ἀνάπαυσιν· τὸ γὰρ ἀπονίζεσθαι τοὺς πόδας συντελεῖ πως εἰς τοῦτο, καὶ μετρίως ἀποχαλᾷ τὴν ἐκ τοῦ βαδίσματος στάσιν· διὰ τοῦτο καὶ σφόδρα θερμῶς ἐνείργει λέγων Κύριε, σύ μου νίπτεις τοὺς πόδας; ἔδει γὰρ ἔδει, φησὶ, τοὺς κατὰ φύσιν οἰκέτας τοῦτο πράττειν ἡμᾶς, οὐχί σε τὸν ἁπάντων Κύριον. ἀλλ' ὑπερτίθεται μὲν τοῦ πράγματος τὴν ἐξήγησιν εἰς καιρὸν ὁ Χριστὸς, ὅτι γεμὴν ἀξιολογωτέραν ἔχοι τὴν αἰτίαν, τὸ παρ' αὐτοῦ γεγονὸς συνήσειν φησὶ μετὰ ταῦτα, ὅταν δηλονότι πλατυτέραν περὶ αὐτοῦ ποιεῖται τὴν ἐξήγησιν. Ὀνήσει δὲ λίαν καὶ τοῦτο πάλιν ἡμᾶς μετὰ τῶν ἄλλων οὐ μικρῶς. θέα γὰρ ὅπως καιροῦ καλοῦντος εἰς ἔργον, ὑπερτίθεται τὸν λόγον, καιροῦ δὲ αὖ πάλιν ἐπείγοντος εἰς λόγον ἀναδύεται τὸ δρᾶν· πάντα γὰρ καιροῖς ἀπονέμων τοῖς ἐοικόσι καὶ πρέπουσιν ἦν. ἀνανεύοντος τοίνυν τοῦ Πέτρου, καὶ ἀποφάσκοντος ἐναργῶς οὐκ ἂν αὐτοῦ νίψαι τοὺς πόδας εἰς τὸν αἰῶνα, τὴν ἐσομένην ζημίαν ἐντεῦθεν φανερὰν ὁ Σωτὴρ καθίστησι λέγων· Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ. Ὅσον μὲν οὖν ἧκεν εἰς τὸν ἐμφανῆ καὶ πρόχειρον τοῦ προκειμένου σκοπόν Εἰ μὴ καταδέξαιο, φησὶ, τὸ ξένον τοῦτο καὶ ἄηθες τῆς ταπεινοφροσύνης μάθημα, μερίδα καὶ κλῆρον οὐκ ἂν εὕροις μετ' ἐμοῦ. ἐπειδὴ δὲ πολλάκις ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, καὶ μικρὰς τῶν λόγων λαβὼν ἀφορμὰς, γενικὴν ποιεῖται τὴν ἐξήγησιν, καὶ εἰς πλάτος ἐξέλκων τὰ ἐφ' ἑνὸς πράγματος, ἤγουν εἴς τι μέρος ἰδίως εἰρημένα, 2.348 πλουσίαν τοῖς ὁρωμένοις εἰσφέρει τὴν ὄνησιν, οἰησόμεθά πως κἀν τούτῳ λέγειν αὐτὸν, ὡς εἰ μή τις ἀπονίψαιτο διὰ τῆς αὐτοῦ χάριτος τὸν ἐκ τῆς ἁμαρτίας καὶ τοῦ πλημμελεῖν μολυσμὸν, ἀμέτοχος ἔσται τῆς παρ' αὐτοῦ ζωῆς, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἄγευστος ἀπομενεῖ. οὐ γὰρ τοῖς ἀκα θάρτοις εἰς τὰς ἄνω μονὰς εἰσιέναι θέμις, ἀλλὰ τοῖς διὰ τῆς εἰς Χριστὸν ἀγάπης καθαρὸν ἔχουσι τὸ συνειδὸς, καὶ ἡγια σμένοις ἐν Πνεύματι διὰ τοῦ ἁγίου βαπτίσματος. Λέγει αὐτῷ Σίμων Πέτρος Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. Ὁ τοσαύτην ἡμῖν ἀρτίως ἐπιδείξας τὴν ἔνστασιν, καὶ ἀπαυδήσας ἐναργῶς τοῖν ποδοῖν τὴν ἀπόνιψιν, οὐχ ὅπως αὐτοὺς παρατίθησι μόνους, ἀλλὰ καὶ χεῖρας καὶ κεφαλήν. εἰ γὰρ μέλλοιμι, φησὶν, ἀποπεσεῖσθαι διὰ τοῦτο τῆς πρὸς σὲ κοινωνίας, καὶ μακράν που κεῖσθαι τῶν ἐν ἐλπίσιν ἀγαθῶν, εἰ μή σοι καὶ τοῦτο δρᾶν ἐθέλοντι καὶ προελομένῳ κατανεύ σαιμι καὶ ἀπονίψαιμι τοὺς πόδας, παραθήσω καὶ τὰ λοιπὰ, τὴν οὕτω φρικωδεστάτην ζημίαν παραιτούμενος. εὐλαβείας οὖν ἦν ἄρα καρπὸς ἡ ἐν ἀρχαῖς παραίτησις, καὶ τὸ δυσαχθὲς δεδιότος τοῦ πράγματος, οὐχὶ δὴ πάντως ἀντιπράττοντος τοῖς δεσποτικοῖς ἐπιτάγμασιν. ἐννοῶν τε γὰρ, ὡς ἔφην, τήν τε τοῦ Σωτῆρος ἀξίαν, καὶ τῆς ἑαυτοῦ φύσεως τὸ σμικρο πρεπὲς, ἠρνεῖτο μὲν ἐν ἀρχαῖς· μαθὼν δὲ τὸ βλάβος, εὐθὺς μετατρέχει πρὸς τὸ βούλεσθαι τὸ τῷ κρατοῦντι δοκοῦν. Ἐπιτήρει δὲ πάλιν καὶ δέχου τὸ πεπραγμένον εἰς ὠφελείας ὑπογραμμόν· καίτοι γὰρ εἰρηκώς "Οὐ μὴ νίψῃς μου τοὺς "πόδας εἰς τὸν αἰῶνα," μεθίσταται παραχρῆμα τοῦ πρὸς τοῦτο βλέποντος νοῦ, οὐκ ἐκεῖνο μάλιστα ἐννοήσας, ὅτι προσήκοι τοῖς ἰδίοις αὐτὸν ἐμμένοντα λόγοις ἀληθῆ φαί νεσθαι παρ' ἡμῖν, ἀλλ' ὅτι μείζονα καὶ χαλεπωτέραν εὑρήσει 2.349 ζημίαν, τὴν ἐκ τοῦ τηρῆσαι τὸ εἰρημένον. παραφυλακτέον τοιγαροῦν τὸ προαλῶς τι καὶ προχείρως εἰπεῖν, μήτε μὲν ἀγρίοις ἐπειγέσθω τις τόνοις ...... τὸ ἐκ προπετείας ἀπο πτυσθὲν, ἀλλὰ κἄν τι λέγεσθαι συμβῇ παρά τινων, εἶτά τι τῶν ἀγαθῶν καὶ ἀναγκαιοτέρων ἀφανίζηται διὰ τῆς ἐνστά σεως, ἐπαθρείτω διὰ τῶν προκειμένων, ὅτι πολὺ λίαν ἐν ἀμείνοσι τὸ μὴ λέγειν ἁπλῶς καὶ διατείνεσθαι μάτην, ὅτι δεδωκὼς εἴη λόγον, πράττειν δὲ μᾶλλον ἐπείγεσθαι τὸ λυσι τελές. κρεῖττον γὰρ οἶμαι πᾶς τις ἐρεῖ, ἐν λόγοις ἡμᾶς ὑπομεῖναι γραφὴν, ἢ πραγμάτων ἀναγκαίων ζημίαν ὑφί στασθαι. ἀπέστω δὲ γλώττης τῆς ἡμετέρας τὸ ὀμνύναι παντελῶς, διὰ τὰς προχείρους τε καὶ ἐξ ἀκρίτου διανοίας φωνὰς, καὶ τὰς ἔσθ' ὅτε συμβαινούσας ὡς ἐξ ἀνάγκης μετα βολάς. ἄξιον μὲν γὰρ καὶ ἀξιοζήλωτον ὄντως ἐρεῖ τις τὸ γλῶτταν ἔχειν ἐπιστήμονα, καὶ εἰς ἃ μὴ προσῆκεν ὀλιγάκις διολισθαίνουσαν. ἐπειδὴ δὲ τὸ πρᾶγμα δυσκαταγώνιστον καὶ αὐτὸς ἡμῖν ὁ θεῖος παρέδειξε λόγος· "τὴν γὰρ γλῶτταν "οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι," κατὰ τὸ εἰρημένον· ὅρκων ἐλευθέραν τὴν τῶν λόγων ποιώμεθα προφοράν. τότε γὰρ εἴ τι καὶ παρελθεῖν ἀναγκάσαι καιρὸς, μεῖον ἔσται τὸ κατηγόρημα, καὶ μετριωτέραν ἕξει τὸ πταῖσμα τὴν γραφήν. εὐκόλως δ' ἂν οἶμαι καὶ τῆς παρὰ Θεοῦ τις συγγνώμης τεύξεται, διὰ τὴν ἀεί πως ἡμῖν παρεπομένην τῶν λογισμῶν ἐλαφρίαν. "Παραπτώματα γὰρ τίς συνήσει," κατὰ τὸ γε γραμμένον, ἢ πῶς οὐκ ἂν διαπταίσῃ γήϊνος ἄνθρωπος, λειοτάτην ἔχοντος τοῦ λόγου τὴν εἰς ὁτιοῦν ἀποδρομήν; γλῶττα γὰρ ἡ ἐν ἡμῖν οὐ λίαν εὐκάτοχος. 2.350 Λέγει αὐτῷ ὁ Ἰησοῦς Ὁ λελουμένος οὐ χρείαν ἔχει, εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλ' ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ' οὐχὶ πάντες· ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν ὅτι οὐχὶ πάντες καθαροί ἐστε. ∆έχεται μὲν ἐκ τῶν καθ' ἡμᾶς ἀπὸ κοινοῦ πράγματος τὸ παράδειγμα, εὐαφόρμως τε διαπράττει τῷ προδότῃ τὸν ἔλεγχον, μεταβούλεσθαί τε διδάσκων καὶ μετατίθεσθαι εἰς ἕξιν τὴν ἀμείνω τὸν ἄνθρωπον. εἰ γὰρ καὶ οὔπω γυμνῶς τῆς ἐνούσης αὐτῷ δυσβουλίας ἀπελέγχει τὰ ἐγκλήματα, ἀλλ' οὖν γε δριμεῖαν ὁ λόγος ἔχει τὴν ἔμφασιν. δι' ὧν γὰρ τοῖς ἄλλοις τὴν εἰς ὁλόκληρον καθαρότητα μαρτυρεῖ, ὕποπτον δηλονότι τὸν μὴ τοιοῦτον καθίστησι, καὶ μεμολυ σμένον ἀποδεικνύει. τοῖς μὲν γὰρ ἑτέροις αὐτοῦ μαθηταῖς, καὶ τὸ τῆς ἀπερισπάστου προσεδρείας καύχημα, καὶ τὸν τῆς ἀκολουθήσεως πόνον, καὶ τὸ βέβαιον ἐν πίστει, καὶ τὸ πλῆρες ἐν ἀγάπῃ τῇ περὶ Χριστὸν, τὴν καθαρότητα προ ξενεῖ· τῷ γεμὴν ἑτέρῳ, καὶ αὐτὸ τῆς ἀπλήστου φιλοχρη ματίας τὸ ἔγκλημα, καὶ τὸ ἀσθενὲς εἰς διάθεσιν τὴν περὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, τὴν ἀνέκπλυτον κηλῖδα προστρίβεται, καὶ τῆς ἀσυγκρίτου δυσβουλίας τὸν μολυσμὸν ἐμποιεῖ. ὅταν τοίνυν λέγῃ Χριστός Ἤδη ὑμεῖς καθαροί ἐστε, ἀλλ' οὐχὶ πάντες, κεκρυμμένον μέν ἐστι, πλὴν ἐπωφελῆ τῷ προδότῃ ποιεῖται τὸν ἔλεγχον. εἰ γὰρ καὶ μὴ ἔφη σαφῶς, καθάπερ ἀρτίως εἰρήκαμεν, ἀλλ' ἦν ἐν ἑκάστῳ δικάζον τὸ συνειδὸς, καὶ διακεντοῦν τὸν ἡμαρτηκότα, καὶ τὴν τῶν εἰρημένων δύναμιν καθάπερ ἐξ ἀνάγκης καλοῦν ἐπὶ τὸν ὑπαίτιον. Ἐννόει δὲ ὅπως οἰκονομίας τινὸς καὶ θεοπρεποῦς ἀνεξι κακίας τὸ πρᾶγμα πεπλήρωται· εἰ γὰρ ἔφη σαφῶς, τίς ὁ 2.351 προδώσων αὐτὸν, πολεμίους ἂν αὐτῷ τοὺς ἄλλους ἐξειργά σατο, καὶ τάχα τι τῶν ἀνηκέστων συνέβη παθεῖν, καὶ πρόωρον ἂν ὑπομείναι δίκην, ζήλῳ τῷ πρὸς εὐσέβειαν διατεθηγμένου τινὸς, καὶ προανελεῖν τοῦ ∆εσπότου τὸν προ δότην ἐπιχειρήσαντος. ὑπαινιξάμενος τοίνυν, καὶ τῷ συνει δότι δριμὺν τὸν ἔλεγχον ἀφεὶς, ἀναμίλλητον ἔδειξε τῆς ἐνούσης αὐτῷ ἀνεξικακίας τὸ μέγεθος. καίτοι γὰρ εἰδὼς οὐκ ἀγαθὸν ὄντα περὶ αὐτὸν οὐδὲ εὐγνώμονα μαθητὴν, ἀλλ' ὠδίνοντα μὲν τὸν ἐκ τῆς διαβολικῆς πικρίας ἰὸν, περισκε πτόμενον δὲ τίνα τρόπον αὐτὸν παραδῷ, τετίμηκεν ἐν ἴσῳ τοῖς ἄλλοις, ἀπονίζοι δὲ αὐτοῦ καὶ τοὺς πόδας, μέχρι παντὸς τὰ ἐκ τῆς ἰδίας ἀγάπης τηρῶν, καὶ πρὶν εἰς τέλος ἐλάσαι τὰ ἐγκλήματα, τὴν ὀργὴν οὐκ ἐπιτιθείς. ἴδοις γὰρ ἂν ἴδιον ὅπως ὑπάρχον καὶ τοῦτο τῆς ἰδίας θείας φύσεως τὸ πλεο νέκτημα. οὐ γὰρ ἐπείπερ οἶδεν ὁ Θεὸς τὰ ἐσόμενα, διὰ τοῦτο πρόωρον ἐπιφέρει τισὶ τὴν κόλασιν· ἀνεξικακήσας δὲ μᾶλλον ὅσον ἔδει καιρὸν, ὅταν ὠφελουμένους ἴδῃ μηδὲν, ἐμμένοντας δὲ μᾶλλον τοῖς αἱρεθεῖσι κακοῖς, κολάζει λοιπὸν, τῆς δυσβουλίας τὸ πρᾶγμα δεικνὺς, καὶ οὐκ ἔργον ὄντως τῆς ἰδίας βουλῆς, ἤτοι θελήσεως. καὶ γοῦν διὰ τοῦτό φησιν Ἰεζεκιήλ "Ζῶ ἐγὼ λέγει Κύριος, ὅτι οὐ θέλω τὸν θάνατον "τοῦ ἀποθνήσκοντος, ὡς τὸ ἐπιστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ "αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν." μακροθύμως τοιγαροῦν καὶ ἀνεξικάκως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς συνανα μιγνὺς ἔτι τοῖς ἄλλοις αὐτοῦ μαθηταῖς τὸν προδότην, καίτοι "τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ ἵνα "αὐτὸν παραδῷ·" ἀναγκαίως γὰρ καὶ τοῦτο πρὸς τοῖς ἄλλοις ἐπισημήνασθαι τὸν Εὐαγγελιστὴν ἐν ἀρχαῖς· καὶ αὐτοῦ πόδας ἔνιψεν, ἀπροφάσιστον αὐτοῦ τὴν δυσσέβειαν ἀποτελῶν, ἵνα καρπὸς τῆς ἐνούσης αὐτῷ πονηρίας ἡ ἀπό στασις φαίνηται. 2.352 Ὅτε οὖν ἔνιψε τοὺς πόδας τῶν μαθητῶν καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ καὶ ἀνέπεσε πάλιν, εἶπεν αὐτοῖς Γινώσκετε τί πεποίηκα ὑμῖν; ὑμεῖς φωνεῖτέ με Ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ. εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν ἵνα καθὼς ἐποίησα ὑμῖν ἐγὼ καὶ ὑμεῖς ποιῆτε. Ἀναφανδὸν ἤδη φησὶ τὴν τοῦ πράγματος αἰτίαν, καὶ τῆς ἀσυγκρίτου ταπεινοφροσύνης τὸ ὑπόδειγμα, τῆς εἰς ἡμᾶς ἕνεκεν ὠφελείας πεποιῆσθαί φησιν· ἀναπολόγητον δὲ τὸ ἐκ τῆς ὑπεροψίας ἔγκλημα τιθεὶς, ἀναγκαίως εἰσφέρει τοῦ ἰδίου προσώπου τὸ περιφανές. ἐν γὰρ δὴ τῷ τοιούτῳ θεωρήσαι τις ἂν τὸ τῆς ταπεινοφροσύνης ἀσύγκριτον μέγεθος. τὸ μὲν γὰρ ἐξ ἑαυτοῦ χαμαιριφὲς, ἢ καὶ ἐν τῷ μηδενὶ τεταγμένον, κατὰ ποῖον ἂν κατασμικρυνθείη τρόπον, ἢ ὅποι χωρήσει τὸ κάτω κείμενον; θεωρήσαι γὰρ τοῦτο καὶ εἰ μή τι τὸ κατα βιβάζειν ἄνωθεν πεφυκός. τὸ δὲ ἐν ὕψει θεωρούμενον, ἐν ταπεινῷ γεγονὸς θαυμάζεται· κατέβη γὰρ εἰς ὅπερ οὐκ ἦν. ἀναγκαίως τοιγαροῦν καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς, μᾶλλον δὲ δι' ἐκείνων τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, τὸ τῆς ταπεινοφροσύνης μάθημα διδοὺς, οὐχ ἁπλῶς φησιν, ὅτι ὥσπερ ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, οὕτω καὶ ὑμεῖς ὀφείλετε ποιεῖν· προεξηγεῖται δὲ μᾶλλον τὸ ἴδιον ἀξίωμα, καὶ τὴν ἐνυπάρχουσαν αὐτῷ φυσικὴν εὔκλειαν παρατιθεὶς δυσωπεῖ τῷ πράγματι τὸν φιλόδοξον. ὑμεῖς γάρ φησιν αὐτοὶ καλεῖτέ με ὁ Κύριος καὶ ὁ διδάσκαλος καὶ καλῶς λέγετε, εἰμὶ γάρ. ἐπιτήρει δὲ ὅπως καὶ μεταξὺ τοῦ λόγου τῆς τῶν πιστευόντων προενόησεν οἰκοδομῆς, καὶ τὰς τῶν ἀνοσίων αἱρετικῶν οὐκ ἠγνόησε γλωσσαλγίας. ἐπειδὴ γὰρ 2.353 ἔφη πρὸς τοὺς ἑαυτοῦ μαθητάς Ὑμεῖς καλεῖτέ με Ὁ Κύριος καὶ ὁ διδάσκαλος, ἵνα μή τις οἴηται φύσει μὲν αὐτὸν οὐκ εἶναι κύριον, οὐδὲ διδάσκαλον, ἔχειν γεμὴν ὡς ἐν τάξει τιμῆς παρὰ τῶν ἐσομένων αὐτῷ τὴν ἐπωνυμίαν, ἀναγκαίως προσ τέθεικε τὰς ἐκείνων ἀναιρῶν ὑπονοίας Καὶ καλῶς λέγετε, εἰμὶ γάρ. οὐ γὰρ ψιλὸν ὄνομα κέκτηται τιμῆς τό Κύριος, καθάπερ ἡμεῖς οἰκέται μένοντες τὴν φύσιν, λελαμπρυσμένοι γεμὴν κατὰ χάριν τοῖς ὑπὲρ φύσιν τε καὶ ἀξίαν ὀνόμασιν· ἀλλ' ἔστι τῇ φύσει Κύριος, κατεξουσιάζων τῶν ὅλων, ὡς Θεὸς, πρὸς ὃν εἴρηταί που διὰ τῆς τοῦ ψάλλοντος φωνῆς "Ὅτι "τὰ σύμπαντα δοῦλά σου." ἔστι δὲ τῇ φύσει καὶ διδά σκαλος· "Πᾶσα γὰρ σοφία παρὰ Κυρίου," καὶ πᾶσα σύνεσις δι' αὐτοῦ. σοφοῖ γὰρ ὡς σοφία τὰ νοητὰ, καὶ πάσῃ κτίσει τῇ λογικῇ, ἐπουρανίῳ τε καὶ ἐπιγείῳ, τὴν αὐτῇ πρέπουσαν ἐνσπείρει σύνεσιν. ὅνπερ γὰρ τρόπον αὐτὸς ὑπάρχων ἡ κατὰ φύσιν ζωὴ ζωογονεῖ τὰ πάντα τὰ ζωῆς δεκτικὰ, οὕτως ἐπείπερ αὐτός ἐστιν ἡ σοφία τοῦ Πατρὸς, πᾶσιν ἐντίθησι τὰ σοφίας δῶρα, φρόνησιν δηλονότι καὶ πᾶσαν εἴδησιν ἀγαθῶν. φύσει τοιγαροῦν τῶν ὅλων Κύριός ἐστι καὶ διδάσκαλος ὁ Υἱός. ὅτε τοίνυν ὁ μέγας ἐν δόξῃ καὶ τοσοῦτος ἐγὼ πρὸς τὴν οὕτω σμικρο πρεπῆ καθικνεῖσθαι ταπείνωσιν οὐ κατοκνήσας φαίνομαι, ὡς καὶ τοὺς ὑμῶν ἀπονίψαι πόδας· πῶς ἂν ἔτι καὶ ὑμεῖς, φησὶ, παραιτῆσθε ἀλλήλοις ποιεῖν; διδάσκει δὲ διὰ τούτων, τὸ μὴ τῆς ἑτέρων τιμῆς καταλαζονεύεσθαι φιλεῖν, ἀλλ' ὑπερφέρειν αὐτοῦ καὶ προτετάχθαι κατὰ πᾶν ὁτιοῦν οἴεσθαι τὸν ὁμόδουλον. καλόν γε σφόδρα τὸ μάθημα· φρονήματος γὰρ ἀφιλοκομπεῖν εἰωθότος οὐκ ἂν οἶμαί τις ἐπιδείξαι τὸ ἴσον· οὐδέν τε οὕτω διίστησι καὶ ἀδελφοὺς καὶ φίλους, ὡς ἡ τῶν ἀθλίων δοξαρίων ἀκρατὴς ἐπιθυμία. ἀεὶ γάρ πως τὸ 2.354 μεῖζον αἱρούμεθα, καὶ τοῖς λαμπροτέροις ἐπιπηδᾶν αἱ διάκενοι τοῦ βίου τιμαὶ τὸν εὐόλισθον ἡμῶν ἀναπείθουσι νοῦν. ἵνα τοίνυν τῆς τοιαύτης καταλήξωμεν νόσου, καὶ τῆς οὕτω βδελυρᾶς ἀποπαυσώμεθα ἐπιθυμίας· ἀπάτη γὰρ καὶ ἕτερον οὐδὲν τὸ φιλόδοξον πάθος· αὐτὸν εἰς οἰκεῖον δεχώμεθα νοῦν τὸν ἁπάντων βασιλέα Χριστὸν, διὰ τοῦτο νίψαντα τῶν μαθητῶν τοὺς πόδας, ἵνα καὶ ἡμεῖς τοὺς ἀλλήλων. διὰ γὰρ τούτου κολασθήσεται μὲν ἅπας ἀλαζονείας τρόπος, ἅπαν δὲ εἶδος κοσμικῆς φιλοδοξίας ἐκποδὼν οἰχήσεται. εἰ γὰρ ὁ φύσει Κύριος, ὡς οἰκέτης, πῶς τὸ δοῦλον οὐκ ἂν ἕλοιτό τι παθεῖν τῶν αὐτῷ πρεπωδεστάτων, καὶ οὐχὶ λοιπὸν τὴν ἁπασῶν ἐσχάτην ἀποτίσῃ δίκην; Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. Νόμοις ὥσπερ ἀναγκαίοις ὀχυροῦν ἕπεται Χριστὸς τοῦ πεπραγμένου τὴν δύναμιν, καὶ σφαλερωτάτην παντελῶς ἀποφαίνει τὴν παράβασιν τῆς σωτηριώδους ἐντολῆς. τὸ γὰρ ὅρκῳ βεβαιωθὲν, οὐκ ἀνέγκλητον ἔχει τὴν παραδρομήν. κατηγόρημα τοίνυν φησὶν ἀπροφάσιστον τοῖς οἰκέταις, εἰ μὴ τὰ ἴσα φρονεῖν ἐθέλοιεν τοῖς ἰδίοις δεσπόταις· πλεονεξία γὰρ ἤδη, καὶ ἕτερον οὐδὲν, τὸ τοῦ μείζονός τε καὶ ὑπὲρ ἀξίαν ἐρᾶν· ἀποστόλοις τε ὁμοίως τὴν αὐτὴν ἂν εἰκότως ἐποίσαι γραφὴν, τὸ ἐν ἀμείνοσιν εἶναι ζητεῖν, ἢ ἐν οἷς ἐστιν ὁ ἀποστείλας αὐτούς. ἀρκέσει γὰρ αὐτοῖς εἰς εὐκλείας ἁπάσης μέτρον, τοῦ πεπομφότος τὸ φρόνημα. τοῦτο δέ ἐστιν οὐδὲν ἕτερον ἢ ἐκεῖνο πάντως εἰπεῖν· ὅτι γελασθή σεσθε δικαίως ἐπὶ τοῦ θείου βήματος, εἰ ταῦτα δρᾶν εἰς ἀλλήλους αὐτοὶ παραιτεῖσθε δι' ὑπεροψίαν, καίτοι τὸ τῆς δουλείας ὄνομα λαχόντες κοινὸν, ἅπερ εἰς ὑμᾶς ἐγὼ, καίτοι 2.355 κατὰ φύσιν ὑπάρχων Θεὸς καὶ Κύριος. ἄτοπον γὰρ ἀληθῶς, μᾶλλον δὲ ἤδη τῆς ἀνωτάτω μανίας οὐκ ἀμοιροῦν, οἰκέτας ὄντας ἐν ἐλάττοσι τοῦ καὶ δεσπότου καὶ ἀποστείλαντος, ἐπερυθριᾶν ἀτόπως τῇ πρὸς ἀλλήλους δουλείᾳ. Εἰ ταῦτα τοίνυν ἴστε, φησὶ, τουτέστιν, εἰ νοεῖν δύνασθε σαφῶς ὅ φημι, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. οὐ γὰρ τὸ εἰδέναι τὴν ἀρετὴν, ἀλλὰ τὸ ἐργάζεσθαι μᾶλλον ἀξιέραστόν τε καὶ ἀξιοζήλωτον φαίη τις ἄν. οἶμαι δὲ ὅτι τάχα πως καὶ ἄμεινον τὸ μηδ' ὅλως μαθεῖν, ἢ μαθόντας ὄκνῳ πεδῆσαι τὸν νοῦν καὶ, ἅπερ ἄν τις ἄριστά τε καὶ ὀρθῶς ἔχειν εἰδείη, μὴ βούλεσθαι κατορθοῦν, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν "Ὁ "μὴ εἰδὼς τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, "δαρήσεται ὀλίγας, ὁ δὲ εἰδὼς καὶ μὴ ποιήσας, δαρήσεται "πολλάς." τῷ μὲν γὰρ ἠγνοηκότι παντελῶς, εἰ καὶ εὐθύνοιτό πως ἐπὶ τῇ ῥᾳστώνῃ τυχὸν, τὸ γοῦν μετρίαν αἰτῆσαι συγγνώμην οὐ λίαν ἀνάρμοστον· τῷ γεμὴν εἰδότι τὸ χρῆμα γένοιτ' ἂν δυσαχθὲς εἰς κατάκρισιν ἡ γνῶσις. κατεφρόνησε γὰρ, οὐδενὸς αὐτῷ λείποντος εἰς τὸ δύνασθαι δρᾶν τὰ αὐτῷ πρεπωδέστερα. χρὴ τοίνυν εἰδότας ἐργάζεσθαι· τέλειον γὰρ τότε τῆς ἐν Χριστῷ πολιτείας τὸ καύχημα περικείμενοι, πληρεστάτην κατὰ καιροὺς ἀποληψόμεθα τὴν ἀντίδοσιν. καὶ γοῦν ὁ Σωτὴρ τὸν ποιήσαντα καὶ διδάξαντα μέγαν ἔφη κληθήσεσθαι, καὶ μάλα δικαίως, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· τί γὰρ αὐτῷ τὸ λεῖπον εἰς εὐσέβειαν; ᾧ δ' ἂν φαίνοιτο προσὸν τὸ ἐξ ἔργων ἀγαθῶν ἐν ὁλοκλήρῳ καυ χᾶσθαι τῷ μέτρῳ, πῶς οὐκ ἂν γένοιτο παρὰ Θεοῦ τὸ τελειο τάταις ἐπαυχεῖν δωρεαῖς; σύνδρομος οὖν ἄρα τοῖς ἔργοις ὅταν ἡ γνῶσις γένηται, τότε δὴ πάντως ὀνίνησιν οὐ μικρῶς· ἐλλελοιπότος δὲ ὁποτέρου, χωλὸν δὴ πάντως τὸ ἕτερον ἔσται· γέγραπται δὲ, ὅτι "καὶ ἡ πίστις χωρὶς τῶν ἔργων "νεκρά ἐστι." καίτοι τὸ εἰδέναι Θεὸν τὸν ἕνα καὶ φύσει, καὶ ὁμολογεῖν ἀδόλως τε καὶ ἀληθῶς, τοῦτό ἐστιν ἡ πίστις, 2.356 ἀλλὰ καὶ τοῦτο νεκρὸν, μὴ παρεπομένης αὐτῷ τῆς ἐξ ἔργων φαιδρότητος. πῶς οὖν οὐκ ἀνόνητον παντελῶς τὸ εἰδέναι μὲν τυχὸν τί ἂν εἴη τὸ ἀγαθὸν, μὴ μὴν ἐθέλειν ἔτι καὶ ἐπιτηδεύειν αὐτό; διὰ ταύτην τοιγαροῦν τὴν αἰτίαν μακαρίους ἔσεσθαί φησι τοὺς ἑαυτοῦ μαθητὰς, ἤτοι τοὺς πιστεύοντας εἰς αὐτὸν, οὐ μόνον ἑλόντας τῶν παρ' αὐτοῦ λαλουμένων τὴν εἴδησιν, ἀλλ' εἰ καὶ δρῷεν αὐτά. Οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ γὰρ οἶδα τίνας ἐξελεξάμην· ἀλλ' ἵνα ἡ γραφὴ πληρωθῇ Ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὐτοῦ. Οὐ μικρὰν ὁ λόγος ἔχει τὴν ἀσάφειαν ἐν τούτοις. μακα ρίους γὰρ ἔσεσθαι λέγων τοὺς ἐν γνώσει μὲν ἔχοντας τὸ ἀγαθὸν, ἔργῳ δὲ τοῦτο πληροῦν σπουδάζοντας· ἐπήγαγεν εὐθύς Οὐ περὶ πάντων λέγω, τὸν προδότην αἰνιττόμενος, κατά γε τὸ πολλοῖς τε καὶ ἐμοὶ δοκοῦν· οὐ γὰρ ἐν τοῖς ζηλωτοῖς ὁ θεομισὴς, οὐδ' ἂν ἐν τοῖς μακαρίοις καταταχθείη ποτὲ τῇ τοσαύτῃ δυσσεβείᾳ τὴν τοιαύτην ἔνοχον καταστήσας ψυχήν. καὶ μία μὲν αὕτη τοῦ προκειμένου διάνοια τετριμμένη παρὰ τοῖς πλείοσιν· ἑτέρα δὲ αὖ πάλιν πρὸς ταύτῃ. τοιάδε μέλλων γὰρ ἐρεῖν ὁ Χριστὸς, ὅτι κατὰ τὴν τελείαν τε καὶ ἱερωτάτην γραφήν· ὁ τρώγων μου τὸν ἄρτον ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμὸν, ἤτοι ἐπῆρεν ἐπ' ἐμὲ πτέρναν αὐτοῦ, προαπολο γεῖται τρόπον τινὰ, καὶ τὸν γνήσιον τῶν ἑτέρων μαθητῶν θεραπεύει χορὸν, ἑνὶ καὶ μόνῳ τὴν τοῦ κατηγορήματος δύναμιν ἀναθείς. ἐπειδὴ γὰρ πάντες ἤσθιον τὸν ἄρτον αὐτοῦ, συνεστιώμενοι δηλονότι καὶ συνδαπανῶντες τὰ δι' αὐτοῦ συγκομιζόμενα, διὰ τοῦτο χρησίμως εἰκαίοις συντρί βεσθαι δείμασιν οὐκ ἐᾷ τῶν ἐλευθέρων τὸν νοῦν, καὶ τὸ τῆς ὑποψίας δριμὺ προανακόπτει λέγων Οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ γὰρ οἶδα τίνας ἐξελεξάμην· ἀλλ' ἵνα φησὶν ἡ 2.357 γραφὴ πληρωθῇ Ὁ ἐσθίων μου τὸν ἄρτον ἐπῆρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὐτοῦ, ἤτοι ἐμεγάλυνε πτερνισμὸν, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν· οἶμαί τι τοιοῦτον ὑποδηλοῦν. ἐκδοθείσης ἡμῖν τοιγαροῦν ἐν τούτοις θεωρίας διπλῆς, δοκιμαζέτω τὴν ἀμείνω καὶ ἀληθῶς ἔχουσαν ὁ φιλομαθὴς, πλὴν εἰς τὸ ῥητὸν ἔτι λέγωμεν, τὸν τῶν ἁπλουστέρων ἀσφαλιζόμενοι νοῦν. Ἐπαπορήσειε γὰρ ἄν τις ἐν τούτοις κατὰ δύο τρόπους. καὶ πρῶτον μὲν ἡμῖν ὑπαντήσει λέγων Εἰ πάντα εἰδέναι Χριστὸν πιστεύομεν, τί τὸν Ἰούδαν ἐξελέξατο, καὶ τί τοῖς ἑτέροις ἀνέμιξε μαθηταῖς, οὐκ ἀγνοήσας, ὅτι καὶ προδοὺς ἁλώσεται, καὶ τῶν τῆς φιλοκερδείας εἴσω πεσεῖται βρόχων; ἐρεῖ δὲ πρὸς τούτοις Εἰ δὲ διὰ τοῦτο τὴν πτέρναν ἐπῆρε κατὰ Χριστοῦ, καθάπερ φησὶν αὐτὸς, ἵνα πληρωθῇ ἡ γραφὴ, οὐκ αὐτὸς ἂν νοοῖτο τοῦ γεγονότος ὑπαίτιος, ἀλλ' ἡ ἀναγκάζουσα δύναμις πληροῦσθαι τὴν γραφήν. ∆εῖ δὲ ἡμᾶς πρὸς ἕκαστα τῶν εἰρημένων ἀντανίστασθαι γοργῶς, καὶ τὴν ἑκατέρῳ πρέπουσαν ἀπολογίαν τοῖς κατὰ δύναμιν ἐξυφᾶναι λογισμοῖς, πρὸς οἰκοδομὴν καὶ παρά κλησιν τῶν οὐκ ἐπαρκούντων οἴκοθεν σφίσιν αὐτοῖς εἰς τὸ δύνασθαι νοεῖν τὰ ἐν τῇ θείᾳ γραφῇ. καὶ πρῶτον μὲν ἐκεῖνό φαμεν, ὡς εἰ μέλλοιμεν ἐφ' ἑκάστῳ τῶν γεγονότων παρὰ Θεοῦ τοῖς τοιούτοις ἀποκεχρῆσθαι λόγοις, καταλήξομεν οὐδαμῶς ἐπιτιμῶντες τῷ ποιητῇ, διαλοιδορούμενοί τε τῷ πρὸς τὸ εἶναι τὰ οὐκ ὄντα καλοῦντι Θεῷ, καὶ τὴν ἄμετρον αὐτοῦ φιλανθρωπίαν διασύροντες ἀμαθῶς. τί γὰρ, εἰπέ μοι, καὶ ἑτέρους διακωλύει τυχὸν ἐγκαλέσαι λέγοντας Τί τὸν Σαοὺλ ἀπελέξω, καὶ εἰς βασιλέα κέχρικας ἐπὶ τὸν Ἰσραὴλ, εἰδὼς ὅτι πάντως ἀθετήσει τὴν χάριν; καὶ τί τοῦτο λέγω; ἀναβήσεται γὰρ τῆς αἰτίας ἡ πρόφασις ἐπὶ τὸν τοῦ γένους καθηγητὴν, τουτέστιν, Ἀδάμ. ἐρεῖ δέ τις τυχὸν τῶν ἐκεῖνα 2.358 διεσκεμμένων Τί τὸν πρῶτον ἄνθρωπον ἔπλασας ἀπὸ γῆς ὁ τὰ πάντα εἰδώς; οὐ γὰρ ἠγνόεις ὅτι πεσεῖται τὴν δοθεῖσαν αὐτῷ παρελάσας ἐντολήν. κατὰ τὸν αὐτὸν τοῦτον λόγον καὶ ἐπὶ τοῖς ἀνωτέρω καὶ μείζοσιν ἔτι κατηγορεῖ βοῶν ∆ιατί τὴν ἀγγέλων δεδημιούργηκας φύσιν, οὐκ ἀγνοήσας, ὡς Θεὸς, τὴν ἐσομένην τινῶν ἀπόνοιαν εἰς ἀπόστασιν; τετηρήκασι γὰρ οὐ πάντες τὴν οἰκείαν ἀρχήν. εἶτα τί τὸ ἐντεῦθεν; ἡ τοῦ Θεοῦ πρόγνωσις οὐκ ἂν αὐτὸν συγκεχώρηκεν ὀφθῆναι δημιουργὸν, ἀλλ' οὐδ' ἂν ἡ λογικὴ κτίσις παρῆλθεν ὅλως εἰς γένεσιν, ἵνα μόνης τῆς ἀλόγου καὶ ἀναισθήτου φύσεως βασιλεύῃ Θεὸς, μηδὲ ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ γινωσκό μενος. χρῆναι δὲ οἶμαι μάλιστα δὴ πάντων ἐκεῖνο δια σκεπτομένους ὁρᾶν, ὅτι τοῖς λογικοῖς τῶν κτισμάτων ἰδίας προαιρέσεως ἀπένειμε τὰς ἡνίας ὁ πάντων ∆ημιουργὸς, καὶ αὐτοκελεύστοις ἀφῆκεν ἰέναι ῥοπαῖς, ἐφ' ὅπερ ἂν ἕκαστος βούλοιτο τυχὸν ἔχειν ἄριστα δοκιμάσας τὸν τρόπον. οἱ μὲν οὖν τοῖς ἀμείνοσι προσνενευκότες ὀρθῶς, τὴν ἰδίαν διασώ ζουσι δόξαν, καὶ ἐν μεθέξει μένουσι τῶν ἀπονεμηθέντων αὐτοῖς ἀγαθῶν, ἀμετάπτωτόν τε τὴν εὐθυμίαν εὑρίσκουσιν· οἱ δὲ τοῖς ἰδίοις καταφθειρόμενοι λογισμοῖς, καὶ ἐφ' ἃ μὴ θέμις ἀκαθέκτοις ὥσπερ ῥεύμασιν ἐπιθυμιῶν κατασυρόμενοι, τὴν αὐτοῖς πρέπουσαν ὑπομένουσι δίκην, καὶ τὴν ἐπὶ ταῖς ἀχαριστίαις εἰκότως ὑπομένοντες γραφὴν, τὴν ἀπηνῆ καὶ ἀπέραντον ὑποστήσονται κόλασιν. ἐπὶ τούτοις τοῖς ὁρισμοῖς γενομένην εὑρήσεις καὶ τὴν τῶν ἀγγέλων φύσιν. οἱ μὲν γὰρ διατηρήσαντες τὴν οἰκείαν ἀρχὴν, ἀναπόβλητον ἔχουσι τὴν ἐφ' ἅπασι τοῖς ἀγαθοῖς ἵδρυσίν τε καὶ στάσιν· οἱ δὲ τοῖς ἐπὶ τὰ χείρω νεύμασι τῆς ἀρχαίας ἐκείνης εὐκλείας διολισθή σαντες, σειραῖς ζόφου τεταρταρωμένοι, κατὰ τὸ γεγραμμένον, εἰς κρίσιν μεγάλης ἡμέρας τετήρηνται. οὕτως πεποίηται κατὰ τὴν ἀρχὴν ὁ πρῶτος ἄνθρωπος, τουτέστιν ὁ Ἀδάμ. 2.359 ἦν μὲν γὰρ ἐν παραδείσῳ, καὶ ἐν ταῖς ἀνωτάτω τρυφαῖς, πνευματικαῖς δηλονότι καὶ δόξῃ τῇ παρὰ Θεῷ. καὶ διέμεινεν ἂν ἐν τοῖς ἀρχαίοις τῆς φύσεως ἀγαθοῖς, εἰ μὴ τέτραπτο πρὸς ἀπόστασιν καὶ παρακοὴν, ἀβουλότατα παρελθὼν τὴν διορισθεῖσαν ἐντολὴν ἄνωθεν. οὕτω κέχρικε τὸν Σαοὺλ εἰς βασιλέα· ἦν μὲν γὰρ ἐν ἀρχαῖς οὐ φαῦλος ἀνὴρ, ὀφθέντα γεμὴν οὐκέτι τοιοῦτον μεθίστη τῆς δόξης καὶ τῆς βασιλίδος τιμῆς. Οὕτως ἐπελέξατο τὸν Ἰούδαν, καὶ τοῖς ἁγίοις αὐτὸν ἀνέμιξε μαθηταῖς, ἐπιτηδείως ἔχοντα δηλονότι πρὸς ἀκο λούθησιν ἐν ἀρχαῖς. ἐπειδὴ δὲ κατὰ βραχὺ πειράζων ὁ Σατανᾶς ταῖς αἰσχροκερδίαις προσεχειρώσατο, νικηθέντα τῷ πάθει, καὶ προδότην δι' αὐτὸ γεγονότα, λοιπὸν ἀπεώσατο. οὐδὲν οὖν ἄρα πρὸς τὸν ἐπιλεξάμενον. ἦν γὰρ ἐν ἐκείνῳ τὸ δύνασθαι μὴ διαπεσεῖν, ἑλομένῳ δηλονότι τὰ πρεπωδέστερα, ὅλην τε τὴν ἰδίαν μετατιθέντι διάνοιαν εἰς τὸ χρῆναι γνη σίως ἀκολουθῆσαι Χριστῷ. Εἰς δέ γε τῶν προκειμένων τὸ ἕτερον ἐκεῖνό φαμεν Μὴ γάρ τις οἰέσθω, κατὰ τὴν τινῶν ἀβουλίαν, διὰ τοῦτο διεξά γεσθαι πρὸς πέρας τὰ ἔργα τὰ κεχρησμῳδημένα διὰ τῶν ἁγίων προφητῶν, ἵνα πληρωθεῖεν αἱ γραφαί. εἰ γὰρ τοῦτό ἐστιν ἀληθὲς, οὐδὲν ὅλως διακωλύσει τοὺς τοῖς γεγραμμένοις ἀναγκαίως ὑπηρετήσαντας, οὐκ ἀπροφάσιστον ἔχειν τὴν ἁμαρτίαν, μᾶλλον δὲ οὐδ' ὅλως πεπλημμεληκέναι. εἰ γὰρ ἔδει πληρωθῆναί φησιν, ἐρεῖ τις, ἐπληροῦτο δὲ διὰ τούτων, οἱ δι' ὧν ἄρα πεπλήρωνται πάσης ἂν εἶεν εὐθύνης ἐλεύθεροι. ἄλλως τε καὶ "διάκονος ἁμαρτίας" ἡ θεία δὴ πάντως κατε φαίνετο γραφὴ, καλοῦσα καθάπερ ἐκ βίας εἰς ἐκεῖνά τινας, ἃ ἐλαλεῖτο δι' αὐτῆς, ἵνα καὶ εἰς πέρας ἥκοι τὸ πάλαι πεφωνημένον. ἀλλ' οἶμαι πολὺς ἐπὶ τούτῳ τῆς δυσφημίας 2.360 ὁ λόγος. τίς γὰρ ἂν εἴη τοῦ καθήκοντος λογισμοῦ τοσοῦτον ἐστερημένος, ὡς τὸν τοῦ Ἁγίου Πνεύματος οἴεσθαι λόγον ἁμαρτίας τισὶ γίνεσθαι πρόξενον; οὐκοῦν οὐ διὰ ταύτην πιστεύομεν τὴν αἰτίαν δεδράσθαι τὰ ἔργα παρά τινων, ἵνα πληρωθεῖεν αἱ γραφαί· ὅτι δὲ πάντως ἔσται τὰ συμβησό μενα προειδὸς τὸ Πνεῦμα λελάληκεν, ἵν' ὅταν γίνεσθαι συμβῇ, πίστεως ἐνέχυρον λαβόντες τὴν πρόῤῥησιν, τὴν ἐφ' ᾧ γέγραπται ταῦτα, λοιπὸν ἀραρότως ἐπιγινώσκωμεν. πολλοῦ δὲ ἡμῖν γεγονότος τοῦ λόγου περὶ τῶν τοιούτων ἐν ἑτέρῳ βιβλίῳ, τὸ μακροῖς ἔτι περὶ αὐτῶν ἐνδιατρίψαι διηγήμασι, περιττὸν εἶναί πως δοκεῖ. Ἀπάρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι. Ἀναγκαιοτάτην πεποίημαι, φησὶ, τῶν ὅσον οὐδέπω παρε σομένων καὶ πρὸ καιροῦ τὴν ἐξήγησιν· ᾐσθήσει γὰρ τοὺς ἀκροωμένους, καὶ οὐ μικρὸν οἴσει τὸ κέρδος, εἰ τὸν ἐκ τοῦ πράγματος εἰδεῖεν σκοπόν. εἰκαίοις μὲν γὰρ τὴν τοῦ λόγου χρείαν δαπανᾶν διηγήμασιν, ἀσύνηθές τε καὶ οὐ φίλον ἐμοί· οἷς δ' ἂν φαίνηται προσὸν τὸ λυσιτελὲς οὐ μικρὸν εἶναι πρὸς γνῶσιν ἴοι τὴν ὑμετέραν, ταῦτα δεῖν ὑπολαμβάνω ταῖς ὑμετέραις ἐνηχεῖν ἀκοαῖς. λέγω τοιγαροῦν ἀπάρτι φησὶν ὑμῖν τὰ ἐπὶ θύραις μὲν ἤδη, τετελεσμένων δὲ οὔπω τὴν γνῶσιν ἐντίθημι, ἵν' ὅταν γενέσθαι συμβῇ συναρμόττοντες τοῖς παρ' ἐμοῦ προηγορευμένοις τῶν πραγμάτων τὸ τέλος, ἐκεῖνον αὐτὸν εἶναί με πιστεύσητε, περὶ οὗ τὰ τοιαῦτα κεχρησμῴδηκεν ἡ θεία γραφή. ἐν ταὐτῷ τοιγαροῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, καὶ τὸν προδότην ἐπανορθοῦν εὐπεριστόλως ἐπιχειρεῖ, κεκρυμμένον ἐπὶ μικραῖς ἀσαφείαις 2.361 προκομίζων τὸν ἔλεγχον, καὶ τὴν τῆς προδοσίας ἔκβασιν εἰς σημεῖον ἔσεσθαί φησι καὶ εἰς σαφεστάτην ἀπόδειξιν τοῦ αὐτὸν εἶναι Χριστόν. ὡς γὰρ ἤδη φθάσαντες εἴπομεν, ὁ τὰ διὰ τῶν ἱερῶν γραμμάτων προκεκηρυγμένα τοῖς τοῦ προ δότου συμβαλὼν τολμήμασιν, εὐσυνοπτοτάτην ἂν οἶμαι καὶ ἀταλαίπωρον κομιδῇ τὴν ἐπ' αὐτῷ κατάληψιν ἀληθῆ, καὶ μάλα ῥᾳδίως, ἕλοιτο ἄν. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ἄν τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν ἀποστείλαντά με. Προαποδείξας χρησίμως ἑαυτὸν ὄντα Χριστὸν καὶ δι' ὧν ἔμελλεν ὁ προδότης ἐμπαροινήσειν ἐν αὐτῷ, χρήσιμόν τι πάλιν ἐπινοεῖ πρὸς ἀνατροπὴν τῆς ἐκείνου κακοβουλίας. ὡς ἀμυδρότερός πως αὐτῷ πρόεισι καὶ νῦν ὁ λόγος· συγκρύ πτειν γὰρ ἔτι πειρᾶται τὸ τόλμημα, καὶ ἀναφανδὸν οὔπω φησὶ τίς ὁ προδώσων αὐτόν. ἀπελέγχει τοιγαροῦν, καὶ μάλα χρησίμως μετὰ σαφοῦς παραδείγματος, ὡς ἀνάγκη πᾶσα καὶ εἰς τὸ τοῦ Θεοῦ καὶ Πατρὸς ἀναθεῖν πρόσωπον, τῆς εἰς αὐτὸν γινομένης ἀγάπης τε καὶ τιμῆς τὸ πέρας· καὶ οὐχὶ δήπου τοῦτο κυρίως αὐτῷ δεικνύειν σκοπὸς, τάχα δὲ μᾶλλον τὸ ἐναντίως ἔχον κατὰ τὴν δόξαν. ἀφεὶς γὰρ, ὡς ἔοικε, τὸ φάναι γυμνότερον, ὅπερ εἴρηκεν ἐν ἑτέροις, τουτ έστιν "Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα τιμᾷ·" κεχώρηκε μᾶλλον ἐπὶ τὸ εὐφημότερον, ἐπιτρέπων τοῖς ἀκρο ωμένοις τὸ νοεῖν ἐκ τούτου τὸ ἐναντίον, ἐπεί τοι καὶ ἀπειλῆς μᾶλλον ἢ προτροπῆς ἦν ὁ καιρὸς, ἐπὶ θύραις ὄντος τοῦ τολμήματος, καὶ ἤδη μελετωμένης τῆς ἐπ' αὐτῷ παροινίας. βεβλήκει γὰρ ἤδη τὴν σκέψιν ὁ Σατανᾶς εἰς τὴν τοῦ προ δότου καρδίαν. ὥσπερ τοίνυν, φησὶν, ἐμὲ δὴ πάντως αὐτὸν καὶ οὐχ ἕτερον ὑποδέξαιτό τις, τὸν παρ' ἐμοῦ ἀπεσταλμένον εἰ λάβοι· οὕτως ὁ τὸν παρὰ Θεοῦ καὶ Πατρὸς ἀποσταλέντα δεξάμενος, αὐτὸν ἂν εἰκότως δέχοιτο τὸν Πατέρα. ἀλλ' ἐν 2.362 τούτοις μὲν αὐτοῦ τοῖς ῥήμασι τὸ διὰ τῆς εὐφημίας δηλού μενον κατίδοι τις ἄν. μετατιθεὶς δὲ τὸ ἐναντίον πρὸς τὴν θεωρίαν, τὴν τοῦ προδότου δυσσέβειαν οὐκ εἰς μόνον ὄψεται διαβαίνουσαν τὸν Υἱὸν, ἀλλὰ καὶ εἰς αὐτὸν τὸν Πατέρα. τρόπος τοιγαροῦν ἀπειλῆς τὸ εἰρημένον ἐστὶν, εὐφημοτέροις δὲ ῥήμασι προκεκομισμένος, παριστάς τε ὥσπερ διὰ τῶν ἀριστερῶν τὸ δηλούμενον. ὅνπερ γὰρ τρόπον τὸν ἀπεσταλ μένον παρὰ Θεοῦ δέξεταί τις τῶν καθ' ἡμᾶς, τοῖς παρ' αὐτοῦ συναινέσας λόγοις, καὶ διὰ τοῦ τηρῆσαι τὸ θεσπισθὲν, τιμήσας τὸν κηρυττόμενον· κατ' αὐτὸν οἶμαι τὸν λόγον ὑποδέξαιτό τις ἂν τὸν Κύριον, καὶ δι' αὐτοῦ τὸν Πατέρα, πιστεύων εἰς Υἱόν. συνειστρέχει γὰρ τῷ γεννήματι τοῦ τεκόντος ἡ δήλωσις. ὁ γὰρ ὅλως Υἱὸν εἶναι πιστεύσας αὐτὸν, ὁμολογήσει δὴ πάντως τὸν φύσαντα. φρικτὸν οὖν ἄρα τοῦ προδότου τὸ κρῖμα, καὶ εἰς αὐτὸν ἐξυβρίσαντος τὸν Θεὸν καὶ Πατέρα διὰ τῆς εἰς τὸν Υἱὸν δυσσεβείας. ἢ γὰρ ἂν παρεδέξατο καὶ τετίμηκε, γνήσιον ὑποθεὶς ὡς Κυρίῳ τὸ φρόνημα, εἰ ἀνενδοιάστῳ τῇ πίστει Θεὸν ὑπάρχειν ἐκ Θεοῦ καθωμολόγησε τὸν Υἱὸν, αἰσχρῶν τε λημμάτων κρείττονα τὴν εἰς αὐτὸν ἀγάπην ὁ δείλαιος ἐποιήσατο, ἀλλ' οὐδ' ἂν οἶμαι προδότης ἁλοὺς, ἄμεινον ἑαυτῷ τὸ μηδόλως γενέσθαι παρεσκεύασεν. Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησε καὶ εἶπεν Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παρα δώσει με. Καὶ τίνι τῶν ὄντων οὐκ ἂν γένοιτο σαφὲς, ὡς οὔτε δια νοίας, οὔτε μὴν λόγων ἡ ἡμετέρα φύσις εὐπορεῖ, δι' ὧν ἂν δύναιτο τυχὸν ἀνεγκλήτως τε καὶ ἀδιαπτώτως εἰπεῖν τὰ τῆς θείας τε καὶ ἀῤῥήτου φύσεως ἴδια; διὰ τοῦτο τοῖς καθ' ἑαυτὴν ὑπηρετεῖται λόγοις πρὸς μετρίαν ἐξήγησιν τῶν ὑπὲρ 2.363 νοῦν. πῶς γὰρ ἄν τι καὶ φράσαι σαφῶς, ὃ καὶ αὐτὴν ἡμῶν ὑπερανίσχει τὴν ἔννοιαν; δεῖ τοιγαροῦν ἡμᾶς, καθάπερ τινὰ τύπον τῶν νοημάτων τὴν τῶν ἀνθρωπίνων ῥημάτων παχύ τητα δεχομένους, ἐπ' αὐτὰ πειρᾶσθαι βαδίζειν, κατά γε τὸν ἐγχωροῦντα τρόπον, τὰ τῆς θεότητος ἴδια. δεινὸν τοιγαροῦν εἰς ἐλέγχους τὸ θεῖον, καὶ ἀκράτῳ μισοπονηρίᾳ κινούμενον, καθ' ὧν ἂν τοῦτο γενέσθαι πρέποι ψήφῳ τῇ παρ' αὐτοῦ, εἰ καὶ ὑπὲρ λόγον ἀνεξικακεῖ. ὅταν οὖν ἡ θεία γραφὴ καταση μῆναι βούληται τὸ κατὰ τῶν δυσσεβούντων οἱονεὶ κίνημα, πάλιν ἐκ τῶν καθ' ἡμᾶς λαμβάνουσα, καὶ τοῖς ἀνθρωπίνοις ἀποχρησαμένη ῥήμασιν, ὀργὴν ὀνομάζει καὶ θυμὸν, καίτοι τῆς θείας οὐσίας καὶ καθ' ὁμοιότητα τὴν ἡμῶν τῶν τοιούτων παθῶν ὑπομενούσης οὐδὲν, κινουμένης δὲ μόνον εἰς ἀγανά κτησιν, ὡς οἶδέ τε καὶ πέφυκεν αὐτή· παντελῶς γὰρ ἀπόῤ ῥητα τὰ περὶ Θεοῦ· ἀπὸ δὲ τῶν ἡμετέρων ἐθῶν, καθάπερ ἀρτίως εἰρήκαμεν, τὰ ὑπὲρ ἡμᾶς καταγράφειν ἔθος τῇ θείᾳ γραφῇ. τεταράχθαι τοιγαροῦν κἀνθάδε φησὶν ὁ θεσπέσιος Εὐαγγελιστὴς τὸν Χριστὸν τῷ πνεύματι, τὸ μισόκακον τοῦ Πνεύματος κίνημα ταραχὴν ὀνομάσας· οὐ γὰρ ἦν, ὡς ἔοικεν, ἑτέρως εἰπεῖν. εἰκὸς δὲ δήπου καὶ τὴν τῆς θεότητος κίνησιν οὐκ ἐνεγκοῦσαν τὴν σάρκα, βραχύ τι καὶ ὑποφρίξαι καὶ θορύβου σχῆμα παθεῖν, καὶ σημεῖον ὀργῆς ἐπιδεῖξαι, κα θάπερ οὖν ἀμέλει καὶ ἐπὶ Λαζάρῳ γέγραπται, ὅτι "ἐμβριμώ "μενος ἑαυτῷ ὁ Ἰησοῦς εἰς τὸ μνημεῖον" ἐνεβάδιζεν. ὅνπερ γὰρ τρόπον ἐν ἐκείνοις τὴν κατὰ τοῦ θανάτου δριμεῖαν ἀπειλὴν ἐμβρίμησιν ἔφη, οὕτω κἀνθάδε τὸ κατὰ τοῦ δυσσε βοῦς προδότου κίνημα τῷ τῆς ταραχῆς ὀνόματι κατεσή μαινεν. ἐταράχθη δὲ εἰκότως, ἐπὶ ταῖς Ἰούδα δυστροπίαις ἀγανακτῶν. τί γὰρ ἂν γένοιτο τῆς ἐκείνου δυσσεβείας τὸ ἐπέκεινα, ὅς γε τοῖς ἄλλοις ἐν ἴσῳ μαθηταῖς τετιμημένος τε ὑπερφυῶς, καὶ ἐν τοῖς ἀπολέκτοις κατατεταγμένος, ὀλίγῳ 2.364 ἀργυρίῳ παντελῶς τὴν εἰς Χριστὸν ἀγάπην ἠλλάξατο, καὶ ἐσθίων τὸν ἄρτον αὐτοῦ τὴν πτέρναν ἐπῆρεν, οὐ τιμὴν, οὐ δόξαν, οὐ τῆς ἀγάπης τὸν νόμον, οὐ τὸ χρεωστούμενον ὡς Θεῷ σέβας, οὐχ ἕτερόν τι τῶν εἰς αὐτὸν γενομένων ὑπολογι σάμενος, εἰς μόνα δὲ βλέπων τὰ περὶ τῶν Ἰουδαίων μυσαρὰ δηνάρια, καὶ ὀλίγων ἀργυρίων κομιδῆ τὴν ἑαυτοῦ πωλήσας ψυχὴν, καὶ τὸ ἀθῷόν τε καὶ δίκαιον αἷμα ταῖς τῶν μιαι φονώντων χερσὶν ἐγχειρισάμενος. εὐλογωτάτη τοιγαροῦν ἡ τοῦ τεταράχθαι πρόφασις. ἐπακολουθεῖ δὲ δριμὺς ὁ ἔλεγχος, οὕτω μὲν εἰς πρόσωπον ἰδικῶς τὸ ἑνὸς τῶν δώδεκα, περιι στὰς γεμὴν εἰς μόνους αὐτοὺς τὸ οὕτω φρικωδέστατον κατη γόρημα, καὶ μονονουχὶ παρεγγυώμενος τῶν ἀκροωμένων ἑκάστῳ τὴν ἰδίαν φυλάξαι ψυχὴν, μὴ ἄρα πως ἐκ ῥᾳθυμίας τοῖς οὕτω δεινοῖς ἁλώσηται βρόχοις, καὶ τῆς τοῦ διαβόλου πικρίας γλυκὺ γένοιτο θήραμα. ἐπωφελὴς οὖν ἄρα τῶν ἐλέγχων ἡ δύναμις, ἣν παρ' οὐδὲν ποιησάμενος τοῦ προ δόντος ὁ νοῦς, τῶν οἰκείων εἴχετο σπουδασμάτων. ἐμφαντι κώτατα τοίνυν ὁ Χριστὸς τό Εἷς ἐξ ὑμῶν παραδώσει μέ φησιν. ἢ γὰρ τῆς τοῦ τολμῶντος ἀχαριστίας διὰ τούτου κατηγορεῖ, ἢ τῆς τοῦ διαβόλου κακίας δεικνύει τὸ μέγεθος, ὡς τοσοῦτον δυνηθείσης, ὡς καὶ αὐτῶν ἕνα τῶν ἀποστόλων ἁρπάσαι. Ἔβλεπον οὖν εἰς ἀλλήλους οἱ μαθηταὶ διαπορούμενοι περὶ τίνος λέγει. Ἔκπληξίς τε ὁμοῦ καὶ δέος εἰστρέχει τοὺς μαθητὰς, καὶ ἀλλήλοις ἐνορῶσι, διπλοῦν ἐκ τῶν εἰρημένων ὠδίνοντες θόρυβον. ἕκαστος μὲν γὰρ κατὰ τὸ εἰκὸς τῆς ἰδίας ὑπερ τρέχων ψυχῆς, οὐκ ἐν ὀλίγῳ γέγονε δείματι, ἀλλὰ καὶ τῆς εἰς τὸ κοινὸν ὁρώσης ὑπολήψεως χάριν, οὐκ ἐλάττονα τῆς ἑτέρας τὴν ἀγωνίαν ἐδέχοντο. ὅτι μὲν γὰρ ἀληθὲς ἔσται πάντως τὸ εἰρημένον πιστεύουσιν. ἴσασι γὰρ ὡς οὐκ ἂν 2.365 διαπέσοι κενὸς τοῦ Σωτῆρος ὁ λόγος, τό τε γεμὴν εἰς τοῦτο δυσσεβείας κατωλισθηκέναι τῶν ἐν μαθηταῖς ἀπηριθμη μένων τινὰ, δεινὸν καὶ ἀφόρητον εἶναι λογιζόμενοι, τὸ μὲν ἴδιον ἑκάστου συνειδὸς ἀνακρίνουσι, καὶ περιαθροῦσι δεινῶς ἐπὶ τίνα τῆς ἀπωλείας ὁ κλῆρος πεσεῖται, καὶ πόθεν, ἢ πῶς ἰσχύσει τοσοῦτον ὁ σατανᾶς, ὡς καὶ αὐτῶν ἐκκλέψαι τῶν γνησίων τινά. Ἦν ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς· νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει. ἀναπεσὼν δὲ ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ Κύριε, τίς ἐστιν; ἀποκρίνεται οὖν ὁ Ἰησοῦς Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψας τὸ ψωμίον δώσω αὐτῷ. Θαυμάσαιμεν ἂν εἰκότως καὶ ἐν τούτῳ δὴ πάλιν τῶν ἁγίων μαθητῶν τὸ γοργὸν εἰς φιλοθεΐαν, καὶ τὸ λίαν ἀκριβὲς εἰς εὐλάβειαν· οὐ γὰρ ἔχοντες ἐξ ἑαυτῶν εἰδέναι ὑπαίτιόν τινα, ἀλλ' οὐδὲ ταῖς ἐκ στοχασμῶν ἀπάταις ἐπι θαρσήσαντες, φιλοπευστοῦσι πάλιν, καὶ μανθάνειν ἐπεί γονται δι' ἑνὸς τοῦ προὔχοντος, Πέτρος δὲ οὗτός ἐστιν, ὃς προσεκόμισε μὲν οὐδαμῶς δι' ἑαυτοῦ τὴν πεῦσιν, τῷ δὲ πλησίον καὶ ἀγαπωμένῳ διὰ τὸ τῆς ἁγνείας λαμπρότερον τὸ διερωτᾶν ἐφίησιν· Ἰωάννης δὲ οὗτός ἐστιν ὁ τοῦ προκει μένου βιβλίου συγγραφεὺς, ὃς, ἐπείπερ ἠγαπῆσθαί φησιν ἑαυτὸν, τὸ οἰκεῖον κατέκρυψεν ὄνομα, σιγῇ παραδοὺς, ἵνα μή τῳ δόξαι φιλοκομπεῖν. ἐλεύθερος γὰρ φιλοδοξίας τῶν ἁγίων ὁ νοῦς. ἠρέμα τοίνυν τῷ διδασκάλῳ προσκε κλιμένος, διαψιθυρίζει λάθρα, καὶ μανθάνειν ἀξιοῖ τὸν τῆς ἀπωλείας υἱόν· ἀλλ' οὐχ ἕτερόν τι σημεῖον αὐτῷ δίδωσιν ὁ Σωτὴρ τοῦ πράγματος, ἢ τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς 2.366 καὶ πάλαι προκεκηρυγμένον "Ὁ ἐσθίων ἄρτους μου, ἐμεγά "λυνεν ἐπ' ἐμὲ πτερνισμόν." βάψας γὰρ ἐπιδίδωσι τὸ ψωμίον, δεικνὺς διὰ τούτου τὸν ἐσθίοντα τὸν ἄρτον αὐτοῦ· καὶ τὸν μὲν τῶν ἁγίων μαθητῶν ἐξίστησι φόβον, ἄγει δέ πως αὐτοὺς εἰς ἀνάμνησιν προφητείας ἑτέρας διαγορευούσης ὡδί "Σὺ δὲ ὦ ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ "μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ "τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ." ἰσόψυχος μὲν γὰρ γνωστός τε καὶ ὁμοτράπεζος, καὶ τί γὰρ οὐχὶ τῶν τελούντων εἰς γνησιότητα γέγονέ ποτε τῷ Σωτῆρι καὶ αὐτὸς ὁ προ δότης, ἅτε δὴ τοῖς ἑτέροις ἐγκατειλεγμένος ἁγίοις μαθηταῖς, οἳ τὸν αὐτὸν ἔχοντες τῷ Σωτῆρι σκοπὸν, καὶ τὴν τῶν Ἰου δαίων συμπεριθέοντες χώραν, ὑπηρέται γοργοὶ τῶν θαυμάτων ἐγίνοντο, καὶ πάντα πράττειν ἠπείγοντο τὰ εἰς τιμὴν καὶ δόξαν αὐτοῦ· ἀλλ' ὁ γνωστὸς καὶ ἰσόψυχος, αἰσχρῶν λημ μάτων ἠλλάξατο τὴν τοῦ τιμήσαντος χάριν. Ἐπιτήρει δὲ πάλιν, ὅπως ἡμᾶς παραθήγει καλῶς ὁ σοφώτατος Εὐαγγελιστὴς εἰς τὸ βιοῦν ἐθέλειν ὅτι μάλιστα λογικώτατα, καὶ τῆς διανοίας ἐπασκεῖν τὴν ὀξύτητα πρὸς τὸ δύνασθαι καὶ λίαν εὐπετῶς τῶν θείων καθικνεῖσθαι θεωρη μάτων, καὶ τῆς θεοπτίας ἐξακριβοῦν ὅσον ἔνι τοὺς λόγους ἐπείγεσθαι. τὰ διαπρεπῆ τετιμῆσθαι καὶ ἠγαπῆσθαί φησιν ἑαυτὸν παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ὡς καὶ ἀνακεῖσθαι πλησίον, καὶ αὐτῷ τῷ κόλπῳ τῷ δεσποτικῷ, δεῖγμα τῆς εἰς αὐτὸν ὑπερφυοῦς ἀγαπήσεως τὸ πρᾶγμα ποιούμενος. πλη σίον οὖν ἄρα Θεοῦ καὶ ἐν πρώτοις ὥσπερ ἔσονται τόποις τοῖς παρ' αὐτῷ μάλιστα δὴ πάντων οἱ τὴν καρδίαν ἔχοντες καθαρὰν, οἷς καὶ ἐξαίρετον ἀπονέμει γέρας καὶ αὐτὸς ὁ Σωτὴρ, μακαρίους ἔσεσθαι λέγων τοὺς καθαροὺς "τῇ "καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται." καὶ παροίσομεν εἰς ἀπόδειξιν τοῦ ἀληθῶς εἰρῆσθαι τὸν λόγον, αὐτὸν δὴ τουτονὶ τὸν σοφώτατον Εὐαγγελιστήν. τεθέαται γὰρ τὴν δόξαν 2.367 Χριστοῦ, κατὰ τὴν αὐτοῦ φωνήν "Τεθέαμαι γὰρ τὴν δόξαν "αὐτοῦ, φησὶ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης "χάριτος καὶ ἀληθείας." οὐ γὰρ δὴ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ἐπαθρήσαι τις ἂν τὴν ὅλῃ κτίσει παντελῶς ἀθέατον φύσιν. οὐ γὰρ "ἑώρακέ τις τὸν Πατέρα," κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, "εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ·" τουτέστιν ὁ Υἱός· "οὗτος ἑώρακε τὸν Πατέρα." τοῖς γεμὴν κηλῖδος τῆς κοσμικῆς καὶ φροντίδος εἰκαίας, τῆς ἐν τῷδε τῷ βίῳ φημὶ, τὸν νοῦν ἔχουσιν ἀπηλλαγμένον, διὰ λεπτῆς ἄρα καὶ τάχα τῆς ὑπὲρ νοῦν θεωρίας τὴν οἰκείαν δόξαν ἀποκαλύπτει Χριστὸς, δεικνὺς ἐν αὐτῇ καὶ τὴν τοῦ Πατρός. διὰ γὰρ τοῦτο ἔφασκεν "Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα." Βάψας οὖν τὸ ψωμίον δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτῃ, καὶ μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς ἐκεῖνον ὁ σατανᾶς. Ἐναργέστατον μὲν τοῖς ἑαυτοῦ μαθηταῖς τὸ τοῦ προ διδόντος σημεῖον ἔδειξεν ὁ Σωτήρ. βάψας γὰρ ἐπιδέδωκε τὸ ψωμίον, τὸν ἐσθίοντα τὸν ἄρτον αὐτοῦ διὰ τούτου καθι στὰς ἐμφανῆ, καὶ τὸν ἐπαίρειν μέλλοντα τὴν πτέρναν αὐτοῦ. τὸν γεμὴν τῆς εἰς Χριστὸν δυσσεβείας τε καὶ μιαιφονίας ἡγεμόνα καὶ πρύτανιν, καὶ τῶν ὅλων κατασκευαστὴν εἰσ πεπηδηκέναι φησὶν ὁ σοφώτατος Εὐαγγελιστὴς εἰς τὴν τοῦ προδότου καρδίαν, καὶ ὅλον ἐν αὐτῷ γενέσθαι τὸν σατανᾶν μετὰ τὴν ἐπίδοσιν τοῦ ψωμίου. καὶ μήτις οἰέσθω πάλιν, τοῦ δεδέχθαι τὸν σατανᾶν τὸ ψωμίον τῷ προδότῃ γενέσθαι παραίτιον. οὐ γὰρ εἰς τοσοῦτον ἀποπληξίας ἥξομεν μέτρον, ἀλλ' οὐδὲ τῆς καθηκούσης ἔρημοι γεγονότες φρενὸς, εἰσόδου πρόφασιν δεδόσθαι τῷ πονηρῷ τὴν εὐλογίαν ὑπονοήσομεν, ἐκεῖνο δὲ μᾶλλον ἐροῦμεν οὐκ ἔξω τῆς ἀληθείας τὸν ἐπ' αὐτῷ καθιστάντες λόγον Ἐπειδὴ γὰρ ἁπάσης ἀγάπης εἰς 2.368 αὐτὸν τετελεσμένης, καὶ οὐδενὸς τὸ παράπαν ἐλλείψαντος τῶν τελούντων εἰς τιμὴν καὶ διάθεσιν, τῶν αὐτῶν εἴχετο σπουδασμάτων, οὐ ταῖς μεταγνώσεσι τὸ κακῶς δόξαν ἐπαν ορθούμενος, οὐ μεθίσταται τὴν καρδίαν ἐκ τῆς ἀθέσμου βουλῆς, οὐ δακρυῤῥοήσας ὅλως ἐφ' οἷς καὶ μόνον ἐνθυμη θῆναι τετόλμηκεν, ἀλλ' ἔτι χειρόνως διψήσας τῆς δυσσε βείας τὸ πέρας, διὰ τολμημάτων ἡττῆσθαι κακῶν, εἰσῆλθε λοιπὸν ὁ σατανᾶς, καθάπερ τινὰ πύλην τῆς τοῦ φυλάτ τοντος ἐρήμην νήψεως ἀναπετασθεῖσαν αὐτοῦ τὴν καρδίαν εὑρὼν, καὶ ἀθύρωτον ὄντα θεωρήσας τὸν νοῦν, θερμόν τε ἤδη πρὸς τὸ βούλεσθαι δρᾶν ἅπερ ἂν ἐθέλῃ καὶ δια σκέψηται. Τετριμμένον δὲ ὥσπερ τοῦτο τῷ πονηρῷ, διὰ πάσης ὥσπερ ἰόντες τῆς θεοπνεύστου γραφῆς εὑρήσομεν. πρόσεισι μὲν γὰρ ἐν ἀρχαῖς τὴν τῶν σεβομένων τὸν Θεὸν δοκιμάζων καρδίαν, καὶ πονηροὺς ἐν πρώτοις κατασπείρει λογισμοὺς, καὶ ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς πρὸς πᾶν εἶδος ἡμᾶς ἐρεθίζει πταισμάτων· μάλιστα δὲ πρὸς ἐκεῖνο πίπτει βαρὺς, πρὸς ὅπερ ἂν βλέπῃ προπεπονθότας ἤδη καὶ προηττωμένους. συνεργάτην γὰρ ὥσπερ ταῖς ἑαυτοῦ δυστροπίαις ἀεί πως δέχεται τὴν ἡμετέραν ἀσθένειαν, καὶ τὸ προαδικῆσαν πάθος τὸν ἡμέτερον νοῦν· οἷον φέρε εἰπεῖν, παρενοχλεῖ μὲν τῷ δεῖνι τυχὸν καὶ θερμὴν ἐπάγει τὴν αἴσθησιν τὸ τῆς σαρ κικῆς ἡδονῆς βδελυρώτατον κίνημα· ἑτέρῳ δὲ τὸ κερδῶν ἡττᾶσθαι κακῶν, καὶ ἀνοσίων χρημάτων πορισμὸν ἄριστον εἶναι δοκεῖ πως καὶ τοῦτο τετίμηται. ὅταν οὖν προσίῃ μαχό μενος, σύνοπλον ποιεῖται τὸ προκρατῆσαν ἐν ἡμῖν καὶ προ πολεμῆσαν πάθος, καὶ δι' ἐκείνου πάντως ἡμῖν τὸν τῆς ἀπωλείας μηχανᾶται τρόπον. ὥσπερ γὰρ εἴ τις τῶν ἄριστα πολεμαρχεῖν εἰωθότων, πόλιν τινὰ κύκλῳ περισχὼν, καὶ διὰ πάσης μηχανῆς εἰσελθεῖν ἐπειγόμενος ἐπὶ τὰ τοῦ τείχους 2.369 ἠσθενηκότα μέρη, προσκομίζεσθαι κελεύει τὰς ἑλεπόλεις, εὐκαίρως αἱρήσειν ἐντεῦθεν εἰδώς· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον ὁ σατανᾶς, ὅτε τὴν ἀνθρώπου ψυχὴν ἐκπολιορκῆσαι βούλεται, πρὸς τὸ ἀτονῆσαν μέρος ἐν αὐτῇ χωρεῖ, καταστρέ ψειν οὕτως εὐκόλως οἰόμενος, ὅταν ἴδῃ μάλιστα μηδεμίαν ἐπιδεχομένην τὴν ὄνησιν, δι' ὧν ἦν εἰκὸς ἀδικεῖσθαι τὸ πάθος, οἷον εἰσηγήσεις ἀγαθὰς, τοὺς ἐπ' ἀνδρείᾳ παροξυσμοὺς, τὰς εἰς εὐσέβειαν ὑπομνήσεις, καὶ τὴν μυστικὴν εὐλογίαν. κα ταργεῖ γὰρ μάλιστα δὴ τοῦτο τοῦ διαβόλου τὸν ἀνδρο κτόνον ἰόν. Οὐκοῦν ὁ προδότης οὐκ ἐλέγχους ἐδυσωπήθη τοὺς ἔτι λεληθότως καὶ ἐν παραβύστῳ προκεκομισμένους, ἀλλ' οὐδὲ τὴν ἄμαχον τῆς ἀγάπης ἰσχὺν, οὐ τιμὴν καὶ δόξαν καὶ χάριν, οὐ τὴν εὐλογίαν τὴν παρὰ Χριστοῦ· ἀπερισκέπτως δὲ ὥσπερ καὶ ἀπερικλάστῳ τόνῳ πρὸς ἐκεῖνο καὶ μόνον ὁρῶν, εἰς ὅπερ ἤδη προήττητο, τῆς φιλοκερδείας νόσημά φημι, λοιπὸν ὁλοκλήρως ἥλω τε καὶ πέπτωκεν. οὐ γὰρ ἔτι σύμβουλον ἔχει τὸν σατανᾶν, ἀλλ' ὅλης ἤδη τῆς καρδίας δεσπότην καὶ κατεξουσιαστὴν ποιεῖται τῆς ἑαυτοῦ διάνοιας, τὸν ἐν ἀρχαῖς ψιθυρίζοντα. εἰσῆλθε γὰρ εἰς αὐτὸν, κατὰ τὴν τοῦ εὐαγγελίου φωνήν. Φυλακτέον οὖν ἄρα, καὶ παντὶ σθένει παραιτητέον τὰς ἐκ τῶν προπαθειῶν ζημίας· χρῆναι δὲ δεῖν διαμεμνῆσθαι τοῦ λέγοντος "Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, "τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας "μεγάλας." ἀνάγκη μὲν γὰρ ἀνακτίζεσθαί πως ἐν δυνάμει λογισμῶν ταῖς ἡμετέραις καρδίαις τὸ τοῦ ἐξουσιάζοντος πνεῦμα. εἰ γὰρ ἐν ἡμῖν τὸ δύνασθαι διακωλύειν, τοῦτό γε πλὴν ἐν ἡμῖν, τὸ κολάζειν παραχρῆμα τὸ ἀνελθὸν, καὶ μὴ ἐπιτρέπειν ῥιζοῦσθαι ταῖς ἐκ ῥᾳθυμίας ἐνδόσεσιν, ἀλλ' ὥσπερ τινὰ πικρίας ἀρχὴν ἀποτέμνειν ἐπείγεσθαι, καὶ 2.370 ἀπαρενόχλητον ἰέναι θελῆσαι τὸν νοῦν· ἤγουν εἰδέναι σαφῶς, ὅτι νικήσει κατὰ βραχὺ κολακεύων ὁ σατανᾶς, καὶ πάθοιμεν ἂν τοιοῦτον, ὁποῖον ὁ ψάλλων φησί "Πρὸ τοῦ με ταπεινω "θῆναι ἐγὼ ἐπλημμέλησα." πρὸ γὰρ τοῦ παθεῖν τελείως τὴν ἁμαρτίαν, προπλημμελοῦμεν ἡμεῖς τῇ συναινέσει τῶν λογισμῶν, τιμῶντές τε αὐτὴν καὶ καταδεχόμενοι καὶ τόπον εἰσόδου διδόντες διὰ τούτου τῷ σατανᾷ. ἔσται δὲ τύπος καὶ εἰκὼν τοῦ πράγματος τοῦ προδότου τὸ πάθος. Λέγει αὐτῷ ὁ Ἰησοῦς Ὃ ποιεῖς ποίησον τάχιον. τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ. Ἀπᾷδον μὲν ἴσως καὶ οὐ σφόδρα συμβαῖνον τοῖς ἤδη προειρημένοις δόξειεν ἂν εἶναί τῳ τυχὸν τὸ προκείμενον. ἀνθ' ὅτου γὰρ δὴ, φήσειεν ἂν καὶ οὐκ ἀπὸ σκοποῦ, διε λέγχων, κεκρυμμένως δὲ καὶ οὐκ ἐναργῶς ἀποτρέπων ὁ Κύριος τῆς εἰς αὐτὸν μιαιφονίας τὸν προδιδόναι σπουδά ζοντα, νῦν πρὸς αὐτὴν παραθήγων ὁρᾶται, ἀμελλητὶ δὲ βαδίζειν πρὸς τὸ οὕτω μυσαρόν τε καὶ ἀνόσιον διακελεύεται σπούδασμα; καίτοι τί μᾶλλον τὸν οἴκοθεν ἔδει νοσοῦντα παροτρῦναι, φησὶ, πρὸς τοῦτο καὶ τεθηγμένον ἐξ ἑαυτοῦ, καὶ οὐχὶ μᾶλλον ἀνασειράζειν ταῖς νουθεσίαις ἐπὶ τὸ ἄμεινον, καὶ τῆς προτεθείσης αὐτὸν ἀνακόψαι βουλῆς; καὶ δοίη μὲν ἄν τις σφόδρα τοῦ πρέποντος διαμαρτεῖν λογισμοῦ τὴν ἐπὶ τούτῳ καταβοὴν, ὀξυωπέστερον γεμὴν τοῖς ἐν τῷ προκειμένῳ θεωρήματι ἐνείρας τὸν νοῦν, ἀτόπως μὲν οὐδὲν εἰρημένον εὑρήσει, δριμεῖαν δὲ μᾶλλον αὐτοῖς ἐνυπάρχουσαν σύνεσιν, ἣν καὶ ὅπως ἂν δύνωμαι διὰ βραχέων εἰπεῖν πειράσομαι. Προνοητικώτατα τοίνυν ἐν τοῖς προλαβοῦσιν ὁ σοφὸς Εὐαγγελιστὴς προεισπηδῆσαι καὶ εἰσελθεῖν εἰς τὴν τοῦ προδότου καρδίαν αὐτὸν ἔφη τὸν σατανᾶν, ἵνα φαίνηται 2.371 λοιπὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς αὐτῷ μᾶλλον, ἤπερ ὄντως τε καὶ ἀληθῶς τῷ παρ' αὐτοῦ δι' ἀπροσεξίαν κεκρατημένῳ Ὃ ποιεῖς ποίησον τάχιον. ὅμοιον γὰρ, ὡς εἰ λέγοι σαφῶς Τὸ σὸν ἔργον ὅπερ οἶσθα μόνον, καὶ δρᾶν ἀεί σοι φίλον, ὦ σατανᾶ, ποίησον τάχιον· ἀπέκτεινας τοὺς προφήτας· ἐστρατήγεις γὰρ εἰς ἀσέβειαν Ἰουδαίοις· καὶ τότε καταλευσθῆναι παρασκευάσας τοὺς τὸν σωτήριον τοῦ Ἰσραὴλ πρεσβεύοντας λόγον, οὐδενὸς ἐφείσω τῶν ἀπεσταλ μένων παρὰ Θεοῦ· πᾶσαν εἰς αὐτοὺς ἐπεδείξω τὴν ὑπὲρ λόγον ὠμότητα καὶ μανίας ὑπερβολήν. ἥκω τοιγαροῦν μετ' ἐκείνους ἐγὼ, τοῖς μὲν ἔτι πλανωμένοις τὸ μηκέτι πλανᾶσθαι διδοὺς, τοῖς ἐν σκότει κατορθῶν τὸ ἐν φωτὶ γενέσθαι τῷ θείῳ, τοῖς εἰς τὴν σὴν παγίδα κατολισθήσασι καὶ θήραμα τῆς σῆς γενομένοις ὠμότητος, τὸ ἔξω βρόχων γενέσθαι δωρούμενος. ἥκω τῆς διὰ σὲ τυραννούσης ἁμαρτίας κατα λύσων τὸ κράτος, καὶ τίς ὁ φύσει Θεὸς ἐπιδείξων ἀνθρώπῳ παντί· ἀλλ' οἶδα λοιπὸν οὐ μετρίως τὴν σὴν ἀτίθασον φρένα. ὅπερ οὖν ἔθος σοι τολμᾶν ἐπὶ τοῖς τὰ τοιαῦτα κατορθοῦν ἐθέλουσι, πράττε καὶ νῦν. ἀνιάσεις γὰρ οὐδαμῶς ἐπιπίπτων ὀξὺς, καὶ σφόδρα δριμὺς ἐγκείμενος, ὅσον ἂν ἔσται τὸ πάθος δι' ἐμοῦ βαδίσαν ἐν ἀρχῇ. Καὶ ταυτὶ μὲν ἔγωγε τοῦ Σωτῆρος τὰ ῥήματα τὴν τοῦ προκειμένου δύναμιν ὑπαινίττεσθαί πως ὑπολαμβάνω· ἐπι ταχύνεσθαι δὲ διὰ τί προστάττει τὰ τολμήματα, φέρε δὴ πάλιν διασκεπτώμεθα. καίτοι πάνδεινον μὲν τὸ τῶν ἀνοσίων εὑρίσκεται θράσος, ἐμπαροινεῖν ἀκαθέκτως ἑλομένων αὐτῷ· προσδοκᾶν γὰρ ἦν αἰκίσματα, καὶ δυσφημιῶν ὄχλον οὐ φορητὸν, πληγὰς καὶ ἐμπτύσματα, καὶ τὸ τελευταῖον ἐλεεινὸν τὸν ἐπὶ ξύλῳ θάνατον, ἥλους καὶ σταυρὸν, ὄξος καὶ χολὴν καὶ τὰ ἐκ λόγχης τραύματα· τί τοιγαροῦν ἐπισπεύδει, φησὶ, 2.372 καὶ ἀμελλητὶ δρᾶσθαι βούλεται παρὰ τοῦ διαβόλου τὰ ἐπὶ τῷ πάθει τολμήματα; καὶ γὰρ ὑπηρέται γεγόνασιν Ἰουδαῖοι καὶ ὑπουργοὶ τῶν κακῶν, ἀλλ' ἐκείνῳ τὸ πᾶν ἐπιθήσομεν στρατηγοῦντι πρὸς μιαιφονίαν, καὶ ἀπ' ἀρχῶν ἐξάρχοντι τῶν κακῶν· ἀλλ' εἰ καὶ σφόδρα δεινὰ τὰ εἰς Χριστὸν τῶν ἀνοσίων Ἰουδαίων τολμήματα, καὶ ἀφόρητος τῶν σταυρω σάντων ἡ ὕβρις, ἀλλ' ᾔδει τοῦ πάθους τὸ πέρας, καὶ τί τὸ ἐντεῦθεν ἀποβησόμενον. ἔμελλε γὰρ διὰ τοῦ τιμίου σταυροῦ πεσεῖσθαι μὲν εἰς τὸ παντελὲς ἡ τοῦ διαβόλου τυραννὶς, καταργεῖσθαι καὶ θάνατος, καὶ τὸ τῆς φθορᾶς ἀφανίζεσθαι κράτος, ἀπολύεσθαί τε τῆς ἀρχαίας ἐκείνης ἀρᾶς τὸ ἀνθρώ πινον γένος, ἀργήσειν προσεδοκᾶτο λοιπὸν ἐκ φιλανθρωπίας καὶ χάριτος τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τό "Γῆ εἶ καὶ εἰς "γῆν ἀπελεύσῃ·" ἔμελλεν "ἀνομία πᾶσα," κατὰ τὴν τοῦ προφήτου φωνὴν, "ἐμφράξειν τὸ στόμα αὐτῆς," καὶ κατη γορεῖν μὲν οὐκέτι τῶν ὑπ' αὐτὴν γεγονότων, ἀφανίζεσθαι δὲ παντελῶς ἔμελλον οἱ κατὰ πᾶσαν τὴν οἰκουμένην τὸν ἀλη θῶς φύσει καὶ μόνον οὐκ εἰδότες Θεὸν, οἳ τῇ εἰς Χριστὸν δεδικαίωνται πίστει, ἀνοιχθήσεσθαι λοιπὸν ἡ τοῦ παρα δείσου προσεδοκᾶτο πύλη· ἔμελλε τοῖς ἀνωτάτω τὰ κάτω συνάπτεσθαι, καὶ ἀνοίγεσθαι μὲν οὐρανοὺς, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· τὰ δὲ τῶν ἁγίων ἀγγέλων τάγματα ἀνα βαίνειν καὶ καταβαίνειν ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. εἶτα τοσούτων εἰπέ μοι προσδοκωμένων ἀγαθῶν, καὶ λαμπρᾶς οὕτως ἐλπίδος ἀνατικτομένης ἡμῖν διὰ τοῦ σωτηρίου σταυ ροῦ· πῶς οὐκ ἔδει τὸν τὴν ἡμετέραν διψήσαντα σωτηρίαν, διά τε τοῦτο καθ' ἡμᾶς γεγονότα χωρὶς ἁμαρτίας, τὸν οὕτω τριπόθητον ἐπείγεσθαι βλέπειν ἤδη παρόντα καιρόν; πῶς δὲ οὐκ ἐχρῆν τὸν οὐδὲν εἰδότα κακὸν καταφρονῆσαι μὲν τῶν ἐκ διαβολικῆς κακουργίας ἐσκευασμένων, ἐπείγεσθαι 2.373 δὲ μᾶλλον ἐλθεῖν εἰς τὸν τριπόθητον καιρὸν τῆς οὕτω λαμπρᾶς ἑορτῆς; Οὐκ εἰδότι τοιγαροῦν τῷ σατανᾷ, ὅτι τῆς ἑαυτοῦ κατα στρατεύεται κεφαλῆς, ἀγνοήσαντί τε παντελῶς, ὅτι κατὰ κρημνοῦ τρέχει, τὸν ἐπὶ τοῦ σταυροῦ διαπήξας θάνατον, ἔφασκεν ὁ Σωτήρ Ὃ ποιεῖς ποίησον τάχιον· ἀπειλοῦντος γὰρ μᾶλλον ἢ προτρέποντος ὁ λόγος ἐστίν. ὥσπερ γὰρ νεανίας πρὸ ἥβης καὶ καλὸς καὶ σφριγῶσαν ἔχων ἐν τῷ σώματι δύναμιν, ὁρᾷ μὲν ἐφ' ἑαυτῷ δρομαῖον ἰόντα τινὰ, ὀξεῖ δὲ πελέκει τὴν δεξιὰν ἐναρμόσας, καὶ εἰδὼς ὅτι τεθνήξεται πάντως ἐλθὼν, ἀναφθέγγοιτο τυχόν Ὃ ποιεῖς ποίει τάχιον· ὄψει γὰρ τῆς ἐμῆς δεξιᾶς τὴν δύναμιν· καὶ οὐ δήπου τεθνάναι σπουδάζοντος ἐρεῖ τις τὸ ῥῆμα, προειδότος δὲ μᾶλλον ὅτι νικήσει καὶ περιέσται τοῦ κακοῦν ἐθέλοντος αὐτόν· οὕτως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὀξυτέρῳ τρόπον τινὰ κεχρῆσθαι κελεύει δρόμῳ τὸν σατανᾶν εἰς τὰ ἐπ' αὐτῷ τολμήματα. δείξει γὰρ ἤδη πεσόντα γελᾶσθαι τὸν ἀλιτήριον, ἐλευθέραν τε τὴν οἰκουμένην ἰδεῖν τοῦ πάλαι κρατήσαντος ἐκ πλεονεξίας καὶ νενικηκότος, ὡς ἐξ ἀπάτης, ὡς καὶ τῆς εἰς Θεὸν ἀποστῆσαι πίστεως. ἀγνοοῦσι γεμὴν οἱ μαθηταὶ τοῦ λόγου τὴν δύναμιν, οἰκονομικῶς, ὡς εἰκὸς, οὐκ ἀποκαλύψαντος αὐτοῖς τοῦ Χριστοῦ, ἐπεὶ καὶ ἐν ἑτέροις φαίνεται προδιδάσκων μὲν, ὅτι παραδοθήσεται εἰς χεῖρας ἁμαρτωλῶν, καὶ ὅτι σταυρωθήσεται, καὶ ἀποκτανθήσεται, καὶ ἀναστήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ· παρεγγυώμενος δὲ μηδενὶ τὸ παράπαν τοιαῦτα λαλεῖν. σκοπὸς γὰρ ἦν αὐτῷ λαθεῖν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, τίς ἀληθῶς κατὰ φύσιν ἐστὶν, ἵνα καὶ ἐλθὼν σταυρωθῇ, καὶ σταυρωθεὶς ἀνέλῃ τὸν θάνατον, καὶ τοῖς εἰς αὐτὸν πιστεύουσι κατορ θώσῃ τὴν σωτηρίαν. κατακρύπτει τοιγαροῦν οἰκονομικῶς τὰ πλεῖστα τῶν λεγομένων· πάντα γὰρ οἶδεν ὡς Θεὸς τὰ συμφέροντα. 2.374 Τινὲς δὲ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ Ἰούδας, ὅτι εἶπεν αὐτῷ ὁ Ἰησοῦς Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν· ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ. Οὐ συνιέντες οἱ μαθηταὶ τοῦ λόγου τὴν δύναμιν, ἐπὶ τὰς συνήθεις ὑπονοίας εὐπετέστερον τρέχουσι, καὶ ἅπερ ἦν ἔθος τῷ Σωτῆρι προστάττειν, ταῦτα πάλιν αὐτὸν οἴονται δηλοῦν. ἐγγὺς γὰρ οὔσης τῆς ἑορτῆς, προσεδόκησάν τι τῶν εἰς αὐτὴν ἐπιτηδείων ἐκπρίασθαι κελεύειν αὐτῷ τῷ γλωσσόκομον ἔχοντι, ἤγουν μάλιστα τὸ αὐτῷ περισπούδαστον ἐξανῦσαι προσ τάττειν, τουτέστι, τὰ τοῖς δεομένοις ἐπαρκέσαι δυνάμενα, κατά γε τὸ τῶν προσκομιζομένων μέτρον. χρηστὸς γὰρ καὶ ἐλεήμων ὁ Κύριος, κατὰ τὸ γεγραμμένον. ἄριστος δὲ σφόδρα καὶ ἡμῖν αὐτοῖς ὁ τοῦ πράγματος εὑρεθήσεται τύπος. χρῆναι γὰρ οἶμαι τοὺς ἑορτάζειν ἐθέλοντας, κα θαρῶς τε καὶ ἀρεσκόντως Θεῷ, οὐχὶ μόνης τῆς σφῶν αὐτῶν εὐθυμίας ποιεῖσθαι λόγον, οὐδὲ ὅπως ἂν αὐτοὶ καὶ μόνοι διατελοῖεν ἱλαρῶς προνοεῖν, συναναπλέκειν δὲ μᾶλλον τῇ οἰκείᾳ φροντίδι καὶ τὴν ἐπὶ τοῖς δεομένοις φειδώ. τότε γὰρ τότε τὸν τῆς εἰς ἀλλήλους ἀγάπης ἀποπληροῦντες θεσμὸν, ἑορτὴν ὄντως πνευματικὴν ἐπιτελέσομεν τῷ Σωτῆρι Χριστῷ. τοιγάρτοι καὶ ὁ πάλαι τοῖς Ἰουδαίοις διακελευσθεὶς νόμος ἐν τῇ τοῦ μάννα συγκομιδῇ, οὐ μόνοις αὐτοῖς ἐφίησι συλλέγειν τοὺς τοῦτο πράττειν ἰσχύοντας· "Ἕκαστος γὰρ, φησὶ, καὶ "τοῖς συσκήνοις ὑμῶν συλλέξατε." εἰ γάρ τις ἠτόνησε τῶν ὁμοσκήνων αὐτοῖς, οἱ μὴ τοῦτο πεπονθότες, κιχρῶντες ὥσπερ αὐτῷ τὴν ἰδίαν ἰσχὺν, συνεκόμιζον τῷ οἰκείῳ μέτρῳ καὶ τὸ τοῖς ἑτέροις ἀρκοῦν, ἵνα κατὰ τὸ γεγραμμένον, ὁ μὲν τὸ πολὺ μὴ πλεονάσῃ, ὁ δὲ τὸ ἔλαττον μὴ ἐλαττωθῇ. οὕτω γὰρ ἦν, ἀνακράσεως ὥσπερ τινὸς γενομένης, τὸν τῆς ἰσότητος ἅπασι σώζεσθαι λόγον. ἀδικεῖ τοιγαροῦν τὸν ταῖς ἁγίαις ἑορταῖς 2.375 πρέποντα τύπον, ὁ μὴ τῇ οἰκείᾳ φροντίδι τὴν τῶν δεομένων συναναμιγνύς. εἴη γὰρ ἂν ὄντως ἑορτὴ τελεία τὸ σύναμμα. Λαβὼν δὲ τὸ ψωμίον εὐθὺς ἐξῆλθεν ἐκεῖνος. ἦν δὲ νύξ.
∆ρομαῖος ἄπεισιν ἐπὶ τὸ τῷ διαβόλῳ δοκοῦν, καὶ καθάπερ οἰστρῶν καὶ δεδονημένος τῆς μὲν ἑστίας ἐξάλλεται· κρεῖττον δὲ ὅλως οὐδὲν τῆς φιλοκερδείας ὁρᾷ, καὶ τό γε παράδοξον, οὐδὲν ἐκ τῆς εὐλογίας ὠφελημένον εὑρήσομεν, διὰ τὴν ἐνοῦσαν αὐτῷ δηλονότι δυσκάθεκτον εἰς τὸ χρηματίζεσθαι ῥοπήν. προκεκρατημένος γὰρ τῷ πάθει, καὶ ὁλόκληρον ἑαυτῷ τὸν ἁπάσης ἀνομίας ὠδίνων πατέρα, οὐδὲ ὅποι ποτὲ τρέχει λοιπὸν ὁ δείλαιος διασκέπτεται. νύκτα γὰρ οὖν ὥσπερ τινὰ καὶ ζοφώδη διαλογισμῶν ἀνοσίων ἐσμὸν ἐν στέρνοις ἑλὼν, εἰς ᾅδου πυθμένα καὶ εἰς πέταυρον καταντᾷ, καὶ κατὰ τὸν ἐν παροιμίαις λόγον, ὡς ἔλαφος ἐπισπεύδει "πεπληγὼς εἰς τὸ ἧπαρ τοξεύματι," ἢ ὡς κύων ἐπὶ δεσμοὺς "οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει." καί μοι δοκεῖ μὴ μάτην εἰπεῖν ὁ θεσπέσιος Εὐαγγελιστὴς, ὅτι λαβὼν τὸ ψωμίον ἐξῆλθεν εὐθύς. δεινὸς γὰρ ὁ σατανᾶς εἰς τὸ τοῖς ἅπαξ ἁλοῦσι καὶ ὑπ' αὐτὸν γεγονόσι προστάττειν εὐθὺς ἐξανύειν τὰ πονηρὰ, καὶ μελλήσεως ἁπάσης δίχα τὸ δοκοῦν αὐτῷ κατεργάζεσθαι καὶ οὐχ ἑκόντας ἀναγκᾶσαι. δέδιεν ἴσως, πικρόνους τε ὑπάρχων ἀεὶ καὶ δριμὺς εἰς κακουργίαν, μὴ ἄρα τις ἐν ταῖς ὑπερθέσεσι παρεισδραμοῦσα μετάγνωσις μεταβουλεύσασθαί τι τῶν ἀγαθῶν παρασκευάσῃ τὸν ἄνθρωπον, καὶ καθάπερ τινὰ μέθην ἀποθέσθαι τοῦ νοῦ τὴν εἰς ἁμαρτίαν ἡδονὴν, ἔξω τε παγίδος ἑλκύσῃ τῆς παρ' αὐτοῦ τὸν ἤδη κατειλημμένον. διὰ ταύτην οἶμαι τὴν αἰτίαν ἐπικεῖσθαι τὸν ἀλιτήριον τοῖς ὑπ' αὐτὸν γεγονόσιν, εἰς τὸ δρᾶν ἐπείγεσθαι καὶ μάλα γοργῶς τὸ ἀρέσκον αὐτῷ. καὶ γοῦν τὸν Ἰούδαν μετὰ τὸ ψωμίον εὐθὺς ἀναγκάζει λοιπὸν, ὡς ὑπὸ χεῖρα λαβὼν, ἐπὶ 2.376 τὴν οὕτως ἀνόσιον ἰέναι πρᾶξιν, δεδιὼς κατά γε τὸ εἰκὸς ὁμοῦ τῇ μεταγνώσει καὶ τὴν ἐκ τῆς εὐλογίας δύναμιν, μὴ ἄρα πως ἐν τῇ τοῦ ἀνθρώπου καρδίᾳ φωτὸς ἀναλάμψασα δίκην, ἀγαθουργεῖν ἀναπείσῃ προελέσθαι μᾶλλον αὐτὸν, ἤγουν τὸ φρόνημα τὸ γνήσιον ἐντέκῃ, τῷ καὶ προδοῦναι λοιπὸν ἀναπεπεισμένῳ. Ὅτι γὰρ ἔθος τοῦτο πράττειν ἀεὶ καθ' ἡμῶν τῷ δαίμονι, καὶ διὰ τῶν ἐν τύπῳ γεγονότων γνωσόμεθα. ἐποιήσατο μὲν γὰρ ὑπὸ χεῖρα τοὺς Ἰουδαίους ὁ Φαραὼ κατ' Αἰγύπτον ὄντας ἔτι, πηλῷ δὲ καὶ πλινθείᾳ καὶ ταῖς τῶν ἔργων ἀνάγκαις ἐγκατατρύχεσθαι πικρῶς ἐπιτάξας αὐτοὺς, οὐδένα τε ταῖς πρὸς Θεὸν ἱκετείαις ἐδίδου καιρόν. καὶ γοῦν πρὸς τοὺς τῶν ἔργων ἐπιστάτας "Βαρυνέσθω, φησὶ, τὰ ἔργα τῶν ἀνθρώπων "τούτων, καὶ μὴ μεριμνάτωσαν λόγοις κενοῖς·" λόγους κενοὺς ὀνομάζων τὴν εἰς ἐλευθέραν ἕξιν ἀναδρομὴν καὶ τὴν ἐπὶ τούτῳ διάπυρον ἐπιθυμίαν, καὶ τὸν ἐπὶ τῇ δουλείᾳ θρῆνον, καὶ τὴν ἐπὶ τῶν καλλίστων προσευχήν. οὐκ ἠγνόει γὰρ διὰ τῆς ἐν τούτοις σχολῆς οὐ μικρὰν εὑρήσοντας ὄνησιν. ἀπὸ δὴ τῶν τύπων ἐπὶ τὴν τῶν ἀληθεστέρων θεωρημάτων ἰόντες ἐπίγνωσιν, κατεπείγοντα σφόδρα τὸν σατανᾶν εὑρήσομεν πρὸς τὸ χρῆναι πράττειν τὰ πονηρὰ τοὺς εἴσω πεσόντας τῶν παρ' αὐτοῦ δικτύων, καὶ ὁλοκλήρως ἤδη κεκρατημένους εἰς ὑπουργίαν τῶν ἀρεσκόντων αὐτῷ. Ὅτε οὖν ἐξῆλθε, λέγει ὁ Ἰησοῦς Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ. καὶ αὐτὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν. Ἔξεισι μὲν ὁ προδότης τοῖς τοῦ διαβόλου στρατηγήμασιν ὑπηρετήσων· ἄρχεται δὲ τοῦ λόγου Χριστὸς, οὐκ εἰς τὰς πάντων ἀκοὰς τὰ μόνοις πρέποντα τοῖς γνησίοις λαλεῖσθαι δεῖν ὡς ἐν τύπῳ καὶ διὰ τούτου διδάσκων. οὐ γὰρ διδόναι 2.377 προσήκει τὸ ἅγιον τοῖς κυσὶ, κατὰ τὴν αὐτοῦ φωνὴν, ἀλλ' οὐδὲ τοῖς ὑῶν ἐνυβρίζεσθαι ποσὶ τοὺς μαργαρίτας ἐᾶν. ὅπερ οὖν ἔφη καὶ πρότερον, ὡς ἐν εἴδει παραβολῆς, τοῦτο πειρᾶται διδάσκειν καιροῦ καλοῦντος εἰς ἔργον καὶ σαφε στέραν ἐπίδειξιν. μετὰ τοίνυν τοῦ προδότου τὴν ἀπόστασιν καὶ τῆς ἑστίας τὴν ἀποδρομὴν, ἀνακοινοῦται λοιπὸν, ὡς ἐν καιρῷ τῷ πρέποντι, τοῖς γνησίοις τῶν μαθητῶν τὰ μυστήρια καί φησι Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου· καὶ σημαίνει μὲν διὰ τούτου τὸ σωτήριον πάθος, ὡς ὂν ἐπὶ θύραις τε καὶ ἤδη παρεσόμενον μετὰ βραχύ. δεδοξάσθαι γεμὴν τὸν υἱὸν τοῦ ἀνθρώπου φησὶν, οὐχ ἕτερόν τινα λέγων παρ' ἑαυτὸν, οὐ διῃρημένως, καθάπερ ἔδοξέ τισιν· εἷς γὰρ Υἱὸς ὁ Χριστὸς, καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκὸς, καὶ πρὶν ἄνθρωπος γένηται καθ' ἡμᾶς, καὶ ὅτε γέγονεν ἄνθρωπος. τὸ δὲ ὅπως δεδοξά σθαι διισχυρίζεται, ζητητέον· φαῖεν γὰρ ἴσως τινές Ἢ γὰρ οὐχὶ καὶ πρότερον τερατοποιεῖν ἐδοξάζετο; καίτοι θάλασσαν μὲν ἀγριαίνουσαν ἑνὶ δυσωπήσας λόγῳ, καὶ βιαιοτάτων πνευμάτων ἀνακόψας φορὰν, προσεκυνήθη μὲν παρὰ τῶν ἐν τῷ πλοίῳ τότε, ἤκουσε δὲ ὅτι "Ἀληθῶς Θεοῦ υἱὸς εἶ." καὶ μὴν καὶ τὸν ἐν τῇ Βηθανίᾳ Λάζαρον παλινδρομῆσαι προστάξας εἰς ζωὴν, διαβόητον ἔσχε τὸ θαῦμα, ὡς καὶ ἀνα βαίνοντι κατὰ τὸν τῆς ἑορτῆς καιρὸν εἰς Ἱεροσόλυμα πρου παντῆσαι σύμπαντας ὁμοῦ τοῖς νηπίοις, καὶ ἀξιάγαστον αὐτῷ τὴν εὐφημίαν ἀναπλέκειν λέγοντας "Εὐλογημένος ὁ "ἐρχόμενος ἐν ὀνόματι Κυρίου." ἀλλὰ καὶ πέντε διακλάσας ἄρτους ποτὲ καὶ ὀψάρια δύο, κορεσθῆναι παρεσκεύασε τὴν τῶν ἐπ' αὐτὸν συνδεδραμηκότων πληθὺν, δίχα νηπίων καὶ γυναικῶν, εἰς πέντε συντείνουσαν χιλιάδας ἀνδρῶν. ἐδόκει δὲ οὕτως εὐκλεὲς τὸ τερατουργούμενον εἶναί τισιν, ὡς τὴν τοῦ πράγματος καταπεπληγμένους ὑπεροχὴν, ζητεῖν αὐτὸν ἀναδεῖξαι καὶ βασιλέα· τοῦτο γὰρ αὐτὸς ἡμῖν ὁ Εὐαγγε λιστὴς διεμαρτύρατο. χαλεπὸν δὲ οὐδὲν καὶ δι' ἑτέρων ὅσων 2.378 καὶ σφόδρα πλατὺν ἰέναι τὸν λόγον, τῶν ἀρτίως ἡμῖν ἀπηριθμημένων πραγμάτων κατ' οὐδὲν ἡττωμένην τὴν δόξαν ἐχόντων. πῶς οὖν ἄρα λοιπὸν ὁ καὶ πάλαι δεδοξασμένος, ἑαυτὸν νυνὶ δεδοξάσθαι φησί; δεδόξασται γὰρ καὶ δι' ἑτέρων, καὶ θεοπρεποῦς ἐξουσίας ὑπόληψιν ἔχων ἐφαίνετο· τὸ γεμὴν τῆς δόξης τέλειον καὶ τῆς εὐκλείας τὸ πλῆρες ἐν ἐκείνῳ πάντως ἦν, ἐν τῷ παθεῖν αὐτὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, καὶ δι' ἑαυτοῦ τῆς ἁπάντων ἀναστάσεως καινοτομῆσαι τὸν τρόπον. βασανίζοντες γὰρ ὡς ἔνι καλῶς τοῦ κατ' αὐτὸν μυστηρίου τὸν λόγον, οὐχ ἑαυτῷ τυχὸν, οὐδὲ κυρίως δι' ἑαυτὸν τεθνεῶτα κατοψόμεθα, ἀλλ' ὑπὲρ ἁπάσης τῆς ἀνθρω πότητος παθεῖν τε καὶ δρᾶσαι, τό τε πάθος αὐτὸ, καὶ μετ' ἐκεῖνο τὴν ἀνάστασιν. τέθνηκε μὲν γὰρ κατὰ τὴν σάρκα τῆς ἁπάντων ζωῆς ἀντίῤῥοπον τὴν ἰδίαν ἀποδεικνὺς, καὶ τῆς ἀρχαίας ἐκείνης ἀποπληρῶν ἀρᾶς ἐν ἑαυτῷ τὴν δύναμιν ὁ πάντων ἀντάξιος. ἐγήγερται δὲ πάλιν ἐκ νεκρῶν εἰς ἀκή ρατόν τινα καὶ ἀκατάληκτον ζωὴν, ὅλην ἐν ἑαυτῷ διανιστὰς τὴν φύσιν. ἅπαξ γὰρ ἀποθανὼν, κατὰ τὸ γεγραμμένον, "οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει. ὃ γὰρ "ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ "Θεῷ." τοῦτο καὶ ἐφ' ἡμῖν αὐτοῖς ἀληθὲς ἔσται διὰ Χριστόν. ἐγερθησόμεθα γὰρ ἔτι εἰς θάνατον οὐχὶ, ἀλλ' εἰς ζωὴν τὴν ἀπέραντον, εἰ καὶ πολλὴ μετὰ τοῦτο τῶν ἀνιστα μένων ἡ διαφορὰ, κατά γε τὸ ἐν δόξῃ φημὶ, καὶ τὴν τοῖς ἑκάστου τρόποις χρεωστουμένην ἀντίδοσιν. γενόμενος τοίνυν "ὑπήκοος τῷ Θεῷ καὶ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ "σταυροῦ," κατὰ τὴν τοῦ Παύλου φωνὴν, ὑπερυψώθη πάλιν λαβὼν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. ὁ γὰρ νομισθεὶς ἄνθρωπος εἶναι ψιλὸς, ὑπερεδοξάσθη λίαν, Θεὸς ὄντως καὶ Υἱὸς τοῦ Θεοῦ κατὰ ἀλήθειαν ἀναδεδειγμένος, οὐκ εἰς καινὸν ἀξίωμα κεκλημένος τὸ εἶναι φύσει Θεὸς, ἀλλ' εἰς ὅπερ ἦν 2.379 καὶ πρὸ σαρκὸς, εἰς τοῦτο δὴ πάντως καὶ μετ' αὐτῆς ἀναδραμὼν τῆς σαρκὸς, κατὰ τοῦτο δεδοξάσθαι νομιοῦμεν αὐτὸν, καίτοι τῆς δόξης ὄντα διὰ παντὸς Κύριον. καινὸν γὰρ οὐδὲν ἐν Χριστῷ τῶν θεοπρεπῶν ἀξιωμάτων εὑρίσκεται, ἔχων δὲ πάντα φυσικῶς, ὡς Θεὸς, καὶ πρὸ τῆς λεγομένης κενώσεως· ἀλλὰ καὶ τῆς ληφθείσης τοῦ δούλου μορφῆς, ἐπειδήπερ ἑαυτὸν ἀνεβίβασεν εἰς ἐκεῖνα πάλιν, καὶ ὅτε γέγονεν ἄνθρωπος, δεδοξάσθαι νοεῖται, καὶ εἰληφέναι λέ γεται. δεδοξασμένῳ τοιγαροῦν τῷ Χριστῷ συνδεδόξασται πάντως καὶ ὁ Θεὸς καὶ Πατήρ. ἐδοξάσθη δὲ ἐν Υἱῷ, οὐ δόξης τινὰ προσθήκην λαβὼν παρὰ τοῦ ἰδίου γεννήματος· ἀνενδεὴς γὰρ τοιούτου παντὸς ἡ θεία τε καὶ ἄῤῥητος φύσις· ἀλλ' ἐπείπερ ἐγνώσθη τίνος ἐστὶ Πατήρ. ὅνπερ γὰρ τρόπον δόξα καὶ καύχημα τῷ Υἱῷ τὸ τοιοῦτον ἔχειν κατὰ φύσιν γεννή τορα, τὸν αὐτὸν οἶμαι τρόπον καὶ αὐτῷ τῷ Πατρὶ δόξα καὶ καύχημα, τὸ τοιοῦτον ἔχειν ἐξ ἑαυτοῦ τὸν ἴδιον Υἱόν. διὰ τοῦτό φησιν Καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ καὶ εὐθὺς δοξάσει αὐτόν· ἅμα γὰρ ἐδοξάσθη Πατὴρ διὰ τὸν Υἱὸν, καὶ ἀντεδόξασεν εὐθὺς τὸν Υἱόν. ἐπ' ἄμφω γὰρ δι' ἀμφοῖν τὸ τῆς δόξης ὄνομα τρέχει. Πλὴν ἵνα καὶ ἐν τοῖς καθ' ἡμᾶς τὴν τοῦ λόγου καταβιβά σωμεν δύναμιν, ὠφελείας τοῖς ἀκροωμένοις τίκτοντες ἀφορ μὴν, ἐκεῖνο τούτοις ἐποίσομεν. εἰ δοξάζομεν ἐν ἑαυτοῖς τὸν Θεὸν, προσδοκήσωμεν ὅτι δοξασθησόμεθα παρ' αὐτοῦ. ζῶ γὰρ ἐγὼ, λέγει Κύριος, ὅτι τοὺς δοξάζοντάς με δοξάσω, καὶ οὐκ ἐξουδενωθήσονται. δοξάζεται δὲ δι' ἡμῶν καὶ ἐν ἡμῖν ὁ Θεὸς, ὅταν τὸν ἐκ τῆς ἁμαρτίας παρωσάμενοι ῥύπον, διὰ πάσης ἀγαθοεργίας τὸν οἰκεῖον καταφαιδρύνωμεν βίον. ζῶμεν γὰρ οὕτως εἰς δόξαν αὐτοῦ. 2.380 Τεκνία, ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι. Ἐν τῇ τῶν τεκνίων τάξει, καὶ ἐν τοῖς ἀρτιτόκοις βρέφεσι κατατάττει τοὺς μαθητὰς, καίτοι πρὸς τοσοῦτον ἀρετῆς ἀναπηδήσαντας μέτρον, καὶ σύνεσιν ἔχοντας τὴν ὀλίγοις κατωρθωμένην· δεικνὺς διὰ τούτου, καὶ μάλα σαφῶς, ὅτι καὶ ὁ σφόδρα τέλειος ἐν ἀνθρώποις ὑποπτευθεὶς, νήπιός ἐστι παρὰ τῷ Θεῷ, καὶ βραχὺς τὰς φρένας. τί γὰρ ἡ ἀνθρώπου σύνεσις ὡς πρὸς τὴν τῶν ὅλων τεχνῖτιν σοφίαν; διὰ τοῦτό τις ψάλλων ἔλεγε πρὸς Θεόν "Κτηνώδης ἐγενή "θην παρὰ σοί." καὶ οὐχὶ πάντως ἐρεῖ τις εἴ γε νοῦν ἔχοι, διὰ τοῦ κεκολλῆσθαι τῷ Θεῷ κτηνώδη λέγεσθαι τὸν ψάλ λοντα· εἴη γὰρ ἂν τοῦτο πικρὸν τῆς θείας φύσεως κατηγό ρημα, καὶ πολλὴν ἂν ἔχον ὁρῷτο τὴν ἀτοπίαν. ὁ μὲν γὰρ ἀνθρώπῳ κολλώμενος σοφῷ καὶ παρ' αὐτῷ γινόμενος· δεῖ γὰρ οἶμαι τὴν λέξιν τοῦ ψαλμοῦ συναρμόσασθαι διὰ τὴν χρείαν· κτηνώδης οὐκ ἂν γένοιτό ποτε, ἀγχίνους δὲ μᾶλλον καὶ συνετὸς καὶ δριμὺς εἰς φρόνησιν. εἰ δὲ δὴ τοῦτο φαίη τις ἂν καὶ μάλα δικαίως ὑπάρχειν ἀληθὲς, πῶς οὐκ ἂν οἴοιτο ληρεῖν, τὸν ᾧ γε πάρεστι φρονεῖν, ὅτι κτηνώδης ἔσται καὶ ἄνους ὁ παρ' αὐτοῦ γενόμενος τῇ σοφίᾳ τοῦ Θεοῦ; τί οὖν ἄρα, φησὶν, ὅτι καὶ ὁ λίαν σοφὸς ἐν ἀνθρώποις, εἰ τῇ τοῦ Θεοῦ σοφίᾳ συγκρίνοιτο, κτηνώδης τε ὢν ὀφθήσεται, καὶ ἐν τοῖς οὐκ ἔχουσι νοῦν λογισθήσεται; ὅνπερ γὰρ τρόπον ὁ μικρότατος τῶν ἀστέρων οὐκ ἂν ταῖς ἡλίου φιλονεικοίη βολαῖς, ἀλλ' οὐδὲ λίθος ὁ βαρὺς ὄρει τῷ πάντων ὑπερφερεῖ, οὕτως ἀνθρώπων σύνεσις οὐκ ἂν δύναιτό ποτε τῇ τοῦ Θεοῦ σοφίᾳ συγκρίνεσθαι, μᾶλλον δὲ οὐδὲν ὅλως ἔσται πρὸς ἐκείνην παντελῶς. τεκνίον οὖν ἄρα καὶ ὁ τέλειος. Μικρὸν γεμὴν ἔτι χρόνον συνέσεσθαι τοῖς ἑαυτοῦ μαθηταῖς 2.381 ἔφη Χριστὸς, οὐχ ὡς ἀφεστήξων παντελῶς, οὐδὲ εἰς ἅπαν καὶ ὁλοκλήρως ἀλλοτριούμενος· μεθ' ἡμῶν γάρ ἐστι "πάσας "τὰς ἡμέρας καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος," κατὰ τὴν αὐτοῦ φωνήν· ἀλλ' ὅτι μετὰ σαρκὸς οὐ συνέσται, καθάπερ ἐχθὲς καὶ τρίτην· ἦν δὲ καὶ ἐπὶ θύραις, μᾶλλον δὲ εἴσω θυρῶν, ὁ καιρὸς τῆς ἐντεῦθεν ἀποδημίας πρὸς τὸν Πατέρα καὶ τῆς ἀνόδου τῆς εἰς οὐρανόν. διακεῖσθαι δὲ δεῖν ἀναγ καῖον εἶναί φημι, τοὺς οἵ γε φρονοῦσιν ὀρθῶς καὶ ἱδρυμένην ἔχουσι τὴν πίστιν, ὡς εἰ καὶ ἄπεστιν ἡμῶν τῇ σαρκὶ, τὴν πρὸς Θεὸν καὶ Πατέρα στειλάμενος ἀποδημίαν, ἀλλ' οὖν τῇ θείᾳ δυνάμει περιέπει τὰ σύμπαντα, καὶ συμπάρεστι τοῖς ἀγαπῶσιν αὐτόν. διὰ γάρ τοι τοῦτο καὶ ἔφασκεν "Ἀμὴν "ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν συναχθῶσι δύο ἢ τρεῖς εἰς τὸ "ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν." ὥσπερ γὰρ ἀνθρώποις ἔτι συνδιαιτώμενος, καὶ ἐπὶ γῆς ὑπάρχων μετὰ σαρκὸς, ἐπλήρου μὲν οὐρανοὺς, συνῆν δὲ τότε τοῖς ἁγίοις ἀγγέλοις, οὐκ ἀπελείπετό τε τῶν ἄνω χώρων· οὕτω καὶ νῦν ὑπάρχων ἐν οὐρανοῖς μετὰ τῆς ἰδίας σαρκὸς, πληροῖ μὲν τὴν γῆν, σύνεστι δὲ τοῖς ἑαυτοῦ γνωρίμοις. ἐπιτήρει δὲ ὅπως, καίτοι κατὰ μόνην τὴν σάρκα χωρίζεσθαι προσδοκῶν· σύνεστι γὰρ ἡμῖν τῇ δυνάμει τῆς θεότητος διὰ παντός· ἔτι μικρὸν χρόνον μεθ' ἡμῶν ἔσεσθαί φησι, τελείως τε καὶ ὁλοκλήρως ἑαυτὸν ἀπὸ τοῦ μέρους σημαίνων, ἵνα μήτις εἰς υἱῶν δυάδα διατέμνειν ἐπιχειρῇ τὸν ἕνα Χριστὸν, ἀλλ' ὡς ἕν τι νοῇ καὶ δέχοιτο, καὶ τὸν ἐκ Θεοῦ Πατρὸς γεννη θέντα Λόγον καὶ τὸν ἐκ τῆς ἁγίας παρθένου ληφθέντα ναὸν, οὐχ ὅτι τῆς αὐτῆς οὐσίας εἰσὶν, ἀλλ' ὅτι μετὰ τὴν ἄῤῥητον ἕνωσιν, ὁ τοῦ διακόπτειν λόγος οὐκ εὐσεβής· εἷς γὰρ ἐξ ἀμφοῖν ὁ Χριστός. 2.382 Ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις, ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν ἄρτι λέγω. Οὐκ ἀζήμιον παντελῶς ἔσεσθαι τοῖς ἑαυτοῦ μαθηταῖς τὴν ἀποδημίαν φησὶ, τὴν ἑαυτοῦ δηλονότι. πρῶτον μὲν, ὅτι λύπῃ τῇ ἐπὶ τούτῳ κατατακήσονται, καὶ δύσοιστον ἕξουσι τῆς ἐντεῦθεν πικρίας τὸ βάρος. συνεῖναι γὰρ δὴ καὶ πάλιν αὐτῷ διψήσειν, οὐκ ἀμφίβολον, καὶ συνδιαιτᾶσθαι διὰ παντὸς ἐθέλειν αὐτοὺς, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Παῦλος, καὶ αὐτῆς προτιθεὶς τῆς ἐνθάδε ζωῆς τὸ συνεῖναι Χριστῷ, κρεῖττον ἔφασκεν εἶναι "τὸ ἀναλῦσαι καὶ σὺν "Χριστῷ εἶναι." ταῦτα συνεωρακὼς ὁ Χριστὸς, καὶ τὰς τῶν ἀγαπώντων αὐτὸν οὐκ ἀγνοήσας καρδίας, οὐ δίχα λύπης ἔσεσθαι τοῖς μαθηταῖς ἔφη τὴν ἑαυτοῦ ἄνοδον· ἀλλ' ἦν τις ἐπὶ τούτῳ καὶ ἑτέρα πρόφασις ἀληθὴς, ζητεῖν ἀναγκάζουσα τὸ συνεῖναι Χριστῷ τοὺς ἁγίους μαθητάς. ὁμιλήσειν μὲν γὰρ ὅσον οὐδέπω κινδύνοις ἔμελλον οὐ μικροῖς, καὶ ταῖς Ἰουδαίων ἀκαθέκτοις ἀπονοίαις κατασφεν δονᾶσθαι συχνῶς, ἀλλὰ καὶ ταῖς ἐξ ἑτέρων τινῶν περιπε σεῖσθαι μανίαις, ὅλην περιθέοντες τὴν οἰκουμένην, καὶ τοῖς ἔτι πλανωμένοις τὸν τοῦ Σωτῆρος διακηρύττοντες λόγον, ὡς δεσμωτηρίων πειρᾶσθαι, ὕβρεώς τε καὶ αἰκίας οὐκ ἀμοιρεῖν, καὶ ἑτέρων οὐδὲν ἧττον στρεβλώσεων εἰς πεῖραν ἐλθεῖν· καίτοι τῶν τοιούτων οὐδενὸς πεπειραμένοι πρότερον ἐν τῷ συνεῖναι Χριστῷ. ζητήσετε, φησὶ, τότε τοίνυν τὴν ἐμὴν μάλιστα συνουσίαν, ὅταν ὑμᾶς τὰ πολύτροπα τῶν πει ρασμῶν ἐκταράττῃ κύματα. τοῦτο δὲ ἦν, οὐ πρὸς δειλίαν ἄγοντος, ἢ προκατακλῶντος τῷ φόβῳ τοὺς μαθητάς· ἐπα λείφοντος δὲ μᾶλλον εἰς εὐτονίας ἀνάληψιν, καὶ οἱονεὶ πρὸς τὴν τῶν ἔσεσθαι προσδοκωμένων ὑπομονὴν προευτρεπι σθῆναι διδάσκοντος. οὐ γὰρ εὑρήσομεν ἀκερδὲς, μᾶλλον δὲ 2.383 πολλὴν ἄν τις ἴδοι τὴν ὄνησιν ἔχον τὸ ἐν ψαλμοῖς ᾀδόμενον "̔Ητοιμάσθην καὶ οὐκ ἐταράχθην." τὸ μὲν γὰρ ὅλως οὐκ ἐλπισθὲν τῶν ἀδικεῖν εἰωθότων, δεινὸν εἰς θορύβους, καὶ ἀδόκητόν πως ἔχει τὴν ἔφοδον· τὸ δὲ ταῖς προσδοκίαις, καὶ τὸ τῷ προεγνῶσθαί τισι προδαπανῆσαν ἤδη τοῦ φόβου τὸ πλέον, οὐκ ἄκρατον ἔχει καθ' ὧν ἂν ἐπίοι δύναμιν, προμελε τησάσης αὐτὸ τῆς διανοίας, καὶ ὡς ἤδη παρὸν δεξαμένης πολλάκις, ὅσον εἰς ἐννοίας δύναμιν. ὥσπερ γὰρ εἴ τις αἱμοβόρος καὶ ἄγριος θὴρ, ἐκ μέσου ἀναδὺς εὐδένδρου τε καὶ δασείας τῆς λόχμης, ἐφάλλοιτό τινι τῶν οὐχ ὁρώντων αὐτὸν, σπαράττει μὲν λίαν οὐ προσδοκῶντα τὴν ἔφοδον, ἀναιρεῖ δὲ πρὸς μάχην οὐκ εὐτρεπισθέντα λαβών· ὁ δὲ πόῤῥωθεν ὀφθεὶς, καὶ ὅτι παρέσται διεγνωσμένος, ὡπλι σμένῳ συμβαλὼν, ἢ ἔλαττον ἀδικήσει τυχὸν, ἢ καὶ μηδὲν ἰσχύσας οἰχήσεται· τὸν αὐτὸν οἶμαι τρόπον καὶ ἐπὶ τῶν πειρασμῶν, ὁ μηδόλως ἔσεσθαι προσδοκηθεὶς τοῦ προσδοκη θέντος ἤδη θερμότερόν τε καὶ ἀγριώτερον ἡμῖν προσβαλεῖ. χρησίμως τοιγαροῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, διὰ τοῦ φάναι Ζητήσετέ με, τὰ ἐκ τοῦ μηκέτι συνεῖναι τοῖς ἑαυτοῦ συμβησόμενα μαθηταῖς, καὶ θορύβους ὑπαινίττεται, τοὺς ἐκ τῶν πολεμησόντων, αὐτοὺς προετοιμάζων διὰ τοῦ προειπεῖν εἰς ἀνδρείας ἀνάληψιν· ἐπιλέγει δὲ τούτοις χρησίμως καὶ τί παρὰ πόδας κείσεται κωλύον ἀκολουθεῖν εἰς τὸ παρὸν αὐτούς. ὅπερ γὰρ ἔλεγον τοῖς Ἰουδαίοις, φησὶ, τοῦτο καὶ πρὸς ὑμᾶς ἄρτι φημί Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν· οὐ γάρ πω παρῆν ὁ καιρὸς τοῦ πρὸς τὰς ἄνω γενέσθαι μονὰς τοὺς ἁγίους ἀποστόλους οὔπω λελειτουργη κότας. ἐτηρεῖτο γὰρ μάλιστα τὸ καὶ εἰς τοῦτο παρελθεῖν αὐτοὺς καιρῷ τῷ καθήκοντι. Ἐπιτηρητέον γεμὴν ἐκεῖνο πάλιν, ὅτι τοῖς μὲν Ἰουδαίοις προσλαλῶν καὶ αὐτὸ δὴ τοῦτο σημαίνων ἔφασκε Ζητήσετέ 2.384 με, καὶ οὐχ εὑρήσετέ με· τοῖς γεμὴν ἑαυτοῦ μαθηταῖς, τό Ζητήσετέ με μόνον φησὶν, ἀποσιωπᾷ δὲ πρεπόντως τό Οὐχ εὑρήσετε· καὶ διὰ ποίαν αἰτίαν; ἁρμόσει μὲν γὰρ ἐκείνοις τὸ μὴ εὑρίσκειν αὐτὸν, διά τε τὴν ἄμετρον ἀπιστίαν καὶ τῆς εἰς αὐτὸν δυσσεβείας τὴν ὑπερβολήν· τοῖς δὲ γνήσιον εἰς αὐτὸν ἔχουσι τὸ φρόνημα καὶ ἀκαπήλευτον ἀποσώσασι τὴν ἀγάπησιν, οὐκέτι πρεπόντως ἂν λέγοιτο τό Οὐχ εὑρήσετέ με. συνῆν γὰρ αὐτοῖς, καὶ συνέσται διὰ παντός. Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους· καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. Καλῶς τε καὶ ἀληθῶς ὁ θεσπέσιος γράφει Παῦλος " Ωστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρ "ῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά." ἀνακαινίζει γὰρ ἡμᾶς, καὶ ἀναπλάττει τρόπον τινὰ πρὸς καινότητα ζωῆς, ἀστιβῆ δὲ καὶ τοῖς ἄλλοις οὐ τετριμμένην, ὅσοις τὸ ἐν νόμῳ πολιτεύεσθαι φίλον, καὶ ταῖς διὰ Μωυσέως προσεδρεύειν ἐντολαῖς. τελειοῖ μὲν γὰρ ὁ νόμος οὐδὲν, κατὰ τὸ γεγραμ μένον· πληρέστατον δὲ τῆς εἰς Θεὸν εὐσεβείας τὸ μέτρον ἐν τοῖς τοῦ Σωτῆρος ἡμῶν κατίδοι τις ἂν διατάγμασι. διὰ γὰρ τοῦτο καὶ αὐτός που πρὸς ἡμᾶς ὧδέ πη φησίν "Ἀμὴν "ἀμὴν λέγω ὑμῖν ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν "πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε "εἰς τὴν βασιλείαν τῶν οὐρανῶν." οὐ γὰρ τοῖς Ἰουδαίων ἁμιλλώμεθα τρόποις, ἀλλ' εἰ μὴ καὶ σφόδρα παραδράμοιμεν τὴν ἐν νόμῳ δικαιοσύνην, οὐκ ἂν οἶμαί ποτε πρὸς τὴν τῶν οὐρανῶν εἰσελάσειν ἡμᾶς βασιλείαν. καὶ οὐχ ὡς ἄχρηστον παντελῶς ἢ ἀνόνητον τὸν διὰ Μωυσέως εἶναι διοριζόμεθα νόμον· εἰσκεκόμικε γὰρ ἡμῖν, εἰ καὶ μὴ τελείως, τὸ ἀγαθὸν, ἀλλ' οὖν γε παιδαγωγὸς ἐπὶ τὴν τῆς εὐαγγελικῆς πολιτείας εὑρίσκεται μάθησιν, καὶ δι' αἰνιγμάτων καὶ τύπων εἰκόνα τῆς ἀληθοῦς εὐσεβείας εἰσφέρων, ἐνεχάραξέ πως ταῖς ἡμετέ ραις διανοίαις τῆς διὰ Χριστοῦ παιδεύσεως τὴν σκιάν. διὰ 2.385 γάρ τοι τοῦτο καὶ ἔφασκεν αὐτός "Λέγω γὰρ ὑμῖν, ὅτι πᾶς "γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός "ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ "αὐτοῦ καινὰ καὶ παλαιά." πλοῦτος μὲν γὰρ ὄντως πνευ ματικός τε καὶ λίαν ἐν τοῖς διὰ Μωυσέως τετρίφθαι λόγοις, καὶ τὴν ἐξ αὐτῶν ὠφέλειαν τεθησαυρισμένην ἔχειν ἐν δια νοίᾳ τὸν ἄνθρωπον, προσειληφότα γεμὴν καὶ τὸ τῆς εὐαγ γελικῆς παιδεύσεως κάλλος, ἐναβρύνεσθαι διπλῶς, τῇ τε τῶν ἀρχαίων καὶ τῶν νέων ἐν εἰδήσει νόμων. δεικνὺς τοιγαροῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὅτι τῆς ἀρχαίας ἀμείνων ἐντολῆς ἡ παρ' αὐτοῦ, καὶ ὅτι τοῖς ἐν νόμῳ πολιτευομένοις ἀτριβές πως ἦν ἔτι τὸ σωτήριον κήρυγμα, μέλλων ἀνα βαίνειν εἰς οὐρανοὺς, θεμέλιόν τινα ὥσπερ καὶ κρηπῖδα παντὸς ἀγαθοῦ τὸν τῆς ἀγάπης προκαταβάλλεται νόμον, ἀγάπης δὲ, οὐ τῆς κατὰ νόμον, ἀλλὰ τῆς ὑπὲρ νόμον. διὰ τοῦτό φησιν Ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλή λους. εἶτα πῶς, εἰπέ μοι, φήσειεν ἄν τις τυχὸν, εἶναι ταύτην τὴν ἐντολὴν καινὴν εἴρηκεν ὁ διὰ Μωυσέως τοῖς ἀρχαιο τέροις εἰπών "Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς "καρδίας σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλη "σίον σου ὡς ἑαυτόν;" ἰδοὺ γὰρ ἰδοὺ προτάξας τῶν ἄλλων καὶ προτεθεικὼς, ὡς εἰκὸς, τὴν εἰς Θεὸν ἀγάπησιν, παρεισκε κόμικε γείτονα τὴν εἰς ἀλλήλους, καὶ παρέζευξέ πως τῇ εἰς Θεὸν τὴν εἰς ἡμᾶς αὐτοὺς, ὡς οὐκ ἂν ἑτέρως ἐχούσης ὀρθῶς οὐδὲ τῆς εἰς Θεὸν ἀγάπης, εἰ μὴ παρέποιτο ταύτῃ καὶ ἡ τῷ πέλας χρεωστουμένη. πάντες γάρ ἐσμεν ἀλλήλων ἀδελφοί. καὶ γοῦν ὁ σοφώτατος Ἰωάννης, κάλλιστά τε εἰδὼς καὶ διδάσκων ἑτέρους Ὁ ἀγαπῶν, φησὶ, τὸν ἀδελφὸν αὐτοῦ, τὸν Θεὸν ἀγαπᾷ. πῶς οὖν ἐντολὴ καινὴ διὰ Χριστοῦ, καίτοι τοῖς παλαιοῖς νόμοις διηγορευμένη; ἀλλ' ὅρα μοι τὴν ἀσφάλειαν, βλέπε τὴν ἐπαγωγήν. οὐ γὰρ ἠρκέσθη τῷ εἰπεῖν Ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, ἀλλὰ τοῦ 2.386 λόγου τὴν καινότητα δεικνὺς, καὶ τῆς ἀρχαίας ἐκείνης ἀγα πήσεως, τῆς εἰς ἀλλήλους φημὶ, πολύ τι τὸ μεῖζον ἔχουσαν τὴν ἑαυτοῦ, προστέθεικεν εὐθύς Καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. Ἐρευνητέον τοιγαροῦν ὑπὲρ τοῦ συνιέναι σαφῶς τῶν εἰρημένων τὴν δύναμιν, πῶς ἠγάπησεν ἡμᾶς ὁ Χριστός. τότε γὰρ τότε, καὶ λίαν εὐκόλως, ἐπαθρήσαιμεν ἂν τὸ καινὸν καὶ παρηλλαγμένον τῆς νυνὶ δοθείσης ἐντολῆς. οὐκοῦν "ἐν "μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα "Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν "ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς "ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι "θανάτου, θανάτου δὲ σταυροῦ." ἀλλὰ καὶ πλούσιος ὢν ἐπτώχευσε, καθὰ πάλιν ὁ Παῦλος ἡμῖν διεμαρτύρατο. ὁρᾷς τὸ καινὸν τῆς εἰς ἡμᾶς ἀγαπήσεως; ὁ μὲν γὰρ νόμος ἀγα πῆσαι δεῖν τὸν ἀδελφὸν ἐκέλευσεν ὡς ἑαυτόν· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς ὑπὲρ ἑαυτόν· οὐ γὰρ ἂν ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων πρὸς τὴν ἡμετέραν κατέβη ταπείνωσιν, οὐδ' ἂν ὑπέστη πικρὸν οὕτως ὑπὲρ ἡμῶν τὸν τῆς σαρκὸς θάνατον, οὐδ' ἂν ἠνέσχετο ῥαπισμάτων Ἰουδαϊκῶν, αἰσχύνης καὶ γέλωτος καὶ τῶν ἄλλων ἁπάντων, ἵνα μὴ ἕκαστα τῶν εἰς αὐτὸν γεγο νότων ἐξαριθμούμενοι, πρὸς ἀπέραντον τὸν λόγον ἐκτείνωμεν· ἀλλ' οὐδ' ἂν ἐπτώχευσε πλούσιος ὢν, εἰ μὴ πολὺ λίαν ἠγάπησεν ἡμᾶς ὑπὲρ ἑαυτόν. ξένον οὖν ἄρα τῆς ἀγάπης τὸ μέτρον. οὕτω καὶ ἡμᾶς διακεῖσθαι κελεύει, οὐδὲν ὅλως τῆς εἰς ἀδελφοὺς προτιθέντας ἀγάπης, οὐ δόξαν, οὐ πλοῦτον, ἀλλ' οὐδὲ ὀκνοῦντας καὶ εἰς αὐτὸν, εἰ δέοι, τὸν τῆς σαρκὸς καταβῆναι θάνατον, ἵνα τὴν τοῦ πέλας σωτηρίαν ἀποκερδά νωμεν· ὃ δὴ καὶ πεπράχασιν οἱ μακάριοι τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ, καὶ οἱ τοῖς ἐκείνων ἴχνεσιν ἀκολουθήσαντες, ἄμεινον 2.387 τῆς οἰκείας ζωῆς τὸ ἑτέρους σώζεσθαι λογισάμενοι, καὶ πάντα μὲν ἀνατλάντες πόνον, ἐν δὲ τοῖς ἐσχάτοις γεγονότες κακοῖς, ἵνα τὰς τῶν ἀπολλυμένων περισώσειαν ψυχάς. καὶ γοῦν ὁ Παῦλός φησι, ποτὲ μὲν, ὅτι "Καθ' ἡμέραν ἀπο "θνήσκω," ποτὲ δὲ πάλιν "Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; "τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;" ῥίζαν οὖν ἄρα τῆς τελειοτάτης εἰς Θεὸν εὐσεβείας τὴν ὑπὲρ νόμον ἀγά πησιν ἐπιτηδεύειν ἡμᾶς ὁ Σωτὴρ διεκελεύσατο· ταύτῃ τοι, καὶ οὐχ ἑτέρως εἰδὼς δοκιμωτάτους ἔσεσθαι παρὰ τῷ Θεῷ, καὶ τῆς παρ' αὐτοῦ πεφυτευμένης εἰς ἡμᾶς ἀγαπήσεως ἰχνηλατοῦντας τὸ κάλλος, ἐν μεγάλοις ἔσεσθαι καὶ τελείοις ἀγαθοῖς. Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Γνώρισμα, φησὶν, ἄμαχόν τε καὶ ἀναμφίλογον ταῖς ἑαυτῶν ἐπιγράψετε κεφαλαῖς τὸ μεμαθητεῦσθαι παρ' ἐμοὶ, εἰ κατ' ἴχνος βαίνειν τῆς ἐμῆς ἐπείγεσθε πολιτείας, κατά γε τὸ ἐγχωροῦν τῇ ὑμετέρᾳ φύσει καὶ τοῖς τῆς ἀνθρωπό τητος μέτροις, ὡς ἀδιάσπαστον ἔχειν τῆς εἰς ἀλλήλους ἀγάπης τὸν σύνδεσμον, καὶ ἐν ἀλλήλοις συνηρμόσθαι καλῶς, κατά γε τὸν τῆς φιλαλληλίας λόγον καὶ τὸ ἐκ τῆς φιλοστοργίας ἀσύγκριτον καύχημα· τοῦτο γὰρ ἡμῖν ἀκριβῶς χαρακτηριεῖ τοῦ διδασκάλου τὴν δόξαν. ἀλλ' οἶμαί τις πρὸς τοῦτο ἐρεῖ, καὶ ἀφίξεται τυχὸν, ἐκεῖνο διερωτῶν ∆ιατί τῆς ὑπὸ Χριστῷ μαθητείας ἡ ἀγάπη τὸ γνώρισμα, καὶ τὸ πασῶν εἶδος ἀρετῶν ἐν αὐτῷ διεφαίνετο, οὐκ ἐξ ἐπιεικείας πεπο ρισμένον, ἀλλ' οὐδὲ πόνῳ καὶ προσοχῇ, καθάπερ ἐν ἀνθρώπῳ συνειλημμένον, ἀλλ' ὡς τῇ αὐτοῦ προσπεφυκὸς φύσει; θείας γὰρ μάλιστα φύσεως ἴδια, καὶ αὐτῇ προσόντα κυρίως τε καὶ ἀληθῶς τὰ παντὸς ἐπέκεινα θαύματος. 2.388 Καὶ μὴν ὀρθότατά γε ὦ τᾶν, ἐροῦμεν ἡμεῖς, τὸν ἐπὶ τούτοις ἐποίσω λόγον. καρπὸς γὰρ οὐσίας τῆς ἀνωτάτω, τὰ ἰδίως τε καὶ κυρίως. προσπεφυκότα αὐτῇ. ἀλλ' ἔστι πως δοκιμάζοντα κατιδεῖν, ὅτι πᾶν εἶδος ἀρετῆς τῆς ἀγάπης ἐστὶ συμπληρωτικὸν, καὶ πᾶν, ὅπερ ἂν δοκοίη τις εἶναι κατορθού μενον ἀγαθὸν, εἰς αὐτὴν ὁρᾷ πως καὶ τέτραπται. διά τοι τοῦτο προὔχουσα μὲν ἐντολὴ καὶ πρώτη κατὰ τὸν νόμον, τὸ ἀγαπᾶν ἐστι Κύριον τὸν Θεὸν ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς διανοίας· δευτέρα δὲ καὶ ἀδελφὴ καὶ γείτων ἐκείνῃ ἡ εἰς τὸν πλησίον ἀγάπη σύμπαν ἔχουσα τοῦ νόμου τὸ πλήρωμα. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, εἰς τοῦτο συγκεφαλαιούμενος ἅπασαν ἐντολὴν ἐπι στέλλει "Τὸ γὰρ οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐκ ἐπιορ "κήσεις, καὶ εἴ τις ἑτέρα ἐστὶν ἐντολὴ, ἐν τούτῳ τῷ λόγῳ "ἀνακεφαλαιοῦται, ἐν τῷ ἀγαπήσεις τὸν πλησίον σου ὡς "ἑαυτόν· πλήρωμα οὖν νόμου ἡ ἀγάπη." ὅτι δὲ καὶ ἁπάσης ἀρετῆς ἰδέαν εἴσω τῶν οἰκείων ὅρων ἐποιήσατο, συνέχει δὲ ὥσπερ ἀγκάλαις ἑλοῦσα τὰ ἀγαθὰ, Παῦλος πάλιν αὐτὸς ὁ σοφώτατος ἐπιμαρτυρήσει βοῶν "Ἡ ἀγάπη οὐ περπερεύεται, "οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς," καὶ τὰ τούτοις συνημμένα· μακρὸν γὰρ εἰπεῖν τῆς ἀγάπης τὸ μέτρον. ἄλλως τέ φημι δὴ μάλιστα πρέπειν τε καὶ ἐνυπάρχειν τοῖς ἀγαπᾶν ἑλομένοις, ὅτι Χριστοῦ γεγόνασι μαθηταὶ τοῖς ἁπαν ταχόσε γνωρίζεσθαι, τὸ τῷ στεφάνῳ τῆς ἀγάπης ἐπισεμνύ νεσθαι, καὶ καθάπερ τι σήμαντρον ἐπιφέρεσθαι τοῦ πράγ ματος τὴν φιλαλληλίαν· τοῦ δὲ δὴ χάριν, καὶ τοῦτό φημι διὰ βραχέων. ἆρα γὰρ εἴ τις τῶν καθ' ἡμᾶς χαλκουργικὴν, ἤγουν τὴν ὑφάντου μετίῃ τέχνην, οὐκ ἂν ὁρῷτο, καὶ μάλιστα σαφῶς, ὡς χαλκοτύπου τινὸς, ἢ ὑφάντου γέγονε μαθητής; τί δὲ ὁ τεκτονικῆς ἐμπειρίας οὐκ ἀμοιρῶν; οὐκ ἆρα βοήσειεν ἂν διὰ τοῦτο δύνασθαι κατορθοῦν τὰ ἐν τῇ τέχνῃ καλῶς, ὅτι 2.389 τέκτονα τῆς ἐμπειρίας ἔσχε τὸν ἡγούμενον; κατὰ τὸν αὐτὸν οἶμαι λόγον οἱ τῆς θεοφιλοῦς ἀγάπης πληρουμένην ἐν ἑαυτοῖς τὴν δύναμιν ἔχοντες, ἀκονιτὶ γνωριοῦσιν, ὅτι τῆς ἀγάπης γεγόνασι μαθηταὶ, ἤτοι τοῦ τὴν εἰς ἄκρον ἀγάπην ἔχοντος Χριστοῦ. ἠγάπησε γὰρ οὕτω τὸν κόσμον, ὡς καὶ αὐτὴν ὑπὲρ αὐτοῦ καταθεῖναι τὴν ψυχὴν, καὶ τῶν Ἰουδαϊκῶν τολ μημάτων ὑπομεῖναι τὴν ἀγριότητα· καὶ μαρτυρήσει λέγων αὐτὸς πρὸς τοὺς ἑαυτοῦ μαθητὰς, ὅτι "Μείζονα ταύτης τῆς "ἀγάπης οὐδεὶς ἔχει ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν "φίλων αὐτοῦ." ἐπειδὴ γὰρ ὁ Θεὸς ἀγάπη ἐστὶ, κατὰ τὴν Ἰωάννου φωνὴν, ἀγάπης ὢν Υἱὸς, τουτέστι, τοῦ κατὰ φύσιν Θεοῦ καὶ μόνου καὶ ἀληθινοῦ, ἀγάπη καὶ αὐτὸς ἀναπέφανται, οὐ λόγοις ἐξησκημένον καὶ διὰ ῥημάτων κόμπου λελαμ πρυσμένον ἔχων τὸ ἀξίωμα, ἀλλ' ἔργοις αὐτοῖς καὶ πράγ μασι, καρπὸν ὄντα τῆς τοῦ τεκόντος οὐσίας ἑαυτὸν ἐπιδείξας. οἰησόμεθα γὰρ οὐδαμῶς δεκτικὴν εἶναι τῶν ἀγαθῶν τὴν ἀνωτάτω πασῶν οὐσίαν, ἀλλ' οὐδὲ ἐπίκτητον ἐροῦμεν ἐν αὐτῇ τὴν ἁπάντων τῶν ἀγαθῶν ἰδέαν, καθάπερ ἐν ἡμῖν, ἀλλ' οὐδὲ ὥς τι τυχὸν ἕτερον ἐν ἑτέρῳ νοούμενον, ὥσπερ οὖν ἐν ἀνθρώπῳ φαίη τις ἂν τήν τινος ἐπιστήμην· οὐ γὰρ ἐπι στήμη καθ' ἑαυτὸν ὁ ἄνθρωπος, ἐπιστήμης δὲ μᾶλλον δεκτικός· ἀλλ' αὐτὸ τὸ πᾶν ἀγαθὸν, ὅπερ ἂν εἶναι πιστεύη ται, τοῦτο κυρίως αὐτὴν εἶναί φαμεν τὴν θείαν καὶ ἄῤῥητον φύσιν, πηγὴν ὥσπερ τινὰ πᾶν εἶδος ἀρετῆς ἔχουσαν ἐν ἑαυτῇ, καὶ ἐξ ἑαυτῆς ἀναβλύζουσαν. εὐλογώτατα τοίνυν αὐτός περ ἔσται τῆς ἀγάπης ὁ καρπὸς, ἀγάπη καὶ αὐτὸς ὑπάρχων κατὰ τὸν ἐξ οὗπέρ ἐστι Πατρὸς ὁ Υἱὸς, διὰ τῆς ἀγάπης μάλιστα ταῖς ἡμετέραις ψυχαῖς ἐνσημανθήσεται, καὶ τῆς οἰκειότητος τῆς πρὸς αὐτὸν ἐγχαράττει τοῖς ἀγαθοῖς τὰ γνωρίσματα, τὸ ἀπρὶξ ἔχεσθαι τῆς φιλαλληλίας. ἄλλως τε, εἰ κατὰ τὴν Παύλου φωνὴν, ὁ Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν· 2.390 ἐν αὐτῷ γὰρ συνήφθη τὰ πάντα, τὰ κάτω τοῖς ἄνω, καὶ δι' αὐτοῦ κατηλλάγημεν τῷ Θεῷ καὶ Πατρὶ, καίτοι πολλὴν ἐν ἀρχαῖς ἐπιτηδεύσαντες τὴν ἀπόστασιν, διὰ τὴν εἰς τὸ φαῦλον ἀποδρομὴν, καὶ εἰς δύο ποτὲ μεμερισμένοι λαοὺς, εἴς τε τὰ ἔθνη καὶ τὸν Ἰσραὴλ, εἰς ἕνα καινὸν ἄνθρωπον ἐκτίσθημεν ἐν αὐτῷ· λέλυται γὰρ τὸ μεσότοιχον τοῦ φραγ μοῦ, καὶ κατήργηται τῆς ἔχθρας ἡ δύναμις, δόγμασιν εὐαγ γελικοῖς κατασιγασθέντος τοῦ νόμου· πῶς ἂν ἐγνώσθησαν ὅτι τῆς εἰρήνης γεγόνασι μαθηταὶ οἱ τὴν εἰς ἀλλήλους εἰρήνην οὐκ ἔχοντες; τί γὰρ ἕτερον εἴη τυχὸν ὁ τῆς ἀγάπης διασπασμὸς, ἢ πολέμου γένεσις καὶ εἰρήνης ἀνατροπὴ καὶ διψυχίας ἁπάσης εὕρεσις; ὥσπερ γὰρ ἐν ἀῤῥαγεῖ τῆς ἀγάπης συνδέσμῳ τὰ ἐκ τῆς εἰρήνης ἡμῖν ἀγαθὰ διασώζεται· τὸν αὐτὸν οἶμαι τρόπον ἐν τῇ τῆς ἀγάπης διακοπῇ τὸ ἐκ τοῦ πολέμου κακὸν παρεισδύεται. καὶ τί τὸ ἐντεῦθεν; ὕβρεις καὶ φιλονεικίαι καὶ ζῆλοι καὶ ὀργαὶ καὶ θυμοὶ καὶ ψιθυ ρισμοὶ καὶ καταλαλιαὶ καὶ φθόνοι καὶ πᾶν εἶδος φαυλότητος ἀναφαίνεται. Ἁπάσης τοιγαροῦν ἀρετῆς ἐν τῷ τῆς ἀγάπης εἴδει τε καὶ τρόπῳ συγκεφαλαιουμένης τε καὶ πληρουμένης, μὴ μέγα τις φρονείτω τῶν ἐν ἡμῖν ἐπ' ἀσιτίαις καὶ χαμευνίαις, ἤγουν ἐφ' ἑτέροις τισὶ τῶν ἐξ ἀσκήσεως πόνοις, εἰ μὴ διασώζοι καλῶς τὴν εἰς τὸν ἀδελφὸν ἀγάπησιν. ἔξω γὰρ τοῦ καμ πτῆρος τῆς νύσσης φέρεται, κατὰ τοὺς τῶν ἡνιόχων ἀμαθε στέρους, ὑπο[π]λανᾶται δὲ κυβερνήτου δίκην, ὃς ἔχει μὲν τῆς νεὼς τὸ πηδάλιον, τὸν γεμὴν προτεθέντα τῷ διάπλῳ σκοπὸν ἐξ ἀμαθίας οὐ διεσώσατο. διὰ τοῦτο καὶ ὁ θαρσήσας εἰπεῖν "Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;" φημὶ δὲ δὴ τὸν θεσπέσιον Παῦλον, οὐκ ἐπὶ τῷ διώκειν ἁπλῶς, ἀλλ' ἐν τῷ κατὰ σκοπὸν τοῦτο δρᾶν ἐσεμνύνετο· τὸ γὰρ, οἶμαι, σωματικοῖς ἐπαυχῆσαι πόνοις, τῶν κεφαλαιω 2.391 δεστέρων καὶ ἀναγκαιοτέρων ἀγαθῶν ἐκπίπτοντα, τουτέστι, τὸ μὴ διώκειν κατὰ σκοπόν· οἶδε δὲ οὕτω τὴν ἀγάπην καθάπερ τινὰ κορωνίδα πάσαις ἐπικεῖσθαι ταῖς ἀρεταῖς, ὡς καὶ κάλλιστα περὶ αὐτῆς φιλονεικήσαντα λέγειν "Κἂν "ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, κἂν παραδῶ τὸ σῶμά "μου ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι· "ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον "ἀλαλάζον." πρόσωπον οὖν ἄρα καὶ εἰκὼν ἐν ἡμῖν τοῦ Σωτῆρος Χριστοῦ, τῆς ἀγάπης τὸ καύχημα.
Λέγει αὐτῷ Σίμων Πέτρος Κύριε, ποῦ ὑπάγεις; Φιλοπευστεῖ δὴ πάλιν ἐκ φιλομαθείας ὁ Πέτρος, καὶ περιεργάζεται τοῦ λόγου τὴν δύναμιν, συνεὶς μὲν οὔπω, κατὰ τὸ εἰκὸς, ὡς ἔχει τὸ εἰρημένον, θερμοτάτην γεμὴν εἰς τὸ δεῖν ἕπεσθαι τῷ Χριστῷ τὴν προθυμίαν εἰσφέρων. καὶ ἀξιά γαστος μὲν ἐν τούτῳ τῶν μαθητῶν ἡ τάξις. οὐ γὰρ δήπου φαίη τις ἂν, ὅτι τῶν ἑτέρων συνέντων, τυχὸν μόνος ἠγνόησεν ὁ προτεταγμένος, διά τε τοῦτο διερωτᾶν. παραχωροῦσι δὲ μᾶλλον ὡς προὔχοντι τὸ κατάρχεσθαι λόγου, καὶ παῤῥησίας τῆς ἐν τῷ διαπυνθάνεσθαί φημι. τὸ γὰρ εἰς διδασκάλου λαλεῖν ἀκοὰς, οὐδὲ τοῖς εἶναί τι δοκοῦσιν, ἀκίνδυνον. θαυ μαστὸς δὲ οὐδὲν ἧττον ὁ Πέτρος, οὐκ αἰδοῖ τοῦ μὴ δοκεῖν εἶναι νωθὴς τὴν εἴδησιν τῶν ἀγνοηθέντων ζητούμενος, ἀλλ' ὀξὺς ἐπὶ τὸ χρῆναι σοφοῦσθαι τρέχων, καὶ αἰσχύνης ἀκαίρου κρείττονα τὴν ἐκ τῆς φιλομαθείας ὄνησιν ποιησάμενος, ἵνα τύπος τοῖς μεθ' ἑαυτὸν κἀν τούτῳ γένηται. δεῖν γὰρ οἶμαι μὴ παρατρέχειν ἐᾶν τοὺς τῶν διδασκόντων λόγους, εἴπερ ἂν εἶεν οὐ σφόδρα σαφεῖς, ἵνα τινὲς εἶναι δοκῶμεν ἀγχίνοι τε λίαν καὶ δριμεῖς εἰς σύνεσιν· διαπυνθάνεσθαι δὲ μᾶλλον καὶ ἀνασκαλεύειν ἐπιστημόνως τὸ ἐν ἀρχῇ παραδεχθὲν εἰς ὄνησιν. πολὺ γὰρ ἀμείνων ἡ τοῦ συμφέροντος γνῶσις 2.392 δοκησισοφίας κενῆς, καὶ τοῦ δοκεῖν ἐξεπίστασθαί τι, κρεῖττον ἂν εἴη τὸ μαθεῖν ἀληθῶς. Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς Ὅπου ἐγὼ ὑπάγω οὐ δύνασαί μοινῦν ἀκολουθεῖν, ἀκολουθήσεις δὲ ὕστερον. Εἰδὼς ὅτι βαρεῖάν τε καὶ δυσαχθῆ τοῖς ἑαυτοῦ μαθηταῖς ἐνθήσει τὴν λύπην, ἀναφανδὸν εἰπὼν, ὡς ἀναβήσεται μὲν εἰς οὐρανοὺς, ἐρήμους δὲ τῆς ἑαυτοῦ παρουσίας ἐάσει κατὰ τὴν γῆν, εἰ καὶ συνέσται πάλιν ὡς Θεὸς, εὐπεριστόλως πρὸς τὸ παρὸν ἀποχρῆται τῷ λόγῳ, διακλέπτων ἡρέμα τοῦ νοῦ τὴν ἀκρίβειαν. καὶ γοῦν οὐκ εἰδότας ὁρῶν, ἐν αὐτῷ μένειν ἐᾷ. τὰ γάρτοι λυπεῖν εἰωθότα, βαρυτέροις ἔσθ' ὅτε κατασκιάζειν λόγοις οὐκ ἀμελέτητον τοῖς σοφοῖς. εἰ γὰρ καὶ ὅτι μάλιστα τῆς ἀνθρωπότητος ἀπαρχὴν ἑαυτὸν ἀνακομίζων τῷ Θεῷ καὶ Πατρὶ, τὴν εἰς τὸ ἄνω καὶ εἰς οὐρανοὺς ἀποδημίαν ἐστέλ λετο, καὶ ὑπὲρ τῆς ἁπάντων λυσιτελείας τὸ δρώμενον ἦν· ἐνεκαίνισε γὰρ ἡμῖν ὁδὸν, ἣν οὐκ ᾔδει πρότερον ἡ ἀνθρώπου φύσις· ἀλλά γε τοῖς ἁγίοις μαθηταῖς ἀεὶ συνεῖναι σπουδά ζουσιν, οὐ φορητὸν εἶναι διεφαίνετο τὸ χωρίζεσθαι Χριστοῦ, καίτοι συνόντος αὐτοῖς διὰ παντὸς τῇ τοῦ Πνεύματος δυ νάμει τε καὶ συνεργίᾳ. ἀγνοοῦντα τοίνυν τὸν μακάριον Πέτρον τῶν εἰρημένων τὴν δύναμιν, ὁμοῦ τοῖς ἄλλοις μαθηταῖς, ἐν ταὐτῷ μένειν ἐᾷ, καὶ οὐκ εὐθὺς ἐφίστησι τῇ τῶν εἰρημένων ἀκριβείᾳ, χρησίμως, ἄχρις ἂν αὐτοῖς τὸν ἀνακτᾶσθαι δυνάμενον διαπερανεῖ λόγον· τοῦτο καὶ ἐν τοῖς ἐφεξῆς ποιοῦντα θεωρήσομεν. λέγει γὰρ πρὸς αὐτούς "Συμ "φέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ "παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς." φθάνει γεμὴν, ὡς Θεὸς, ἐπαγγείλασθαι θέλοντα τὸν μαθητὴν, ὅτι καὶ ἀκολου θήσει προθύμως καὶ συνέσται γοργῶς, οὐδενὸς αὐτῷ τὴν προθυμίαν ἀνασειράζοντος, καί φησιν Ὅπου ὑπάγω ἐγὼ οὐ 2.393 δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον. καὶ διττὴν ὁ λόγος ὠδίνει τὴν ἔννοιαν· ὧν ἡ μὲν μία προχειρο τάτη καὶ λίαν εὐτριβὴς, ἀφανεστέρα δέ πως ἡ ἑτέρα καὶ ἐν αἰνίγμασι. φάσκει μὲν γὰρ, ὡς οὐκ ἂν δύναιτο νῦν ἀκολουθεῖν πρὸς τὸ ἄνω βαδίζοντι καὶ παλινδρομοῦντι πρὸς οὐρανόν· ἀκολουθήσει γεμὴν μετὰ ταῦτα, ἀποκαθισταμένης δηλονότι τοῖς ἁγίοις παρὰ Χριστοῦ τῆς ἐν ἐλπίσι τιμῆς τε καὶ δόξης, ὅτε εἰς τὴν ἄνω γενήσονται πόλιν, καὶ συμβασι λεύσουσιν αὐτῷ. σημαίνει δέ τι πρὸς τούτῳ καὶ ἕτερον, καὶ ποῖον, ἐρῶ. οὔπω τὴν ἐξ ὕψους ἐνδυσάμενοι δύναμιν, οὐδὲ τὸ ἐνισχύον αὐτοὺς καὶ εἰς ἀνδρείαν ἀναπλάττον τὴν ἀνθρώπου φύσιν κομισάμενοι, Πνεῦμά φημι δὴ τὸ Ἅγιον, οὐχ οἷοί τε ἦσαν θανάτου καταγωνίζεσθαι, καὶ τοῖς οὕτω δυσαντήτοις ἀνταποδύσασθαι δείμασιν. ἦν γὰρ καὶ ἄλλως ἀπίθανον, μόνῳ πρέποντος καὶ τετηρημένου τῷ Σωτῆρι Χριστῷ τοῦ συνθραύειν δύνασθαι τοῦ θανάτου τὸ κράτος, ἑτέρους πρὸ αὐτοῦ τοῦτο δρῶντας ὁρᾶσθαι. τὸ γὰρ μὴ καταδειμαίνεσθαι θάνατον, τί ἂν ἕτερον εἴη τυχὸν, ἢ θανάτου καταφρονεῖν, ὡς οὐδὲν ἀδικεῖν ἰσχύοντος; διά τοι τοῦτο, κατά γε τὸν ἡμέ τερον νοῦν, καὶ αὐτοὶ κατέφριττον οἱ μακάριοι προφῆται προσιόντα τὸν θάνατον, ὡς οὔπω κατηργημένον διὰ τῆς ἀναστάσεως τοῦ Χριστοῦ. ὀρθὼς δὲ τοῦτο συνεὶς καὶ ὁ Παῦλος ἔφη τὸν ἐκ Θεοῦ Πατρὸς καὶ ἐν Θεῷ ὄντα Λόγον σπέρματος Ἁβραὰμ ἐπιδράξασθαι, ἵνα διὰ τοῦ θανάτου τῆς ἁγίας σαρκὸς καταργήσῃ τὸν θάνατον, "καὶ ἀπαλλάξῃ "τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι "ἦσαν δουλείας." πρώτη γὰρ θανάτου λύσις τὸ σωτήριον πάθος, καὶ ἀρχὴ τοῖς ἁγίοις τῆς κατ' αὐτοῦ γέγονεν εὐτολ μίας ἡ ἀνάστασις τοῦ Χριστοῦ. οὔπω τοίνυν καταργη σάσης τὸν θάνατον τῆς κατὰ φύσιν ζωῆς, μήτε μὴν συν θραυσάσης τὸν ἐξ αὐτοῦ ταῖς ἡμετέραις ψυχαῖς ἐμπίπτοντα 2.394 φόβον, ἀσθενέστεροί πως ἔτι πρὸς κινδύνους ἦσαν οἱ μαθη ταί. διὰ τοῦτο χαριέντως ὁ Κύριος, ὅτι σταυρωθήσεται κατὰ καιροὺς ὁ Πέτρος, ἕψεταί τε κατὰ τοῦτο αὐτῷ συνεπινεύει καί φησιν· ὅτι δὲ νυνὶ πρὸς ἀγῶνα τέως τὸν τοσοῦτον οὐκ ἄθραυστον ἔχει τὸν νοῦν, ὑποδηλοῖ λέγων Ὅπου ἐγὼ ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον. εἰ γὰρ μὴ τὸν τοῦ Πέτρου θάνατον ἐν τούτοις ἡμῖν ὁ Χριστὸς ὑπαινίττεται, τοῦ δὴ χάριν, καίτοι τῶν ἄλλων ἁγίων ἀπο στόλων ἐχόντων ἐν ὑποσχέσει τὸ συνέσεσθαί τε καὶ ἀκο λουθεῖν αὐτῷ κατὰ τὸν τῆς ἀναστάσεως δηλονότι καιρὸν, ἀποκαθισταμένης αὐτοῖς τῆς ἀκηράτου ζωῆς, καὶ τῶν ἐν ἐλπίσιν ἀγαθῶν, εἰς μόνον τὸ τοῦ Πέτρου πρόσωπον τὴν τοῦ λόγου περιίστησι δύναμιν; ἀλλ' ἔστι πρόδηλον, ὅτι τῷ Πέτρῳ προαγγέλλων τὸ ἐν ὑστέροις αὐτῷ συμβησόμενον χρόνοις αἰνιγματωδῶς ὑπεμφαίνει. καὶ γοῦν δι' ἑτέρων σαφέστερον αὐτὸ δεδήλωκεν εἰπών "Ὅτε ᾖς νεώτερος, "ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ "γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλοι ζώσουσί σε "καὶ ἀποίσουσί σε ὅπου οὐ θέλεις. τοῦτο δὲ εἶπε, φησὶ, "σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν." εἰ γὰρ καί ἐστιν ἡδὺ τοῖς ἁγίοις τὸ πάσχειν ὑπὲρ Χριστοῦ, ἀλλ' ὁ κίνδυνος οὐ θελητὸς μὲν, φορητὸς δ' οὖν ὅμως ὅταν ἐξ ἀνάγκης τινῶν ἐπιφέρηται. διὰ τοῦτο καὶ προστάττει προσ εύχεσθαι, ἵνα μὴ ἐμπέσωμεν εἰς πειρασμόν. Λέγει αὐτῷ ὁ Πέτρος Κύριε, διατί οὐ δύναμαί σοι νῦν ἀκολου θῆσαι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. Τί τὸ κωλύον, φησὶν, ἢ τί τὸ ἐξεῖργον ἀκολουθεῖν, τὸν ᾧ προτεθνάναι τοῦ διδασκάλου σκοπὸς, καὶ ἐν καυχήματος τάξει λελόγισται; τέλος μὲν γὰρ κινδύνου παντὸς, καὶ τὸ ἀκρότατον ὥσπερ τῆς τῶν διωκόντων ἀτιθάσου πλεονεξίας, 2.395 μέχρι μόνης στήσεται τῆς σαρκός· κατ' αὐτῆς γὰρ ὁ θάνατος· ὁ δὲ καὶ πρὸς τοῦτο ἑτοίμως ἔχων ἤδη καὶ διεσκευασμένος, ὑπὸ τίνος ἂν διακωλύοιτο, φησὶν, ἀπολέσῃ δὲ πῶς τὸ σύντονον φρόνημα περὶ τὸ χρῆναι πάντως ἀκολουθεῖν; θερμοτάτη μὲν γὰρ ἡ προθυμία τοῦ Πέτρου, καὶ τὸ τῆς ὑποσχέσεως μέτρον πλεονεκτοῦν, οὐ μικρὰν τὴν ἐνοῦσαν αὐτῷ δύναμιν θεωρήσαι τις ἂν, μᾶλλον δὲ καὶ αὐτῶν πραγμάτων ἤλεγξε τὸ τέλος· πλὴν ἐκεῖνο διασκεπτέον. τοῦ γὰρ Σωτῆρος ἡμῶν Χριστοῦ τὴν εἰς οὐρανοὺς ἀναφοί τησιν ἄνω καὶ κάτω σημαίνοντος, καὶ ὅτι μὲν νῦν οὐχ ἕψεται λέγοντος, ἀκολουθήσειν γεμὴν μετὰ ταῦτα, πληρω θείσης αὐτοῦ δηλονότι τῆς ἀποστολῆς, καιροῦ τοῦ πρέποντος ἐπὶ τὴν ἄνω πόλιν τὰς τῶν ἁγίων καλοῦντος κεφαλὰς, ἑτοίμως ἔχειν αὐτὸς καὶ προκινδυνεύειν ἐπαγγέλλεται, τὴν ἑτέραν ὥσπερ οἶμον ἰὼν, καὶ μὴ κατ' εὐθὺ τῶν λεγομένων ἐρχόμενος τὴν διάνοιαν. οἶμαι δὲ δεῖν ἐν λόγοις εἰπεῖν, οὔπω τοῖς εἰρημένοις ἀκριβῶς ἐπιστήσας τὸν νοῦν, οἴεται τάχα που τὸν Κύριον, ἢ πρός τινας τῶν κατὰ τὴν Ἰουδαίαν ἀγριω τέρας διαβήσεσθαι κώμας, ἢ καὶ εἰς ἑτέρους οἴχεσθαι λαοὺς, οἳ τοσοῦτον ἐξ ἀκριβοῦς ἀκοῆς ἀποδιακείσονται πρὸς τὰ παρ' αὐτοῦ ῥηθήσεσθαι μέλλοντα, ὡς μικρὰ μὲν κομιδῇ πρὸς τὰ τῶν ἄλλων Ἰουδαίων τολμήματα, πολὺ δὲ λίαν ἡμερωτάτην τὴν ἐνοῦσαν τοῖς Φαρισαίοις ἀποδεῖξαι μανίαν. διάτοι τοῦτο κατακολουθήσειν ἀπαραποδίστως ἐπαγγέλλεται, οὐχὶ οὖν τεθνάναι μόνον, ἀλλ' εἰ καὶ τεθνάναι δεήσει μὴ κατοκνῶν. ἔχει δὲ τούτῳ παραπλησίως καὶ ἐν τοῖς ἀνωτέρω, καὶ ὅποι, πάλιν ἐρῶ. Παραιτούμενος γάρ ποτε τὰς τῶν Ἰουδαίων ἀποπληξίας, καὶ τὸ ἀκρατὲς τοῦ θυμοῦ, καὶ τὸ τῆς γλώττης ἐξήνιον, τοῖς κατὰ τὴν Γαλιλαίαν ἐπεχωριάζεν ὁ Χριστὸς, πολλά τε παρ' ἐκείνοις τερατουργῶν ἐθαυμάζετο. ἐπειδὴ δὲ ὁ τῆς Μαριὰμ 2.396 καὶ ὁ τῆς Μάρθας τέθνηκεν ἀδελφὸς, φημὶ δὴ τὸν Λάζαρον, ἔγνω πάλιν ὡς Θεὸς, εἶτα λέγει τοῖς μαθηταῖς "Λάζαρος ὁ "φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω "αὐτόν." πρὸς δὲ τοῦτό φασιν ἐξ ἀγάπης οἱ μαθηταί "Νῦν ἐζήτουν σε Ἰουδαῖοι λιθάσαι, καὶ πάλιν ὑπάγεις "ἐκεῖ;" ἀνισταμένου δὲ τοῦ Χριστοῦ, καὶ τὸ χρῆναι πάντως ἐπὶ τὴν τῶν Ἰουδαίων ὑπονοστῆσαι χώραν διακελευομένου τε καὶ λέγοντος· "Θωμᾶς ὁ λεγόμενος ∆ίδυμος τοῖς ἑτέροις ἔφη "συμμαθηταῖς Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ' "αὐτοῦ." τοιοῦτον οἶμαί τι καὶ τὸν τῶν Πέτρου ῥημάτων ὠδίνειν σκοπόν. οἴεται γὰρ ἴσως, καθάπερ ἤδη προεῖπον, ἀποδραμεῖσθαί ποι διακηρύξοντα τὸν Ἰησοῦν, καὶ κινδυνεύειν αὐτὸν παρ' ἐκείνοις· διὰ τοῦτο καὶ αὐτὸς, ἐπείπερ ἐστὶν ἐξ ἀγάπης ἀκάθεκτος, ἄμαχόν τινα καὶ δυσανταγώνιστον τὴν εἰς τοῦτο προθυμίαν οἴσειν ἐπαγγέλλεται, οὐδὲν ἔτι παν τελῶς ὑπολελεῖφθαι λέγων τὸ διακωλύειν ἰσχύον, καίτοι ἕπεσθαι δεῖν ᾑρημένον, ἐπείπερ αὐτῷ καὶ προτεθνάναι τοῦ διδασκάλου σκοπός. Ἀποκρίνεται ὁ Ἰησοῦς Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσει, ἕως οὗ ἀπαρνήσῃ με τρίς. Μείζονα μὲν ἢ καθ' ἑαυτὸν ὁ Πέτρος ἐπαγγέλλεται, κἂν ἀξιάγαστον ἔχῃ τὴν ἐπὶ τούτῳ σπουδήν· τοῦ γεμὴν ἐσο μένου χειμῶνος τὸ ἀμειδὲς, καὶ δύσοιστον τοῦ πειρασμοῦ, καὶ τοῦ διωγμοῦ τὸ μέγεθος ἐννοήσας ὁ Χριστὸς, μονονουχὶ κατασείει τὴν κεφαλὴν, ὅλον δὲ ὥσπερ ἐν ὀφθαλμοῖς ἁπλώ σας τὸ πάθος, καὶ τῆς Ἰουδαίων ἀνοίας θεωρήσας τὴν ὑπερ βολὴν, διασκοπήσας δὲ τὰ ἐσόμενα κατ' ἐκεῖνο καιροῦ, τάχα τι τοιοῦτον ἀναφωνεῖ Τὴν ψυχὴν, ὦ Πέτρε, ὑπὲρ ἐμοῦ τίθης, καὶ τὸ μηδὲν εἶναι φῂς τὸν ἐπὶ τούτῳ φόβον; ὅτι τε 2.397 κρείττων ἔσῃ τῶν ἐσομένων ὑπολαμβάνεις; ἀλλὰ τοῦ πει ρασμοῦ τὸ βάρος οὐκ ἐπίστασαι· οὐ γὰρ ἀραρότως προκεί σεται τὸ παθεῖν, σοὶ δὲ τὸ μικροψυχῆσαι λίαν καὶ οὐχ ἑκόντι συμβήσεται, καὶ ἀρνήσῃ με τρὶς, καὶ ἐν νυκτὶ τοῦτο αὐτὸ μιᾷ. ταυτί πως οἴεσθαι λέγειν ὑποτοπητέον τὸν Ἰησοῦν· θαυμάσαι γεμὴν κἀν τούτῳ δὴ πάλιν τὴν ἐνοῦσαν αὐτῷ φιλανθρωπίαν ἄξιον· προειρηκὼς γὰρ, ὅτι τῷ τόνῳ τῆς ἐνούσης αὐτῷ προθυμίας ἡ τῆς ψυχῆς οὐχ ἕψεται δύναμις, ὀκλάσει γεμὴν καὶ ὑπενδώσει τοσοῦτον, ὥστε καὶ πρὸς μόνον ἀπειπεῖν τὸν τοῦ κινδύνου φόβον, οὐδὲν ἐπηπεί λησε, διὰ τοῦτο τυχὸν, ὡς οὐδ' ὑπὸ θείαν ἔσται κίνησιν λέγει· καὶ διὰ ποίαν αἰτίαν ................................ παθόντι δέ τι τῶν ἀνθρωπίνων οὐκ ἐπανατείνει τὴν κόλασιν. ᾔδει γὰρ ἀσθενοῦσαν ἔτι τὴν φύσιν, καὶ οὐ δυναμένην ἐνεγκεῖν τοῦ θανάτου τὴν ἀπειλήν. οὔπω γὰρ οὔπω κατηρ γημένος διὰ τῆς ἀναστάσεως αὐτοῦ, τῆς ἁπάντων διανοίας κατεθρασύνετο, καὶ ἱκανὸς ἦν ἔτι καὶ μόνῳ συνθραῦσαι τῷ δείματι καὶ τὸν σφόδρα νεανικὸν καὶ δεινὸν εἰς εὐτολμίαν. παθοῦσα γὰρ παρὰ φύσιν ἡ φύσις τὸν θάνατον, ὡς νενικη κότι παραχωρεῖ, μᾶλλον δὲ παρεχώρει τότε· διαῤῥήξαντος δὲ τοῦ Σωτῆρος ἡμῶν τὰ ἐκείνου δεσμὰ, γλυκὺς ἀναπέ φανται τοῖς ἀγαπῶσι Χριστὸν, εἰ καὶ προσίοι πικρῶς· ἀντεισβέβηκε γὰρ ἡ αἰώνιος ζωὴ, τὸ τῆς φθορᾶς παρα λύουσα κράτος. οἰέσθω δὲ πάλιν ἐνταῦθα μηδεὶς ἠρνῆσθαί τε καὶ ἀτονῆσαι τὸν Πέτρον, διὰ τὸ ῥῆμα Χριστοῦ· οὐ γὰρ ἀνάγκην ἐπιτιθεὶς, ἀλλ' οὐδὲ ἐκ βίας ἕλκων εἰς τὸ παθεῖν τὰ τοιαῦτά φησιν· ἀλλ' ὅπερ οἶδεν, ὡς Θεὸς, πάντως καὶ ἀναμ φιλόγως ἐσόμενον προλέγει τῷ μαθητῇ. Ἐπειδὴ δὲ τὰ τοῖς ἀρχαιοτέροις συμβεβηκότα πρὸς νουθεσίαν τῶν μετ' αὐτοὺς ἀναγέγραπται, φέρε δή τι λέ γωμεν τῶν ἀναγκαίων εἰς ὄνησιν ἐκ τοῦ κεφαλαίου κεκινη μένοι. οὐ γὰρ οἶμαι δεῖν ἐπαγγέλλεσθαί τι προχείρως τῷ 2.398 Θεῷ, οὐδὲ κατορθοῦν ὑπισχνεῖσθαι τὸ ὑπὲρ δύναμιν ἔσθ' ὅτε, ὡς κατεξουσιάζοντας τῶν πραγμάτων, καὶ τοῦτό φημι πρὸς τὰ ἐκ τῆς ἀποτυχίας ἐγκλήματα βλέπων· ἄλλως τε καὶ ὑπεροψίας οὐκ ἀπηλλάχθαι νομίζω τὸ προαλέστερον εἰπεῖν, ὅτι κατορθώσω τόδε τι τυχὸν, ἢ τόδε τι. καὶ γὰρ ἐφ' ἅπασιν, οἷς ἄν τις δρᾶσαι προέλοιτο καὶ βούληται κατορθοῦν, ἐκεῖνο μάλιστα δεῖ φωνεῖν, ὅπερ εἴρηκεν ὁ σοφώτατος μαθητής "Ἐὰν ὁ Κύριος θέλῃ καὶ ζήσωμεν." προθυμίαν μὲν γὰρ τὴν ἀγαθουργόν φημι δεῖν ταῖς τῶν φιλοθέων ἐνεῖναι ψυχαῖς, καὶ τὸ κατορθοῦν ἐθέλειν τὴν ἀρετὴν ἐξ ὅλης ἰσχύος ἐπείγεσθαι, τὴν δὲ ἐπὶ τούτοις ὁδὸν διὰ τῆς ἄνωθεν ἐξαιτεῖν εὐμενείας, οὐχ ὡς ἔχοντα προαλῶς ἐπαγγέλλεσθαι. ἀψευδῆ γὰρ οὕτω τῷ Θεῷ τὴν ἐφ' ἅπασι τοῖς ἀρίστοις ἐπαγγελίαν τηρήσομεν, ἔξω τε πόδα αἰτίας ἕξομεν, κατὰ τὸν παρ' Ἕλλησι λόγον. ἔστι δὲ καὶ ἑτέρως ἀγαθὸν τὸ μὴ εὔξασθαί τισιν, ἢ εὔξασθαι καὶ μὴ ἀπο δοῦναι. Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία. Εἰς τοῦτο μικροψυχίας κατοιχήσεσθαι τὸν Πέτρον εἰπὼν, ὡς ἀρνήσασθαι τρὶς, καὶ ἐν μιᾷ τοῦτο πείσεσθαι νυκτὶ, τῇ τοῦ πράγματος ὑπερβολῇ μονονουχὶ τὸν ἀκμαιότατον τῶν κινδύνων ὑπέδειξε φόβον. ὅθεν ἦν δήπου, καὶ μάλα εἰκότως, τοὺς ἑτέρους παραχρῆμα διαλογίζεσθαι μαθητάς Τίς ἄρα καὶ πόσος, ἢ ποῖον ἕξει τὸ μέγεθος, τῶν ἐσομένων ὁ φόβος, δυσκαταμάχητος δὲ οὕτως ὁ πειρασμὸς, ὡς ἑλεῖν μὲν τὸν προὔχοντα, καταβαλεῖν δὲ οὐχ ἅπαξ, ἀλλ' ἐν ἑνὶ μὲν πολλάκις, καὶ ἐν ὀλίγῳ καιρῷ; τίς οὖν ἄρα ἐν ἡμῖν τὸ ἐν τοῖς ἔτι χείροσι γενέσθαι διαφεύξεται, ἢ πῶς ἀνθέξει τις ἕτερος, τοῦ Πέτρου κινουμένου, καὶ τῷ βάρει τῶν συμβεβη κότων ὡς ἐξ ἀνάγκης ὑπείκοντος; μάτην οὖν ἄρα τοὺς ἐπὶ 2.399 τῷ χρῆναι κατακολουθεῖν αὐτῷ διηντλήκαμεν πόνους, καὶ εἰς ζημίαν ἱδρώτων ἐκτελευτᾷ τὸ ἐπιχείρημα, καίτοι ζωῆς τῆς παρὰ Θεῷ πρόξενον εἶναι δοκοῦν. ταῦτά τοι καθ' ἑαυτοὺς διενθυμεῖσθαι τοὺς μαθητὰς τὸ ἀπεικὸς οὐδέν· ἐπειδὴ δὲ κεκλιμένην αὐτοῖς τὴν διάνοιαν ἐπανορθοῦν ἔδει πάλιν, ἀναγκαῖον ὥσπερ τοῖς ἐντεῦθεν διαλογισμοῖς τε καὶ δεί μασιν ἀντεπάγει τὸ φάρμακον, ὅπλον τε ποιεῖσθαι τὴν ἀτα ραξίαν ἐπιτάττει λέγων Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία. ὅρα γεμὴν, ὅπως ἐπεσκιασμένως αὐτοῖς τῆς ἐσομένης αὐτοῖς μικροψυχίας ὑπισχνεῖται τὴν ἄφεσιν. ἀκατακαλύπτως μὲν γὰρ οὐ φησὶν, ὅτι συγγνώσομαι καὶ ἠσθενηκόσιν, ἢ ὅτι συνέσομαι πάλιν οὐδὲν ἧττον ἀρνησαμένοις, ἢ πεφευγόσιν, ἵνα μὴ τὸν ἐκ τοῦ γελᾶσθαι φόβον ὁλοτελῶς ἀποστήσας, καὶ τὴν ἐκ τοῦ προσκρούειν ὑπόνοιαν ὁλοτελῶς ἀφελὼν, λεῖον αὐτοῖς ἀπεργάσηται τὸ πλημμέλημα, καὶ παρ' οὐδὲν ποιεῖσθαι διδάξῃ τὴν ἐκ τῆς ἀρνήσεως μέμψιν. τὸ δὲ δὴ μὴ χρῆναι ταράττεσθαι λέγων, μέσους αὐτοὺς ἐλπίδος ἐτίθει καὶ δείματος, ἵν' ἠσθενηκόσι μὲν καὶ παθοῦσιν αὐτοῖς τὸ ἀνθρώπινον, ἡ τῆς ἡμερότητος ἐλπὶς πρὸς τὸ ἀνασφῆλαι συμμαχῇ· ὀλιγάκις δὲ πταίειν ὁ τοῦ προσκρούειν αὐτοὺς ἐπιτρέπῃ φόβος, ἐπείπερ αὐτοῖς οὔπω μετῆν τὸ μὴ δύνασθαι διαπίπτειν ὅλως, οὔπω κατημφιεσμένοις τὴν ἄνωθεν καὶ τὴν ἐξ ὕψους δύναμιν, τουτέστι, τὴν διὰ τοῦ Πνεύματος χάριν. ἐπιτάττει τοιγαροῦν μὴ ταράττεσθαι, ὁμοῦ μὲν διδάσκων, ὅτι περ προσήκοι δὴ πάντως ἀμείνους εἶναι δειλίας τοὺς ἀγωνίζεσθαι μέλλοντας καὶ τοὺς ὑπὲρ τῆς εἰς ἄκρον εὐ κλείας εἰσβήσεσθαι πόνους· μέγα γὰρ εἰς εὐτολμίας ἐφόδιον ὁ ἀτάραχος νοῦς· ὁμοῦ δὲ αὖ πάλιν ἀμυδρότερον μὲν καὶ οὐ σφόδρα διαφανῶς, ὑποσπείρων δ' οὖν ὅμως τῆς ἀφέσεως τὴν ἐλπίδα, καὶ εἰ γένοιτό πως αὐτοῖς τὸ ἐξ ἀνθρωπίνης 2.400 μικροψυχίας κατολισθεῖν εἰς δειλίαν. νοῦς γὰρ οὔπω τῇ ἄνωθεν ἱδρυμένος χαρίτι, δειλός τε καὶ εὐανάτρεπτος καὶ εἰς τὸ κλονεῖσθαι ταχύς. διά τοι τοῦτο καὶ ὁ σοφώτατος Παῦλος ἐπευχόμενός τισιν ἐπιστέλλει "Καὶ ἡ εἰρήνη τοῦ "Χριστοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρ "δίας ὑμῶν." τοῦτο γάρ ἐστι τὸ μὴ ταράττεσθαι τὴν καρδίαν. Πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε. Ὁπλίτην ἐργάζεται τὸν ἄρτι δειλὸν, καὶ διὰ πραγμάτων ἐκ φόβου τραυμάτων ποιεῖσθαι κελεύει τὸ ἐν πίστει γοργόν. σωζόμεθα γὰρ οὕτως, καὶ οὐχ ἑτέρως, κατ' ἐκεῖνο δή που τὸ ἐν ψαλμοῖς μελῳδούμενον "Κύριος φωτισμός μου καὶ "σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς "ζωῆς μου, ἀπὸ τίνος δειλιάσω;" ὑπερμαχομένου γὰρ καὶ ὑπερασπίζοντος ἡμῶν τοῦ πάντα ἰσχύοντος Θεοῦ, τίς ἂν ἡμᾶς δύναιτο κακοῦν; τίς δὲ ἰσχύος εἰς τοῦτο δραμεῖται τυχὸν, ὡς ὑπὸ χεῖρα ποιῆσαι τοὺς ἐκλεκτοὺς, καὶ τοῖς τῆς ἑαυτοῦ δυστροπίας ὑποθεῖναι κακοῖς; ἢ τίς ἂν ἕλοιτο καὶ δορυκτήτους ποιήσαιτο τοὺς τὴν θείαν ἔχοντας παντευχίαν; ὅπλον οὖν ἡ πίστις, ἄῤῥαγές τε καὶ πλατὺ, καὶ τὴν ἐκ τοῦ παθεῖν οἴεσθαί τι τυχὸν ἀποτρέπον δειλίαν, ἄπρακτά τε παντελῶς καὶ ἀνόνητα παντελῶς τοῖς πειράζουσι τὰ τῆς πονηρίας αὐτῶν ἀποτελοῦν βέλη. ἔχοντος δὲ οὕτω τοῦ τῆς πίστεως λόγου, πάλιν ἐκεῖνο διασκεπτέον· διεκελεύσατο γὰρ πιστεύειν αὐτοὺς, οὐκ εἰς μόνον τὸν Θεὸν, ἀλλὰ καὶ εἰς αὐτὸν, οὐχ ὡς ἕτερόν τι παρὰ τὸν ὄντα φύσει Θεὸν ὑπάρχων αὐτὸς, ὅσον εἰς οὐσίας ταυτότητα λέγω, ἀλλ' ὅτι τὸ εἰς Θεὸν πιστεῦσαι, ἔν τε τούτῳ μόνῳ τῷ ῥήματι τὸν τῆς πίστεως οἴεσθαι δεῖν συμπεπερᾶσθαι λόγον, Ἰουδαϊκῆς πως ἐστὶν ὑπονοίας ἴδιον, τὸ δὲ τῇ εἰς Θεὸν πίστει συνεισάγεσθαι 2.401 τὸ ὄνομα τοῦ Υἱοῦ, κηρυγμάτων εὐαγγελικῶν ἐπίταγμα φαί νεται. δεῖ γὰρ πιστεύειν τοὺς οἵ γε φρονοῦσιν ὀρθῶς, εἴς γε Θεὸν Πατέρα, καὶ οὐχ ἁπλῶς εἰς Υἱὸν, ἀλλὰ καὶ ἐνανθρω πήσαντα, καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον. ἡ μὲν γὰρ ἁγία τε καὶ ὁμοούσιος Τριὰς, καὶ ταῖς τῶν ὀνομάτων διαφοραῖς καὶ τῶν προσώπων ποιότησί τε καὶ ἰδιότησι διαστέλλεται· πατὴρ γάρ ἐστιν ὁ Πατὴρ καὶ οὐχ Υἱὸς, καὶ Υἱὸς πάλιν ὁ Υἱὸς καὶ οὐ Πατὴρ, καὶ Πνεῦμα τὸ Πνεῦμα τὸ Ἅγιον ἴδιον τῆς θεότητος· καὶ εἰς τὸν αὐτὸν τῆς οὐσίας ἀνακεφα λαιοῦται λόγον, οὐ τρεῖς ἡμῖν, ἀλλ' ἕνα Θεὸν ἐπιγράφουσα. πλὴν εὐδιαστόλως φημὶ δεῖν ἡμᾶς ποιεῖσθαι τὴν πίστιν, οὐχ ἁπλῶς λέγοντας Πιστεύομεν εἰς Θεὸν, ἀλλ' ἐξαπλοῦντας τὴν ὁμολογίαν, καὶ ἑκάστῳ προσώπῳ τὸν αὐτὸν τῆς δόξης ἀνατιθέντας λόγον. διαφορὰ γὰρ πίστεως οὐδεμία μὲν ἐν ἡμῖν, οὐ γὰρ μείζων μὲν ἐν ἡμῖν ἡ πίστις ἐν Πατρὶ, ἐλάττων δὲ ἐν Υἱῷ, ἢ καὶ ἐν τῷ Ἁγίῳ Πνεύματι· ἀλλ' εἷς τε καὶ ὁ αὐτὸς τῆς ὁμολογίας ὅρος τε καὶ τρόπος, διὰ τριῶν ἐρχό μενος ὀνομάτων ἐν ἴσῳ τῷ μέτρῳ, ἵνα πρὸς ἑνότητα φύσεως καὶ διὰ τούτων ἰοῦσα φαίνηται πάλιν ἡ ἁγία Τριὰς, ἀκατη γόρητός τε παντελῶς ἡ περὶ αὐτὴν διαλάμπουσα δόξα καὶ ἐν ταῖς ἡμετέραις ὁρῷτο ψυχαῖς εἰς Πατέρα καὶ εἰς Υἱὸν ἡ πίστις, καὶ ὅτε γέγονεν ἄνθρωπος, καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον. καὶ οὐκ ἂν οἶμαι διέλοιτό τις, εἴ γε σωφρονοίη, τοῦ Θεοῦ Λόγου τὸν ἐκ παρθένου ναὸν, ὅσον ἧκεν εἰς τὸ τῆς υἱότητος χρῆμά φημι· "Εἷς γὰρ Κύριος Ἰησοῦς Χριστὸς," κατὰ τὴν τοῦ Παύλου φωνήν. ὁ δὲ διατέμνων εἰς υἱῶν δυάδα τὸν ἕνα καὶ μόνον, ἴστω δὴ πάντως τὴν πίστιν ἀρνού μενος. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τὸν περὶ τούτων ἄριστά τε καὶ λίαν ὀρθῶς ἐξυφαίνων λόγον, οὐ γυμνὸν εἰς πίστιν εἰσκεκόμικε τὸν Μονογενῆ, ἀλλὰ καὶ ἐν τοῖς καθ' ἡμᾶς γεγονότα, τουτέστιν, ἄνθρωπον ἀποθανόντα τε καὶ 2.402 ἐγηγερμένον ἐκ νεκρῶν. τί γάρ φησιν; "Ἐγγύς σου τὸ "ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· "τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν, διότι ἐὰν "εἴπῃς ἐν τῷ στόματί σου ὅτι Κύριος Ἰησοῦς, καὶ "πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς ἤγειρεν αὐτὸν "ἐκ νεκρῶν, σωθήσῃ. καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιο "σύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν." εἰ δὲ πιστεύομεν εἰς Υἱὸν, ὡς ἐγηγερμένον, τίς ὁ τεθνεὼς, ἵνα καὶ ἀναστῇ; ἀλλ' ἔστι δῆλον, ὅτι τεθνάναι νοεῖται κατὰ τὴν σάρκα. κατεκλείσθη γὰρ εἰς θάνατον τὸ ἴδιον αὐτοῦ σῶμα, καὶ ἀνεβίω πάλιν· σῶμα γὰρ ἦν τῆς κατὰ φύσιν ζωῆς, ὅλην τοῦ ἐν αὐτῷ κατοικήσαντος καὶ ἀῤῥήτως ἡνωμένου τὴν ἰδιότητα φοροῦν, τουτέστιν, ἐνέργειαν τὴν ζωοποιόν. ὅταν οὖν τις διέλῃ καὶ, θεὶς ἀνὰ μέρος τήν τε σάρκα καὶ τὸν ἐνοικήσαντα σωματικῶς ἐν αὐτῇ, δύο τολμήσῃ λέγειν υἱοὺς, γινωσκέτω πιστεύειν εἰς μόνην τὴν σάρκα. πιστεύειν γὰρ ἡμᾶς αἱ θεῖαι διδάσκουσι γραφαὶ εἰς τὸν σταυρωθέντα τε καὶ ἀποθανόντα, καὶ ἐγηγερμένον ἐκ νεκρῶν, οὐχ ὡς ἕτερον ὄντα παρὰ τὸν ἐν αὐτῇ Θεὸν Λόγον, οὐχ ὅσον εἰς οὐσίας ταυτότητά φημι· σῶμα γὰρ τὸ σῶμα, καὶ οὐ Λόγος, εἰ καὶ σῶμα τοῦ Λόγου· ἀλλ' ὅσον εἰς τὸ τῆς ἀληθοῦς υἱότητος χρῆμα. εἰ δέ τῳ δοκοίημεν οὐκ ἄριστα λέγειν, ἐπιδεικνύτω παρελθὼν τὸν ἐκ Θεοῦ τεθνεῶτα Λόγον καθὸ νοεῖται Θεὸς, ὅπερ ἐστὶν ἀδύνατον, μᾶλλον δὲ καὶ μόνον ἐννοῆσαι δυσ σεβές. Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μὴ, εἶπον ἂν ὑμῖν ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω τόπον ὑμῖν, πάλιν ἔρχομαι καὶ παρα λήψομαι ὑμᾶς μετ' ἐμαυτοῦ, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε. Ἀναγκαίως αὐτοῖς τὸ μὴ χρῆναι ταράττεσθαι διειπὼν, 2.403 πιστεύειν τε μᾶλλον καὶ εἴς τε Πατέρα τὸν Θεὸν, καὶ ἑαυτὸν ἐπιτάξας, καὶ ἀναφανδὸν ἤδη φησὶ μικροψυχοῦντας παρα μυθούμενος, ὡς οὐκ ἔξω μενοῦσι τῆς ὁσίας αὐλῆς, ἀλλ' ἐνοικισθήσονται μὲν ταῖς ἄνω μοναῖς, ἐν δὲ τῇ τῶν πρωτο τόκων ἐκκλησίᾳ τὸν μακραίωνα τρίψουσι βίον, καὶ ἐν ἀτελευτήτοις ἔσονται τοῖς ἀγαθοῖς. πολλὰς γεμὴν εἶναί φησι τὰς μονὰς ἐν τῇ τοῦ Πατρὸς οἰκίᾳ, πολυχώρητόν τινα διδάσκων εἶναι τὸν οὐρανὸν, καὶ προσθήκης οὐδεμιᾶς δεῖσθαι παντελῶς τὴν παρ' αὐτοῦ γενομένην κτίσιν εἰς τὸ δύνασθαι λαβεῖν τοὺς ἀγαπῶντας αὐτόν· εἰκὸς δὲ, ὅτι καὶ τὸ διάφορον τῆς τιμῆς, τῷ πολλὰς εἶναι λέγειν τὰς μονὰς, ὑποσημῆναι βούλεται, ἑκάστου τοῦ διαζῆν βουλομένου ἐν ἀρετῇ, τόπον ὥσπερ τινὰ τὸν ἴδιον ἀποληψομένου, καὶ τὴν τοῖς αὐτοῦ πρέπουσαν κατορθώμασι δόξαν. εἰ μὴ πολλαὶ τοιγαροῦν ἦσαν αἱ παρὰ τῷ Θεῷ καὶ Πατρὶ μοναὶ, ταύτης ἂν ἕνεκεν τῆς αἰτίας προαποδημήσειν ἔφη, ὡς δηλονότι προετοιμάσαι τὰ τῶν ἁγίων ἐνδιαιτήματα· πολλὰς δὲ οὔσας εἰδὼς προη τοιμασμένας ἤδη, καὶ τῶν ἀγαπώντων Θεὸν περιμενούσας τὴν ἄφιξιν, οὐχὶ ταύτης ἕνεκα τῆς αἰτίας ἀποδημήσων, φησὶν, ἀλλὰ τῆς ἀνόδου τῆς πρὸς τὸ ἄνω, νομὴν ὥσπερ τινὰ καὶ τόπον προευτρεπίσων ὑμῖν, καὶ τὸ πάλαι δύσβατον ἐξομαλιῶν. ἄβατος γὰρ ἦν ἀνθρώποις παντελῶς ὁ οὐρανὸς, καὶ οὐ πεπάτηκε πρότερον πώποτε σὰρξ τὸ καθαρὸν ἐκεῖνο καὶ πάναγνον τῶν ἀγγέλων χωρίον, ἐνεκαίνισε δὲ πρῶτος ἡμῖν τὴν εἰς αὐτὸν ἄνοδον ὁ Χριστὸς, καὶ τόπον ἔδωκεν ἀνόδου τῆς εἰς οὐρανὸν τῇ σαρκὶ, ἀπαρχὴν ὥσπερ τινὰ τῶν κεκοιμημένων, καὶ ἐν γῆς χώματι κειμένων, ἑαυτὸν ἀνακαι νίσας τῷ Θεῷ καὶ Πατρὶ, καὶ πρῶτος ἄνθρωπος ὀφθεὶς τοῖς ἐν οὐρανῷ. τοιγάρτοι καὶ τὸ σεπτὸν καὶ μέγα τῆς ἐπιδημίας τῆς μετὰ σαρκὸς μυστήριον οὐκ εἰδότες οἱ κατ' οὐρανὸν ὄντες ἄγγελοι, ἀνιόντα κατετεθήπεσαν, ἐπὶ δὲ τῷ ξένῳ καὶ 2.404 ἀήθει πράγματι μονονουχὶ τεθορυβημένοι φασί "Τίς οὗτος "ὁ παραγενόμενος ἐξ Ἐδώμ;" τουτέστιν, ἐκ γῆς· ἀλλ' οὐκ ἀδίδακτον τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἀξιαγάστου σοφίας τὴν ἄνω πληθὺν ἀφῆκε τὸ Πνεῦμα, διεκελεύετο δὲ μᾶλλον ὡς βασιλεῖ καὶ τῶν ὅλων ∆εσπότῃ τὰς οὐρανίους ἀνοιγνύναι πύλας ἀναφωνοῦν "Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ "ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς "δόξης." ἐνεκαίνισε τοίνυν ἡμῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς "ὁδὸν πρόσφατον καὶ ζῶσαν," ὡς ὁ Παῦλός φησιν, οὐκ "εἰς χειροποίητα ἅγια εἰσελθὼν, ἀλλ' εἰς αὐτὸν τὸν "οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ "ἡμῶν." οὐ γὰρ ἑαυτὸν ἐμφανίσων τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς ἀναβέβηκεν ὁ Χριστός· ἦν γὰρ καὶ ἔστι καὶ ἔσται διὰ παντὸς ἐν Πατρὶ, καὶ ἐν ὀφθαλμοῖς τοῦ ἰδίου γεννήτορος, αὐτὸς γάρ ἐστιν, ᾧ προσχαίρει διὰ παντός· ἀνέβη δὲ νῦν ὡς ἄνθρωπος ἀσυνήθως τε καὶ ξένως ἐμφανι σθῆναι ὁ πάλαι γυμνὸς ἀνθρωπότητος Λόγος. δι' ἡμᾶς δὲ τοῦτο καὶ ὑπὲρ ἡμῶν, ἵνα καὶ ὡς ἄνθρωπος εὑρεθεὶς, ὡς Υἱὸς ἐν δυνάμει καὶ μετὰ σαρκὸς ἀκούσας καθόλου "Κάθου "ἐκ δεξιῶν μου," τῆς υἱοθεσίας τὴν δόξαν ὅλῳ δι' ἑαυτοῦ παραπέμψῃ τῷ γένει· εἷς γάρ ἐστιν ἐξ ἡμῶν, καθὸ πέφηνεν ἄνθρωπος, ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς, εἰ καὶ ὑπὲρ πᾶσάν ἐστιν τὴν κτίσιν, καὶ ὁμοούσιος τῷ ἰδίῳ γεννήτορι, καθὸ πέφηνεν ἐξ αὐτοῦ Θεὸς ἐκ Θεοῦ καὶ φῶς ἐκ φωτὸς κατὰ ἀλήθειαν. ἐνεφανίσθη τοίνυν, ὡς ἄνθρωπος ὑπὲρ ἡμῶν τῷ Πατρὶ, ἵνα ἡμᾶς τοὺς ἐκ προσώπου γεγονότας διὰ τὴν ἀρχαίαν παράβασιν, στήσῃ πάλιν ὡς ἐν προσώπῳ τοῦ Πατρός· κεκάθικεν, ὡς Υἱὸς, ἵνα καὶ ἡμεῖς ὡς υἱοὶ δι' αὐτοῦ χρηματίσωμεν καὶ τέκνα Θεοῦ. διάτοι τοῦτο καὶ ὁ Παῦλος, ὁ τὸν Χριστὸν ἔχειν ἐν ἑαυτῷ λαλοῦντα διατεινόμενος, κοινὰ τῇ φύσει τῇ ἀνθρωπείᾳ τὰ εἰς αὐτὸν ἰδικῶς γεγονότα 2.405 διδάσκων φησὶν, ὅτι "καὶ συνήγειρεν ἡμᾶς καὶ συνεκάθισεν 2.405 "ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ." ἴδιον μὲν γὰρ ὡς Υἱῷ κατὰ φύσιν ὑπάρχει Χριστῷ τὸ τῆς συνεδρείας ἀξίωμα, καὶ τὴν τοῦ συγκαθῆσθαι δόξαν αὐτῷ τε πρεπόντως καὶ μόνῳ ἀληθῶς ἀνακεῖσθαι φήσομεν. τὸ δὲ ὅλως καθ' ἡμᾶς ὑπάρ χειν τὸν συνεδρεύοντα καθὸ πέφηνεν ἄνθρωπος μετὰ τοῦ νοεῖσθαι καὶ Θεὸν ἐκ Θεοῦ, παραπέμπει πως καὶ εἰς ἡμᾶς τὴν ἐκ τοῦ ἀξιώματος χάριν. εἰ γὰρ καὶ μὴ αὐτῷ συνεδρεύ σομεν τῷ Πατρί· πῶς γὰρ τὸ δοῦλον εἰς τὴν ἴσην τῷ δεσπότῃ τιμὴν ἀνίοι ποτέ; ἀλλ' οὖν γε, τὴν ἐπὶ θρόνων κάθισιν τοῖς ἁγίοις ἐπηγγείλατο μαθηταῖς. "Ὅταν γὰρ, "φησὶν, ὁ υἱὸς τοῦ ἀνθρώπου καθίσῃ ἐπὶ θρόνου δόξης "αὐτοῦ, καὶ ὑμεῖς καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες "τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ." οὐκοῦν ἀνοιχήσομαι, φησὶν, οὐ μονὰς ὑμῖν ἑτοιμάσων· εἰσὶ γὰρ ἤδη πολλαὶ, καὶ τὸ ἐπικαινοτομεῖσθαι τῇ κτίσει περιττόν· προευτρεπίσων δὲ τόπον ὑμῖν τοῦ εἶναι δύνασθαι λοιπὸν ἀναμὶξ τοῖς ἁγίοις ἀγγέλοις τοὺς ὄντας ἐπὶ τῆς γῆς, διὰ τὴν μεσολαβήσασαν ἁμαρτίαν· οὐ γὰρ ἂν ἐμίχθη τοῖς οὕτω βεβήλοις ἡ ἁγία τῶν ἄνω πληθύς· κατορθώσας δὲ τοῦτο, καὶ συνάψας τοῖς ἄνω τὸν κάτω, τόπον δὲ δοὺς ἀνόδου τῆς εἰς τὴν ἄνω πόλιν ὑμῖν, πάλιν ἐπανήξω κατὰ τὸν τῆς παλιγγενεσίας καιρὸν καὶ παρα λήψομαι ὑμᾶς μεθ' ἑαυτοῦ, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε. ὃ καὶ συνεὶς ὁ Παῦλος ἐν οἰκείαις ἐπιστολαῖς οὕτω φησί "Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ "ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου "οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ Κύριος ἐν "κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ "καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀνα "στήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπό "μενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς 2.406 "ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὔπω πάντοτε σὺν "Κυρίῳ ἐσόμεθα." Καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε. Προαποδημήσω μὲν ἔγωγε, φησὶν, ἑτοιμάσων ὑμῖν τῆς ἀνόδου τόπον τῆς εἰς οὐρανούς· ἀλλ' εἰ βούλεσθε, καὶ φίλον ὑμῖν τὸ ἐν ἐκείναις καταλύσαι ταῖς μοναῖς, καὶ περὶ πολλοῦ πεποίησθε τὸ εἰς τὴν ἄνω γενέσθαι πόλιν, καὶ τοῖς ἁγίοις συναυλισθῆναι πνεύμασιν, οἴδατε τὴν ὁδὸν, τουτέστιν, ἐμέ· δι' ἐμοῦ γὰρ πάντως, καὶ οὐ δι' ἑτέρου τινὸς τὴν οὕτως ἀξιάγαστον ἀποκερδανεῖτε χάριν· οὐ γὰρ ἕτερος ὑμῖν ἀνοίξει τοὺς οὐρανοὺς, οὐδὲ βατὸν ἀποδείξει ποτὲ τὸ παντελῶς ἀστιβές τε καὶ ἄηθες τοῖς ἀπὸ τῆς γῆς χωρίον, εἰ μὴ μόνος ἐγώ. καὶ ἀληθὴς ὁ λόγος. διὰ γάρ τοι τοῦτο καὶ ὁ προ φήτης Ἱερεμίας ἐν Πνεύματι, ταύτην ἡμᾶς τὴν ὁδὸν ὅτι μάλιστα ζητεῖν παρεκελεύετο, λέγων "Στῆτε ἐπὶ ταῖς ὁδοῖς "καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους, καὶ ἴδετε ποία "ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε "ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν." ὁδοὶ μὲν γὰρ Κυρίου καὶ τρίβοι, κατὰ τὸν προφήτην, τὰ σωτήρια τῶν ἁγίων προ φητῶν συγγράμματα· ἀλλ' εἴ τις αὐτοῖς τὸν νοῦν ἐπιστή σειε, τὴν ὁδὸν εὑρήσει τὴν ἀγαθὴν, τουτέστι Χριστὸν, δι' οὗ καὶ ὁ τέλειος ἁγνισμὸς ταῖς ἡμετέραις ψυχαῖς ἐγγίνεται· δικαιούμεθα γὰρ διὰ τῆς πίστεως, καὶ θείας ἀναδεικνύμεθα φύσεως κοινωνοὶ τῇ μεθέξει τοῦ Ἁγίου Πνεύματος. ἀλλὰ καὶ αὐτὸς ὁ μεγαλοφωνότατος προφήτης Ἡσαΐας οὕτως ἡμῖν τὸν Χριστὸν διεκήρυττε λέγων "Ἔσται ἐκεῖ ὁδὸς "καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται·" ἐκεῖ δέ που φησὶν, ἐν τοῖς χρόνοις δηλονότι τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς· ὁδὸς γὰρ ἡμῖν γέγονε καθαρὰ καὶ ἁγία, δι' ἧς 2.407 οἱ βαδίζοντες, τὴν λαμπρὰν τῶν ἁγίων καλλίπολιν καὶ τὴν ἐλευθέραν Ἱερουσαλὴμ ἐν τοῖς ὡρισμένοις ὄψονται χρόνοις. καὶ αὐτὸς δὲ πάλιν ὁ θεσπέσιος ἡμῖν μελῳδὸς, ὡς πρὸς Θεὸν Πατέρα φησί "Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου." ἐπιθυμεῖ γὰρ τοῖς διὰ Χριστοῦ παιδεύεσθαι νόμοις, οὐκ ἀγνόησας τις ὅτι καὶ πρὸς τὴν ἄνω βαδιεῖται πόλιν, διὰ τῆς εὐαγγελικῆς παιδεύσεως, κατευθὺ παντὸς ἐρχόμενος ἀγαθοῦ. καὶ παρενεγκεῖν μὲν οὐ χαλεπὸν καὶ ἑτέρας ἔτι πολλὰς ἐκ προφητῶν μαρτυρίας, δι' ὧν ἂν εἰδείημεν ὁδὸν τὴν ἁγίαν ἀποκεκλημένον τὸν Ἰησοῦν, ἀλλ' οὐδὲν οἶμαι τὸ ἀναγκαῖον τοῖς οὕτω σαφῶς ἐγκειμένοις εἰς ὄνησιν ἐπαγωνί ζεσθαι σφόδρα. ἴστε τοίνυν τὴν ὁδὸν, δι' ἧς ἂν ἴοιτε, φησὶ, καὶ αὐτοὶ πρὸς τὰς ἄνω μονὰς, ἤδη τοῦτο παραδηλῶν, καὶ ἕτερον οὐδὲν, ἢ ὅτι πολλὰ μὲν λίαν καὶ εὐπρεπῆ τὰ παρὰ Θεῷ καὶ Πατρὶ καταλύματα, καὶ τόπον ὑμῖν παῤῥησίας τοῦ καὶ ἐν ἐκείνοις γενέσθαι τοῖς χωρίοις ἑτοιμάσων προαναβή σομαι. πλὴν ἴστε, φησὶν, ὡς οὐκ ἄν τις δι' ἑτέρου τινὸς τὸ ἐκεῖσε γενέσθαι λάβοι, πλὴν δι' ἐμοῦ καὶ μόνου. οὐκοῦν εἴ τις ἐκπέσοι τοῦ ἀγαπᾶσθαι παρὰ Χριστοῦ, ἢ βεβήλοις κενοφω νίαις καὶ ἀλλοκότων ῥημάτων ἀκαθαρσίαις προσέχων συκο φαντεῖν ἑλομένων, τὴν ἄῤῥητον αὐτοῦ καὶ ἀπερινόητον φύσιν ὡς ἐν δούλοις κατατάττει, καὶ τοῖς γενομένοις καταριθμεῖ τὸν ἐλεύθερον καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρός γε γεννηθέντα Λόγον, ἤγουν καθ' ἕτερόν τινα λυπήσειε τρόπον, γινωσκέτω λοιπὸν τῆς πρὸς τὸ ἄνω πορείας τὴν ὁδὸν ἀπολέσας, καὶ πεπλανημένος μὲν τοῦ ἰδίου γεωργίου τοὺς ἄξονας, κατὰ τὸ εἰρημένον ὑπό τινος, ὑφέξων δὲ πάντως τὴν τοῖς κάτω μένουσι πρέπουσαν δίκην. διὰ τοῦτο καὶ ὁ σοφώτατος Παῦλος τοὺς ἀρνησαμένους ἐκ φρενοβλαβείας τὸ ἐν Χριστῷ πολιτεύεσθαι, παλινδρομοῦντας δὲ πρὸς τὰς ἐκ νόμου σκιὰς, 2.408 ἀπηλλοτριῶσθαί φησιν ἀπὸ Χριστοῦ καὶ τῆς χάριτος ἐκ πεσεῖν, διὰ τοῦ δικαιοῦσθαι φιλεῖν ἐκ νόμου. ὅνπερ γὰρ τρόπον ὁ τῆς τετριμμένης τε καὶ εὐθείας ἐκπίπτων ὁδοῦ, τὰ ἐκ τοῦ πλανᾶσθαι πάντως ὑποστήσεται βλάβη· οὕτως, οἶμαι, καὶ οὐχ ἑτέρως οἱ τὴν ἐν Χριστῷ δικαιοσύνην παρω σάμενοι, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὴν παίδευσιν ἐν τῷ μηδενὶ τεθεικότες, τὴν ἄνω πόλιν οὐκ ὄψονται, ἀλλ' οὐδὲ τοῖς ἁγίοις συνδιαιτήσονται. ὁδὸς γὰρ ἡ πρὸς τοῦτο κομί ζουσα, μόνος ἐστὶν ὁ Χριστός. Λέγει αὐτῷ Θωμᾶς Οὐκ οἴδαμεν ποῦ ὑπάγεις, καὶ πῶς οἴδαμεν τὴν ὁδόν; λέγει αὐτῷ ὁ Ἰησοῦς Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Οὔπω διαῤῥήδην εἰπεῖν ἐθελήσαντι τῷ Χριστῷ τοῖς ἑαυτοῦ μαθηταῖς, ὅτι βαδιεῖται πρὸς τὴν ἄνω, καὶ ἀποδη μήσει πρὸς τὸν Πατέρα, αἰνιγματωδῶς γεμὴν ἔτι καὶ διὰ πολλῶν ἐμφάσεων τὸ πρᾶγμα σημαίνοντι, προσεκόμισε τὴν πεῦσιν ὁ μαθητής· Θωμᾶς δὲ ἦν οὗτος· καὶ συναναπλέκει τινὰ λογισμὸν, μονονουχὶ καὶ οὐχ ἑκόντα λέγειν ἐκβιαζό μενος, καὶ ὅποι ποτὲ πορεύσεται, καὶ οὗ τῆς ἀποδημίας ἡ ὁδὸς συντείνεται. οὐ γὰρ ἴσμεν, ἔφη, ποῦ ὑπάγεις, εἶτα πῶς ἂν εἰδείημεν τὴν ὁδόν; καὶ τὸ μὲν σφόδρα περίεργον τοῦ μαθητοῦ παρελαύνει Χριστός· οὐ γὰρ ἀποκρίνεταί τι πρὸς ὅπερ ἤθελεν αὐτὸς ἀλλ', ἐκεῖνο τῇ ἰδίᾳ γνώσει τηρήσας, καὶ καιρῷ μᾶλλον ἀναθεὶς τῷ πρεπωδεστέρῳ, διεκκαλύπτει χρη σίμως, ὅπερ ἦν αὐτοῖς ἀναγκαῖον εἰς μάθησιν. ἐγὼ τοίνυν εἰμί φησιν ἡ ὁδὸς, ἐγὼ ἡ ἀλήθεια, ἐγὼ ἡ ζωή. καὶ ὅτι μὲν ἀληθὴς περὶ ἑαυτοῦ ταῦτα λέγων ὁ Κύριος, οὐδεὶς ἂν οἶμαι τῶν εὖ φρονούντων ἐνδοιάσῃ πώποτε· πλὴν ἐκεῖνο δεῖν ὑπολαμβάνω ζητῆσαι φιλομαθῶς. τοῦ γὰρ δὴ χάριν, καίτοι 2.409 φῶς καὶ σοφία καὶ δύναμις καὶ ἑτέροις δὲ ὅσοις ὀνόμασι 2.409 παρὰ ταῖς θεοπνεύστοις ὠνομασμένος γραφαῖς, ἐξειλεγμένοις ὥσπερ τισὶ καὶ πολὺ λίαν ἔχουσιν ὄντα λόγον χρῆται πρὸς τὸ παρὸν, ὁδὸν ἑαυτὸν καὶ ἀλήθειαν καὶ ζωὴν ἀποκαλῶν; βαθεῖα γὰρ ὡς ἐγῷμαι καὶ οὐ λίαν εὐκάτοπτος ἡ τοῦ λόγου δύναμις· οὐκ ὀκνητέον δ' οὖν ὅμως πρὸς τὴν ἐγχείρησιν. ἐρῶ γὰρ ὅπερ εἰς ἐμὴν ἀναβαίνει διάνοιαν, ἐφιεὶς δηλονότι τὰ ἀμείνω νοεῖν τοῖς θεωρεῖν εἰωθόσιν ὀξυωπέστερον. ∆ιὰ τριῶν τοιγαροῦν πραγμάτων ταῖς ἄνω καὶ θείαις προσβαλοῦμεν αὐλαῖς, καὶ εἰς τὴν τῶν πρωτοτόκων ἀναβη σόμεθα ἐκκλησίαν· διὰ πράξεως δή φημι, τῆς κατὰ ποικίλην ἀρετὴν, καὶ πίστεως τῆς ἐν ὀρθότητι, καὶ ἐλπίδος τῆς ἐν ζωῇ. ἆρ' οὖν ἕτερος ἡμῖν τοῦ δύνασθαι τοιαῦτα δρᾶν γενή σεται χορηγὸς, ἢ πρόξενος, ἢ αἰτία, ἢ πρόφασις παρὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν; οὐμενοῦν· μὴ γάρ τοι νομίσῃς. αὐτὸς γὰρ ἡμῖν νενομοθέτηκε τὰ ὑπὲρ νόμον, αὐτὸς ὑπέδειξε τὴν ὁδὸν, ἣν ἂν οἶμαί τις καλῶς εἰς τὴν κατ' ἐνέργειαν ἀρετὴν ἐκδέξαιτο, καὶ τὸ ἐν πράξεσι ταῖς κατὰ Χριστὸν διαβατικόν τε καὶ πρόθυμον. οὐκοῦν αὐτός ἐστιν ἡ ἀλήθεια, αὐτός ἐστιν ἡ ὁδὸς, τουτέστιν, ὁ ἀληθὴς τῆς πίστεως ὅρος, καὶ ὁ τῆς ἀπλανοῦς περὶ Θεοῦ διαλήψεως κανών τε καὶ στάθμη. πιστεύοντες γὰρ εἰς Υἱὸν ἀληθῶς, τουτέστιν, ἐξ αὐτῆς γεννηθέντα τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, οὐ νόθον, οὐ ψευδώνυμον, ἀλλ' οὐδὲ κτίσμα ἢ ποίημα τὸ τῆς ἀληθοῦς πίστεως περικεισόμεθα καύχημα. ὁ γὰρ εἰς υἱὸν παραδεξά μενος τὸν Υἱὸν, διωμολόγηκε πάντως καὶ τὸν ἐξ οὗπέρ ἐστι, καὶ πατέρα τὸν Θεὸν οἶδέ τε καὶ δέξεται. αὐτὸς τοιγαροῦν ἡ ἀλήθειά ἐστιν, αὐτός ἐστιν ἡ ζωή· οὐ γὰρ ἕτερος ἡμῖν ἀπο καταστήσει τὴν ἐν ἐλπίσι ζωὴν, τὴν ἐν ἀφθαρσίᾳ δηλονότι καὶ μακαριότητι καὶ ἁγιασμῷ· αὐτὸς γὰρ ἡμᾶς ἐγείρει, καὶ 2.410 νεκροὺς γεγονότας διὰ τὴν ἀρχαίαν ἀρὰν ἀνακομίσει πάλιν εἰς ὅπερ ἦμεν ἐν ἀρχαῖς. ἅπαντα τοίνυν ἡμῖν ἐν αὐτῷ καὶ δι' αὐτοῦ τὰ κάλλιστά τε καὶ ἐξαίρετα πέφηνέ τε ἤδη καὶ γενήσεται. καὶ ὅρα μοι πάλιν, ὅτι τῇ τῶν προκειμένων θεωρίᾳ πολὺ δὴ πρέπων ἐστὶν ὁ περὶ τούτων λόγος. ἐνδοιά ζοντός τε γὰρ ἔτι τοῦ μαθητοῦ καὶ φάσκοντος Πῶς οἴδαμεν τὴν ὁδὸν, διὰ βραχέων ἔδειξεν, ὡς ἐπείπερ εἰδεῖεν τῶν εἰς τὸ ἄνω διακομίζειν ἐθελόντων ἀγαθῶν αἴτιόν τε καὶ χορηγὸν καὶ πρύτανιν ὑπάρχειν αὐτὸν, οὐδενὸς αὐτοῖς ἔτι δεήσει πρὸς τὸ εἰδέναι τὴν ὁδόν. Ἐπειδὴ δὲ τούτῳ συνῆπτε τό Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι' ἐμοῦ, φέρε δή τι καὶ πρὸς αὐτὸ λέγωμεν τῶν ῥηθήσεσθαι μελλόντων, ἐκεῖνο προερευνήσαντες, τὸ πῶς ἄν τις ἴοι πρὸς τὸν Πατέρα. ἐρχόμεθα τοίνυν κατὰ δύο τρόπους· ἢ γὰρ ἅγιοι γεγονότες κατά γε τὸ πρέπον τῇ ἀνθρωπότητι μέτρον, ὡς ἁγίῳ Θεῷ κολλώμεθα· "Ἅγιοι "γὰρ ἔσεσθε, φησὶν, ὅτι ἐγὼ ἅγιος·" ἤγουν ἐπὶ τὴν τοῦ Πατρὸς γνῶσιν τὴν ὡς ἐν πίστει καὶ θεωρίᾳ βαδίζομεν, τῇ ὡς ἐν ἐσόπτρῳ καὶ αἰνίγματι, καθὰ γέγραπται. ἀλλ' οὐκ ἄν τις ἅγιος εἴη ποτὲ, καὶ διὰ πολιτείας ἥξει τῆς κατ' ἀρετὴν, μὴ οὐχὶ ποδηγοῦντος αὐτὸν εἰς ἅπαντα τοῦ Χριστοῦ, οὐδ' ἂν αὐτῷ συνάπτοιτο τῷ Θεῷ καὶ Πατρὶ, μὴ οὐχὶ πάντως μεσιτεύοντος τοῦ Χριστοῦ. μεσίτης γάρ ἐστι Θεοῦ καὶ ἀνθρώπων, δι' ἑαυτοῦ καὶ ἐν ἑαυτῷ συνάπτων τὴν ἀνθρωπό τητα τῷ Θεῷ. ὡς μὲν γὰρ ἐκπεφυκὼς τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ᾗ Λόγος ἐστὶ καὶ ἀπαύγασμα καὶ χαρακτὴρ, ἕν ἐστι πρὸς τὸν Πατέρα, ὅλος ὢν ἐν αὐτῷ, καὶ ἔχων αὐτὸν ἐν ἑαυτῷ· ᾗ δὲ γέγονεν ἄνθρωπος καθ' ἡμᾶς, δίχα τῆς ἡμῶν ἁμαρτίας συνάπτεται τοῖς ἐπὶ τῆς γῆς, καὶ μεθόριον ὥσπερ τι γέγονε, συνέχων ἐν ἑαυτῷ τὰ πρὸς ἑνότητα καὶ φιλίαν συνδεδραμηκότα. 2.411 Οὐδεὶς οὖν ἥξει πρὸς τὸν Πατέρα, τουτέστι, θείας ἀνα δειχθήσεται φύσεως κοινωνὸς, εἰ μὴ διὰ Χριστοῦ μόνου. εἰ μὴ γὰρ ἐμεσίτευσε γενόμενος ἄνθρωπος, οὐκ ἂν εἰς τοῦτο μακαριότητος προὔβη τὰ καθ' ἡμᾶς, ἀλλὰ καὶ εἴ τις ἴοι πρὸς τὸν Πατέρα διὰ θεωρίας, τῆς ἐν πίστει φημὶ καὶ γνώσει τῇ κατ' εὐσέβειαν, δι' αὐτοῦ πάλιν ἥξει τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ. ὅπερ γὰρ ἔφην ἀρτίως, ἐρῶ δὴ πάλιν, οὐχ ἑτέρως ἔχοντος τοῦ λόγου οἶμον. προσδεξάμενος γάρ τις τὸν Υἱὸν εἰς υἱὸν ἀληθῶς, ἐπὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἀφίξεται γνῶσιν· οὐδὲ γὰρ υἱὸς ὑπάρχειν νοοῖτο, μὴ οὐχὶ πάντως συνεισδεχθέντος αὐτῷ τοῦ τεκόντος αὐτόν. συνειστρέχει γὰρ Υἱῷ μὲν ἡ περὶ Πατρὸς γνῶσις, Πατρὶ δὲ αὖ πάλιν ἡ περὶ Υἱοῦ. οὐκοῦν ἀληθὴς ὁ Κύριος λέγων Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι' ἐμοῦ, ὅτι φυσικὴ καὶ οὐσιώδης εἰκὼν τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ οὐ καθάπερ ἔδοξέ τισιν, ἐπακτοῖς ἀξιώμασι μεμόρφωται πρὸς αὐτὸν, ἕτερόν τι κατ' οὐσίαν ὑπάρχων καὶ νοούμενος. Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε. Αὐτὸν δὴ καθ' ἑαυτοῦ φαίη τις ἂν ἴσως καὶ οἰηθείη τυχὸν διαλέγεσθαι τὸν Υἱόν. ἔχει δὲ οὐχ οὕτως. οὐ γὰρ ἄν τι τῶν εἰκαίων ἐφθέγξατο καὶ περιττῶν, εἰ καὶ ὅτι μάλιστα διὰ τὸ μὴ σφόδρα δύνασθαί τινας τοῖς λεγομένοις ἀκο λουθεῖν, χρησιμωτάτην ἔσθ' ὅτε ποιεῖται τὴν ἐπανάληψιν. πλὴν ἔν γε τῷ πάροντι πολὺ δὴ λίαν ὀνίνησιν ἡμᾶς, ταυτὶ τοῖς πρώτοις προσενεγκών. ἐπειδὴ γὰρ διεπυνθάνετο ὁ Θωμᾶς Ποῦ γὰρ ἀπελεύσῃ, λέγων, ἢ πῶς ἂν ἡμεῖς εἰδείημεν τὴν ὁδὸν, τὸ ὅποι ποτὲ βαδιῇ μὴ γινώσκοντες, ἀναγκαίως ἔφασκεν "Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια," καὶ ὅτι "Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ·" δεικνὺς ἐντεῦθεν, ὡς εἴπερ τις βούλοιτο τὴν ὁδὸν εἰδέναι, δι' ἧς ἂν ἴῃ πρὸς ζωὴν τὴν αἰώνιον, φιλονεικήσει δὴ πάντως 2.412 εἰδέναι Χριστόν. ἐπειδὴ δὲ ἦν τινας εἰκὸς Ἰουδαϊκήν τινα μᾶλλον ἤγουν εὐαγγελικὴν ἐπιτηδεύοντας παίδευσιν, ἐξαρ κεῖν οἴεσθαι πρὸς τὸ πιστεύειν ὀρθῶς τὴν εἰς ἕνα τῶν ὅλων Θεὸν ὁμολογίαν τε καὶ γνῶσιν, μὴ μὴν ἐπείγεσθαι μαθεῖν τὸν περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος λόγον, ἀναγκαίως ἀποκλείει τρόπον τινὰ Χριστὸς καὶ τοῖς οὕτω δοξάζουσι τὴν περὶ τοῦ Θεοῦ γνῶσιν, εἰ μὴ καὶ αὐτὸν βούλοιντο παραδέ χεσθαι. διὰ γὰρ Υἱοῦ προσιτέον τῷ Θεῷ καὶ Πατρί. ἀναλόγως γὰρ τῇ τοῦ γεννήματος θεωρίᾳ καὶ ἐπ' αὐτὸν ἥξομεν τὸν γεννήτορα. οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἀμφιβαλεῖν, ὅτι τὸν Υἱόν τις ὑφεστάναι πιστεύων οὕτως ὡς υἱὸν, τὸν ἐκ τῆς οὐσίας φημὶ τοῦ γεννήσαντος, εἴσεται δὴ πάντως καὶ τὸν Πατέρα. Κατὰ μὲν οὖν τὴν ἁπλουστέραν καὶ ἀπερίεργον γνῶσιν, οὕτως ἄν τις οἰηθείη τυχὸν λαλῆσαι· εἰ δέ τῳ δοκοίη καὶ διὰ λεπτῶν ἔρχεσθαι νοημάτων, ὡς καὶ ἐπ' αὐτὴν τῶν πραγ μάτων ἐλάσαι τὴν βάσανον, ἀληθεύοντα πάλιν εὑρήσει τὸν Υἱόν. διανοίᾳ μὲν γὰρ ἁπάσῃ παντελῶς ἀχώρητος ἡ θεία φύσις ἐστὶ, καὶ τί κατ' οὐσίαν ὁ τῶν ὅλων γενεσιουργὸς τολμᾶν ὅλως περιεργάζεσθαι, φρενοβλαβείας ἁπάσης ἀπό δειξιν ἔχει. πλὴν ἔστι πως ἡμᾶς τινα, ὡς ἐν σκιαῖς καὶ αἰνίγμασιν, ἐρανίζεσθαι γνῶσιν, κάτοπτρον ὥσπερ τι παρα τιθέντας τῷ νοῒ τῶν ἐνόντων πλεονεκτημάτων τῇ τοῦ Υἱοῦ φύσει τὸν κατάλογον. ἐξ ὧν γάρ ἐστιν αὐτὸς, καὶ ἐξ ὧν εἴργασται γενόμενος ἄνθρωπος, καὶ πρὸ τῆς ἐνανθρωπήσεως, ἀναλόγως ἄν τις ἐπὶ τὴν τοῦ τεκόντος αὐτὸν θεωρίαν ἀνίοι λοιπόν. ὅρα γάρ μοι τὴν ἐνοῦσαν αὐτῷ δόξαν τε καὶ δύναμιν, βλέπε τὴν ἐφ' ἅπασιν ἀπαραπόδιστον ἐξουσίαν. τί γὰρ εἰπέ μοι καὶ τῶν ὑπὲρ λόγον, οὐκ ἐλευθέροις νεύμασι κατορθώσας ὁρᾶται, καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκός; ἀλλ' ὁ τοσοῦτος ἡμῖν δι' αὐτῶν ὀφθεὶς τῶν πραγμάτων "Ἐγὼ, "φησὶ, καὶ ὁ Πατὴρ ἕν ἐσμεν· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν 2.413 "Πατέρα." ἰτέον οὖν ἄρα κατὰ τὴν τοῦ προκειμένου δύναμιν ἀπὸ τῆς εἰκόνος ἐπὶ τὸ ἀρχέτυπον, καὶ ἀπὸ τοῦ χαρακτῆρος ἐπ' ἐκεῖνον δὴ πάντως οὗ καὶ ἔστι χαρακτὴρ, καὶ οὐ, κατά τινας τῶν ἑτεροδοξεῖν εἰωθότων, ἐπακτοῖς τισι καὶ τοῖς ἔξωθεν ἀξιώμασι σχηματίζεσθαί φαμεν τὸν Υἱὸν πρὸς τὸν Πατέρα οὐδὲ, καθάπερ τοῖς πλανωμένοις δοκεῖ, εἰκὼν εἶναι λέγεται τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς ἔχων αὐτοῦ τὴν δόξαν, τὴν δύναμιν, τὴν σοφίαν, φύσεως γεμὴν ἑτέρας ὑπάρχων· ταῦτα γὰρ ἐκείνων τὰ ληρήματα, καὶ ἡ κεκομψευμένη φλυ αρία, μᾶλλον δὲ δυσσέβεια, πρὸς ἀνατροπὴν ἐπινοηθεῖσα καὶ καθαίρεσιν τῆς ὁμοουσιότητος τοῦ Υἱοῦ, κατά γε τὸν ἐν αὐτοῖς ἀνόσιόν τε καὶ θεομάχον σκοπόν· ἀλλ' ὡς Υἱὸς ἀληθῶς, ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀποῤῥήτως καὶ ἀπερινοήτως γεννηθεὶς, χαρακτήρ ἐστιν αὐτοῦ καὶ εἰκὼν καὶ ἀπαύγασμα, φέρων ἐν οἰκείᾳ φύσει τῆς τοῦ τεκόντος αὐτὸν οὐσίας τὸ ἴδιον, καὶ τῶν φυσικῶν πλεονεκτημάτων τὸ κάλλος. οὐ γὰρ ἀπόπληκτοι κατ' ἐκείνους ἐσόμεθα καὶ εἰς τοῦτο δυσβουλίας τὸν οἰκεῖον κατωθήσομεν νοῦν, ὡς τῷ κατὰ φύσιν οὐκ ὄντα λέγειν Θεῷ ὅμοιον, μήτε μὴν ἐκ τῆς οὐσίας γεννηθέντα τοῦ Θεοῦ καὶ Πατρὸς, τὴν τοῦ Θεοῦ χαρίσασθαι δόξαν, ἢ καὶ φάναι δύνασθαί ποτε τὸ πεποιη μένον ὅλως, καὶ τὸ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρενεχθὲν, τὴν θείαν ἀπαραλλάκτως φορέσαι δύναμιν καὶ σοφίαν, ἔχειν δὲ οὕτως ὡς ἂν νοοῖτο τυχὸν ἡ θεία τε καὶ ἄῤῥητος τοῦ Θεοῦ Πατρὸς φύσις. τί γὰρ ἂν εἴη τὸ παραλλάττον ἔτι ποιητοῦ καὶ ποιήματος, ἢ τί τὸ μεσολαβοῦν καὶ διακόψαι δυνάμενον τῆς ταυτότητος τῆς ἐν οὐσίᾳ φημὶ τὸ γεγονὸς τοῦ κτί σαντος; εἰ γὰρ ὅλως ἔχει τήν τε δόξαν καὶ τὴν δύναμιν καὶ τὴν σοφίαν αὐτοῦ, κατὰ τὸν ἴσον τρόπον τῷ Θεῷ καὶ Πατρὶ, τί τὸ μεῖζον ἐν αὐτῷ, τί δὲ τὸ πλέον ἕξει παρ' ἡμᾶς, ἤτοι τὴν κτίσιν, ἐγὼ μὲν εἰπεῖν οὐκ ἂν ἔχοιμι παντελῶς, ἀπορήσειν δὲ ὑπολαμβάνω κἀκείνους. οὐκοῦν οὐ 2.414 τοῖς ἔξωθεν ἀξιώμασιν ὁ Υἱὸς ἡμῖν εἰς τὴν τοῦ Πατρὸς ἰσότητα σχηματίζεται, καὶ οὐ καθάπερ τις ἐν πίνακος γραφῇ, μόναις ἡμῖν ταῖς τῶν χρωμάτων ἰδέαις καταποικίλλεται, τὴν τοῦ βασιλέως πλαττόμενός τε καὶ ψευδόμενος μορφὴν, ἀλλὰ χαρακτήρ ἐστι καὶ εἰκὼν ἀληθῶς τοῦ τεκόντος αὐτὸν, ἐν ἰδίοις καὶ φυσικοῖς ἀγαθοῖς τὴν τοῦ Πατρὸς φύσιν ἐμφανῆ καθιστάς. διὰ τοῦτο γὰρ ἀμήχανον εἶναί φησιν ἐπιγνῶναί τισι τὸν Πατέρα, μὴ οὐχὶ πρότερον ἐπεγνωκόσιν αὐτὸν, τουτ έστι τὸν Υἱόν. Καὶ ἀπάρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. Ἄξιον οἶμαι θαυμάσαι, καὶ τούτῳ τὴν ἐνοῦσαν τῷ λόγῳ διασκευὴν καὶ ἀπόῤῥητον οἰκονομίαν. εἰρηκὼς γὰρ ὅτι "Εἰ "ἐγνώκειτέ με καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε," καὶ νομισθεὶς ἐγκαλεῖν τοῖς μαθηταῖς τῶν οὕτως ἀναγκαίων τὴν ἄγνοιαν, τεθεράπευκεν εὐθύς Ἀπάρτι λέγων γινώσκετε αὐτὸν καὶ ἑωρά κατε αὐτόν. ἐπειδὴ γὰρ ἔμελλον τῶν ἁπανταχόσε κειμένων ἐκκλησιῶν ἡγεμόνες ἔσεσθαι, παρ' αὐτοῦ τοῦ Σωτῆρος ἀκού σαντες τό "Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη," διὰ ταύτην ὡς ἐγῷμαι μάλιστα τὴν αἰτίαν, προαποδείξας χρη σίμως καὶ κοινὸν ὥσπερ εἰς ἅπαντας ποιησάμενος λόγον, ὡς εἴ τις εἰδείη τὸν Υἱὸν, εἴσεται δήπου πάντως καὶ τὸν ἐξ οὗπέρ ἐστι Πατέρα καὶ Θεὸν, ἐπιμαρτυρεῖ χρησίμως τοῖς ἑαυτοῦ μαθηταῖς τὴν ἐπίγνωσιν οὐ κεχαρισμένως· οὐ γὰρ ἂν φθέγξαιτό τι τῶν οὐκ ἀληθῶν· ἀλλ' ὄντως εἰδόσι τε καὶ ἐπεγνωκόσιν. ὅτι γὰρ Υἱὸν ἀληθῶς εἶναι τοῦ Θεοῦ τὸν Κύριον ᾔδεσάν τε καὶ πεπιστεύκεισαν, οὐδαμόθεν ἐστὶ τοῖς εὖ φρονοῦσιν ἀμφίβολον. ἐπεὶ κατὰ τίνα τρόπον Ναθαναὴλ ὁ Ἰσραηλίτης ἀκούσας "Πρὸ τοῦ σε Φίλιππον καλέσαι "ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε," παραχρῆμα τῆς πίστεως 2.415 τὴν ὁμολογίαν εἰσκεκόμικε λέγων "Ῥαββὶ, σὺ εἶ ὁ υἱὸς τοῦ "Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ·" καὶ μὴν καὶ θαλάσσης τε παραδόξως καὶ ἀσυνήθως κατηυνασμένης, πως αὐτὸν προσεκύνουν οἱ ἐν τῷ σκάφει "λέγοντες Ἀληθῶς "Θεοῦ υἱὸς εἶ;" ἆρ' οὖν οὐκ εἰδότων ὅτι περ ὑπάρχοι Θεὸς καὶ ἐκ Θεοῦ γεγέννηται Πατρὸς ἐρεῖ τις τὸ ῥῆμα; εἶτα πῶς οὐκ ἀμαθαίνων ὁ τοιοῦτος ἁλώσεται; περὶ τὰ μέρη τῆς Φιλίππου Καισαρείας παρ' αὐτοῦ διερωτώμενοι τοῦ Χριστοῦ "Τίνα με λέγουσιν οἱ ἄνθρωποι τὸν υἱὸν τοῦ ἀνθρώπου," οὐχὶ πρῶτον μὲν ἔφασκον τὰς ἑτέρων ὑπονοίας; οἱ μὲν γὰρ, φησὶν, Ἡλίαν εἶναι νομίζουσιν, οἱ δὲ Ἱερεμίαν, ἢ ἕνα τῶν προφητῶν. τίνα δὲ λέγουσιν αὐτοὶ, διαῤῥήδην εἰπεῖν οὐ παραιτούμενοι δι' ἑνὸς οἱ πάντες τοῦ προὔχοντος, Πέτρος δὲ αὐτὸς ἦν, οὐκ ἐνδοιαστῶς ἔφασαν "Σὺ εἶ ὁ Χριστὸς ὁ "υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος." οὐκοῦν, ὅταν λέγῃ Χριστός "Εἰ ἐγνώκατέ με, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε," μὴ πάντως αὐτοῖς τοῖς μαθηταῖς ὑπολάβῃς εἰρῆσθαι τὸ ῥῆμα, ἀλλ' ὅρον ὥσπερ τινὰ γενικὸν τοῖς ἁπανταχόσε ποιεῖται, τὸ τῶν ἁγίων ἀποστόλων πρόσωπον παραθείς. Ἐπιτήρει γὰρ ὅπως εὑρήσομεν οὐκ ἠγνοηκότας αὐτοὺς, ὅτι Θεός τε ἐστὶ καὶ Υἱὸς τοῦ Θεοῦ· ἀλλ' ὁδὸν ἑαυτὸν εἶναι φήσαντος τοῦ Θεοῦ, τὸ αἰνιγματωδῶς εἰρῆσθαι δοκοῦν οὐ σφόδρα συνῆκαν, καὶ περὶ τοῦτο μόνον αὐτοῖς τὸ τῆς ἀγνοίας αἰτίαμα στήσεται. διὰ γάρ τοι τοῦτο διελέγξας ἐν ὀλίγοις, ὡς οὐ δυνήσονται συνιέναι τὸ πλαγίως εἰρημένον αὐτοῖς, εἶτα κοινὸν ἅπασι προθεὶς ἐντεῦθεν λόγον, διδάξας τε σαφῶς, ὡς καὶ αὐτὴν ζημιωθήσεται τὴν εἰς τὸν Πατέρα γνῶσιν, ὃς ἂν ἀγνοήσῃ τὸν Υἱὸν, ὡς ἤδη διωμολογηκόσι τὴν πίστιν τοῖς μαθηταῖς, εἰκότως τὴν γνῶσιν ἐπιμαρτυρεῖ λέγων Ἀπάρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. τὸ δέ Ἀπάρτι φησὶν, οὐχὶ δήπου πάντως ἐξ ἐκείνης τῆς ὥρας, 2.416 ἤτοι τῆς ἡμέρας, καθ' ἥνπερ αὐτοῖς τοὺς περὶ τῶν τοιούτων ἐποιεῖτο λόγους· τὸ δέ Ἀπάρτι φησὶν, ἀντιπαρεξάγων τῷ ἀρχαίῳ καὶ πρώτῳ, τὸν ἀρτιφανῆ καὶ νέον τῆς αὐτοῦ παρουσίας καιρὸν, καθ' ὃν λαμπροτέρα γέγονε τοῖς κατὰ πᾶσαν τὴν οἰκουμένην ἡ περὶ Πατρὸς γνῶσις διὰ τοῦ Υἱοῦ. διὰ γάρ τοι τοῦτο καὶ ἐν βίβλῳ ψαλμῶν ὡς πρὸς Θεὸν καὶ Πατέρα φησίν "Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ." ἑωρακότες γὰρ τοῖς ὑπὲρ λόγον θαυματουργήμασι διαπρέ ποντα τὸν Υἱὸν, καὶ μετὰ θεοπρεποῦς ἐξουσίας κατορθοῦντα ῥᾳδίως ὅπερ ἂν βούλοιτο, τεθαυμάκαμεν ἐντεῦθεν τὴν τοῦ Πατρὸς γνῶσιν, οὐχ ἑτέρως ἔχουσαν ἐννοοῦντες αὐτὴν, ἢ ὥσπερ ἐστὶν ἡ τοῦ ἐξ αὐτοῦ προελθόντος Υἱοῦ. Ἀπάρτι τοίνυν γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. ἐγνώκαμεν γὰρ ἐν Υἱῷ, καθάπερ ἔφην ἀρτίως, τίς ὁ Πατὴρ, καὶ οὐ μόνον ἐπεγνώκαμεν, ἀλλὰ καὶ ἐθεασάμεθα, ἤτοι ἑωράκαμεν. ἡ μὲν γὰρ γνῶσις τὴν διὰ τῶν ἐννοιῶν θεωρίαν ὑποδηλοῖ, ἣν ἄν τις λάβοι τυχὸν περὶ τῆς θείας τε καὶ ἀῤῥήτου φύσεως, τῆς ἐπὶ πάντας φημὶ καὶ διὰ πάντων καὶ ἐν πᾶσι. τὸ γεμὴν ἰδεῖν, τὴν διὰ τῶν τερατουργημάτων πληροφορίαν σημαίνει. οὐ γὰρ μόνον ἐγνώκαμεν ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατήρ· οὐδὲ ἐν ψιλαῖς καὶ μόναις ἐννοίαις τὴν τοῦ πράγματος εἴ δησιν ἐν ἑαυτοῖς ἐσχήκαμεν· ἐν Υἱῷ ζωοποιοῦντι τοὺς νεκροὺς, καὶ εἰς τὸ εἶναι πάλιν ἀνακομίζοντι τοὺς κατεφθαρ μένους· οὐ μόνον ἐγνώκαμεν, ὅτι ζωὴ κατὰ φύσιν ἐστὶ καὶ ὅτι πᾶσαν ὑπὸ πόδας ἔχει τὴν κτίσιν ὁ Θεὸς καὶ Πατὴρ, καὶ τῶν παρ' αὐτοῦ γεγονότων κατεξουσιάζει βασιλικῶς, ὡς "πάντα τὰ ἔργα σείεσθαί τε δι' αὐτὸν καὶ τρέμειν," κατὰ τὸ γεγραμμένον· ἀλλ' εἴδομεν ὄντα τοιοῦτον καὶ ἐν Υἱῷ, ὅτε θαλάττῃ καὶ πνεύμασιν ἐπιτιμῶν, μετὰ πολλῆς ἔφη τῆς ἐξουσίας "Σιώπα, πεφίμωσο." 2.417 Ἐπειδὴ τοίνυν ἔμελλεν ἐρεῖν, ὅτι οὐ μόνον ἐγνώκατε τὸν Πατέρα, ἀλλ' ὅτι καὶ ἑωράκατε, προτάξαι δεῖν ἀναγκαῖον ᾠήθη τό Ἀπάρτι, καὶ διὰ ποίαν αἰτίαν; ὁ μὲν γὰρ νόμος ὁ διὰ Μωυσέως προσεφώνει τοῖς υἱοῖς Ἰσραήλ "Κύριος ὁ "Θεός σου κύριος εἷς ἐστι," καὶ τὸν μὲν περὶ τοῦ Υἱοῦ λόγον οὐ παρετίθει τοῖς πάλαι, μόνης δὲ τῆς πολυθεΐας ἐξελὼν αὐτοὺς, εἰς τὴν τοῦ ἑνὸς ἐκάλει προσκύνησιν· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὅτε γέγονεν ἄνθρωπος, διὰ πολλῶν σημείων καὶ ἐνεργημάτων ἐγνώρισεν ἡμῖν δι' ἑαυτοῦ τὸν Πατέρα, καὶ τὴν ἐν τῇ ἁγίᾳ Τριάδι νοουμένην τε καὶ ὑφεστῶσαν ἀληθῶς μίαν ἔδειξε θεότητος φύσιν. καλῶς οὖν ἄρα τό Ἀπάρτι φησὶ, διὰ τὸ ἀτελὲς ἐν γνώσει τῶν κατὰ νόμον καὶ τῶν κατ' ἐκείνους πολιτευομένων. σημειωτέον δὲ, ὅτι ἑαυτὸν ἀντὶ τοῦ Πατρὸς ἑωρᾶσθαι λέγων, οὐκ ἀνατρέπει τὸ ὑπάρχειν ἀληθῶς τε καὶ ἰδιοσυστάτως τὸν ἐξ οὗπέρ ἐστι Πατέρα καὶ Θεόν· ἀλλ' οὐδὲ ἑαυτὸν εἶναί φησι τὸν Πατέρα, ὅσον ἧκεν εἰπεῖν εἰς προσώπου δήλωσιν· ἀλλ' ἐπείπερ ἐστὶν ὁμοούσιος τῷ Πατρὶ, ἑωρᾶσθαί φησιν ἐν αὐτῷ τὸν γεννή σαντα, ὥσπερ ἂν εἰ καὶ ἀνθρώπου τινὸς υἱὸς τὴν ἰδίου πατρὸς ἐθελήσας κατασημᾶναι φύσιν, ἑαυτὸν ἐπιδείξας λέγει τῷ τοῦτο μαθεῖν ἐθέλοντι τυχόν Τὸν ἐμὸν ἐν ἐμοὶ τεθέασαι πατέρα. Θεὸς δὲ πάλιν τὴν τοῦ παραδείγματος ὑπεραλεῖται δύναμιν. Λέγει αὐτῷ Φίλιππος Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Φιλομαθὴς μὲν ὁ Φίλιππος, πλὴν οὐ λίαν ὀξὺς εἰς σύνεσιν τὴν ταῖς θεοπτίαις πρεπωδεστέραν. οὐ γὰρ ἂν ᾠήθη ποτὲ τοῖς τοῦ σώματος ὀφθαλμοῖς τὴν θείαν ἰσχῦσαι καταθεάσασθαι φύσιν, καίτοι διαῤῥήδην λέγοντος τοῦ Θεοῦ "Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται." εἰ γὰρ καὶ 2.418 ὤφθη ποτὲ τοῖς ἁγίοις, ὡς ἡ θεόπνευστος ἔφη γραφὴ, ἀλλ' οὐκ ἂν οἶμαί τις ὑποτοπήσαι ποτὲ ἐμφανῆ τὴν θείαν γενέ σθαι φύσιν οὕτως, ὡς ἔχει καθ' ἑαυτὴν, πλάττεσθαι δὲ μᾶλλον εἰς τὸ τῷ καιρῷ πρεπωδέστερον σχῆμα. καὶ γοῦν οἱ προφῆται διαφόρως αὐτὸν τεθέανται, καὶ ποικίλος τε περὶ Θεοῦ παρ' ἐκείνοις ὁ λόγος. ὁ μὲν γὰρ Ἡσαΐας ἑτέρως, Ἰεζεκιὴλ δὲ πάλιν οὐχ ὁμοίως τῷ παρ' ἐκείνῳ θαύματι. ἔδει τοίνυν συνιέναι τὸν Φίλιππον, ὡς ἦν τι τῶν ἀμηχάνων παντελῶς, τὴν θείαν δύνασθαι κατιδεῖν οὐσίαν, καὶ τοῦτο διὰ σαρκὸς, καὶ οὐ μετὰ σαρκὸς, ὅτε καὶ οὐ σφόδρα νουνεχὲς, παρούσης αὐτῷ τῆς εἰκόνος καὶ ἀκριβοῦς χαρακτῆρος τοῦ Θεοῦ καὶ Πατρὸς, ἐπ' αὐτὸ ζητεῖν ἰέναι τὸ ἀρχέτυπον, ὡς οὔπω παρὸν, καὶ καθ' ὃν ἔδει λόγον ἐπιδειχθέν. ἱκανωτάτη γὰρ λίαν εἰς παράστασιν τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἡ Χριστοῦ θεωρία, καλῶς τε καὶ ἀκριβῶς ἐξυφαίνοντος τὸ ἀξιέραστον κάλλος τῆς ὅθεν ἐξέφυ βασιλικῆς οὐσίας. "ἀπὸ "γὰρ τοῦ καρποῦ τὸ δένδρον ἐπιγινώσκεται," κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. ἐξαρκούσης τοιγαροῦν τῷ γε ἅπαξ συνετῷ τῆς τοῦ Υἱοῦ θεωρίας εἰς παράστασίν τε καὶ ἀκριβῆ πληροφορίαν, τίς ἂν εἴη κατὰ φύσιν καὶ ὁ γεννήσας αὐτόν· περιττὸς μὲν ἴσως ὁ τοῦ μαθητοῦ φαίνεται λόγος, πλὴν οὐκ ἔξω κείσεται τῶν εἰς ἄκρον ἐπαίνων ἡκόντων. αὐτὸν γὰρ οἶμαι δεῖν οὐ μετρίως ἀποθαυμάσαι λέγοντα ∆εῖξον ἡμῖν τὸν Πατέρα καὶ ἀρκεῖ ἡμῖν. ὅμοιον γὰρ ὡς εἰ ἔφη τυχόν Πάσης ἂν εἴσω γενέσθαι τῆς θυμηδίας ὁμολο γήσαιμεν, καὶ πρὸς τὸ εἶναι μακαρίως οὐδέν ἐστι τὸ λεῖπον ζητήσαιμεν, εἰ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἀξιωθείημεν πολυ εύκτου θέας καὶ αὐτοί. ὁ δὲ παντὸς προθεὶς ἀγαθοῦ καὶ τοῦ δοκοῦντος εἰς εὐθυμίαν συντελεῖν τὴν τοῦ Πατρὸς θέαν, πῶς οὐκ ἂν ὁμολογοῖτο παντὸς ὑπάρχειν ἄξιος θαύματος; οὕτω μὲν οὖν τὰ ἐν τῷ προκειμένῳ διαληψόμεθα, καθάπερ οἶμαι, 2.419 κατὰ τὴν εὐστιβῆ τε καὶ ἁπλουστέραν τοῖς πολλοῖς θεωρίαν. εἰ δὲ χρή τι καὶ περιεργότερον ἰδεῖν, καὶ τάχα τι τῶν κεκρυμμένων εἰπεῖν, οἰησόμεθά τι τὸν Φίλιππον φράσαι τε ὁμοῦ καὶ νοῆσαι τοιοῦτον. κατεδάκνοντο γὰρ ἐπὶ τοῖς τοῦ Σωτῆρος θαύμασιν οἱ τῶν Ἰουδαίων προεστηκότες καὶ πρὸς τούτοις ἔτι γραμματεῖς τε καὶ Φαρισαῖοι, καὶ ταῖς ἀμετρήτοις θεοσημίαις καθάπερ τισὶ λίθοις εἰς καρδίαν βαλλόμενοι, καὶ ἐῤῥήγνυντο τῷ φθόνῳ, καὶ δρᾶσαι μέν τι πρὸς ταῦτα καὶ τερατουργοῦντα διακωλύειν δι' οὐδενὸς ἰσχύειν ᾔδεσαν τρό που· διασύροντες δὲ οὕτω τὰ παραδόξως γεγενημένα, καὶ τοῖς ἐξ ἀπάτης κατασμικρύνοντες λόγοις τὴν δόξαν αὐτοῦ, ἄνω τε καὶ κάτω τὴν τῶν Ἰουδαίων διαθέοντες χώραν, αὐτήν τε τὴν Ἱερουσαλὴμ, ποτὲ μὲν ἔφασκον ἐν Βεελζεβοὺλ αὐτὸν ἐργάζεσθαι τὰ σημεῖα· ποτὲ δὲ πάλιν εἰς ἀκάθεκτον μανίαν ἐξοιστρούμενοι, δαιμονᾶν μὲν ἔφασκον, οὐκ εἰδέναι δὲ ἅ φησιν. ἐπετίμων γὰρ τοῖς ὄχλοις λέγοντες "∆αιμόνιον ἔχει "καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε," ἀλλ..................... ....................... εὐκλείαις ἀφορήτως ἀντεγειρόμενος, τίς δὲ οὗτος ἦν, ἀναγκαίως ἐρῶ. Ἀνέπειθον γὰρ τοὺς δήμους, καθάπερ ἀρτίως ἐδείξαμεν, τὸν μὲν παρὰ τοῦ Σωτῆρος ἡμῶν μὴ προσίεσθαι λόγον, ἀποφοιτᾶν δὲ ὡς διδάσκοντος παρὰ τὸν νόμον καὶ ὡς ποῤῥωτάτω φεύγειν ἐπείγεσθαι, προσκεῖσθαι δὲ μᾶλλον τοῖς διὰ Μωυσέως τεθεσπισμένοις. καὶ διὰ ποίαν αἰτίαν; ἔφα σκον γὰρ ὅτι Μωυσῆς μὲν ὁ μέγας τοὺς πάλαι λαοὺς ἐξήνεγκεν "εἰς συνάντησιν τοῦ Θεοῦ," κατὰ τὸ γεγραμ μένον, καὶ παρέστησεν ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἔδειξέ τε αὐτοῖς ἐν τῷ ὄρει τὸν Θεὸν, καὶ ἀκοῦσαι παρεσκεύασε τῶν λόγων αὐτοῦ, πεπληροφόρηκέ τε καὶ μάλα σαφῶς, ὅτι Θεὸς ἐλάλει τοὺς νόμους· ὁ δὲ τούτων οὐδὲν ἔδειξε παντελῶς. ὅτι δὲ οὗτος ἦν πολὺς παρ' ἐκείνοις ὁ λόγος, ἐντεῦθεν μαθήσῃ. θεωρήσεις γὰρ λέγοντας πρὸς τὸν ἐκ γενετῆς τυφλὸν, ὃν 2.420 ἀῤῥήτῳ δυνάμει τεθεράπευκεν ὁ Σωτήρ "Συμμαθητὴς εἶ "ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωυσέως ἐσμὲν μαθηταί. ἡμεῖς γὰρ "οἴδαμεν ὅτι Μωυσῇ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ "οἴδαμεν πόθεν ἐστίν." ἐνόμιζον τοίνυν οἱ τοῖς Ἰουδαϊκοῖς συναγορεύοντες δόγμασι, δυσανταγώνιστόν τινα τὸν ἐπὶ τούτοις ποιεῖσθαι λόγον, καὶ οὐκ εὐανάτρεπτον τοῖς πολλοῖς, ἐθορύβουν δὲ ὡς εἰκὸς καὶ ὑπεσκέλιζον διὰ τούτου πολλούς. τοῦτο καθ' ἑαυτὸν ἐννοήσας ὁ Φίλιππος, ὡς λυθησομένης ἁπάσης τῆς τῶν Ἰουδαίων ἀντιλογίας, εἰ καὶ αὐτὸς δείξειεν ὁ Χριστὸς τοῖς εἰς αὐτὸν πιστεύουσι τὸν Πατέρα, πρόσεισι λέγων Κύριε δεῖξον ἡμῖν τὸν Πατέρα καὶ ἀρκεῖ ἡμῖν. ἐννόει γὰρ λέγοντα Πάντα, φησὶν, ὦ ∆έσποτα, εἰς πίστιν ἐπαγωγὰ διὰ τῆς σῆς ἐξουσίας τελεῖται, διὰ μυρίων θαυμάτων δυσωπή σειεν ἄν τις τῆς τῶν Ἰουδαίων γλωσσαλγίας τὸ ἀκρατές. ἐπιλείψῃ δ' ἂν ἡμῖν εἰς τὸ παράπαν οὐδὲν, εἰ καὶ αὐτὸς ἡμῖν ἐπιδείξεις τὸν Πατέρα καὶ Θεόν· ἀρκέσει γὰρ τοῦτο τοῖς σοῖς μαθηταῖς, εἰς τὸ δύνασθαι λοιπὸν καὶ μάλα καλῶς τοῖς τῶν ἐκεῖνα προτεινόντων καθοπλίζεσθαι λόγοις. τοιαύτην τινὰ θεωρίαν τοῖς προκειμένοις ἐποίσαντες, οὐκ ἂν οἶμαι τοῦ πρέποντος λόγου διαμαρτήσαιμεν. καλεῖ γὰρ ἡμᾶς πρὸς τὸ οὕτω νοεῖν καὶ αὐτὸς ὁ Φίλιππος λέγων Ἀρκεῖ ἡμῖν τὸ ἰδεῖν τὸν Πατέρα καὶ Θεὸν, ὡσανεὶ τούτου καὶ μόνου τοῖς πεπι στευκόσιν ἐλλελοιπότος, ὑποτιθεῖ δέ πως καὶ αὐτὸς ὁ Σωτὴρ, ἐν τοῖς ἐφεξῆς εἰπών "Τὰ ῥήματα ἃ ἐγὼ λέγω ὑμῖν ἀπ' "ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ "ἔργα αὐτός." τὸ δὲ ὅπως προσήκει καὶ τοῦτο νοεῖν, οὐκ ἐν τῷ παρόντι μᾶλλον, ἀλλ' ἐν τῷ πρεπωδεστέρῳ καὶ γείτονι λελέξεται τόπῳ. 2.421 Λέγει αὐτῷ ὁ Ἰησοῦς Τοσούτῳ χρόνῳ μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἀπροφάσιστον τῷ μαθητῇ τὴν ἀμαθίαν ἐπιδεικνύει. τὰ μὲν γὰρ δυσεφικτότερα τῶν θεωρημάτων, καὶ πρὸς κατά ληψιν τὴν ἐν νοήσει φημὶ λεπτοτέραν ἐν ἑαυτοῖς ἐξαιτοῦντα τὴν βάσανον, εἰ καὶ μὴ ἐν ὀλίγῳ χρόνῳ τυχὸν, ἀλλ' οὖν ἐν μακραῖς παρατάσεσι τῶν καιρῶν ἔσται δὴ πάντως ἁλώσιμα τοῖς φιλομαθέσι καὶ καταφανῆ γενήσεται· οἷς δὲ οὐκ ἔνεστι τὸ περισκελὲς, ἀλλ' εὐθεῖαν ἔχει τὴν εἴδησιν, τούτοις ἄν τις προσβάλοι, καὶ λίαν ἀκονιτί. τί τοίνυν, φησὶν, ὦ Φίλιππε, πρὸς τὴν ἐπ' ἐμοὶ σύνεσιν ἀκριβῆ τὸ παραποδίσαν, εἰπέ. καίτοι γὰρ οὕτω μακροῦ διελάσαντος χρόνου, καθ' ὅν εἰμι μεθ' ὑμῶν, καὶ ἀρκοῦντος εἰς πληροφορίαν ὧν ἔδει σε μαθεῖν, ἐνδοιάζεις ἔτι, μᾶλλον δὲ ἥλως ἠγνοηκὼς, τίς μὲν ἐγὼ κατὰ φύσιν εἰμὶ καὶ πόθεν, καίτοι τῶν ὅτι μάλιστα παρὰ σοὶ θαυμαζομένων εὑρίσκων ὄντα δημιουργόν. πῶς δὲ οὐκ ἔγνως, φησὶν, ὅτι ὁ θεωρήσας ἐμὲ τεθέαται τὸν Πατέρα; ἀλλ' Ἰουδαίους μὲν οἴει τοὺς πάλαι τὴν θείαν ἐν τῷ ὄρει Σινᾶ τεθεᾶσθαι φύσιν, ἀκηκοέναι τε λαλούσης αὐτῆς, ὅτε τοὺς ἐπὶ τοῖς πρακτέοις ἐτίθει νόμους· σὺ δὲ οὔπω διετέθης, ὅτι τὸν Πατέρα τεθέασαι δι' ἐμοῦ τε καὶ ἐν ἐμοί· ὁ γὰρ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. καὶ ὅτι μὲν οὐ σωματικήν τινα θεωρίαν ἡμῖν κατασημαίνει Χριστὸς, οὐ μακρῶν οἶμαι δεδεῆσθαι λόγων τοὺς ἀκροωμένους. οὐ γὰρ ἄν τις εἴποι τῶν νοῦν ἐχόντων, τὴν τοῦ Θεοῦ φύσιν θεωρίαις ὑποκεῖσθαι σωματικαῖς, ἀλλ' οὐδὲ τοῖς τῆς σαρκὸς ὀφθαλμοῖς κατίδοι τις ἂν τὸ ὡς καὶ μόλις ἐν ἐσόπτρῳ καταληπτόν· βλέπομεν γὰρ ὡς ἐν αἰνίγματι· καὶ μικρὰ φρονεῖν οἶμαι περὶ Θεοῦ καὶ τὸν λίαν μεγάλῃ ἐπαυχοῦντα γνώσει. 2.422 Πλὴν ἐκεῖνο δὴ πάλιν τοῖς τῆς ἀληθείας ἐροῦμεν ἐχθροῖς, οἳ πλατεῖαν ἔχουσι καθ' ἡμῶν τὴν γλῶτταν, μᾶλλον δὲ κατ' αὐτῆς τῆς οὐσίας τοῦ Μονογενοῦς. εἰ γὰρ μὴ ἐξ αὐτῆς τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς, γεννητῶς ὑπάρ χων τοῦθ' ὅπερ ἐστὶ, Θεὸς δηλονότι καὶ κατὰ φύσιν καὶ ἀληθῶς, μόνοις δὲ τοῖς ἔξωθεν ἀγλαϊζόμενος σχήμασι, καὶ ταῖς ἐπεισάκτοις λελαμπρυσμένος εὐκλείαις, οὐ φυσικοῖς διαπρέπων ἀξιώμασιν, ἐν ἑαυτῷ δὲ μορφοῖ τὸν Πατέρα, καὶ εἰκών ἐστιν ἀπαράλλακτος τοῦ Θεοῦ, πρῶτον μὲν οὐκ ἂν εἴη κατὰ φύσιν Υἱὸς, ἀλλ' οὐδὲ γέννημα κατὰ ἀλήθειαν, ποίημα δὲ καθ' ἡμᾶς, ἤ τι τῶν τοιούτων ἕτερον· οὗ παρα δεχθέντος, οὕτω τε ἔχειν πεπιστευμένου, παντελῶς δήπου κἀκεῖνο φήσομεν ἀληθῶς, ὡς οὐκ ἂν εἴη πατὴρ ὁ Πατὴρ ἐνεργείᾳ καὶ φύσει, θελήσει δὲ μᾶλλον καὶ δοκήσει τυχὸν, καθάπερ οὖν καὶ ἡμῶν ὠνόμασται πατήρ. εἶτα τί τὸ ἐντεῦθεν; συνομολογηθήσεται καὶ ὡς ἐξ ἀνάγκης ἀνατελεῖ Τριάς· οὐκ ἔτι γὰρ ἡμῖν ἡ ἁγία πιστεύεται κατά τινα δὴ τρόπον, τρεῖς δὲ μᾶλλον, ὡς ἐν ἀλλήλοις οὐκ ἐνυπάρχοντος οὐσιωδῶς, ἑκάστου τε ὥσπερ τῶν ὀνομάτων εἰς τὸν οἰκεῖον τῆς ἰδίας φύσεως ἀναχωροῦντος λόγον, διακεκομμένου τε τοῦ ἑτέρου παντελῶς. ἐκβιάζεται γάρ πως ἡμᾶς ἡ τοῦ θεωρή ματος δύναμις καὶ παχύτερον περὶ τούτων εἰπεῖν. καὶ εἰ τοῦτο δώσομεν ὑπάρχειν ἀληθὲς, οὕτως τε ἔχειν ἐροῦμεν, καὶ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀλλότριον παντελῶς παρα δεξόμεθα τὸν Υἱὸν, πῶς οὐ διαψεύσεται λέγων Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα; Θεοῦ γὰρ ὑπάρχοντος κατὰ φύσιν τοῦ Πατρὸς, πῶς ἂν ἡμῖν ὁ Υἱὸς, καίτοι μὴ ὑπάρχων Θεὸς κατὰ φύσιν κατὰ τὸν ἐκείνων λόγον, δείξει ἐν ἑαυτῷ τὸν Πατέρα; πῶς γὰρ ἐν τῷ γεγονότι τὸ μὴ γεγονὸς θεωρή σομεν· ἐν δὲ τῷ μὴ ὄντι ποτὲ, κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, πῶς ἄν τις ἴδοι τὸν ὄντα διὰ παντός; μὴ γάρ μοι 2.423 λεγέτω τις τῶν ἐκεῖνα δεδυσφημηκότων, τὴν τῆς ἀληθείας κατασοφιζόμενος δύναμιν, ὡς ἐπείπερ ἔχει τὴν δόξαν τοῦ Θεοῦ καὶ Πατρὸς, τήν τε δύναμιν καὶ τὴν σοφίαν αὐτοῦ καὶ τὴν ἀγαθότητα καὶ τὸ παντουργικὸν καὶ τὸ δύνασθαι παρά γειν τὰ οὐκ ὄντα ποτὲ, διὰ τοῦτο καὶ εἰκών ἐστιν αὐτοῦ· ἀλλὰ δεικνύτω πρότερον, εἰ Θεὸς κατὰ φύσιν φαίνεται, καὶ οὕτως ἀπαραλλάκτως, ὡς μηδὲν εἶναι τὸ ἀδικοῦν τὴν εἰ σάπαν καὶ ὁλοτελῶς ἐμφέρειαν τῆς εἰκόνος πρὸς τὸ ἀρχέ τυπον· ἀπορήσαντα δὲ καὶ τοῦτο δεικνύειν οὐχ ἑκόντα, δεύτερον αἰτήσομεν εἰπεῖν, ποῖος ἂν ἐπιτρέψῃ λόγος, καίτοι κατὰ φύσιν οὐκ ὄντα Θεὸν, κατά γε τὴν ἐνοῦσαν αὐτοῖς βδελυρίαν, τὰ τῆς θεότητος ἔργα δύνασθαι πληροῦν. τοῦτο γάρ ἐστι τὸ φέρειν τὴν εἰκόνα τοῦ Πατρός. εἰ μὲν γὰρ οἴκοθεν οὐκ ἔχων τὴν ἀρκοῦσαν εἰς τοῦτο δύναμιν ὁ Υἱὸς δανείζεται τὴν παρὰ Πατρὸς, καὶ χορηγεῖται παρ' αὐτοῦ καὶ σοφίαν καὶ ἰσχὺν, ἵνα δύνηται κατορθοῦν ἃ καὶ μόνῃ πρέπειν ἐροῦμεν τῇ τοῦ Πατρὸς φύσει, διαψεύσεται οὕτω καὶ τὴν εἰκόνα καὶ τὴν ὁμοίωσιν. εἰ δὲ ψεύδεσθαι μὲν οὐ δώσομεν αὐτὸν, οὕτως ἔχοντα καθάπερ εἰρήκαμεν, ὡς δὲ ἀληθεύοντι συναινέσομεν, αὐτὴν ἁλωσόμεθα τὴν δόξαν ἀδικοῦντες τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ὅπως, ἐρῶ. ἢ γὰρ ἀνάγκη λέγειν, ὅτι ψεύδεται τὴν εἰκόνα τοῦ Θεοῦ καὶ Πατρὸς, οἴκοθεν μὲν οὐκ ἔχων τὴν τοῖς ἔργοις ἐξαρκοῦσαν ἰσχὺν, παρ' ἑτέρου δὲ ταύτην χορηγούμενος· οὐ γὰρ οὕτω τὸ ἀρχέτυπον· ἢ εἴπερ ἐστὶν ἀληθὴς ἐν ἑαυτῷ λέγων ὁρᾶσθαι τὸν Πατέρα, καὶ οὐδὲν ὅλως εἶναι τὸ διαλλάττον ἢ τὸ μεταξὺ ἢ παρα χαράττον τὴν εἰς ἅπαν ἐμφέρειαν, ἀνάγκη λοιπὸν καὶ οὐχ ἑκόντα εἰπεῖν, ὅτι καὶ αὐτὸς ὁ Πατὴρ ἐπακτὴν ἔχει καὶ παρ' ἑτέρου τὴν δύναμιν. οὕτω γὰρ ἡμῖν ἑαυτὸν ἐν τῇ εἰκόνι τῆς ἰδίας φύσεως, ἤτοι τῆς δόξης, ἠβουλήθη δεικνύειν. Ἆρ' οὖν οὐχ ὁρᾶτε, φήσειεν ἄν τις πρὸς ἐκείνους λοιπὸν, 2.424 ὅποι ποτὲ βαδιεῖται τῆς εὐθείας ὁδοῦ διεκπίπτων ὁ λόγος, καὶ εἰς οἷον ἀποκομίζει βάραθρον τοὺς ἐκεῖνα πεφρονηκότας; ἀλλὰ ναὶ, δύναται, φησὶ, καίτοι γενητὸς ὑπάρχων ὁ Υἱὸς τὰ τῆς φύσεως ἔργα πληροῦν, δόξαν οὕτω τῷ Θεῷ καὶ Πατρί. εἶτα τί τούτου φανεῖται τὸ δυσσεβέστερον; οὐδὲν γὰρ ἔτι τὸ μεῖζον ἤτοι τὸ πλέον ἐν Θεῷ παρὰ τὴν κτίσιν, εἰ καὶ τὴν τῆς θεότητος δόξαν τε καὶ δύναμιν αὐτῇ περιθήσομεν. μὴ γάρ τις ἐκ φρενοβλαβείας οἰέσθω πολλῆς ἀξιάγαστόν τι καὶ μέγα περὶ Υἱοῦ φρονεῖν τε καὶ λέγειν, ὅτι κτίσμα μέν ἐστιν, οὐχ ὡς ἓν δὲ τῶν κτισμάτων· ἴστω δὲ οὐ μικρῶς ἀδικῶν τὴν δόξαν αὐτοῦ. οὐ γὰρ εἰ ἐξαίρετον ἔχει τὴν φύσιν παρὰ τὰ ἄλλα κτίσματα ζητητέον, ἀλλ' εἰ γέγονεν ὅλως. τὸ γὰρ εἶναι κτίσμα πῶς ἂν διαφύγοι, εἰ καὶ πάντων ἐστὶ τῶν κτισμάτων τὸ κάλλιστον; ἀδικουμένης δὲ τῆς δόξης τοῦ Υἱοῦ ἐν τῷ γενέσθαι λέγειν αὐτὸν, τί μάτην ἐπάγουσι, καθάπερ τι φάρμακον αὐτῷ, τὸ ἐν τῷ καλλίστῳ τῶν ἄλλων ὑπάρχειν τόπῳ; ὑβριοῦμεν τοιγαροῦν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίαν, εἰ ταῦτα δύνασθαι κατορθοῦν περιθήσομεν τῷ Υἱῷ, γενητῷ καὶ αὐτῷ τυγχάνοντι, κατὰ τὸν ἐκείνων ἀμαθῆ καὶ ἀσύνετον λογισμόν. οὐκ ἀνεξόμεθα δὲ λεγόντων αὐτῶν, ὅτι τὰ τῆς θεότητος ἔργα κατορθοῖ, κτίσμα κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, οὕτω δόξαν τῷ Θεῷ καὶ Πατρί. εἰ μὲν γὰρ ἔχουσι δεικνύειν τοῦτο ἀπὸ τῆς θείας γραφῆς, παρακομιζόντων ἃ βούλονται, καὶ ἀκαπηλεύτους ἡμῖν τὰς τῶν ἁγίων τηρούντων φωνάς· εἰ δὲ γνώμης ἰδίας εὑρήματα, καὶ τοὺς ἐπὶ τούτῳ πεποίηνται λογισμοὺς, χαριέντως ἐροῦμεν "Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν·" ἐκεῖνα γὰρ δώσομεν ἐθέλειν ἀεὶ τὸν Πατέρα, ἃ τὴν θείαν αὐτοῦ δόξαν ἀπαραχάρακτον οἶδε τηρεῖν, καὶ τῶν περὶ αὐτοῦ δογμάτων διασώζει τὴν ὀρθότητα. οὐκοῦν ταῖς ἐκείνων ἀσυνεσίαις τὸ ἐῤῥῶσθαι φράσαντες, ἐπὶ τὸν ἀληθῆ περὶ αὐτοῦ χωρήσομεν 2.425 λόγον, ἐκ τῆς οὐσίας γεννηθῆναι πιστεύοντες τοῦ Θεοῦ καὶ Πατρὸς Υἱὸν ἀληθῶς, καὶ Θεὸν ἐκ Θεοῦ κατὰ φύσιν. ἀληθεύει γὰρ οὕτως ὑπάρχων καὶ χαρακτὴρ καὶ ὁμοίωσις τοῦ Θεοῦ καὶ Πατρὸς λέγων Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα· πῶς οὖν λέγεις ∆εῖξον ἡμῖν τὸν Πατέρα; ἐξὸν γὰρ δή σοι, φησὶν, ὦ Φίλιππε, τὴν τοῦ Πατρὸς ἐν ἐμοὶ κατα θεάσασθαι φύσιν, καὶ ἐξ ὧν αὐτός εἰμι διασκέπτεσθαι τὸν γεννήτορα· πέφηνά τε γὰρ καὶ εἰμὶ κατὰ ἀλήθειαν καὶ τῆς οὐσίας αὐτοῦ χαρακτὴρ ἀπαράλλακτος καὶ εἰκὼν ἐμφερὴς, ὅλην ἐν ἐμαυτῷ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἐγχαράττων φύσιν· ποῖον ἔτι τῆς θεοπτίας ἐπιζητήσαις ἂν τρόπον ἕτερον, εἴ γε σοι προσὸν ὁρῷτο τὸ τὰ εἰκότα δύνασθαι φρονεῖν, ἢ ποίαν εἰπέ μοι θεωρίαν αἰτεῖς; ἆρα μὴ κρείττονα καὶ ἀκριβεστέραν οἴει δεδόσθαι τοῖς ἀρχαιοτέροις, ὅτε κατέ βην ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ; πολὺ γὰρ αὐχεῖν ἐπὶ τούτῳ δὴ μάλιστα τοῖς Ἰουδαίοις ἐν ἔθει. Ταυτὶ μὲν ἴσως ὑπονοήσαιμεν ἂν τυχὸν διειλέχθαι Χρι στόν· ὅτι δ' οὖν ἀμείνων εἰς γνῶσιν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς, ἡ τῶν παραδόξων ἐπίδειξις τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τῆς ἐν τῷ ὄρει Σινᾷ, χρῆναι δεῖν ὑπολαμβάνω καὶ νῦν ἡμᾶς ἀοκνότατα λέγειν. ὄψει γὰρ οὕτω τὸν Φίλιππον, παρακειμένης αὐτῷ τῆς ἀληθοῦς εἰκόνος, οὐκ ἀναγκαίως αἰτήσαντα τὴν ἑτερότροπον θεωρίαν τοῦ Θεοῦ καὶ Πατρὸς, ἣ καὶ τοῖς ἀρχαιοτέροις ἐδόθη κατὰ τὸ ὄρος Σινᾶ· κατέβη μὲν γὰρ ἐκεῖ Κύριος ἐν εἴδει πυρὸς, καθὰ γέγραπται, θεω ρούντων δηλονότι τῶν ἐξ Ἰσραήλ. ἀλλ' οὐκ ἂν οἶμαί τις διὰ τούτου εἰς ἐννοίας ἀληθεῖς ἐλάσαι ποτὲ τὰς περὶ Θεοῦ, ἤγουν εἰς τὴν τῇ θεότητι πρέπουσαν ἀναπηδήσαι διάληψιν· πῶς γὰρ ὅλως διὰ πυρὸς, καθάπερ ἀπό τινος εἰκόνος, ἴοιμεν ἂν ἐπὶ τὸ ἀρχέτυπον, τουτέστι, τὸν Πατέρα καὶ Θεόν; ἀγαθὸς μὲν γὰρ ὁ Θεὸς τῇ φύσει, καὶ πρός γε τούτῳ 2.426 δημιουργὸς, τὰ οὐκ ὄντα ποτὲ καλῶν εἰς γένεσιν, καὶ συνέχων εἰς τὸ εἶναι τὰ πάντα, καὶ ζωογονῶν, αὐτὸς σοφία καὶ δύναμις, χρηστὸς καὶ οἰκτίρμων καὶ ἐλεήμων. τούτων δὲ τὸ παράπαν οὐδὲν ἐν πυρί. οὐ γὰρ ἂν οἴοιτό τις, εἴ γε νοῦν ἔχοι, χρηστὸν καὶ φιλάνθρωπον εἶναι τὸ πῦρ, οὐδὲ ἐρεῖ τις σωφρονῶν, ὡς εἴη μὲν δημιουργικὸν, σοφόν τε καὶ ζωογόνον. εἶτα πῶς ἄν τις, εἰπέ μοι, διὰ πυρὸς τὰς περὶ τῆς ἀληθοῦς θεότητος ἐννοίας συλλέξειεν; ἢ πῶς ἂν ἐν ἐσόπτρῳ καὶ αἰνίγματι θεωρήσειέ τι τῶν ἐμπεφυκότων αὐτῇ; τίς οὖν ἄρα, φησὶν, ὁ λόγος, ἢ ποία γέγονε πρόφασις εἰς πῦρ ἀνα πείθουσα χρηματίζεσθαι τὸν Θεὸν ἐν τῷ ὄρει Σινᾷ; ἐροῦμεν ὅτι ἀρχομένων τῶν ἐξ Ἰσραὴλ κατ' ἐκεῖνο δὴ μάλιστα καιροῦ τῆς εἰς εὐσέβειαν παιδαγωγίας, καὶ ὥσπερ τινὰ κανόνα ποιεῖσθαι μελλόντων τῆς οἰκείας ζωῆς τὸν διορθώ σασθαι μέλλοντα νόμον, ἔδει τότε δὴ μάλιστα κολαστήν τινα καὶ φοβερὸν αὐτοῖς φαίνεσθαι τὸν Θεὸν, ἵν' εἰδέναι ἔχοιεν οἱ παραβαίνοντες, ὅτι πρὸς πῦρ ὁ λόγος αὐτοῖς. διὰ γάρ τοι τοῦτο καὶ ὁ μέγας Μωυσῆς τοῖς ἐξ Ἰσραὴλ προσε φώνει λέγων "Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστί." καὶ οὐ δήπου φαίημεν ἂν ὅτι τὴν τοῦ Θεοῦ φύσιν ἐξηγούμενος, πυρὶ παρείκαζεν αὐτὴν ὁ οὕτω σοφώτατος, ὠνόμαζε δὲ οὕτω τὸν Θεὸν, ὡς ἐκ πολλῆς ἄγαν μισοπονηρίας, πυρὸς δίκην τοῦ παμφάγου δαπανᾶν τε καὶ ἀναλίσκειν οὐ παραιτουμένου τοὺς καταφρονοῦντας αὐτοῦ. οὐκοῦν οὐκ ἐξ ὧν ἔστι κατὰ φύσιν, Θεὸς διὰ πυρὸς γνωρίζεται· τὸ δὲ οὕτως ὠνομάσθαι καὶ ὦφθαι τότε πρὸς τὸ τοῖς ἀκροωμένοις ἐλήφθη λυσιτελές. ἴωμεν δὴ λοιπὸν ἐπὶ τὴν ἀληθῆ καὶ ἀκριβεστάτην τοῦ Πατρὸς θεωρίαν, τουτέστι τὸν Υἱόν. εἰκόνα γὰρ αὐτὸν ὀψόμεθα τοῦ γεννήσαντος, τοῖς ἐνοῦσιν αὐτῷ πλεονεκτή μασι τὸν τῆς διανοίας ἐνερείσαντες ὀφθαλμόν. ἀγαθὸς τοιγαροῦν ὁ Θεὸς καὶ Πατὴρ κατὰ φύσιν, τοιοῦτον ὄντα 2.427 καὶ τὸν Υἱὸν εὑρήσομεν. πῶς γὰρ οὐκ ἀγαθὸς, ὁ τοσαύτην δι' ἡμᾶς ὑπομείνας ταπείνωσιν, καὶ ἐλθὼν "εἰς τὸν κόσμον "ἁμαρτωλοὺς σῶσαι," καὶ θεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ αὐτῶν; δυνατὸς ὁμοίως ὁ Πατὴρ, οὕτως ἔχει καὶ ὁ Υἱός· τί γὰρ ἂν εἴη τὸ δυνατώτερον τοῦ καὶ αὐτοῖς ἐπιτάττοντος τοῖς στοιχείοις, καὶ θαλάττῃ μὲν ἐπιτιμῶντος καὶ πνεύμασιν, ἀναστοιχειοῦντος δὲ πρὸς ὅπερ ἂν βούλοιτο τῶν πραγμάτων τὰς φύσεις, καὶ καθαρισθῆναι μὲν ἐπιτάττοντος τῷ λεπρῷ, τὸ δὲ βλέπειν διδόντος τοῖς τυφλοῖς, ἐν ἐξουσίᾳ θεοπρεπεῖ. ζωὴ κατὰ φύσιν ὁ Πατήρ· ζωὴ πάλιν ἐστὶ καὶ ὁ Υἱὸς, ζωοποιῶν τοὺς κατεφθαρμένους, καὶ τὸ τοῦ θανάτου κατα στρέφων κράτος, διά τε τοῦτο τοὺς νεκροὺς ἀνιστάς. εἰκότως οὖν ἄρα φησὶ πρὸς Φίλιππον Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. ἐξὸν γάρ σοι, φησὶν, εὖ μάλα περιαθρεῖν ἐν ἐμοί τε καὶ ἐξ ἐμοῦ τὸν γεννήσαντα, τίνα τρόπον ἕτερον τῆς θεοπτίας αἰτεῖς, καίτοι τῆς δοθείσης ἀρχαιοτέροις τὴν ἀμείνω λαχὼν, καὶ ἀληθεστάτῃ περιτυχὼν εἰκόνι, τουτέστιν ἐμοί; Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; Ἐγὼ μὲν, φησὶν, ὦ Φίλιππε, τὴν τοῦ γεννήσαντος φύσιν ἐν ἐμαυτῷ καταγράφων, εἰκών εἰμι τῆς οὐσίας αὐτοῦ, μεμορ φωμένος δηλονότι κατ' ἐκεῖνον, οὐχ ὡς ἂν οἴοιτό τις ταῖς ἔξωθεν δόξαις, ἀλλ' οὐδὲ ξένοις ἢ ἐπακτοῖς λελαμπρυσμένος πλεονεκτήμασιν· ἀλλ' ἐν ἰδίᾳ φύσει φορῶν τὰ τοῦ γεννή σαντος ἴδια, καὶ τοῦτο ὑπάρχων ἀληθῶς, ὅπερ ἂν εἴη κἀκεῖνος, κατά γε τὸν ἐν ταυτότητι λόγον, τῇ κατ' οὐσίαν φημί. σὺ γὰρ δὴ πάλιν πρὸς ταῦτα ἐρεῖς· οὐ γὰρ διετέθης ἄρα λοιπὸν, ὡς ἐγὼ μὲν ἐν τῷ πατρὶ, ὁ πατὴρ δὲ αὖ πάλιν ἐστὶν ἐν ἐμοί. καίτοι καὶ οὐχ ἑκόντα, φησὶν, ἐκβιάσεταί σε λοιπὸν ἡ τῶν εἰρημένων δύναμις εἰς τὴν ἐπὶ τούτῳ συναί 2.428 νεσιν. οὐκοῦν, ἅπερ ἂν φαίην ἐγὼ, ταῦτα δὴ πάντως ἐστὶ τοῦ Πατρὸς, καὶ ἅπερ ἂν ἐργασαίμην ἐγὼ, ὁ Πατὴρ ἐργά ζεται. φησὶ δὲ ταῦτα ὁ Χριστὸς, οὐχ ὡς τοῖς ἑτέρου τυχὸν ἀποκεχρημένος ῥήμασιν, οὔτε μὴν ὡς ἐν προφήτου τάξει καὶ μέτρῳ τὰς ἄνωθεν καὶ παρὰ Πατρὸς διαπορθμεύων φωνάς· ἐλάλουν γὰρ οὐ τὰ ἑαυτῶν ἐκεῖνοι πάντως, ἀλλὰ τοῦ διδόντος τε καὶ ἐμπνέοντος αὐτοῖς Θεοῦ· ἀπονέμει δὲ πάλιν τῷ ἰδίῳ Πατρὶ τῶν παραδόξων τὴν ἔκβασιν, οὐχ ὡς ἐπακτῷ δυνάμει θαυματουργῶν, κατ' ἐκείνους δηλονότι τοὺς λέγοντας, ὅτι ἡμῖν μὴ προσέχετε "ὡς ἰδίᾳ δυνάμει ἢ εὐσε "βείᾳ" τεθεραπευκόσι, δηλονότι τὸν κάμνοντα. κεχρῆσθαι γὰρ τοῖς ἁγίοις ἔθος οὐκ ἰδίᾳ πάντως ἰσχύϊ πρὸς τὰ παρά δοξα, μᾶλλον δὲ τῇ τοῦ Θεοῦ· διάκονοι γὰρ καὶ ὑπουργοὶ λόγων τε ὁμοῦ τῶν θείων καὶ ἐνεργημάτων εὑρίσκονται. ἐπειδὴ δὲ ὁμοούσιός ἐστι τῷ Πατρὶ ὁ Υἱὸς, κατ' οὐδένα τρόπον διαλλάττων, ἤγουν ὡς ἑτεροίως ἔχων ὡς πρὸς αὐτὸν, λόγους εἶναί φησι τοὺς ἰδίους τοῦ Πατρὸς, ὡς οὐχ ἑτέροις ἂν τοῦ Πατρὸς χρησαμένου λόγοις ἢ οἷσπερ ἂν ὁ Υἱός. ἀλλὰ καὶ ἐν τῇ τῶν ἔργων μεγαλειότητι νοήσεις ὡσαύτως. ὡς γὰρ οὐδὲν ἕτερον ἐνεργεῖν πεφυκότος τε καὶ ἰσχύοντος τοῦ Πατρὸς ἢ ὅπερ ἂν εἰδείη τε καὶ ἐνεργοίη τυχὸν ὁ Υἱὸς, αὐτοῦ τὰ ἔργα φησίν. ἐννόει γὰρ λέγοντα φανότερον οὕτως Εἰμὶ τῷ γεγεννηκότι κατὰ πᾶν ὁτιοῦν ἐμφερὴς, καὶ εἰκὼν τῆς οὐσίας αὐτοῦ, οὐ μόνοις ὡραϊζόμενος σχήμασι καὶ ταῖς ἔξωθεν δόξαις, ἀλλ' ὅλον ἔχων ἐν ἑαυτῷ τὸν φύσαντα διὰ τὴν τῆς οὐσίας ταυτότητα. Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ἀλλὰ ὁ Πατὴρ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα. Εἰ γὰρ πρὸς ὑμᾶς τι, φησὶν, ἐλάλησεν ὁ Πατὴρ, τούτοις αὐτοῖς οἷσπερ ἐγὼ νυνὶ, οὐκ ἂν ἑτέροις ἐχρήσατο λόγοις. 2.429 τοσαύτην γὰρ ἔχω πρὸς αὐτὸν οὐσιώδη τὴν ἐμφέρειαν, ὡς αὐτοῦ τὰς ἐμὰς εἶναι φωνὰς, καὶ ἅπερ ἂν δρῴην ἐγὼ, ταῦτα αὐτοῦ πιστεύεσθαι κατορθώματα· ἐν ἐμοὶ γὰρ μένων διὰ τὸ ἀπαράλλακτον ἐν οὐσίᾳ ποιεῖ τὰ ἔργα αὐτός. ἐπεὶ καὶ μιᾶς οὔσης τῆς θεότητος, ἔν τε Πατρὶ καὶ Υἱῷ καὶ Πνεύματι νοουμένης, ἅπας μὲν λόγος ὁ παρὰ Πατρὸς, πάντως ἐστὶ δι' Υἱοῦ ἐν Πνεύματι· καὶ πᾶν ἔργον, ἤτοι παράδοξον, δι' Υἱοῦ ἐν Πνεύματι· πράττεται γεμὴν, ὡς παρὰ Πατρός. οὐ γὰρ ἔξω τῆς τοῦ γεννήσαντος οὐσίας ἐστὶν ὁ Υἱὸς, οὔτε μὴν τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν αὐτῷ δὲ ὢν ὁ Μονογενὴς, ἔχων δὲ αὖ πάλιν ἐν ἑαυτῷ τὸν τεκόντα, αὐτόν φησιν ἐνεργεῖν. ἐνεργὴς γάρ ἐστιν ἡ τοῦ Πατρὸς φύσις, καλῶς ἐν Υἱῷ διαλάμπουσα. Φαίη δ' ἄν τις ἐπὶ τούτοις ἑτέραν διάνοιαν, τῆς μετὰ σαρκὸς οἰκονομίας καλῶς αὐτῷ χορηγούσης τὰς ἀφορμάς. ἀπ' ἐμαυτοῦ γάρ φησιν οὐ λαλῶ, ἀντὶ τοῦ, οὐ μεμερισμένως, οὐδὲ ἀπᾳδόντως τῷ Θεῷ καὶ Πατρί. ἐπειδὴ γὰρ ἐν ἀνθρω πείᾳ μορφῇ τοῖς ὁρῶσιν ἐφαίνετο, ἀνατίθησι τῇ τῆς θεότητος φύσει τοὺς ἑαυτοῦ λόγους, ὡς ἐν προσώπῳ τοῦ Πατρὸς, καὶ μὴν καὶ τὰ ἔργα· μόνον δὲ οὐχί φησι Μὴ τὸ σχῆμα τουτὶ τὸ ἀνθρώπινον, τὴν ἐμοὶ πρέπουσαν καὶ χρεωστουμένην παραι ρείσθω διάληψιν, μηδὲ ἀνθρώπου ψιλοῦ καὶ ἑνὸς τῶν καθ' ὑμᾶς εἶναι τοὺς ἐμοὺς λόγους ὑπολάβητε, ἀλλὰ θείους ἀλη θῶς καὶ αὐτῷ πρέποντας τῷ Πατρὶ, οὕτως ὡς ἐμοί. ἐνεργεῖ δὲ ἐν ἐμοὶ μένων· εἰμὶ γὰρ ἐν αὐτῷ καὶ αὐτὸς ἐν ἐμοί. μὴ τοίνυν, φησὶν, ὡς μέγα τι καὶ ὑπερφυὲς τοῖς ἀρχαιοτέροις δεδόσθαι πιστεύετε, τὸ ἰδεῖν μὲν ὡς ἐν εἴδει πυρὸς τὸν Θεὸν, ἀκοῦσαι δὲ καὶ φωνῆς λαλούσης αὐτοῖς. ὑμεῖς γὰρ ὄντως τεθέασθε δι' ἐμοῦ καὶ ἐν ἐμοὶ τὸν Πατέρα, εἰ καὶ πέφηνα καθ' ὑμᾶς, Θεὸς ὢν κατὰ φύσιν, ἦλθον ἐμφανῶς, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. ἴστε δὲ ὅτι τῶν ἡμετέρων ἀκού σαντες λόγων, τῶν ὑπὸ Πατρὸς ἠκούσατε· θεωροὶ δὲ γεγόνατε καὶ τῶν ἔργων, καὶ τῆς ἐνούσης ἰσχύος αὐτῷ. δι' 2.430 ἐμοῦ γὰρ λαλεῖ μὲν, ὡς διὰ Λόγου τοῦ ἰδίου, κατορθοῖ δὲ καὶ ἐνεργεῖ τὰ θαύματος ἄξια, ὡς διὰ δυνάμεως πάλιν τῆς ἑαυτοῦ. Ὅτι δὲ τῆς τοῦ Πατρὸς οὐσίας οὐδεὶς ἂν οἶμαι λόγος ἀποτέμοι ποτὲ τόν τε Λόγον καὶ τὴν δύναμιν αὐτῆς· ἐνυ πάρχειν δὲ καὶ ἐμπεφυκέναι κατὰ φύσιν αὐτῇ παστισοῦν ὁμολογήσειεν, οὐκ ἀμφίβολον, εἰ μή τις ἄρα εἴη παραπλὴξ τὴν διάνοιαν. 2.431 ΚΕΦΑΛΗ Α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως, ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν, ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν. Πιστεύετε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν. ἈΝΑΦΑΝ∆ΟΝ ἤδη φησὶν, μᾶλλον δὲ καὶ ἐπιτάττει λοιπὸν ὅτι προσήκοι φρονεῖν οὐχ ἑτέρως ἡμᾶς, ἢ ὥσπερ αὐτὸς ὁ τῆς ἀληθείας βούλοιτο λόγος. ὁμοούσιος γάρ ἐστι τῷ ἰδίῳ γεννήτορι, μεσολαβοῦντος παντελῶς οὐδενὸς, ἢ κατά τι γοῦν διακόπτοντος εἰς ἑτερότητα φυσικὴν θατέρου τὸν ἕτερον. εἷς γάρ ἐστι πρὸς αὐτὸν, ὡς ἐν τῇ τοῦ τεκόντος οὐσίᾳ τὴν τοῦ Υἱοῦ διαφαίνεσθαι φύσιν, καὶ ἐν τῇ τοῦ γεννήματος οὐσίᾳ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ὁρᾶσθαί τε καὶ διαπρέπειν, ὥσπερ ἀμέλει καὶ ἐν τοῖς καθ' ἡμᾶς θεωρήσαι τις ἄν. οὐ γὰρ ἕτεροι κατὰ φύσιν ἐσμὲν πρὸς τὰ ἐξ αὐτῶν γεννήματα, οὔτε μὴν εἰς ἀλλοτριότητα μεριζόμεθα φυσικὴν, εἰ καὶ τῇ τῶν σωμάτων ἑτερότητι διεστήκαμεν· διόπερ ἴδοι τις ἂν τὸν μακάριον Ἁβραὰμ ὁ τὸν ἐξ αὐτοῦ γεννηθέντα υἱὸν ἑωρακώς. ἀλλ' ἐπὶ μὲν ἀνθρώπων τυχὸν πολλή τις ἐστὶν ἡ διακοπὴ, συστελλομένου τρόπον τινὰ καὶ ἀναχω ροῦντος μεμορφωμένως ἑκάστου πρὸς τὸ ἰδίως ἔχειν καὶ φαίνεσθαι, καὶ οὐκ ἐμπεφυκότος τῷ ἑτέρῳ σωματικῶς, εἰ καὶ κοινὸς ἅπασιν ὁ τῆς οὐσίας ὁρῷτο λόγος· ἐπὶ δὲ Θεοῦ τοῦ κατὰ φύσιν ἐννοήσεις οὐχ οὕτως· ἰδιαζόντως μὲν γὰρ 2.432 πατήρ ἐστιν ὁ Πατὴρ, καὶ οὐχ Υἱός· καὶ πάλιν ὁμοίως Υἱὸς ὁ ἐξ αὐτοῦ καὶ οὐ πατὴρ, καὶ πνεῦμα τὸ Πνεῦμα ἰδίως· ἀλλ' εἰς μίαν θεότητος φύσιν συνιούσης τε καὶ συνειλεγ μένης τῆς ἁγίας Τριάδος, εἷς Θεὸς ἐν ἡμῖν, καὶ οὐχ ὁλό κληρον ἑκάστῳ τῶν σημαινομένων δοίη τις ἂν τὴν ἐκ τοῦ ἑτέρου τυχὸν ἀποφοίτησιν, οὐδ' ἀναχωρήσει παντελῶς εἰς τὸ εἶναι μεμερισμένως· ἀλλ' εἶναι μὲν ἕκαστον τοῦθ' ὅπερ ἐστὶ καὶ κατωνόμασται παρ' ἡμῖν ἰδιοσυστάτως πιστεύομεν. ἐκ δὲ τοῦ Πατρὸς ὄντα τὸν Υἱὸν, τουτέστιν, ἐκ τῆς οὐσίας αὐτοῦ, ἐξ αὐτοῦ τε προελθεῖν ἀῤῥήτως, ἐν αὐτῷ τε μένειν ἐννοοῦμεν. τὸν δὲ αὐτὸν τρόπον καὶ περὶ τοῦ Ἁγίου Πνεύματος. ἔστι μὲν γὰρ ἐκ Θεοῦ τοῦ κατὰ φύσιν ἀλη θῶς, ἀλλ' οὐδαμόθεν μεμερισμένον τῆς οὐσίας αὐτοῦ, προϊὸν δὲ μᾶλλον ἐξ αὐτοῦ, καὶ ἐν αὐτῷ μένον ἀεί· χορηγούμενον δὲ τοῖς ἁγίοις διὰ Χριστοῦ· πάντα γὰρ δι' Υἱοῦ ἐν Πνεύματι Ἁγίῳ. ταύτην ἡμᾶς τὴν τῶν δογμάτων ὀρθότητα καὶ ἀλή θειαν ἐδίδαξεν ἡ τῶν ἁγίων πατέρων σύνεσις· οὕτω πεπαι δεύμεθα λαλεῖν τε καὶ φρονεῖν καὶ δι' αὐτῶν τῶν ἱερῶν γραμμάτων· ὅτι δὲ λίαν ὀρθῶς ἐπὶ ταύτην ἴμεν τὴν ἀλοιδό ρητον πίστιν, παραθαρσύνει λέγων ὁ Κύριος Πιστεύετε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ δὲ ἐν ἐμοί. Εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετε. ∆ιαῤῥήδην γὰρ ἐν τούτοις φησὶν, ὡς οὐδ' ἂν ἐργάσαιτο, οὐδ' ἂν ἐξανύσαι πώποτε τὰ μόνῃ τῇ θείᾳ πρέποντα φύσει, μὴ οὐχὶ κατὰ φύσιν ὑπάρχων καὶ ἐξ αὐτῆς. καὶ ὅρα μεθ' ὅσης ἀσφαλείας τε ὁμοῦ καὶ ἀληθείας τὰ τοιαῦτά φησιν. οὐ γὰρ ἐξ ὧν ἂν λέγοι, τοσοῦτον ἀξιοῖ πιστεύεσθαι, καίτοι ψεύδεσθαι μὴ εἰδὼς, ὅσον ἐξ ὧν ἐνεργῇ. καὶ διὰ ποίαν αἰτίαν, ἐρῶ. λόγοις μὲν γὰρ καὶ ῥήμασι τοῖς θεοπρεπέσιν ἀποκεχρῆσθαι τυχὸν, καί τι τῶν ῥιψοκινδύνων εἰπεῖν, ἀνδρὶ 2.433 μαινομένῳ καὶ παραπαίοντι, χαλεπὸν οὐδέν· ἔργῳ γεμὴν καὶ δυνάμει τῇ θεοπρεπεῖ τίς ἂν χρήσαιτό ποτε; χαριεῖται δὲ τίνι τῶν γενητῶν τὴν ἰδίαν δόξαν ὁ Πατήρ; ἢ γὰρ οὐχὶ Θεοῦ δόξαν εἶναί φαμεν τὸ πάντα δύνασθαι δρᾶν, καὶ παντουργικὴν ἔχειν ἰσχύν· οὐδενὶ γεμὴν ἑτέρῳ προσεῖναι, τῷ γε ὅλως ἐναριθμουμένῳ τοῖς κτίσμασιν; οὐκοῦν ἐξ ἀναγ καίων τε ὁμοῦ καὶ ἀναντιῤῥήτων ἀποδείξεων τὰ καθ' ἑαυτὸν δοκιμάζεσθαι βουλόμενος ὁ Χριστὸς, ἐξ αὐτῶν κελεύει πιστεύεσθαι τῶν ἔργων, ὡς εἴη μὲν αὐτὸς ἐν Πατρὶ, ἔχει δὲ αὖ πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα, τουτέστι, τὴν τοῦ Πατρὸς φύσιν ἐν ὑπάρξει τῇ ἰδίᾳ φορεῖ, ὡς γνήσιον γέννημα, ὡς καρπὸς ἀληθῶς, ὡς Υἱὸς ἐκ Πατρὸς πεφηνὼς φυσικῶς. Ἀλλ' ἡ μὲν Ἐκκλησία τοῦ Χριστοῦ, καίτοι λίαν ἐπαυ χοῦσα τῇ τῶν δογμάτων ὀρθότητι, τοιαύτην ἔχει τὴν δόξαν περὶ τοῦ Μονογενοῦς· τοῖς γεμὴν θεομάχοις αἱρετικοῖς ἑτε ροῖα παρέστη φρονεῖν ἀναπείθειν τοὺς τοῖς ὀλεθρίοις αὐτῶν προσιόντας τε καὶ προσέχοντας λόγοις. ἐπιλυττῶντες γὰρ ταῖς κατὰ Χριστοῦ λοιδορίαις, φιλονεικοῦσιν οἱ δείλαιοι, καὶ κατανοοῦσιν ἀλλήλους, οὐκ εἰς παροξυσμὸν εὐσεβείας, ἀλλ' ἵν' ἀσεβέστερος ἑτέρου ὁρῷτο δεῖν ἕτερος, καὶ φθέγξαιτό τι τῶν ἀπηχεστέρων. ἐπειδὴ γὰρ τὸν ἐκ Σοδόμων πίνουσιν οἶνον, καὶ πικρὰν ἐκ Γομόῤῥας τρυγῶσι σταφυλήν· οὐ γὰρ ἐκ θείου δέχονται Πνεύματος τὰ ἐπ' αὐτῷ θεωρήματα, οὐδὲ ἐξ ἀποκαλύψεως τῆς τοῦ Πατρὸς, ἀλλ' ἐκ τῆς τοῦ δρά κοντος κεφαλῆς· οὐδὲν μὲν φρονοῦσι τῶν ἐχόντων ὑγιῶς, ἐκεῖνα δὲ λέγουσιν, ἃ τὰς τῶν ἀκροωμένων ταλαιπώρους ἀποφαίνει ψυχὰς, πρὸς ᾅδην αὐτὰς κατακομίζοντα καὶ εἰς τὸ κάτω βάραθρον. ταῦτα καὶ βιβλίοις ἐνθεῖναι τολμήσαντες, ἀθάνατον ὥσπερ τὴν ἐνοῦσαν αὐτοῖς ἀνεστήλωσαν πονηρίαν. ἔδει μὲν οὖν ἡμᾶς διαρκῶς εἰρηκότας εἰς τὸ προκείμενον, ἅπερ ἦν εἰκὸς ὠφελεῖν δύνασθαι τοὺς ἐντευξομένους, ὀρθο 2.434 τάτην ἔχοντα τὴν ἐπὶ τῷ Υἱῷ διάληψιν, μηδεμίαν τῶν παρ' ἐκείνοις ποιήσασθαι μνήμην. ἐπειδὴ δὲ ἀπεικὸς οὐδὲν τοῖς ἀθλίοις ἐκείνων περιτυχόντας ῥήμασι συναρπαγῆναι τῶν ἁπλουστέρων εἰς σύνεσίν τινας, ἀναγκαῖον ᾠήθην τοῖς ἐξ ἀληθείας δόγμασι τὰ ἐκ τῆς ἐκείνων φλυαρίας διακρού σασθαι βλάβη, εὐανάτρεπτόν τε παντελῶς ἐπιδεῖξαι τὴν συκοφαντίαν, ἣν ἐπιτειχίζειν βούλονται τῷ Υἱῷ, μᾶλλον δὲ ὅλῃ τῇ θείᾳ φύσει· τοῦτο γὰρ εἰπεῖν ἀληθέστερον. Τοιγαροῦν ἐνέτυχον βιβλιδίῳ τῶν δι' ἐναντίας· εἶτα τὰ ἐν τῷ προκειμένῳ ῥητῷ διερευνώμενος, εὕρισκον ἐπὶ λέξεως αὐτῆς οὕτω λέγοντα μεθ' ἕτερά τινα Ὁ τοίνυν Υἱὸς οὐσιωδῶς περιεχόμενος ὑπὸ τοῦ Πατρὸς, τὸν Πατέρα ἐν ἑαυτῷ ἔχει τὰ ῥήματα φθεγγόμενον καὶ τὰ σημεῖα ἐπιτε λοῦντα· ὅπερ ἑρμηνεύει λέγων Ἃ ἐγὼ λαλῶ ὑμῖν ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός. Ταυτὶ τῆς ἐκείνου τερθρείας τὰ ῥήματα· ἐπειδὴ δὲ χρὴ καὶ ἡμᾶς εἰπεῖν τὸ τοῖς εἰρημένοις ἀντιστατοῦν καὶ ἀδόκιμον ὄντα τὸν νοῦν διελέγχειν δυνάμενον, ἐκεῖνό φημι Τὸ μὲν οὖν οὐσιωδῶς περιέχεσθαι λέγειν τὸν Υἱὸν ὑπὸ τοῦ Πατρὸς, ὅ τι ποτὲ ἄρα ἐστὶν, ἢ τί ἄρα δηλοῖ, οὐ σφόδρα συνίημι· χρῆναι γὰρ οἶμαι τὸ ἀληθὲς εἰπεῖν· τοσαύτην ἔχει τὴν ἀσάφειαν. ἐρυθριᾷ γὰρ ὥσπερ καὶ συστέλλεταί πως πρὸς τὸ ἀφανέ στερον παῤῥησίαν οὐκ ἔχον τὸ θεώρημα. ὥσπερ γὰρ "ὁ τὰ "φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ "φῶς, ἵνα μὴ ἐλεγχθῇ," κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· οὕτω πᾶς λόγος ὁ τὰ φαῦλα δηλῶν, διὰ σκοτεινῶν ἐννοιῶν ἔρχεσθαι φιλεῖ, καὶ πρὸς τὸ σαφηνείας οὐχ ἥξει φῶς, ἵνα μὴ ἐλεγχθῇ τῆς ἐνούσης αὐτῷ σαθρότητος ἡ εὐτέλεια. τί οὖν ἄρα ἐστὶ τὸ οὐσιωδῶς περιέχεσθαι τὸν Υἱὸν ὑπὸ τοῦ Πατρός; ἴημι γὰρ δὴ δι' ἐννοίας ἁπάσης, οἷσπερ ἂν 2.435 δύνωμαι διαπτύσσων λόγοις τὸ ἀμυδρῶς εἰρημένον, καὶ δυσωπούμενον τάχα μὴ καὶ ἄρα νοηθὲν ἀποκαλύψῃ τὴν τοῦ τεκόντος αὐτὸ δυσβουλίαν. εἰ μὲν οὖν τοῦτο βούλεται δηλοῦν, ὡς ἐν τῇ τοῦ Πατρὸς οὐσίᾳ φαινόμενος ὁ Υἱὸς, ὡς ὁμοούσιος αὐτῷ, ἔχει καὶ αὐτὸς ἐν ἑαυτῷ τὸν Πατέρα ἐν τῇ τοῦ γεννήματος φύσει καλῶς διαλάμποντα, συναινέσομεν καὶ ἡμεῖς εἰς τὴν τοῦ θεωρήματος δύναμιν· οὐ μετρίως δ' ἂν ἀδικήσαι τυχὸν τὸ τῆς περιοχῆς ὄνομα κείμενον ἐφ' Υἱῷ. εἰ δὲ τοῦτο μὲν οὐ φησίν· οὐ γὰρ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γεγεννῆσθαί ποτε παραδέξεται τὸν Υἱὸν ὁ τοιαύτην ἐμέσας κατ' αὐτοῦ δυσφημίαν, ὥσπερ δέ τι σῶμα πεπερασμένον τὴν τοῦ Υἱοῦ φύσιν ἐμπεριειλῆφθαι τῇ τοῦ Πατρὸς διισχυ ρίζεται· πῶς οὐκ ἂν ἀναφανδὸν δυσφημήσας ἁλώσεται, καὶ τῆς εἰς ἄκρον ἡκούσης φρενοβλαβείας ἀνάπλεως ὤν; καὶ αὐτοὶ γὰρ Θεὸν εἶναι λέγοντες τὸν Υἱὸν, τὰ σωμάτων ἴδια προσάπτειν αὐτῷ παραλόγως ἐπιχειροῦσι· τὸ γὰρ ὅλως περιορισμῷ τινι καὶ μέτρῳ περισχοινίζεσθαι τῷ νοουμένῳ κατὰ διάστασιν, ὡς καὶ ἀπό τινος ἀρχῆς καταλήγειν εἰς πέρας, πάντως ἐπιδέξαιτο καὶ τὸ εἶναι τυχὸν ἐν τόπῳ καὶ ποσῷ καὶ εἴδει καὶ σχήματι. εἶτα πῶς οὐ σωμάτων ἴδια ταυτί; πῶς δὲ οὐ μεθ' ἡμῶν, ὡς καθ' ἡμᾶς, ὁ ὑπὲρ ἡμᾶς νοηθήσεται; ἢ πῶς οὐκ ἀδελφὸς τῇ ἑτέρᾳ κτίσει, λοιπὸν οὐδὲν ἔχων παρ' αὐτὴν τὸ πλέον, ὅσον ἧκεν εἰπεῖν εἰς τὸ εἶναι πεπερασμένως; ἔχων δὲ οὕτω κατά γε τὴν ἀμαθῆ τῶν δι' ἐναντίας ὑπόνοιαν, τί μάτην ἡμᾶς προσεκτύπει λέγων "̔Υμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί·" καὶ πάλιν "Ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστὲ, ἐγὼ οὐκ εἰμὶ ἐκ "τοῦ κόσμου τούτου;" ἄνωθεν γὰρ ἑαυτὸν εἶναι λέγων, οὐχ ἁπλῶς ἐδήλου τὸ ἐξ οὐρανῶν· τί γὰρ ἂν ἔχοι τὸ πλεῖον παρὰ τοὺς ἁγίους ἀγγέλους, εἴπερ ἄνωθεν κἀκείνους ὄντας εὑρήσομεν, τοπικῶς ἐκληφθέντος τοῦ σημαινομένου; ση 2.436 μαίνει δὲ ὅτι τῆς ἄνωθεν οὔσης καὶ τῆς τοῖς ὅλοις ἐποχου μένης οὐσίας ἐξέφυ. πῶς οὖν ἀληθὴς ἀναφαίνεται λοιπὸν, εἰ κοινὰ πρὸς τὴν ἑτέραν ἔχει κτίσιν τὰ σωμάτων ἴδια, καὶ ὁμοῦ τοῖς ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρενεχθεῖσι περιεχό μενός ἐστιν ὑπὸ τοῦ Πατρός; εἴπερ οὐδὲν ἔξω κεῖσθαι δώσομεν αὐτοῦ. καὶ ὁ μὲν θεσπέσιος μελῳδὸς, ἀληθῆ που πάντως καὶ κεκρυμμένα μυστήρια λαλῶν ἐν Πνεύματι, οὐδενὸς μὲν παντελῶς ἀπολιμπάνεσθαι τόπου φησὶ τὸν Υἱὸν, τὸ ἀσώματόν τε καὶ ἀπεριόριστον αὐτῷ διὰ τούτου προσμαρτυρῶν, καὶ ὅτι μὴ τόπῳ περιληπτὸς, ὡς Θεός· "Ποῦ γὰρ πορευθῶ, φησὶν, ἀπὸ τοῦ πνεύματός σου, καὶ "ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν "οὐρανὸν, σὺ ἐκεῖ εἶ, ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν "ἀναλάβω τὰς πτέρυγάς μου κατ' ὄρθρον καὶ πορευθῶ εἰς "τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδη "γήσει με, καὶ καθέξει με ἡ δεξιά σου." ῥιψοκινδύνως δὲ οὗτοι, καὶ ταῖς τοῦ Πνεύματος φωναῖς τὴν ἑαυτῶν ἀντεξά γοντες γνώμην, ὁρισμῷ καὶ περιγραφαῖς ὑποβάλλουσι τὸν Μονογενῆ, καίτοι λογισμὸν ὀφείλοντες ἐπὶ τούτῳ λαβεῖν ἀναγκαῖόν τε καὶ χρήσιμον. εἰ γὰρ πεπλήρωκε μὲν οὐρανοὺς, καὶ τὰ ἔσχατα τῆς γῆς, τουτέστι, τὰ εἰς τὸν ᾅδην· πῶς οὐ σφόδρα παραλογώτατον τὸ περιοχῆς ὄνομα προσάπτειν αὐτῷ, μηδὲ ἐκεῖνο λογισαμένους, ὅτι εἰ τὸ πρόσωπον αὐτοῦ, τουτέστι, τὸ Πνεῦμα· πρόσωπον γὰρ τοῦ Υἱοῦ καλεῖ τὸ Πνεῦμα· τὰ πάντα πληροῖ, πῶς ἂν αὐτὸς εἴσω γένοιτο περιοχῆς, κἂν λέγῃ ὅτι περιοχῆς τοῦ Θεοῦ καὶ Πατρός; ἀλλ' οὐδὲν ἧττον ὑβριεῖ περιγράψας τὸ ἀσώματον, καὶ μέτρῳ περιτιθεὶς τὸ οὐκ ὂν πεπερασμένως. τὸ γὰρ οὐσιωδῶς αὐτὸν περιέχεσθαι λέγειν ὑπὸ τοῦ Θεοῦ καὶ Πατρὸς, τί ἕτερόν ἐστι δηλοῦν, ἢ ὅτι πεπερασμένην ἔχει τὴν οὐσίαν, ὥσπερ οὖν ἀμέλει καὶ ἓν ἕκαστον τῶν παρ' αὐτοῦ γεγονότων, 2.437 ἃ καὶ ἀκινδύνως τε καὶ ἀληθῶς περιέχεσθαι δώσομεν· σώματα γὰρ, εἰ καὶ μὴ τοιαῦτα τυχὸν ὁποῖα τὰ ἡμέτερα. Ἔπεισι δέ μοι κἀκεῖνο πρὸς τούτοις ἐννοεῖν. εἰ γὰρ ἀναγ καῖον εἶναί φαμεν τὸ ὑπό του περιειλημμένον εἴσω δὴ κεῖσθαι πάντως τοῦ περιέχειν αὐτὸ λεγομένου, πῶς οὐκ ἀναμ φιλόγως ἕψεται τὸ ἐν ἐλάττοσιν εἶναι νοεῖν τοῦ περιέχοντος τὸ περιεχόμενον, καὶ πεπερατῶσθαι λέγειν αὐτὸ, κατακλειό μενον ὥσπερ τῇ τοῦ μείζονος περιοχῇ; τί οὖν ὦ βέλτιστε πάλιν ἐρεῖς; ἰδοὺ γὰρ εἰκόνα τοῦ Θεοῦ καὶ Πατρὸς ἑαυτὸν παραθεὶς καὶ διαῤῥήδην εἰπών "Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν "Πατέρα," καὶ πάλιν ἐπήνεγκεν εὐθύς "Ἐγὼ ἐν τῷ Πατρὶ "καὶ ὁ Πατὴρ δὲ ἐν ἐμοί ἐστιν·" εἰ γὰρ τοῦτό φησι καθ' ὑμᾶς, ὅτι καίτοι χαρακτὴρ καὶ εἰκὼν ὑπάρχων τοῦ γεγεννη κότος, οὐσιωδῶς ὑπ' αὐτοῦ περιέχομαι, πῶς οὐχ ἅπασιν ἀναμφίλογον, ὅτι τοιαύτας ἡμᾶς ἐννοίας ἔχειν περὶ τοῦ Πατρὸς βούλεται, ὁποίαν περ ἂν λάβοιμεν καὶ ἐπ' αὐτῷ; πεπερατῶσθαι τοιγαροῦν ἀνάγκη καὶ τὸν Πατέρα, ἔστι γὰρ ἐν Υἱῷ· καὶ ζητείτω λοιπὸν ὁ αἱρετικὸς, τίς ὁ μείζων αὐτοῦ· ἐμοὶ γὰρ οὐ θέμις εἰπεῖν ἢ νοεῖν. οὐ γὰρ ἀνὰ μέρος μὲν εἰκὼν ἔσται τοῦ Πατρὸς ὁ Υἱὸς, ἀνὰ μέρος δὲ οὐκέτι. εἰ γὰρ ὅλως ἔχει τι τὸ παραλλάττον καὶ μεσολαβοῦν τὴν εἰσάπαν ὁμοίωσιν, μέρος ἂν εἴη λοιπὸν, οὐχ ὁλόκληρος εἰκών. ἀλλὰ ποῦ τοῦτο δείξαις ἂν τὴν ἁγίαν λέγουσαν γραφήν; οὐ γὰρ δήπου τοῖς σοῖς ἀναπεπεισμένοι λόγοις, τὴν τῶν ἱερῶν δογμάτων ὀρθότητα παρωσόμεθα. θαυμάζω δὲ ὅπως οὐ κατέδεισαν ἐπὶ τούτοις εἰπεῖν Καθάπερ ὁ Παῦλος τὸν Χριστὸν εἶχεν ἐν ἑαυτῷ λαλοῦντα καὶ ἐνεργοῦντα τὰς δυνάμεις, τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ Υἱὸς τὸν Πατέρα λαλοῦντα καὶ τὰ σημεῖα ποιοῦντα εἶχεν ἐν ἑαυτῷ· διό φησι Πιστεύετε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ δὲ ἐν ἐμοί· εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετε. εἶτα τίς ἔτι 2.438 Χριστιανὸν προσερεῖ τὸν οὕτω διεσκεμμένον καὶ πεφρονη κότα περὶ Χριστοῦ; ἰδοὺ γὰρ ἰδοὺ, καὶ μάλα σαφῶς, Θεὸν μὲν αὐτὸν οὐκέτι φησὶν ἀληθῶς· ῥιψοκινδύνως δὲ περιθεὶς τὸ πρέπον τοῖς κτίσμασι μέτρον αὐτῷ, θεοφόρον τινὰ καὶ Θεοῦ μέτοχον, ἤγουν ἐκ Θεοῦ γεννηθέντα Θεὸν κηρύττει. σκοπὸς γὰρ αὐτῷ διὰ παντὸς, ὡς ἔπος εἰπεῖν, τρόπου καὶ λόγου τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς παντελῶς ἀπείργειν αὐτὸν, καὶ εἰσάπαν ἀποτεμεῖν τῆς φυσικῆς καὶ οὐσιώδους οἰκειότητος, ἧς ἔχει πρὸς τὸν ἑαυτοῦ Πατέρα καὶ Θεόν. Εἶτα τί ἂν γένοιτο τῶν τοιούτων τὸ ὑπερτεροῦν εἰς ἀπο πληξίαν; ἢ πῶς οὐκ ἄν τις, ὡσεὶ νεκροῖς ἤδη καὶ ἀπολω λόσι, τὸ ἐκ τῆς ἀγάπης ἐπιστάξαι δάκρυον ἀχαλίνως οὕτω τετραμμένοις εἰς ἀσέβειαν· ἐρεῖ δὲ καὶ λίαν εὐκαίρως "Τίς "δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν "δακρύων, καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ "νυκτός;" ἐπὶ γὰρ τοῖς τὰ τοιαῦτα φρονεῖν ἑλομένοις, ἀκρατὲς ἄν τις εἰκότως ἐπιστάξαι δάκρυον. ἐπειδὴ δὲ τοῖς ἐξ ἀληθείας δόγμασιν ἀποκρούεσθαι δεῖν τὰς παρ' ἐκείνων συκοφαντίας προσήκειν ὑπολαμβάνω, διὰ τὸ τοῖς ἁπλου στέροις λυσιτελὲς, φέρε πάλιν αὐτοῖς ἐκεῖνο λέγωμεν, ὅτι ζηλοῦντες ἐζηλώκαμεν τῷ Κυρίῳ. ὁ γάρ τοι θεσπέσιος Παῦλος, ὦ οὗτοι, ἢ καί τις ἕτερος τῶν ἁγίων, τὸν Χριστὸν ἔχοντες ταῖς ἑαυτῶν διανοίαις ἐνοικισθέντα διὰ τοῦ Πνεύ ματος, ἔδρων εὖ μάλα τὰ δοκοῦντα Θεῷ, καὶ δημιουργοὶ τῶν παραδόξων ἐφαίνοντο. οὐκοῦν ἄραρεν, ὅ τι δοίης δ' ἂν καὶ αὐτὸς ὑπάρχειν ἀληθὲς, ὡς ἄνθρωποί τε τὴν φύσιν ὑπάρ χοντες, καὶ ἕτερόν τι κατὰ τὴν οὐσίαν παρὰ τὸ ἐνοικοῦν αὐτοῖς Ἅγιον Πνεῦμα Χριστοῦ, θεόφοβοί τινες ἦσαν καὶ λαμπροὶ διὰ τῆς δοθείσης αὐτοῖς παρὰ Χριστοῦ χάριτος· συνερεῖς δὲ πάντως ἡμῖν, ὡς ἔρημοι μὲν τοῦ χαρίσματος ἦσάν ποτε, κέκληνται γεμὴν εἰς αὐτὸ, δόξαν οὕτω καλῶς 2.439 ἔχειν τῷ ποτε καλῶς διιθύνοντι Θεῷ· ἦν οὖν ἄρα τῶν ἐνδεχομένων, καὶ διά τινος τῶν ἀτόπων ἢ καὶ ὀρθῶς οὐκ εἰργασμένων, προσκεκρουκότα τῷ Θεῷ τὸν μακάριον Παῦλον, ἤγουν τινὰ τῶν κατ' ἐκεῖνον ἕτερον, ἔρημον μὲν τῆς δοθείσης αὐτῷ χάριτος ὀφθῆναι δύνασθαι, κατωθεῖσθαι δὲ αὖθις καὶ ὑπονοστεῖν εἰς τὴν ὅθεν ἀνέβη ταπείνωσιν. τὸ γὰρ ὅλως ἔξωθεν καὶ ἐπακτὸν ῥᾳδίως ἂν ἀποπτύοιτο καὶ ἀναφαίρετόν ἐστιν, ὡς δοτόν. ἆρ' οὖν ὦ βέλτιστε· τετράψεται γὰρ πρὸς σὲ ὁ λόγος πάλιν· εἰ κατὰ τὴν πρὸς σὲ ἀπαιδευσίαν καὶ ἀσεβεστάτην ὑπόληψιν, καθάπερ ἦν ἐν τῷ Παύλῳ Χριστὸς λαλῶν καὶ τερατουργῶν, οὕτως εἶναι δοίη τις ἂν ἐν τῷ Υἱῷ τὸν Πατέρα, πῶς οὐκ ἀμφίλογον ὡς Θεὸς μὲν ἔσται κατὰ φύσιν οὐδαμῶς, ἀλλ' ἕτερόν τι παρὰ τὸν ἐνοικοῦντα Πατέρα, Θεὸν ὄντα κατὰ ἀλήθειαν; οὕτω γὰρ ἦν ἐν τῷ Παύλῳ Χριστός. ὄργανον οὖν ἄρα καὶ ὥσπερ τι σκεῦός ἐστιν εἰς δόξαν κατηρτισμένον ὁ Μονογενὴς, καὶ διοίσει μὲν οὐδὲν αὐλοῦ καὶ λύρας, ἐκεῖνο φωνῶν, ὅπερ ἂν ἐμπνέηται τυχὸν, ἤγουν εὐρύθμως ἀναμελῳδεῖν τῷ πλήκτρῳ κελεύηται· ἔσται δὲ οὕτω παραδεκτὸς εἰς θαυματουργίαν τῷ Πατρὶ, ὡς ἂν νοοῖτο τυχὸν πρίων ἢ σκέπαρνον τοῖς εἰδόσι τὸ ξυλουργεῖν. εἶτα τί τούτου παραλογώτερον; οὕτω γὰρ ἔχων φύσεως, καθάπερ ἐκεῖνοί φασιν, ἀλλότριος ἔσται παντελῶς τοῦ Θεοῦ καὶ Πατρὸς, ὅσον εἰς τὸ εἶναι φύσει Θεὸς ἐν ἡμῖν, καὶ ἕτερος παρ' αὐτὸν οὐδείς. εἰ δὲ τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱὸς ἀποσχοινίζεται, κατά γε τὸ εἶναι φύσει Θεὸς, πῶς οὐκ ἀληθῶς ἤδη φαμὲν, ὅτι τῇ κτίσει συντέτακται, καὶ συνηρίθ μηται τοῖς ποιήμασι, καὶ ἐν ὀργάνου παρελήφθη χρείᾳ, καὶ ὑπουργὸς ἡμῖν ἀντὶ δεσπότου πέφηνεν ἤδη λοιπὸν ὁ τῷ Θεῷ καὶ Πατρὶ συνεδρεύων Υἱός· μᾶλλον δὲ οὐδὲ υἱός ἐστι κατὰ ἀλήθειαν; οὐ γὰρ τὸ ἐν ὀργάνου τάξει τεθὲν, εἰς υἱόν τις νοήσαι καὶ παραδέξαιτο. ἐργαλεῖον οὖν ἄρα τῆς ἐνούσης 2.440 αὐτῷ τέχνης, ἤτοι σοφίας, ἔτεκεν ὁ Πατὴρ, καὶ ἕτερόν τι παρ' ὅπερ ἐστὶν αὐτὸς ἀποκυήσας ὁρᾶται. καὶ πῶς ἂν ἐνδέχοιτο; πῶς δὲ οὐκ εὔηθες παντελῶς τὸ νοεῖν τι τοι οῦτον; οὐκ ἀπαλλάξας τοίνυν ὀργανικῆς τε καὶ οἰκετικῆς ὑπολήψεως τὸν Υἱὸν, γέννημα δὲ κατὰ ἀλήθειαν ὁμολογῶν αὐτὸν οὐδαμῶς, ἀρνούμενος δὲ τὴν ἄῤῥητον γέννησιν, τὴν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός φημι, αὐτὴν ἀδικήσεις τοῦ τεκόντος τὴν δόξαν· οὐκ ἔτι γὰρ ἔσται πατὴρ κατ' ἀλήθειαν ὁ Πατήρ· ὁ γὰρ μὴ γεννήσας ὅλως ἐξ ἑαυτοῦ, τίνος ἂν εἴη κατὰ φύσιν πατήρ; ψευδώνυμος οὖν ἄρα παντελῶς ἡ ἁγία Τριὰς, μήτε τοῦ Πατρὸς ὄντος κατὰ ἀλήθειαν πατρὸς, μήτε μὴν υἱοῦ κατὰ φύσιν τοῦ Υἱοῦ. ἀκολουθήσει δὲ ἀναλόγως τῷ θεωρήματι καὶ ἡ κατὰ τοῦ Πνεύματος δυσφημία. Οὐκοῦν ἠπατήμεθα, καὶ διέψευσται μὲν ἡ πίστις· ψευδο μυθεῖ δὲ ἡ ἁγία γραφὴ, πατέρα καλοῦσα τὸν Θεόν· καὶ εἰ μή ἐστι κατὰ φύσιν Θεὸς ὁ Υἱὸς, ὡς ἐκ Θεοῦ καὶ Πατρὸς γεννηθεὶς, πεπλανήμεθα μὲν ἡμεῖς, συμπεπλάνηται δὲ τοῖς ἐπὶ τῆς γῆς καὶ ἡ ἄνω πόλις καὶ ἡ τῶν ἁγίων ἀγγέλων καθαρωτάτη πληθὺς, τῷ κατὰ φύσιν Θεῷ συνδοξάζουσά τε καὶ συμπροσκυνοῦσα, καὶ οὐκ οἶδ' ὅπως δοξολογεῖν ἀναπε πεισμένη θεοφόρον τι σκεῦος καὶ τῶν ποιημάτων ἓν, κατά γε τὴν ἐκείνων ἀβελτηρίαν φημί. εἰ δὲ βούλοιτό ποτε τῆς εἰς τὸν Υἱὸν σχέσεως καὶ τῆς ἐνοικήσεως ἀναχωρεῖν ὁ Πατὴρ, οὐδὲν διοίσει τάχα τῶν διωλισθηκότων τῆς ἰδίας ἀρχῆς, ἴδιον μὲν ἔχων οὐδὲν, οὔτε μὴν ἐν ἰδίᾳ φύσει τὸν γεννήσαντα φέρων, πάντα δὲ μᾶλλον ὑπάρχων τὰ καθ' ἡμᾶς, καὶ μόνῃ τῇ θείᾳ νευρούμενος χάριτι, ἀλλὰ καὶ τῷ τῆς υἱότητος ὀνόματι μεθ' ἡμῶν τετιμημένος. τί οὖν, εἰπέ μοι, μὴ καὶ αὐτὸς σὺν ἡμῖν τὴν οἰκείαν ὁμολογεῖ φύσιν; διατί δὲ "Ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα, καὶ αὐτὸς καθή "μενος τὸν αἰῶνα;" τοῦ δὲ δὴ χάριν ἡμεῖς μὲν οἰκέται, 2.441 Κύριος δὲ αὐτός; εἰ γὰρ καὶ υἱοὶ κεκλήμεθα Θεοῦ, τὴν ἰδίαν φύσιν οὐδὲν ἧττον ἐπιγινώσκοντες, οὐκ αἰσχυνόμεθα τὴν δόξαν· αὐτὸς δὲ εἰπέ μοι, διὰ ποίαν αἰτίαν, εἴπερ ἐστὶ καθ' ἡμᾶς, καὶ κατ' οὐδὲν τῶν κτισμάτων ἐν ἀμείνοσι, κατά γε τὸ μὴ εἶναι κατὰ φύσιν Θεός· τοῦτο γὰρ τοῖς ἀπαιδεύτοις δοκεῖ· τί μὴ μεθ' ἡμῶν ὁμολογεῖ τὴν δουλείαν; τὴν δὲ πρέπουσαν καὶ ἀνακειμένην ἰδικῶς τῇ θείᾳ φύσει τιμήν τε καὶ δόξαν ἑαυτῷ περιθεὶς, τοῖς ἁγίοις μαθηταῖς εὑρίσκεται λέγων "Ὑμεῖς καλεῖτέ με Ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ "καλῶς λέγετε· εἰμὶ γάρ." καὶ ταῦτα μὲν ὁ Σωτήρ· οἱ δὲ καλοί τε καὶ ἀγαθοὶ τῶν κατ' αὐτοῦ δογμάτων εἰσηγηταὶ, ἐπαινοῦσι μὲν λέγοντα καὶ διατεινόμενον, ὡς εἴη παναληθῶς καλούμενος Κύριος, τῆς δὲ κατὰ φύσιν κυριότητος ἐξω θοῦντες αὐτὸν διὰ τοῦ μὴ βούλεσθαι Θεὸν ἐκ Θεοῦ κατὰ φύσιν ὁμολογεῖν, καὶ τῆς ἑαυτῶν βδελυρίας τὰ πάντων αἴσχιστα κατηγορεῖν οὐ πιστεύουσιν. Ὅτι γὰρ οὐκ ἐν τοῖς τὴν δουλικὴν ἔχουσι τάξιν, οὐδὲ τοῖς τῶν γεγονότων καταλόγοις ἐναρίθμιος εἶναι βούλεται, βλέπει δὲ μᾶλλον εἰς τὴν ἐνοῦσαν αὐτῷ κατὰ φύσιν ἐλευθερίαν, καὶ ὅτε γέγονεν ἐν τῇ τοῦ δούλου μορφῇ, καὶ διὰ τούτου συνή σεις. ἀφίκετο μὲν γὰρ ἐν Καφαρναοὺμ, καθάπερ ἐν τοῖς εὐαγγελίοις ἀνέγνωμεν· οἱ δὲ τοῦ κατὰ νόμον διδράχμου πράκτορες, Πέτρῳ προσιόντες ἔφασκον "Ὁ διδάσκαλος "ὑμῶν οὐ τελεῖ τὸ δίδραχμον;" καὶ ἐπειδὴ τοῦτο Χριστὸς διεπύθετο, τί πρὸς τὸν Πέτρον ἀπεκρίνατο, δίκαιον οὖν ἰδεῖν "Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι κῆν "σον ἢ τέλη; ἀπὸ τῶν υἱῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων;" τοῦ δὲ Πέτρου σοφῶς τε καὶ νουνεχῶς τὸν τῆς βασιλείας ἀλλό τριον, ὅσον εἰς γένος καὶ τὴν καθ' ἡμᾶς νοουμένην ἀγχι στείαν, ὑποκεῖσθαι δεῖν τοῖς θεσμοῖς ἢ τοῖς τέλεσιν ὁμολογή σαντος, εὐθὺς ἐπήγαγεν ὁ Χριστὸς ἑαυτῷ τὴν θεοπρεπῆ μαρτυρίαν ὡς ἀληθῶς ἐνοῦσαν προσνέμων "Ἄρα γε ἐλεύ 2.442 "θεροί εἰσιν οἱ υἱοί." εἰ δὲ ἦν ὁμόδουλος, καὶ οὐχ Υἱὸς ἀληθῶς ἐκ τῆς τοῦ Πατρὸς οὐσίας γεγεννημένος, οὐδὲ φυσικὴν ἔχων πρὸς τὸν τεκόντα τὴν οἰκειότητα, τί τοὺς ἄλλους ἅπαντας τοῖς τέλεσιν ὑποθεὶς, ὡς ἀλλοτρίους ὄντας κατὰ τὴν φύσιν τοῦ δασμολογεῖν ὀφείλοντος, καὶ ἐν οἰκετῶν τάξει κειμένους, μόνῳ τὴν ἐλευθερίαν μεμαρτύρηκεν ἑαυτῷ; καταχρηστικῶς μὲν γὰρ ἐφ' ἡμῖν τὰ κυρίως τε καὶ ἀληθῶς μόνῃ πρέποντα τῇ θεότητι φέρεται, ἐνυπάρχει δὲ αὐτῷ κατὰ ἀλήθειαν, ὥστε τὴν τῶν γενητῶν εἴ τις ἀκριβῶς διασκέ πτοιτο φύσιν, θεωρήσαι πάντως αὐτῇ τὸ τῆς δουλείας ὄνομά τε καὶ πρᾶγμα πρεπωδέστατον. εἰ δέ τινες τῶν ἐν ἡμῖν τῇ τῆς ἐλευθερίας τετίμηνται δόξῃ, καταχρηστικῶς ἔχουσι τὸ μόνῳ Θεῷ χρεωστούμενον.
Ἡδέως δ' ἂν σφόδρα κἀκεῖνο πρὸς τούτοις ἐροίμην αὐτούς Ἆρα θεοφόρον ἐροῦσι τὸν Παῦλον, Χριστοῦ κατοι κοῦντος διὰ τοῦ ἰδίου Πνεύματος· ἢ καὶ τοῦτο ληροῦντες ἀρνήσονται. εἰ μὲν γὰρ ἐροῦσι θεοφόρον οὐκ εἶναι κατ' ἀλήθειαν, ἀρκέσει δὴ τοῦτο πρὸς τὸ πάντας ἀναπεῖσαι λοιπὸν τὰς παρ' αὐτῶν ἀποσείεσθαι φλυαρίας καὶ μισεῖν εἰς ἄκρον, ὡς οὐδὲν εἰπεῖν τῶν ἀτόπων παραιτουμένους. εἰ δέ γε τοῦτο φεύγοντες πρός γε τὸ χρῆναι λέγειν τραπή σονται τἀληθὲς, καὶ θεοφόρον ἀληθῶς ὁμολογήσουσιν αὐτὸν, διὰ τὸ τὸν Χριστὸν ἐν αὐτῷ κατοικεῖν, πῶς οὐ σφόδρα δυσσεβῶς ἁλώσονται τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀλλότριον εἶναι λέγοντες τὸν Υἱόν; οὐκέτι γὰρ θεοφόρος ὁ Παῦλος, εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱός. ἀλλ' ἐρυ θριῶντες ἔσθ' ὅτε· πρόσεστι γὰρ καὶ τὸ πανοῦργον αὐτοῖς καὶ κακόηθες εἰς λόγους· Θεὸν μὲν ἐροῦσιν ἀληθῶς τὸν Υἱὸν, μὴ μὴν ἐκ Θεοῦ γεγεννῆσθαι κατὰ φύσιν. καὶ ὅτι μὲν ἁπαστισοῦν αὐτῶν κἀν τούτῳ καταβοήσειεν, οὐκ ἀμφίλογον· 2.443 πῶς γὰρ ἂν εἴη Θεὸς, ὁ μὴ ἐκ Θεοῦ κατὰ φύσιν γεγεννη μένος; πλὴν ἐκεῖνο λέγομεν Θεὸν εἶναι φῂς κατὰ φύσιν τὸν Υἱόν· πῶς οὖν ἂν εἴη θεοφόρος ἤγουν Θεοῦ μέτοχος ὁ κατὰ φύσιν Θεός; οὐδὲ γὰρ ἂν ἑαυτοῦ μετάσχοι ποτέ· εἰς τί γὰρ οἰκήσει Θεὸς ἐν Θεῷ, ὡς ἕτερος ἐν ἑτέρῳ; εἰ γὰρ τουτέστι κατὰ φύσιν τὸ δεχόμενον, ὅπερ ἂν νοοῖτο καὶ τὸ ἐνοικοῦν, ποία οὖν λοιπὸν ἡ τῆς μετοχῆς γένοιτο χρεία; εἰ δὲ ὥσπερ αὐτὸς ἐνῴκησε τῷ Παύλῳ, τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ Πατὴρ ἐν αὐτῷ, πῶς οὐ θεοφόρος ἔσται κατὰ τὸν Παῦλον, τὸ εἶναι Θεὸς κατὰ φύσιν οὐδαμόθεν ἔχων ἔτι, διὰ τὸ κρείττονος δεηθῆναι τοῦ ἐνοικοῦντος Θεοῦ; εἶτα πάλιν ἐπὶ τούτοις ὁ γεννάδας ἡμῖν οὑτοσὶ προσεπινοεῖ, καὶ διὰ πολλῶν ἀποδείξεων, ὡς ὑπείληφεν αὐτὸς, τὸν οἰκεῖον θρυ λοῦν πειρᾶται λόγον. ἄξιον γὰρ οἶμαι διὰ πάντων αὐτοῦ τῶν ῥημάτων ἐλθεῖν, καὶ τῆς ἐνούσης αὐτῷ θεομάχου βουλῆς ἁπλῶσαι τὴν πεῦσιν, ἵνα διελέγχηται σαφῶς, ὅτι τοῖς ποιή μασιν ἐναρίθμιον τίθεται τὸν Μονογενῆ, καὶ κεκομψευμέναις ἀπάταις τὴν εἰς αὐτὸν ἀσέβειαν καταχώσας ὁ δείλαιος, Θεὸν μὲν εἶναι συνομολογεῖ, τῆς γεμὴν ἀληθῶς καὶ κατὰ φύσιν θεότητος ἐκπέμπων αὐτὸν οἴεταί πως δύνασθαι λαθεῖν τοὺς εἰς αὐτὴν βλέποντας τὴν ἀλήθειαν. Γράφει τοίνυν ὡδί Ἀλλ' ὥσπερ ἡμεῖς ἐν αὐτῷ εἶναι λεγόμενοι, φησὶν, ἀμιγῆ πρὸς αὐτὸν ἔχομεν τὴν ὑπό στασιν· τὸν αὐτὸν τρόπον καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ τυγχάνων διακεκριμένην τοῦ ἀγενήτου ἔχει τὴν οὐσίαν. Φεῦ γε τοῦ τολμήματος· ὡς δεινὸς ὁ λόγος, καὶ μεστὸς ἀπονοίας, μᾶλλον δὲ δυσβουλίας ἁπάσης καὶ ἀποπληξίας. ἐμωράνθησαν ὄντως φάσκοντες εἶναι σοφοὶ, καὶ φρονοῦντες οὕτω περὶ τοῦ Μονογενοῦς τὸν ἀγοράσαντα αὐτοὺς ∆εσπό την ἠρνήσαντο, κατὰ τὸ γεγραμμένον. εἰ μὲν γὰρ ἄνθρωπον εἶναί φασι καὶ ἕνα τῶν καθ' ἡμᾶς τὸν τοῦ Θεοῦ Λόγον, οὐδὲν ἔτι τὸ κωλύον εἰπεῖν οὕτως ὑπάρχειν αὐτὸν ἐν Θεῷ, 2.444 καθάπερ ἡμεῖς· εἰ δὲ Θεὸν εἶναι πιστεύουσι, καὶ ὡς τοῦτο κατὰ φύσιν ὑπάρχοντι προσκυνεῖν ἐγνώκασι, τί μὴ μᾶλλον ἀπονέμουσιν αὐτῷ τὸ θεοπρεπῶς ἐνυπάρχειν τῷ ἰδίῳ γεννή τορι, ἔχειν τε αὐτὸν ἐν ἑαυτῷ; τοῦτο γὰρ οἶμαι φρονεῖν τε καὶ λέγειν τοῖς ὄντως θεοφιλέσι πρεπωδέστερον. εἰ δὲ ἄθραυστον ἡμῖν ἐπιτηδεύοντες τὴν ἀναισχυντίαν ἐμμένουσιν οἷς εἰρήκασιν, οὕτω τέ φασιν ἐν Πατρὶ τὸν Υἱὸν, ὥσπερ ἂν εἴη τυχὸν καὶ ἡμῶν ἕκαστος, τῶν ἐξ οὐκ ὄντων καὶ ἀπὸ γῆς δι' αὐτοῦ γεγονότων, τί μὴ τοῖς ἐθέλουσιν ἐφεῖται λοιπὸν ἀκινδύνως εἰπεῖν "Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα, "κἀγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν;" ἀλλ' οἶμαι μωρίας τῆς ἁπασῶν ἐσχάτης ἁλοίη τις ἂν ἐπὶ τούτῳ γραφῇ, καὶ μάλα εἰκότως. ἀπηχές τε γὰρ καὶ οὐδενὸς τῶν ἁγίων ἠνέχθη ποτὲ τοιαύτη φωνὴ παρὰ τῇ θεοπνεύστῳ γραφῇ· παραχωροῦσι δὲ πάντες τῷ κατὰ φύσιν Κυρίῳ καὶ Θεῷ τῷ Μονογενεῖ τὴν ἐφ' ἅπασι τοῖς ἀγαθοῖς ἀσυγκρίτως ὑπερ οχὴν, καὶ δὴ καὶ κεκράγασι λέγοντες "Τίς ὁμοιωθήσεται τῷ "Κυρίῳ ἐν υἱοῖς Θεοῦ;" πῶς οὖν ἔτι καθ' ἡμᾶς ὁ Μονο γενὴς, εἴπερ οὐδεὶς ἴσος τε καὶ ὅμοιος αὐτῷ κατὰ τὴν τῶν ἁγίων φωνήν; εἰ δὲ οὕτως ἐστὶν ἐν Θεῷ, καθάπερ ἡμεῖς, πῶς ἂν οὐκ ἀνάγκη λοιπὸν ψευδομυθῆσαι μὲν λέγειν τὸν τῶν ἁγίων χορὸν, οὐδὲν δὲ τὸ πλεῖον ἀπονεῖμαι τῷ κατὰ φύσιν Υἱῷ, δι' οὗπερ ἂν φαίνοιτο τοῖς κατὰ θέσιν οὐκ ἰσοστατῶν; ἄπαγε τῆς βδελυρίας, ἄνθρωπε· φρονήσομεν γὰρ οὐχ οὕτως ἡμεῖς, μὴ γένοιτο, ταῖς δὲ τῶν ἁγίων πατέρων ἑπόμενοι δόξαις, εὐδοκιμήσειν παρὰ Θεῷ πιστεύομεν. Ἐπειδὴ δὲ εἰς ἀπόδειξιν ὧν φρονοῦσι καὶ λέγουσιν ἐκεῖνο παρήγαγον τὸ εἰρημένον διὰ τοῦ Παύλου, ὅτι ἐν Θεῷ "ζῶμεν καὶ κινούμεθα καὶ ἐσμὲν," τὸ ἐν Πατρὶ λέγεσθαι τὸν Υἱὸν δεικνύντες εἰκαῖον ἐκ τῶν καθ' ἡμᾶς, φέρε ταῖς καθηκούσαις ἐρεύναις τὸ ῥηθὲν ὑποβάλλοντες διελέγχωμεν 2.445 αὐτοὺς καὶ τὸν τῶν ἁγίων ἀποστόλων συκοφαντεῖν ἐθέ λοντας νοῦν, καὶ εἰς τὸ δοκοῦν αὐτοῖς ἀβουλότατα παρα τρέποντας τὰ λίαν ὀρθῶς εἰρημένα· Ἀθήνῃσι μὲν γὰρ γεγονὼς ὁ μακάριος Παῦλος, εἶτα πολὺ λίαν εἰς πολύθεον πλάνην ἀνεπτοημένους ὁρῶν, καίτοι σοφοὺς εἶναι πεπιστευ μένους τοὺς ἐκεῖσε λαοὺς, παρακομίζειν αὐτοὺς ἐπειρᾶτο τῆς ἀρχαίας ἀπάτης τοῖς εἰς εὐσέβειαν λογισμοῖς μεταθεὶς εὐ φυῶς εἰς τὸ χρῆναι λοιπὸν ἕνα τε καὶ μόνον εἰδέναι Θεὸν, τοῖς παρ' αὐτοῦ γεγονόσι καὶ τὸ κινεῖσθαι καὶ ζῆν καὶ εἶναι δωρούμενον. ζωογονεῖ γὰρ τὰ πάντα, ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ πάντων ∆ημιουργὸς, τῆς ἰδίας ἰδιότητος ἐντιθεὶς ἀῤῥήτως αὐτοῖς τὴν δύναμιν. οὐ γὰρ ἦν ἑτέρως διασώζεσθαι πρὸς τὸ εἶναι διακρατούμενα τὰ ἐκ τοῦ μὴ ὄντος λαχόντα τὴν γένεσιν· ἢ γὰρ ἂν εὐθὺς εἰς τὴν οἰκείαν ὑπενόστησε φύσιν· φημὶ δὲ πρὸς τὸ μὴ εἶναι πάλιν· εἰ μὴ τῇ πρὸς τὸν ὄντα σχέσει τῆς οἰκείας γενέσεως ἐνίκησε τὴν ἀσθένειαν. ἔφη τοιγαροῦν ὁ θεσπέσιος Παῦλος ὀρθῶς τε καὶ μάλα καλῶς, ζωὴν τῶν ὅλων ἐπιδεικνὺς τὸν Θεὸν, ὡς ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν· οὐκ ἐκεῖνο πάντως δηλῶν ὅπερ αὐτοὶ, τὴν τῶν ἱερῶν γραμμάτων ὀρθότητα παραφθεί ροντες, διεπλάσαντο κατ' οἰκεῖον σκοπὸν, ἀλλ' ὅπερ ἦν ἀληθὲς, καὶ τοῖς ἄρτι παιδαγωγουμένοις εἰς θεογνωσίαν ὠφελιμώτατον· καὶ εἰ δεῖ σαφέστερον εἰπεῖν, οὐκέτι σημῆναι βεβούληται, ὅτι ἄνθρωποι τὴν φύσιν τυγχάνοντες, ἐν τῇ οὐσίᾳ τοῦ Πατρὸς κείμεθά τε καὶ ὡς ὄντες ἐν αὐτῷ φαινό μεθα, ἀλλ' ὅτι καὶ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμὲν ἐν Θεῷ, ἤτοι συνεστήκαμεν.
Σύνες γὰρ ὡς οὐχ ἁπλῶς τε καὶ ἀνειμένως ἔφη τὸ, ὅτι μόνον ἐσμὲν ἐν Θεῷ, διὰ τὴν σὴν ὡς εἰκὸς ἀμαθίαν, ὦ τᾶν, ἀλλὰ διαφόρως, ὅπερ ἠθέλησεν εἰπεῖν ἑρμηνεύων, καὶ τό Ζῶμεν προτάξας, ἐπαγαγὼν δὲ τούτῳ καὶ τὸ Κινούμεθα, 2.446 τρίτον ἐπήγαγε τό Ἐσμὲν, τῇ τῶν προλαβόντων διανοίᾳ καὶ αὐτὸ χαριζόμενος. καὶ οἶμαι μὲν ὅτι δυσωπήσει τάχα που τὸν θεομάχον ὀρθῶς ἔχων ἡμῖν ὁ περὶ τούτου λόγος· ἐνιστα μένῳ δὲ πάλιν, καὶ τό Ἐν τῷ Θεῷ περιέλκοντι πρὸς τὸ αὐτῷ καὶ μόνῳ δοκοῦν, τῆς θεοπνεύστου γραφῆς τὴν συνή θειαν ἐπιδείξομεν. ἔθος γὰρ αὐτῇ λέγειν ἔσθ' ὅτε ἀντὶ τοῦ διὰ Θεοῦ, τό Ἐν Θεῷ. ἐπεὶ λεγέτω γὰρ ἐκεῖνος ἡμῖν, πῶς ἐν ψαλμοῖς ἀνακέκραγε λέγων τις "Ἐν τῷ Θεῷ ποιήσωμεν "δύναμιν·" καὶ πάλιν ὡς πρὸς αὐτόν "Ἐν σοὶ τοὺς ἐχθροὺς "ἡμῶν κερατιοῦμεν." οὐ γὰρ δή τις οἰήσεται τοῦτο λέγειν αὐτὸν, ὡς ἐν τῇ οὐσίᾳ τοῦ Θεοῦ δύναμίν τινα δημιουργήσειν ἐπαγγέλλεται, ἀλλ' οὐδὲ ἐν αὐτῇ τοὺς ἰδίους ἐχθροὺς εὑρί σκοντας κερατιεῖν αὐτοὺς ὁ ψάλλων φησίν· ἀλλ' ἐν Θεῷ, φησὶν, ἀντὶ τοῦ ∆ιὰ Θεοῦ, καὶ τό Ἐν σοὶ πάλιν, ἀντὶ τοῦ ∆ιὰ σοῦ. τί δὲ καὶ ὁ μακάριος Παῦλος Κορινθίοις ἐπι στέλλων ἔλεγεν; "Εὐχαριστῶ τῷ Θεῷ μου περὶ πάντων "ὑμῶν ἐπὶ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ χάριτι," καὶ πάλιν "Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς "ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς "καὶ ἀπολύτρωσις." ἆρα γὰρ ἐρεῖ τις νουνεχῶς, ὅτι τὴν ἀπονεμηθεῖσαν ἄνωθεν τοῖς Κορινθίοις χάριν ἐν αὐτῇ τῇ οὐσίᾳ τοῦ Χριστοῦ δεδόσθαι φησὶν ὁ πνευματοφόρος, ἤγουν ἀκολούθως τούτῳ τὸ ἕτερον ἐκλήψεται; καὶ πῶς οὐκ ἂν ὁρῷτο ληρῶν; τί τοίνυν καὶ αὐτὸ τὸ τῶν ἱερῶν γραμμάτων παραλύων ἔθος, καὶ τὴν τοῦ μακαρίου Παύλου βουλὴν συκοφαντήσας, ὑπάρχειν ἡμᾶς ἐν Θεῷ, τουτέστιν, ἐν τῇ οὐσίᾳ τοῦ Πατρὸς λέγεις, ὅταν ἀκούσῃς τοῖς ἐν Ἀθήνῃσι διειπόντος, ὅτι ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν; Ἀλλὰ ναὶ, φησὶν ὁ τῶν ὀλεθρίων δογμάτων προε 2.447 στηκώς· ἐπεί σοι δοκεῖ καὶ ὀρθῶς ἔχειν φαίνεται τό Ἐν Θεῷ εἶναι καὶ νοεῖσθαι ∆ιὰ Θεοῦ, τί μάτην καταφλυαρεῖς; τί δὲ τοῖς δυσφημίας ἐγκλήμασιν ὑποτίθης, ὅταν πεποιῆ σθαι διὰ τοῦ Πατρὸς διατεινώμεθα τὸν Υἱόν; ἰδοὺ γὰρ αὐτός φησιν, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, ἀντὶ τοῦ ∆ιὰ τοῦ Πατρὸς, κατά γε τὸν σὸν ὦ οὗτος λόγον, καὶ τὴν ἀρτίως ἡμῖν ἐκ τῶν ἱερῶν γραμμάτων παρενεχθεῖσαν συνήθειαν. Ἐγὼ δὲ πρὸς τοῦτό φημι δεῖν ἀπολογήσασθαι πάλιν, καὶ τὰς ἐκείνων κακουργίας ἀπογυμνῶσαι καὶ βλάβη. θαυμάζω γὰρ ὅπως ἀσμένως ἀκούσαντες ὅτι ἐν Θεῷ, διὰ Θεοῦ λέγειν ἔθος τῇ θείᾳ γραφῇ, καὶ διὰ μόνον τὸ δύνασθαι κατειπεῖν τι τῆς δόξης τοῦ Μονογενοῦς, συναινέσαντές τε καὶ τὴν λέξιν παραδεξάμενοι, ληροῦντες ὅτι πάλιν οὐδὲν ἧττον ἁλώσονται διεγνώκασιν οὐδαμῶς, καίτοι φάσκοντες εἶναι σοφοί τε καὶ δριμεῖς. εἰ μὲν γὰρ μόνοις ἐφεῖται τοῖς δι' ἐναντίας τὸ τῆς θεοπνεύστου γραφῆς ἀεὶ τειχίζειν ἔθος τῇ οὐσίᾳ τοῦ Μονο γενοῦς, καὶ διὰ τοῦτο πεποιῆσθαι λέγειν αὐτὸν παρὰ τοῦ Πατρὸς, ἐπείπερ εἶναι μὲν ἐν Θεῷ φησιν· τὸ δέ Ἐν Θεῷ, διὰ Θεοῦ νοεῖσθαι δεδώκαμεν, ἔδοξεν ἂν κατά γε τὸ εἰκὸς λόγον ἔχειν αὐτοῖς οὐχὶ λίαν ἀμαθῆ τὸ κακούργημα. εἰ δὲ δὴ τὸ κωλύον οὐδὲν καὶ ἡμᾶς αὐτοὺς, διὰ τῆς μείζονος ἀτοπίας ἀνατρέπειν ἐθέλοντας τὴν τῶν παρ' αὐτοῖς δογ μάτων σαθρότητα, καὶ ἐπ' αὐτὸν ἀναφέρειν τὸν Πατέρα τοῦ σημαινομένου τὴν δύναμιν, εἰπεῖν τε σαφῶς, ὡς ἐπείπερ καὶ τοῦτό φησιν, ὅτι ὁ Πατὴρ ἐν ἐμοί ἐστι, προσήκει νοεῖν, ἀντὶ τοῦ δι' ἐμοῦ, ἵνα λοιπὸν γενητὸς γένηται καὶ αὐτὸς ὁ Πατὴρ, πῶς οὐ λίαν ἀσυνέτοις ἐπιθαρσήσαντες λογισμοῖς, τὴν ἐπ' ἀκράτῳ μωρίᾳ ψῆφον ἀποίσονται; ὥσπερ γὰρ ὁ Υἱὸς ἑαυτὸν εἶναί φησιν ἐν τῷ Πατρὶ, οὕτως ἔφη καὶ τὸν Πατέρα εἶναι ἐν ἑαυτῷ· εἰ δὲ τὸ ἐν Πατρὶ, διὰ τοῦ Πατρὸς νοεῖσθαι βούλονται, τί τὸ ἀπεῖργον εἰπεῖν ὅτι καὶ τό Ἐν Υἱῷ, δι' Υἱοῦ 2.448 νοηθήσεται; ἀλλ' οὐκ εἰς τοῦτο μωρίας σὺν ἐκείνοις κατο λισθεῖν ἀνεξόμεθα πάλιν· οὔτε γὰρ διὰ τοῦ Πατρὸς ἐροῦμεν πεποιῆσθαι τὸν Υἱὸν, οὔτε μὴν δι' Υἱοῦ γενέσθαι τὸν ἐξ οὗ τὰ πάντα, Πατέρα καὶ Θεόν· ἔθος δὲ μᾶλλον τὸ τῆς θεο πνεύστου γραφῆς ἑκάστῳ πρεπόντως ἐπιῤῥιπτοῦντες καιρῷ καὶ προσώπῳ καὶ πράγματι, καθαρόν τε καὶ ἀνυπαίτιον τὸν ἐφ' ἅπασι τοῖς ἀναγκαίοις ἐξυφανοῦμεν λόγον. τοῖς μὲν γὰρ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρενεχθεῖσι καὶ γεγονόσι διὰ Θεοῦ, πῶς οὐκ ἂν μάλιστα πρέποι τὸ νοεῖσθαί τε καὶ λέγεσθαι παρ' ἡμῶν, ὡς εἰσὶν ἐν Θεῷ, τουτέστι διὰ Θεοῦ; τῷ γεμὴν κατὰ φύσιν Υἱῷ καὶ Κυρίῳ καὶ Θεῷ καὶ δημι ουργῷ τῶν ὅλων, οὐκ ἂν οἶμαι τοῦτο κυρίως τε καὶ ἀληθῶς ἁρμόσειεν, εἶναι δὲ φυσικῶς ἐν Πατρὶ καὶ ἐνυπάρχειν αὐτῷ ἔχειν τε αὐτὸν ἐν ἑαυτῷ, διὰ τὸ ἐν οὐσίας ταυτότητι φαί νεσθαι, καὶ μηδὲν ἔχειν παντελῶς τὸ μεσολαβοῦν καὶ δια τέμνον εἰς ἑτερότητα φυσικήν. Καὶ ὅτι μὲν ἴσως τοῖς εὐμαθεστέροις, ὥς γε μοι φαίνεται, καλῶς διείρηται δόξειεν ἂν, συναινέσει γεμὴν ὁ δι' ἐναντίας οὐδαμῶς· ἐρεῖ δὲ δὴ πάλιν, τὸν ἐν ἀρχαῖς εἰσκεκομισμένον ἀναμασώμενος λόγον, ὅτι οὕτως ἐστὶν ὁ Πατὴρ ἐν τῷ Υἱῷ, ὥσπερ ἡμεῖς ἐν αὐτῷ. Τί οὖν ἄρα· φήσαιμεν ἂν οὐκ ἀσυνέτως ἐλέγχοντες σαθρά τε καὶ μειρακιώδη φρονοῦντά τε καὶ λέγοντα· οὕτως εἶναι φῂς τὸν Υἱὸν ἐν Πατρὶ, καθάπερ ἡμᾶς ἐν αὐτῷ; καλῶς. εἶτα τί δὴ, πρὸς τοῦτο ἐροῦμεν, μὴ τοῖς ἴσοις ἡμᾶς ἐπισεμνύνεσθαι λόγοις τὸ τῆς ἡμετέρας φύσεως ἐφίησι μέτρον, οἷσπερ ἂν ὁρῷτο καὶ αὐτὸς ὁ Χριστός; αὐτὸς μὲν γὰρ ἐπείπερ ἐστὶν ἐν Πατρὶ, ἔχει δὲ ἐν ἑαυτῷ τὸν Πατέρα, ἅτε δὴ καὶ εἰκὼν αὐτοῦ καὶ χαρακτὴρ ἀπαράλλακτος διὰ τοῦτο ὑπάρχων "Ὁ ἑωρακὼς ἐμὲ, φησὶν, ἑώρακε τὸν Πατέρα, "ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν," ἡμεῖς δὲ εἰπέ μοι, εἰ οὕτως ἐσμὲν ἐν αὐτῷ, ἔχομέν τε αὐτὸν ἐν ἑαυτοῖς, ὥσπερ οὖν 2.449 ἀμέλει καὶ αὐτὸς ἐν Πατρὶ καὶ ὁ Πατὴρ ἐν αὐτῷ· διὰ τί μὴ μακρὸν ἀνατείνοντες τὸν αὐχένα, καὶ ὑψηλὸν τοῖς ὑπαντῶσι δεικνύντες τὸ πρόσωπον, μετὰ παῤῥησίας φαμέν Ἐγὼ ἐν τῷ Χριστῷ καὶ ὁ Χριστὸς ἐν ἐμοί· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Χριστόν· ἐγὼ καὶ ὁ Χριστὸς ἕν ἐσμεν; εἶτα τί τὸ ἐντεῦθεν; οὐκ ἂν οἶμαί τις καταδείσειεν ὀρθῶς, οὐδ' ἂν κατοκνήσαι πρεπόντως ἔτι τοῦτο αὐτὸ φάναι τολμήσας καὶ περὶ αὐτοῦ λοιπὸν εἰπεῖν τοῦ Πατρός Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. εἰ γὰρ ἕν ἐστιν ὁ Πατὴρ πρὸς τὸν Υἱὸν, πῶς οὐκ αὐτῷ λοιπὸν ἰσομοιρήσει τῷ Πατρὶ, εἰκὼν ἀπαράλλακτος ἀπαραλλάκτου γεγονὼς εἰκόνος, τουτέστι τοῦ Υἱοῦ; τίς οὖν ἄρα πρὸς τοῦτο μανίας κατοιχήσεταί ποτε, ὡς τολμήσαι λέγειν Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Χριστόν· ἐγὼ καὶ ὁ Χριστὸς ἕν ἐσμεν; εἰ γὰρ σχετικῶς καὶ οὐ κατὰ φύσιν ἀπονέμεις τῷ Υἱῷ τὸ εἶναι ἐν τῷ Πατρὶ, ἔχειν τε ἐν ἑαυτῷ τὸν Πατέρα, οὕτω δὲ καὶ ἡμεῖς ἐν Χριστῷ καὶ Χριστὸς ἐν ἡμῖν· πρῶτον μὲν ἐν τάξει τῇ καθ' ἡμᾶς ὁ Υἱὸς, εἶτα τὸ κωλύον οὐδὲν παρελάσαντας καὶ αὐτὸν, εἰ βουλοίμεθα, τὸν Υἱὸν, ὡς διὰ μέσου κείμενον, ἐπ' αὐτὸν ὥσπερ εὐθυδρομεῖν τὸν Πατέρα, καὶ αὐτῷ προσω μοιῶσθαι λέγειν ἡμᾶς οὕτως ἀκριβῶς, ὡς μηδὲν ὁρᾶσθαι τὸ διαλλάττον. τὸ γὰρ ἓν εἶναι πρός τι λέγεσθαι τοιαύτην ἂν ἔχοι τὴν δύναμιν. ἆρ' οὖν οὐχ ὁρᾶτε εἰς ὅσην αὐτοῖς ἀσυνε σίαν τε ὁμοῦ καὶ ἀσέβειαν κατώλισθε τὰ φρονήματα, καὶ ὅσων ἡμῖν λογισμῶν ἀτόπων εἰσπεπήδηκε θόρυβος; Τίς οὖν ἡ πρόφασις τοῦ ταῦτα λέγειν καὶ διατείνεσθαι, καὶ τοῖς οὕτως ἑώλοις ἐπινήχεσθαι λόγοις αὐτοὺς, ἐρῶ δὴ πάλιν. σκοπὸς εἷς αὐτοῖς, ἀλλότριόν τε καὶ ἔκφυλον παν τελῶς τῆς τοῦ Πατρὸς οὐσίας ἀποφῆναι τὸν Υἱόν. ὅτι γὰρ ἀληθεύοντες τὰ τοιαῦτά φαμεν, ἐκ τῶν ἐφεξῆς καὶ παρε ζευγμένων ταῖς προτέραις αὐτοῦ δυσφημίαις εἰσόμεθα. ἐπάγει γὰρ οὕτως Ἀλλ' ὥσπερ ἡμεῖς, φησὶν, ἐν αὐτῷ 2.450 ὄντες, ἀμιγῆ πρὸς αὐτὸν ἔχομεν τὴν ὑπόστασιν· τὸν αὐτὸν τρόπον καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ τυγχάνων, διακε κριμένην τοῦ ἀγεννήτου Θεοῦ ἔχει τὴν οὐσίαν. τί φῂς, ἐμβρόντητε; γυμνὴν οὕτω τὴν εἰς τὸν Υἱὸν πεποίησαι δυσφημίαν; ἆρ' οὖν μὴ διάκενον ἐρεῖ τις συκοφαντίαν καταχεῖν ἡμᾶς ἐπείγεσθαι τῆς τῶν θεομάχων κεφαλῆς; ἰδοὺ γὰρ σαφῶς, οὐδὲν ὅλως τὸ πλεῖον ἀπονέμουσιν αὐτῷ τῶν ἀπὸ γῆς γεγονότων καὶ δι' αὐτοῦ πρὸς τὸ εἶναι παρενηνεγμένων. ἐγὼ δὲ καίτοι λίαν ἀφορήτως ἔχων ἐφ' οἷς εἰπεῖν οἱ δείλαιοι τετολμήκασιν, ἐκεῖνο δεῖξαι πειράσομαι τῷ σκοπῷ πάλιν ἑπόμενον τῆς θείας γραφῆς, ὡς ἐπείπερ ἀρνοῦνται τὸν Υἱὸν, συνηρνήσαντο τὸν Πατέρα, καὶ λοιπόν εἰσιν ἄθεοι, καὶ ἐλπίδα μὴ ἔχοντες ἐν τῷδε τῷ κόσμῳ, κατὰ τὸ γεγραμμένον. καὶ ὅτι φαμὲν καλῶς, ἀληθὴς μάρτυς ἡμῖν εἰσβήσεται ὁ θεοφιλὴς Ἰωάννης γεγραφὼς ὡδί "Ὁ ἀρνούμενος" τὸν Πατέρα καὶ τὸν Υἱόν· πᾶς ὁ ἀρνούμενος τὸν "Υἱὸν οὐδὲ τὸν Πατέρα ἔχει· ὁ ὁμολογῶν τὸν Υἱὸν καὶ τὸν "Πατέρα ἔχει." ὀρθῶς δέ τοι λίαν ὁ πνευματοφόρος, καὶ τῆς τῷ λόγῳ πρεπούσης ἁρμονίας οὐκ ἔξω τιθεὶς τὸ θεώ ρημα. ἐπειδὴ γὰρ οἶδεν οὐκ ὀνόματι μόνον, ἐνεργείᾳ δὲ μᾶλλον, ὅπερ εἶναι καὶ λέγεται, τουτέστι, Πατὴρ, κατὰ φύσιν ὑπάρχοντα, ἀναγκαίως συνεξαρνεῖσθαί φησιν ἑτέρῳ τὸν ἕτερον. συνειστρέχει γάρ πως ἀεὶ τῷ γε ὄντι κατὰ φύσιν καὶ νοουμένῳ Πατρὶ τοῦ προελθόντος ἐξ αὐτοῦ γεννήματος ἡ γνῶσίς τε καὶ δήλωσις, καὶ τῷ γεννηθέντι κατὰ ἀλήθειαν τὸ τοῦ τίκτειν πεφυκότος συνεπινοεῖται πρόσωπον. ἅμα γάρ τις ἔγνω Πατέρα, συνῆκεν ὅτι γεγέννηκε, καὶ εἰ μάθοι τὸ γέννημα, διακείσεται πάντως ὅτι πατρὸς ἐξέφυ τινός. οὐκοῦν δι' ἀμφοῖν τοῖς ἀκροωμένοις ἡ ἑκατέρου γνῶσις ἐντίκτεται· καὶ ἀρνησάμενος μέν τις, ὅτι Πατήρ ἐστιν ἀληθῶς ὁ Θεὸς, συναναιρήσει πάντως τὴν τοῦ Υἱοῦ γέννησιν· γέννημα δὲ 2.451 πάλιν οὐχ ὁμολογήσας εἶναι τὸν Υἱὸν, τὴν περὶ τοῦ Πατρὸς γνῶσιν συνεξελεῖ δὴ πάντως αὐτῷ. ὅτε τοίνυν τοῖς ἀνοσίοις ἡμᾶς κατασφενδονήσας λόγοις, διακεκριμένην τοῦ ἀγεννήτου Θεοῦ τὴν οὐσίαν διατείνεται ἔχειν τὸν Υἱὸν, πῶς οὐ διαῤ ῥήδην οὐδὲ Υἱὸν ὑπάρχειν αὐτὸν ὁμολογεῖ; Υἱοῦ δὲ οὐκ ὄντος, οὐδ' ἂν αὐτὸς ὁ Πατὴρ ἀληθῶς ἔτι νοοῖτο πατήρ. τίνος γὰρ ἔσται πατὴρ, εἰ μὴ τέτοκε; διακεκρίσθαι μὲν γὰρ οὐχὶ τῆς οὐσίας, ἀλλὰ τοῦ προσώπου τοῦ Πατρὸς καὶ αὐτοί φαμεν τὸν Υἱὸν, οὐχ ὡς ἀλλότριον ὄντα κατὰ φύσιν αὐτοῦ, καθάπερ ἀμέλει τοῖς θεομάχοις δοκεῖ, ἀλλ' ὡς ὄντα τε καὶ νοούμενον ἐν ἰδίῳ προσώπῳ, καὶ κατ' ἰδίαν ὕπαρξιν ἑτερό τητι· Υἱὸς γάρ ἐστι, καὶ οὐ Πατήρ· διακεκρίσθαι γεμὴν κατ' οὐσίαν οὔτ' ἂν αὐτοὶ φαίημεν, εἴ γε φρονοῦμεν ὀρθῶς, οὔτε τινὶ τῶν ἀδελφῶν συμβουλεύσαιμεν. πῶς γὰρ ἂν καὶ διακέκριται μόνον, καθ' ὅπερ ἐστὶν ἰδιαζόντως ἕκαστον; ὁ Πέτρος γὰρ Πέτρος ἐστὶ καὶ οὐ Παῦλος, καὶ ὁ Παῦλος οὐ Πέτρος, μένουσι γεμὴν ἀδιάκριτοι κατὰ φύσιν. εἷς γὰρ ἐπ' ἀμφοῖν τῆς οὐσίας ὁ λόγος, καὶ τὸν αὐτὸν ἀπαραλλάκτως ἕξει τὰ πρὸς ἑνότητα φυσικὴν συνδούμενα. Τοῦ δὲ δὴ χάριν τὰ τοιαῦτά φαμεν; ἐπιδεῖξαι γὰρ ἡμῖν σκοπὸς, ὅτι φρονοῦντες ἐκεῖνοι δυσσεβῶς, τῆς κατὰ φύσιν θεότητος ἐξέλκουσι τὸν Υἱὸν, οὐδὲν αὐτῷ πλέον, καθάπερ ἤδη προείπομεν, σχετικῆς ἀπονέμοντες οἰκειότητος τῆς ὡς πρὸς Πατέρα καὶ Θεόν. ἐπεὶ διὰ ποίαν αἰτίαν ἡμᾶς παρα δείγματα παραθέντες τοῦ λόγου Καθάπερ ἡμεῖς, φασὶν, ἀμιγῆ πρὸς αὐτὸν ἔχομεν τὴν ὑπόστασιν, ὄντες ἐν αὐτῷ, οὕτως καὶ αὐτὸς διακεκριμένην ἔχει τοῦ Θεοῦ τὴν οὐσίαν, κἂν εἶναι λέγηται, φησὶν, ἐν αὐτῷ; ἆρ' οὐ πᾶσιν εὐκάτοπτος ἡ πανουργία; ἆρ' οὐκ ἐρεῖ τις εὐλόγως τὸν οὕτω δυσωδέ στατον ἐξεμέσαντα λόγον ἐκείνων ὑπάρχειν ἕνα τῶν διὰ τοῦ 2.452 Πνεύματος προκεκηρυγμένων ἐμπαικτῶν; τί γὰρ Ἰούδας ἡμῖν ἐπιστέλλει τοῦ Σωτῆρος ὁ μαθητής; "Ὑμεῖς δὲ, ἀγα "πητοὶ, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν "ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ἔλεγον "ὑμῖν ὅτι ἐπ' ἐσχάτου τοῦ χρόνου ἐλεύσονται ἐμπαῖκται "κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. "οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοὶ, Πνεῦμα μὴ ἔχοντες." οὐδεὶς μὲν γὰρ τὸ παράπαν Ἁγίῳ Πνεύματι λαλῶν, κατερεῖ τι τῆς δόξης τοῦ Μονογενοῦς. τοῦτο γὰρ εἶναί φημι τὸ λέγειν "Ἀνάθεμα Ἰησοῦς." ἄνδρες δὲ ψυχικοὶ καὶ δείλαιοι καὶ τοῦ Ἁγίου Πνεύματος ἐρήμην ἔχοντες τὴν καρδίαν, ἀποδιορίζουσι τοῦ Πατρὸς τὸν Υἱὸν, οὐσιώδη φάσκοντες ἔχειν αὐτὸν τὴν διακοπὴν, καθάπερ ἀμέλει τὰ γενητὰ καὶ τῶν παρ' αὐτοῦ πεποιημένων ἕκαστον, εἶναί τε οὕτω φρο νοῦντες αὐτὸν ἐν Πατρὶ, καθάπερ ἡμεῖς ἐν αὐτῷ. Ὅτι δὲ τῆς εἰς ἄκρον ἀμαθίας εἴσω βεβήκασι τοιαῦτα γράφειν τολμήσαντες, φέρε παρὰ τῆς θείας γραφῆς δια σκεπτώμεθα πάλιν, ὡς ἔστιν ἐφικτὸν, ἐπιδεῖξαί τε τοῖς ἀκροωμένοις σπουδάσωμεν, ὡς ἑτέρως μὲν ἡμεῖς ἐσμεν ἐν τῷ Υἱῷ, ἑτεροίως γεμὴν ὁ Υἱὸς ἐν τῷ ἰδίῳ Πατρί. οὐ γὰρ ταῖς κατὰ θέλησιν ἀρεταῖς πρὸς αὐτὸν μορφούμενος, εἰκών ἐστι τῆς ὑποστάσεως αὐτοῦ, διά τε τοῦτό ἐστιν ἐν αὐτῷ· ἀλλ' ὡς ἐν ταυτότητι φυσικῇ καὶ ὡς μίαν ἔχων πρὸς αὐτὸν τὴν οὐσίαν· εἰσκεκλήσθω δὲ μάρτυς ἡμῖν ἐπὶ τούτοις ὁ σοφώ τατος Ἰωάννης, λέγων "Καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ "τοῦ Πατρὸς καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ·" πῶς οὖν ἄρα φασὶν, ἢ κατὰ τίνα διισχυρίζονται χρῆναι τρόπον, τὴν κοινωνίαν ἡμᾶς μετὰ τοῦ Πατρὸς καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ; εἰ μὲν γὰρ τὴν οὐσίαν ὥσπερ τὴν ἑαυτῶν ἀναμιγνύοντες τῇ θείᾳ φύσει, ἤτοι τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ἐν αὐτοῖς εἶναι νοούμεθα, καὶ οὐχὶ μᾶλλον τῆς 2.453 κοινωνίας ὁ λόγος εἰς τὴν τῶν θελημάτων ὁμοιότητα βλέπει, πῶς ἂν ἔχοιμεν αὐτὴν μετὰ τοῦ Πατρὸς καὶ μετὰ τοῦ Υἱοῦ, καίτοι κατ' ἐκείνους οὐκ ὄντων ὁμοουσίων; ἢ γὰρ ἀνάγκη λοιπὸν καὶ ἡμᾶς τὰ γέλωτος ἄξια φρονοῦντας εἰπεῖν ὅτι, τὴν οἰκείαν διακόπτοντες φύσιν, τὸ μὲν ἥμισυ τῷ Πατρὶ, τὸ δὲ ἕτερον ἡμῖν καὶ τῷ Υἱῷ δεδώκαμεν, οὕτω τε ἐν αὐτοῖς εἶναι νοούμεθα· ἢ παραιτούμενοι τὴν ἀποπληξίαν τοῦ λόγου, φαμὲν ὅτι ταῖς κατὰ θέλησιν ἀρεταῖς καὶ τῇ συμμορφίᾳ τῇ πρὸς τὸ θεῖόν τε καὶ ἀπόῤῥητον κάλλος καταφαιδρύνειν τὸν οἰκεῖον σπουδάζοντες νοῦν, τὴν τῆς κοινωνίας ἑαυτοῖς περι ποιούμεθα χάριν. ἆρ' οὖν οὕτως ἐροῦμεν ὑπάρχειν ἐν Πατρὶ τὸν Υἱὸν, ἤγουν σχετικὴν καὶ ἐπιτετηδευμένην κοινωνίαν ἔχειν πρὸς τὸν γεννήσαντα; καίτοι τί δήποτε διὰ τῆς τῶν ἔργων ἰσότητός τε καὶ ὁμοιότητος ποδηγεῖσθαι βούλεται τὸν ἡμέτερον νοῦν ἐπὶ τὸ χρῆναι πιστεύειν ἀνενδοιάστως, ὡς εἴη μὲν αὐτὸς ἐν Πατρὶ, ἔχει δὲ αὖ πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα; ἢ γὰρ οὐχὶ πᾶσι προδηλότατον καὶ ἀληθὲς ὑπάρχον ὁρᾶται, ὅτι τὴν τῶν ἔργων λαμπρότητα παρ' ἡμῶν ἐξετάζεσθαι θέλων, ἰσοσθενῆ δείκνυσιν ἑαυτὸν τῷ ἰδίῳ Πατρὶ, ὡς οὐδένα λόγον ἐχούσης ἔτι τῆς κατ' οὐσίαν διακοπῆς καὶ φυσικῆς ἑτερότητος, εἰ τοῖς ἴσοις ἐπαυχοῖεν κατορθώμασιν αὐτός τε καὶ ὁ Πατήρ. Ἐννόει γὰρ ὅπως οὐκ ἐν τούτοις εἰπεῖν ἡμεῖς, ἀλλ' ἐν ἑτέ ροις τισὶ τὴν πρὸς τὸν Θεὸν συμμορφίαν ἐπιτηδεύοντες τῆς πρὸς αὐτὸν κοινωνίας ἀξιούμεθα. ἐποικτείροντες γὰρ ἀλλή λους, καὶ τῶν τῆς ἀγάπης ἔργων ἀπρὶξ ἐξημμένοι, καὶ πᾶσαν ἐπιτηδεύοντες τὴν ἐν τῷ καθ' ἡμᾶς βίῳ σεμνότητα, τότε δὴ μόλις ἐν Θεῷ εἶναι λεγόμεθα. καὶ μάρτυς ὁ Ἰωάννης λέγων "̓Εν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμέν· ὁ λέγων ἐν "αὐτῷ μένειν ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησε καὶ αὐτὸς "περιπατεῖν," καὶ πάλιν "Ὑμεῖς, φησὶν, ὃ ἀπ' ἀρχῆς 2.454 "ἠκούσατε ἐν ὑμῖν μενέτω· ἐὰν γὰρ ἐν ὑμῖν μείνῃ ὃ ἀπ' "ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ "μενεῖτε." καὶ τί τὸ ἀπ' ἀρχῆς, ὅπερ ἡμῖν διακελεύεται μένειν, ἵνα ἡμεῖς ὦμεν ἐν Θεῷ, αὐτὸς ἡμῖν οὐδὲν ἧττον σαφηνιεῖ λέγων "Ὅτι αὕτη ἐστὶν ἡ ἐπαγγελία ἢν ἠκούσατε "ἀπ' ἀρχῆς, ἵνα ἀγαπᾶτε ἀλλήλους." ἀκούεις ὅπως ἐσμὲν ἐν Θεῷ, τὴν ἀγάπην δηλονότι τὴν εἰς ἀλλήλους ἐπιτηδεύοντες, καὶ τὴν τοῦ Σωτῆρος ἰχνηλατεῖν ἀρετὴν καθ' ὅσον ἔνι σπουδάζοντες· ἀρετὴν δὲ φημὶ, οὐ τὴν ἐν τῷ δύνασθαι κτίζειν οὐρανοὺς, ἢ ποιεῖν ἀγγέλους, ἢ καθιδρῦσαι γῆν, ἢ θάλασσαν ἐξαπλοῦν, οὔτε μὴν τὴν ἐν ἐκείνῳ, καθ' ὃ ἀῤῥήτῳ καὶ ἀπεριεργάστῳ δυνάμει, λόγῳ μὲν πνευμάτων ἐκοίμισε βίας, διανίστη δὲ τοὺς τεθνηκότας, ἤγουν τοῖς τυφλοῖς ἐχαρίζετο τὸ βλέπειν, ἢ τῷ λεπρῷ καθαρίζεσθαι μετὰ πολλῆς τινος τῆς ἐξουσίας ἐπέταττεν· ἐκείνην δὲ μᾶλλον, ἥπερ ἂν ἁρμόττοι τοῖς τῆς ἀνθρωπότητος μέτροις. εὑρήσομεν αὐτὸν, ὥσπερ οὖν ὁ Παῦλός φησι, λοιδορηθέντα μὲν παρὰ τῶν ἀνοσίων Ἰουδαίων, οὐκ ἀντιλοιδορήσαντα δὲ, ἀλλὰ πάσχοντα μὲν, οὐκ ἀπειλήσαντα δὲ, παραδόντα δὲ μᾶλλον τῷ κρίνοντι δικαίως· εὑρήσομεν αὐτὸν λέγοντα πάλιν "Μάθετε ἀπ' "ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε "ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν." Οὐκοῦν διὰ μὲν τῶν τοσούτων κατορθωμάτων μιμεῖσθαι σπουδάζοντες τὸν ἁπάσης ἡμῖν ἀρετῆς ἡγεμόνα Χριστὸν, ἔν τε τῷ Πατρὶ καὶ ἐν αὐτῷ μένειν λεγόμεθα, γέρας ὥσπερ καὶ ἀντιμισθίαν τῆς ἐν βίῳ σεμνότητος τὸ πρᾶγμα κερδαίνοντες. ὁ δὲ Υἱὸς οὐκ ἐκ τούτων ἡμᾶς τὴν ἐνοῦσαν αὐτῷ λαμπρό τητα δοκιμάζειν βούλεται, τῇ δὲ τῶν παραδόξων μεγαλειό τητι μετὰ τῆς ἐνούσης ἀγχινοίας προσεσχηκότας διασκέ πτεσθαι δεῖν ἐπιτάττει τὴν ἀπαράλλακτον ἐμφέρειαν, ἢν ἔχει πρὸς τὸν Πατέρα τὸν ἑαυτοῦ, πιστεύειν τε οὕτω λοιπὸν, 2.455 ὡς ἐπείπερ ἐστὶν ὁμοούσιος, ἔχει μὲν ἐν ἑαυτῷ τὸν γεννή σαντα, ἐνυπάρχει δὲ καὶ αὐτὸς αὐτῷ· ἢ διδασκέτωσαν παρελθόντες οἱ δι' ἐναντίας, ὅτι γέρας ἔχει, καθάπερ ἡμεῖς, τὸ ἐν τῷ Πατρὶ νοεῖσθαι καὶ αὐτὸς, καὶ πολιτείας τῆς κατὰ νόμον εὐαγγελικὸν, ἀντίῤῥοπον ἀμοιβήν. ἀλλ' οὐδὲν οἶμαι δεινὸν ἐκείνοις φαίνεται καὶ τοῦτο· οἷς γὰρ εἶδος οὐδὲν γλωσσαλγίας ἀνεπιτήδευτον, τί τῶν λίαν ἀπηχεστάτων οὐχ ἱππήλατον; εἰκὸς οὖν ὅτι κἀκεῖνο ἐροῦσιν, ὡς εἴη μὲν ὁ Υἱὸς ἐν Πατρὶ διὰ τοῦτο, ἔχοι δὲ αὖ πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα, ἐπείπερ ταῖς καὶ ἡμῖν ἐφικταῖς ἀρεταῖς ὡς πρὸς αὐτὸν σχηματίζεται. καὶ τί δὴ πάλιν, ὦ βέλτιστοι, φαμὲν, Φιλίππου λέγοντος "Κύριε δεῖξον ἡμῖν τὸν Πατέρα," μὴ πάντας τοὺς ἁγίους ἀποστόλους εἰς εἰκόνα καὶ ὁμοίωσιν ἀκριβῆ τοῦ νοουμένου παραθεὶς ἔφασκεν ὁ Χριστός Τοσούτῳ χρόνῳ μετὰ ἀλλήλων ἐσμὲν, καὶ οὐκ ἔγνωκας τὸν Πατέρα; ἀλλ' οὐδένα τῶν ἄλλων ἑαυτῷ συνεισδέχεται, μόνον δὲ μόνῳ παραθεὶς τῷ Πατρὶ, ὡς μικρὰ μὲν κομιδῇ παρατρέχει τὰ ἡμέτερα, οὐκ ἐν τούτοις δὲ ἀκριβῶς τὴν θείαν οὐσίαν ἐξει κονίζεσθαι θέλων, ἑαυτῷ τετήρηκε μόνῳ τὴν εἰς ἄκρον ἐμφέρειαν. ὁ γὰρ ἑωρακὼς ἐμὲ, φησὶ, τὸν Πατέρα ἑώρακεν. εἶτα τούτοις ἐπήνεγκεν εὐθύς "Πιστεύετε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ "καὶ ὁ Πατὴρ δὲ ἐν ἐμοὶ ἐστίν." ὅπου γὰρ ἀπαραλλάκτως ἔχει κατά γε τὴν εἰσάπαν ἐμφέρειαν, πῶς οὐκ ἂν ἔχοι λοιπὸν αὐτὸς μὲν ἐν ἑαυτῷ τὸν Πατέρα, ἔχεται δὲ ὥσπερ ὑπὸ τοῦ Πατρός; ἐννόει γάρ τι τοιοῦτον, καὶ πρὸς ἀπόδειξιν δέχου τῶν εἰρημένων. ἆρα γὰρ, εἴ τις τὸ Ἁβραὰμ, ἤγουν ἑτέρου τινὸς ἀνθρώπου τυχὸν εἰς μέσον ἀγάγοι παιδίον, εἶτα τὴν τοῦ τεκόντος αὐτὸ διερωτοίη φύσιν, τίς τε ὅλως εἴη καὶ ποδαπὸς ὁ τεκὼν βούλοιτο μαθεῖν, οὐκ ἂν εὐλόγως ἐφώνησε, μᾶλλον δὲ τὴν οἰκείαν ἐπέδειξε φύσιν, λέγων Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα· ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ δὲ 2.456 ἐν ἐμοί ἐστιν; εἶτα πρὸς ἀπόδειξιν τοῦ τὴν ἀλήθειαν εἰπεῖν, οὐκ ἂν παροίσαι πρέποντως τὴν ἐν τοῖς ἀνθρωπίνοις ἔργοις ἤτοι φυσικοῖς πλεονεκτήμασι ταυτότητα λέγων ∆ιὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι, ἔχω γὰρ πάντα καὶ ἐνεργεῖν ἰσχύω τὰ τῇ ἀνθρωπείᾳ προσόντα φύσει. ἀλλ' οἶμαι πᾶς τις ἐρεῖ καὶ συναινέσαι δικαίως, ὅτι λέγοι μὲν ἀληθῆ, δριμεῖαν δὲ τῶν ἐν τοῖς ἰδίοις ἔργοις ἀπόδειξιν τὴν ταυτότητα παρα κομίσαι. τί τοιγαροῦν οἱ τὰ ὀρθῶς ἔχοντα διαστρέφοντες, μὴ τὴν εὐθεῖαν τῶν θεωρημάτων ἰέναι τρίβον τοὺς ἰδίους ἀναπείθουσι φοιτητὰς ἀλλὰ, τῆς βασιλικῆς τε καὶ τετριμ μένης ἐξώσαντες, τὴν ἀστιβῆ καὶ τραχεῖαν ἐρχόμενοι διαλε λήθασι μὲν ἑαυτοὺς, συντρίβουσι δὲ καὶ τοὺς ἕπεσθαι δεῖν οἰομένους αὐτοῖς; ἀλλ' ἡμεῖς, οὐ ταύτην ἐρχόμενοι τὴν ὁδὸν, τὴν εὐθυτενῆ βαδιούμεθα καὶ, τοῖς ἱεροῖς πειθόμενοι γράμ μασιν, ἰσοσθενῆ καὶ ὁμοούσιον τῷ Θεῷ καὶ Πατρὶ πιστεύο μεν εἶναι τὸν ἐξ αὐτοῦ γεννηθέντα κατὰ φύσιν Υἱὸν, εἰκόνα τε ὑπάρχειν αὐτοῦ, διά τε τοῦτο αὐτὸν μὲν εἶναι ἐν Πατρὶ, ἐν ἑαυτῷ δὲ τὸν Πατέρα. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι, καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ Πατὴρ ἐν τῷ Υἱῷ. Εἴη μὲν ἂν, εἴπερ τῷ δοκεῖ τῷ τῶν προκειμένων θεωρη μάτων συνεκτείνεσθαι πλάτει, μακρὸς καὶ βαθὺς ὁ λόγος· τὸ δὲ τοῖς ἀκροωμένοις ἐννοοῦντες λυσιτελέστερον, περιδράξα σθαι τῶν σημαινομένων οἰησόμεθα πρέπειν, τὸ πολὺ τοῦ λόγου περιστείλαντες μῆκος· εἴη γὰρ ἂν οὕτω μάλιστα τοῖς πολλοῖς εὐπαράδεκτον τὸ θεώρημα. ἐπιδεῖξαι τοιγαροῦν ἐθε λήσας, ὡς εἴη μὲν ὁμοούσιος τῷ ἰδίῳ γεννήτορι, καὶ ὅτι 2.457 χαρακτήρ ἐστιν αὐτοῦ, φορούμενος μὲν ὡς ἐν ἀρχετύπῳ τῷ Πατρὶ, ἔχων γεμὴν ἐν ἑαυτῷ τὸ ἀρχέτυπον, ὡς χαρακτὴρ φυσικῶς τε καὶ οὐσιωδῶς, καὶ οὐ κατά τινα σχηματισμὸν τὸν ἐν διαπλάσει νοούμενον· ἄνω γὰρ σχημάτων τὸ θεῖον, ἐπεὶ καὶ ἀσώματον· "ἐγὼ, φησὶν, ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ "δὲ ἐν ἐμοὶ ἐστίν." ἀλλ' ἵνα τῆς ἐμφερείας τὴν ἰσότητα καὶ τὸ σύμμορφον ἀπαραλλάκτως μὴ καθ' ἕτερόν τινα ζητῶμεν τρόπον ἢ ἐκ μόνων τῶν τῇ φύσει προσόντων πλεονεκτη μάτων· ἐντεῦθεν γὰρ ἦν οὐσιώδη καὶ φυσικὴν ὁρᾶν τὴν ὁμοίωσιν· Εἰ δὲ μὴ, φησὶν, ἀπὸ τῶν ἔργων πιστεύετε. ᾤετο γὰρ δὴ λίαν ὀρθῶς, ὡς εἴπερ ὅλως θεάσαιτό τις αὐτὸν τοῖς ἴσοις ἐκλάμποντα κατορθώμασι τῷ Θεῷ καὶ Πατρὶ, εἰς φυσικὸν ὄντως παραδέξαιτο χαρακτῆρα καὶ εἰκόνα τῆς οὐσίας αὐτοῦ· οὐ γὰρ ἄν ποτε δράσαι τὰ ἴσα τῷ Θεῷ τὸ μὴ ἐκ Θεοῦ κατὰ φύσιν, ἀλλ' οὐδ' ἂν προσγένοιτό τινι τῶν γενητῶν τὸ ἐν ἴσῳ μέτρῳ τῇ θείᾳ φύσει τερατουργεῖν δύνασθαί ποτε. ἄβατα γὰρ καὶ ἀνέπαφα παντελῶς τοῖς ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι κεκλημένοις τὰ τοῦ ἀεὶ ὄντος ἰδίως ἀγαθά. καὶ ὅτι μὲν ἀλοιδόρητος παντελῶς παρά γε τοῖς εὖ φρονοῦσιν ὁ τοῦ Σωτῆρος ἔσται λόγος, οὐδαμόθεν ἐνδοιάσειν εἰκὸς ἦν τινας· ἔσεσθαι γεμὴν τοῖς τἀναντία δοξάζουσιν, ἑτεροδιδασκαλίας ἀφορμὴ καὶ πρόφασις καὶ τὸ καλῶς εἰρη μένον, οὐκ ἠγνόησεν, ὡς Θεός. ἵνα τοίνυν μὴ τοῖς τὰ ὀρθὰ διαστρέφουσιν ἀθυρογλωττίας ἐν τούτοις παραλίπηται τόπος, μηδὲ λέγοιεν ὅτι δημιουργὸς τῶν θαυμάτων γέγονεν ὁ Υἱὸς, οὐκ ἐκ τῆς ἐνούσης ἰσχύος αὐτῷ, οὐδὲ ἐξ ἰδίας δυνάμεως, ἀλλ' ἐπείπερ εἶχεν ἐν ἑαυτῷ τὸν Πατέρα ποιοῦντα τὰ ἔργα, καθάπερ οὖν αὐτὸς ἔφη καὶ διισχυρίσατο, τεθεράπευκεν ἀναγκαίως ὁ Κύριος ταῖς τῶν νοημάτων ἐπαγωγαῖς· ἑαυτὸν μὲν γὰρ ἐν τούτοις ἔσεσθαι χορηγὸν ἐπαγγέλλεται τοῖς πιστεύουσιν εἰς αὐτὸν, ὧνπερ ἂν ἐθέλουσιν αἰτεῖν, καὶ οὐχὶ μόνην αὐτοῖς ἐπαγγέλλεται τοσαύτην χορηγήσειν δύναμιν 2.458 καὶ ἐξουσίαν, ἀλλὰ τὴν ἐπὶ πολύ· μείζονα γὰρ, φησὶν, ὧν ἐγὼ πεποίηκα ποιήσει. ὁρᾷς οὖν ὅπως ἀνακόπτει χρησίμως τῶν δι' ἐναντίας τὸ θράσος, καὶ ἀνασειράζει τρόπον τινὰ τοῖς ἐλέγχοις ἐρχομένους κατὰ πετρῶν; ἐρεῖ γάρ τις αὐτοῖς Ὦ ἀνόητοι καὶ τυφλοὶ, μηδὲν ἐξ ἑαυτοῦ δεδυνῆσθαι κατορθοῦν ὑπειληφότες τὸν Υἱὸν, κεχορηγῆσθαι δὲ μᾶλλον τὴν ἐφ' ἅπασι τοῖς παραδόξως τετελεσμένοις δύναμίν τε καὶ ἐξου σίαν ὑπὸ τοῦ Πατρός· πῶς καὶ μείζονα κατορθοῦν ἐπαγγέλ λεται δώσειν τοῖς πιστεύουσιν εἰς αὐτόν; πῶς ὃ μὴ δέδρακεν αὐτὸς, ἕτερος κατορθώσει, τὴν παρ' αὐτοῦ δανεισάμενος δύναμιν; θέα γὰρ ὅπως οὐκ εἴρηκεν ἐν τούτοις ὅτι χορη γήσει τοῖς πιστεύουσι δύναμιν ὁ Πατὴρ, ἀλλ' Ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου ποιήσω. ὁ δὲ τοῖς ἄλλοις καὶ τὰ μείζω δύνασθαι κατορθοῦν ὡς Θεὸς ἐπιδιδοὺς, πῶς ἂν αὐτὸς ἐχορηγήθη παρ' ἑτέρου τὸ δύνασθαι; οὐκοῦν λῆρος μὲν τὰ ἐκείνων παντελῶς καὶ ὕθλος εἰκαῖος καὶ δαιμονιώδους δυ στροπίας εὑρήματα. πεπερασμένην δὲ οὐδαμῶς τὴν τοῦ Υἱοῦ δύναμιν θεωρήσαι τις ἂν, οὐδὲ διήκουσαν μὲν ἐπί τι τῶν ὄντων, οὐκ ἀρκοῦσαν δὲ τοῖς ἔτι μείζοσιν, ἀλλ' ὅσαπερ ἂν βούλοιτο ταῦτά τε δρῶσαν εὐκόλως, καὶ τοῖς ἀξίοις χαρι ζομένην τὸ τοῖς ἴσοις τυχὸν, ἤγουν καὶ ὑπερκειμένοις ἐνα βρύνεσθαι θώκοις. καὶ μή τις οἰέσθω λέγειν ἡμᾶς ὅτι περιέσται ποτὲ τὸ δύνασθαί τινι τῶν τὴν εἰς αὐτὸν πίστιν τετιμηκότων δημιουργῆσαι μὲν οὐρανὸν, ἥλιον δὲ καὶ σε λήνην, ἤγουν τὸν περιφανῆ τῶν ἀστέρων χορὸν ἀναδεῖξαι, καὶ κτίσαι τυχὸν ἀγγέλους ἢ γῆν ἢ τὰ ἐν αὐτῇ. τέτραπται γὰρ οὐκ ἐν τούτοις ὁ τοῦ λόγου σκοπὸς, ἀλλ' ἐφ' οἷς ἦν εἰκὸς συντείνεται, καὶ τῆς ἀνθρωποπρεποῦς λαμπρότητος ἐν δόξῃ φημὶ καὶ ἁγιασμῷ τὸ μέτρον οὐχ ὑπερτρέχει. διὰ γάρ τοι τοῦτο περιστέλλων ὥσπερ τοῦ λόγου τὸν ἐφ' ὅπερ ἄν τις βούλοιτο δρόμον, καὶ μόνοις τοῖς παρ' αὐτοῦ παραδόξως τετελεσμένοις ἐπὶ τῆς γῆς, ὅτε γέγονεν ἄνθρωπος, τῶν ἔτι 2.459 μειζόνων ἀντιπαρεξάγων τὸ μέγεθος Ἃ ἐγὼ πεποίηκά φησι ποιήσει καὶ μείζονα τούτων· οὐ γὰρ ἀτονήσας περὶ τὰ μείζω, μέχρι τῶν τετελεσμένων τὴν οἰκείαν ἐπέστησε δύναμιν, ἐπι τελέσας δὲ ἅπερ ἐχρῆν καὶ ὅσα περ τυχὸν εἰς μέσον παρε κόμισεν ὁ καιρὸς, ὅτι μὴ μέχρις ἐκείνων ἀφικνεῖσθαι δύναται τῆς ἐνούσης ἐξουσίας αὐτῷ τὸ ἀπερινόητον μέγεθος, ἐκδιδά σκει χρησίμως διὰ τῶν εἰρημένων. ἀλλ' ἵνα τὴν τάξιν τῶν προκειμένων τηρήσαντες τῇ τῆς λέξεως θεωρίᾳ τῶν ἀκροω μένων τὸν νοῦν ἐπιστήσωμεν Ἀμήν φησι λέγω ὑμῖν Ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει ὅτι ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι.
Εἶτα τί τοῦτο, φήσειεν ἄν τις τῶν ἀκροωμένων ἐπιεικέ στερον, τὸ πορεύεσθαί φημι πρὸς τὸν Πατέρα τὸν Υἱὸν, πρὸς τὸ δύνασθαι κατορθοῦν καὶ τὰ ἔτι μείζω τῶν παρ' αὐτοῦ δεδειγμένων τοὺς πιστεύοντας εἰς αὐτόν; οὐκοῦν κεκρυμμένην τινὰ θεωρίαν εἰσφέρει τὸ εἰρημένον. τί οὖν ἐστιν, ὅ φησι, δέχου λέγοντα τυχόν Ὦ τῶν ἐμῶν ὑπηρέται λόγων καὶ γνήσιοι φοιτηταὶ, ἕως μὲν σὺν ὑμῖν τὰς διατριβὰς ἐποιούμην ἐπὶ τῆς γῆς, ἐπολιτευσάμην ὡς ἄνθρωπος, οὐκ ἄκρατον ὑμῖν τῆς θεότητος τὴν ἐξουσίαν ἐπεδειξάμην· εἶπόν τε καὶ πέπραχα πρεπόντως πως καὶ τῷ τῆς ταπεινώσεως μέτρῳ καὶ τῷ σχήματι τῷ δουλοπρεπεῖ. ἐπειδὴ δὲ λοιπὸν ἐκεῖνα καθηκόντως τετέλεσται, καὶ πεπλήρωταί μοι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον· πείσομαι γὰρ ὅσον οὐδέπω τὸν θάνατον, καὶ ἐγερθήσομαι· χαριεῖσθαι δὲ ὑμῖν ἐπαγγέλ λομαι καὶ τὰ ἔτι μείζονα τῶν δι' ἐμοῦ θαυμάτων δύνασθαι πληροῦν, παρόντος ἔτι τοῦ καιροῦ καὶ τῆς ἐπὶ τούτοις φιλο τιμίας. πορεύομαι γὰρ πρὸς τὸν Πατέρα συνεδρεύσων αὐτῷ δηλονότι καὶ συμβασιλεύσων, ὡς Θεὸς ἐκ Θεοῦ, ἀκατακα λύπτῳ δυνάμει καὶ ἐξουσίᾳ ...... τῆς ἐμαυτοῦ φύσεως τὸ 2.460 διδόναι τοῖς γνησίοις τὰ ἀγαθά· ὅπερ ἂν αἰτήσητέ φησιν ἐπὶ τῷ ὀνόματί μου, τοῦτο ποιήσω, τετελεσμένου τοῦ καιροῦ καθ' ὃν ἔδει, φησὶν, ἐν τῷ τῆς ταπεινώσεως φαίνεσθαι σχήματι. τετήρηκα τὸ πρέπον διὰ τὴν οἰκονομίαν· νυνὶ δὲ λοιπὸν ἀκατακαλύπτως ὡς Θεὸς ἐνεργήσειν ἐπαγγέλλομαι τὰ Θεοῦ, οὐ τὸν Πατέρα τῆς οὕτω θεοπρεποῦς δόξης ἐξωθούμενος, ἀλλ' ἵνα δοξασθῇ ἐν τῷ Υἱῷ. δοξαζομένου γὰρ τοῦ γεννή ματος, δοξασθήσεται πάντως ἐν αὐτῷ καὶ ὁ γεννήσας αὐτόν. Θεὸς γὰρ ἂν κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς καὶ διὰ πολλῶν μὲν ἑτέρων καταπέφανται· οὐδὲν δὲ ἧττον καὶ διὰ τοῦ δέχεσθαι μὲν τὰς τῶν ἁγίων εὐχὰς, χορηγεῖν δὲ αὐτοῖς ἅπερ ἂν αἰτοῖεν καὶ βούλοιντο. πῶς οὖν οὐκ ἂν ὁ Πατὴρ ἐν αὐτῷ δοξάζοιτο; ὥσπερ γὰρ καὶ εἰκότως ἂν κατεψέχθη, Θεοῦ κατὰ φύσιν οὐκ ὄντος τοῦ προελθόντος ἐξ αὐτοῦ γεννήματος· οὕτως ἔσται πολὺ λίαν εὐκλεὴς, Θεὸν ἔχων ἀληθινὸν, καὶ τὰ πάντα ἰσχύοντα δρᾶν τε ὁμοῦ καὶ ἑτέροις χαρίζεσθαι, τὸν ἐκ τῆς οὐσίας αὐτοῦ προελθόντα καρπόν. Εἰ δὲ εἰς δόξαν συντείνει τοῦ Πατρὸς τὸ ἐν τοῖς θεοπρε πέσιν ἀξιώμασιν ὁρᾶσθαι τὸν Υἱὸν, ποῖος τοῦ κολάζεσθαι λόγος ἐξελεῖται τὸν αἱρετικὸν, ἀναισχύντοις δυσφημίαις κατασμικρύνειν αὐτὸν πολυτρόπως οὐ καταδείσαντα; ἐρῶ δὲ πρὸς τούτοις ἕτερον, ταῖς ἐκείνων ἀπαιδευσίαις οὐ μετρίως, ὡς ἐγῷμαι, μαχόμενον. εἰ γὰρ εὐχόμεθα τῷ Υἱῷ καὶ παρ' αὐτοῦ ζητοῦμεν τὰ αἰτήματα, καὶ αὐτὸς διδόναι κατεπαγγέλ λεται, πῶς οὐκ ἂν εἴη φύσει Θεὸς καὶ ἐκ Θεοῦ τοῦ κατὰ φύσιν γεγεννημένος; εἰ γὰρ μὴ οὕτως ἔχειν ὑπολαμβά νουσιν αὐτὸν, γενητὸν δὲ εἶναι λέγουσι, κατὰ τί διοίσομεν ἔτι τῶν ἐπικαλουμένων τὸν ἥλιον ἢ τὸν οὐρανὸν ἤγουν ἕτερόν τι τῶν κτισμάτων; εἰ γὰρ καὶ σφόδρα κακούργως τῆς ἑαυτῶν ἀλογίας τὸ ἀκαλλὲς δυσωπούμενοι, κτίσμα μὲν λέγουσιν αὐτὸν ἐν ἴσῳ τοῖς ἄλλοις κτίσμασιν, ἀσύγκριτον 2.461 δέ τινα τὴν κατὰ πάντων ἔχειν ὑπεροχήν· ἀλλ' ἴστωσαν ὅτι οὐδὲν ἧττον ὑβριοῦσι τὴν τοῦ Πατρὸς δόξαν, τουτέστι, τὸν Υἱὸν, ἔστ' ἂν αὐτὸν ἐναρίθμιον λέγωσιν εἶναι τοῖς πεποιη μένοις. τὸ γὰρ ζητούμενόν ἐστιν, οὐκ εἰ μέγα τυχόν ἐστιν ἢ μικρὸν ποίημα, ἀλλ' εἰ ὅλως γενητὸς, καὶ μᾶλλον οὐχὶ Θεὸς κατὰ φύσιν, ὅπερ ἐστὶ καὶ ἀληθές. Ἐάν τι αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω. Ἀπημφιεσμένως ἤδη φησὶν ὅτι, Θεὸς ὑπάρχων ἀληθινὸς, προσδέξεται μὲν καὶ λίαν εὐπετῶς τὰς παρὰ τῶν ἰδίων εὐχὰς, χορηγήσει δὲ καὶ σφόδρα προθύμως ἅπερ ἂν βούλωνται λαβεῖν, χαρίσματα δὲ δηλονότι πνευματικὰ καὶ τῆς ἄνωθεν φιλοτιμίας ἄξια. καὶ οὐχ ὡς τῆς ἑτέρου φιλανθρωπίας διάκονος, οὔτε μὴν ὡς ἀλλοτρίας ἡμερότητος ὑπουργὸς τὰ τοιαῦτά φησιν, ἀλλ' ὡς ἔχων ἐν ἐξουσίᾳ τὰ πάντα μετὰ Πατρὸς, καὶ αὐτὸς ὑπάρχων ὁ δι' οὗ τὰ πάντα, παρά τε ἡμῶν εἰς Θεὸν, καὶ εἰς ἡμᾶς παρ' αὐτοῦ. διὰ τοῦτο καὶ Παῦλος ἀεὶ συνεζευγμένας τὰς τῶν ἀγαθῶν χορηγίας τοῖς ἀξίοις ἐπεύχεται λέγων "Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ "Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ." καὶ οὐ δή τις νοῦν ἔχων οἰήσεται πάλιν, ὡς ἰδίᾳ μέν τινα χάριν δίδωσιν ὁ Πατὴρ, ἰδίᾳ δὲ ὥσπερ καὶ ἀνὰ μέρος αὖ πάλιν ὁ Υἱός· ἀλλ' ἔστι μὲν ἡ αὐτὴ καὶ μία, εἰ καὶ δι' ἀμφοῖν λέγεται. ποιεῖται γοῦν ὅμως τὰ πάντα παρὰ Πατρὸς δι' Υἱοῦ τοῖς ἀξίοις τὰ ἀγαθὰ, καὶ ἡ τῶν θείων χαρισμάτων διανομὴ, οὐκ ἐν ὑπουρ γίας τάξει παραληφθέντος, καθάπερ εἰρήκαμεν, ἀλλ' ὡς συνδοτῆρός τε καὶ συγχορηγοῦ νοουμένου τε καὶ ὑπάρχοντος ἀληθῶς. μία γὰρ ἡ τῆς θεότητος φύσις ἐστί τε καὶ οὕτω πιστεύεται. κἂν γὰρ εἰς Πατέρα πλατύνηται καὶ Υἱὸν καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, ἀλλ' οὐκ ἔχει τὸν εἰσάπαν καὶ 2.462 ὁλοκλήρως διασπασμὸν, τὸν εἰς ἕκαστον τῶν σημαινομένων φημί. διακεισόμεθα γὰρ φρονοῦντες ὀρθῶς, ὡς ἐκ Πατρός τε ἐστὶ καὶ ἐν Πατρὶ φυσικῶς ὁ Υἱὸς, ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ, καὶ τὸ ἴδιον αὐτοῦ τε καὶ τοῦ Υἱοῦ Πνεῦμα, τουτέστι, τὸ Ἅγιον. μιᾶς τοιγαροῦν οὔσης τε καὶ νοουμένης τῆς κατὰ φύσιν θεότητος, δι' Υἱοῦ παρὰ Πατρὸς ἐν Πνεύματι τοῖς ἀξίοις τὰ παρ' αὐτοῖς χορηγηθήσεται, καὶ τὰ παρ' ἡμῶν εἰς Θεὸν ἀπενεχθήσεται, μεσιτεύοντος δηλονότι τοῦ Υἱοῦ· "Οὐδεὶς γὰρ ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι'" αὐτοῦ, καθάπερ ἀμέλει διωμολόγησε καὶ αὐτός· θύρα τοι γαροῦν καὶ ὁδὸς τῆς πρὸς Θεὸν καὶ Πατέρα φιλίας τε ὁμοῦ καὶ προόδου, γέγονέ τε καὶ ἔστιν ὁ Υἱὸς, καὶ τῆς παρ' αὐτοῦ δωρεᾶς συνδοτήρ τε ὁμοῦ καὶ διανομεὺς, ὡς ἐκ μιᾶς τε ἅμα καὶ κοινῆς φιλοτιμίας. μία γὰρ ἡ τῆς θεότητος φύσις, ἐν προσώπῳ τε καὶ ὑποστάσει Πατρός τε καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος. ἐπειδὴ δὲ ἀσύνηθές πως τοῖς ἀρχαιο τέροις καὶ ἀνεπιτήδευτον ἦν ἔτι τὸ δι' Υἱοῦ προσέρχεσθαι τῷ Πατρὶ, διδάσκει καὶ τοῦτο χρησίμως, καὶ ὥσπερ τινὰ κρηπῖδα τοῦ πράγματος ἐν τοῖς ἰδίοις μαθηταῖς προ καταβάλλων καὶ τὴν ἐπὶ τούτῳ πίστιν τε καὶ μάθησιν, καὶ εἰς ἡμᾶς αὐτοὺς παραπέμπει καὶ τῆς προσευχῆς τὸν τρόπον καὶ τῆς ἐλπίδος τὴν δήλωσιν. ἐπιδώσειν γὰρ αὐτὸς τὰ ἐν εὐχαῖς ἡμῖν ἐπαγγέλλεται, δεῖγμα τῆς κατὰ φύσιν θεότητος καὶ τῆς ἐνούσης αὐτῷ βασιλικῆς ἐξουσίας, καὶ τοῦτο τοῖς ἄλλοις προστιθείς. Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε. Χρῆναι μὲν αἰτεῖν εὐχομένους ἐπὶ τῷ ὀνόματι αὐτοῦ διατεταχὼς, χορηγήσειν δὲ τοῖς αἰτοῦσιν αὐτὸς ὅπερ ἂν βούλωνται λαβεῖν ὑπισχνούμενος, φροντίδα ποιεῖται πολλὴν τοῦ μὴ διαψεύδεσθαι δοκεῖν διὰ τὰς τῶν εἰωθότων φιλο 2.463 ψογεῖν καταλαλιὰς ἀνοσίους. ἔστι γὰρ ἰδεῖν καὶ ἐξ αὐτῶν μάλιστα τῶν ἱερῶν γραμμάτων, ὡς προσίασι μὲν καὶ ἐξαι τοῦνταί τινες ἐπὶ τῷ ὀνόματι αὐτοῦ, δέχονται γεμὴν οὐδαμῶς, τὸ ἑκάστῳ πρέπον καὶ τοῖς αἰτοῦσι λυσιτελὲς οὐκ ἠγνοη κότος Θεοῦ. ἵνα τοίνυν ἐπιδείξῃ σαφῶς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, πρὸς τίνας αὐτῷ γέγονέ τε καὶ ἔστιν ὁ λόγος, καὶ τίσιν ἡ τῆς ὑποσχέσεως ὀφείλεται χάρις, ἐφ' ᾧ ἔσται καὶ ἀληθῶς, παρεκόμισεν εὐθὺς τῶν ἀγαπώντων τὸ πρόσωπον, καὶ τὸν ἀκριβῆ νομοφύλακα παραζεύγνυσι τῷ λόγῳ, δεικνὺς ὅτι πρὸς αὐτοὺς καὶ οὐχ ἑτέρους ἡ τῆς ἡμε ρότητος ἐπαγγελία καὶ ἡ τῶν πνευματικῶν ἀγαθῶν ἐπίδοσις δι' αὐτοῦ κρατήσει καὶ γενήσεται. ὅτι γὰρ ὄκνῳ πολλάκις ἡ χορηγὸς συστέλλεται χεὶρ τοῦ Θεοῦ, τοῖς οὐκ ὀρθῶς ἐθέ λουσιν αἰτεῖν τὸ τῶν ἐλπισθέντων ἀποκλείουσα πέρας, συνήσεις εὐκόλως ἐξ ὧν ὁ Χριστοῦ μαθητὴς ἀποτείνεται γράφων ὡδί "Αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖτε, "ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσετε." διὸ καὶ πάλιν περὶ τῶν διψυχεῖν εἰωθότων φησί "Μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος "ἐκεῖνος, ὅτι λήψεταί τι παρὰ τοῦ Κυρίου· ἀνὴρ γὰρ "δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ." τοῖς μὲν γὰρ ἐρωτῶσιν οὐκ εἰς κατόρθωσιν ἀρετῆς τὴν ἄνωθεν χάριν, ἀλλ' εἰς ἀπόλαυσιν σαρκικῆς ἡδονῆς καὶ κοσμικῶν ἐπιθυμιῶν, μονονουχὶ καὶ ἀποφράττει τὸ οὖς ὁ Θεὸς, χορηγεῖ δὲ παντελῶς οὐδέν· ἃ γὰρ ἂν ἀποφάσκῃ καὶ ἀπόβλητα ποιῆται διὰ τὴν ἐνοῦσαν αὐτοῖς βδελυρίαν, πῶς ἂν χορη γήσαι τισίν; ἡ δὲ ἁπάσης γλυκύτητος πηγὴ πῶς ἂν αὐτὴ πικρὸν ἀναβλύσαι νᾶμα; ὅτι δὲ τοῖς τῶν πνευματικῶν χαρισμάτων ἐρασταῖς πλουσίᾳ τε καὶ προθυμοτάτῃ χειρὶ διανέμει τὰ ἀγαθὰ, κατόψει ῥᾳδίως, ὅταν ἀκούσῃς λέγοντος διὰ μὲν Ἡσαΐου τοῦ προφήτου πρὸς αὐτούς "Ἔτι σοῦ "λαλοῦντος ἐρῶ Τί ἐστί;" διὰ δὲ τῆς τοῦ ψάλλοντος φωνῆς 2.464 ὅτι "ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς "δέησιν αὐτῶν." Ὁρισάμενος τοίνυν καὶ διαῤῥήδην εἰπὼν ὅτι τοῖς ἀγα πῶσιν αὐτὸν ὀφείλεταί τε καὶ ὑπάρξει δὴ πάντως τὸ τοῖς ἄνωθεν ἐντρυφᾶν ἀγαθοῖς, δι' αὐτοῦ δηλονότι χορηγουμένοις παρὰ Πατρὸς, καταγράφει παραχρῆμα καὶ τῆς ἀγάπης τὴν δύναμιν καὶ, ὅπως ἂν αὐτὴν ἐπιτηδεύσαιμεν, ἄριστά τε καὶ ἀνεγκλήτως διδάσκει διὰ τὸ χρήσιμον. οὐ γὰρ εἴ τις λέγοι τὸν Θεὸν ἀγαπᾶν, πάντως δὴ καὶ τὴν τοῦ ἀληθῶς ἀγαπᾶν ἀποίσεται δόξαν, ἐπεὶ μὴ ἐν λόγῳ ψιλῷ τῆς ἀρετῆς ἡ δύναμις, μήτε μὴν ἐν γυμνοῖς μορφοῦται ῥήμασι τῆς εἰς Θεὸν εὐσεβείας τὸ κάλλος, ἀλλ' ἢ ἐξ ἀγαθῶν ἀποτελεσμάτων καὶ φιληκόου γνώμης εὖ μάλα διαγινώσκεται, καὶ τῶν θείων ἐντολῶν ἡ τήρησις τὴν εἰς τὸ θεῖον ἀγάπην ἄριστα ζωγραφεῖ, καὶ ζῶσαν ὅλως καὶ ἀληθῆ παρίστησιν ἀρετὴν, οὐκ ἐν μόναις σκιαγραφουμένην ταῖς ἀπὸ γλώττης φωναῖς, καθάπερ εἰρή καμεν, φαιδροῖς δὲ ὥσπερ διαπρέπουσαν χρώμασι ταῖς τῶν ἔργων ἰδέαις καὶ ὁλοκλήρως ἐκλάμπουσαν. καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς σαφῶς ἡμῖν τοῦτο παραδεικνύς "Οὐ πᾶς ὁ λέγων μοι Κύριε Κύριε, φησὶν, εἰσελεύ "σεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ "θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς." οὐ γὰρ ἐν ἀργαῖς ῥημάτων κολακείαις ἡ πίστις, ἀλλ' ἐν ταῖς τῶν δρωμένων ποιότησι δοκιμάζεται· καὶ γοῦν νεκρὰν εἶναι ταύτην οὐ παρεπομένων τῶν ἔργων ἡ θεία λέγει γραφή. τὸ μὲν γὰρ εἰδέναι, φησὶν, ὅτι ὁ Θεὸς εἷς ἐστιν, οὐκ ἐν διανοίαις ἀνθρωπίναις εὑρήσομεν μόνον, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς ἀκαθάρτοις δαίμοσιν, ἃ καὶ φρίττει καὶ οὐχ ἑκόντα τὴν τοῦ ποιήσαντος δύναμιν. τὸ γεμὴν σύνδρομον ποιεῖσθαι τῇ πίστει τὴν ἀπὸ τῶν δρωμένων φαιδρότητα, μόνοις ἂν πρέπον καὶ ἐλλάμπον ὁρῷτο τοῖς ἀληθῶς ἀγαπῶσι τὸν Θεόν. οὐκοῦν 2.465 ἀπόδειξις τῆς ἀγάπης καὶ τελεώτατος τῆς πίστεως ὅρος, τῶν εὐαγγελικῶν δογμάτων ἡ τήρησις καὶ τῶν θείων ἐν τολῶν ἡ φυλακή. καὶ χαλεπὸν μὲν ἴσως οὐδὲν ἕτερα πρὸς τούτοις εἰπεῖν συγγενῆ πως ἔχοντα τὴν διάνοιαν, πλὴν οὐ τοῦ παρόντος οἶμαι καιροῦ. διὸ δὴ πάλιν ἰτέον ἐπὶ τὰ τοῖς προ κειμένοις ἡμῖν πρεπωδέστερα Ἐὰν ἀγαπᾶτέ με φησὶ, τὰς ἐντολάς μου τηρήσετε. σύνες γὰρ δὴ πάλιν καὶ διαμέμνησο καλῶς ὅτι πολλάκις τοῖς ἑαυτοῦ μαθηταῖς προσδιαλεγόμενος, ἢ καὶ αὐτοῖς τοῖς Ἰουδαίοις, ἔφασκε "Τὰ ῥήματα ἃ ἐγὼ "λαλῶ οὐκ ἔστιν ἐμὰ ἀλλὰ τοῦ πέμψαντός με·" καὶ πάλιν "̓Απ' ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ' ὁ πέμψας με Πατὴρ αὐτός "μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω·" καὶ πάλιν " Α οὖν ἐγὼ λαλῶ οὐκ ἔστιν ἐμὰ, ἀλλὰ τοῦ πέμψαντός με." νυνὶ δὲ δὴ πάλιν καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς ἄνω τε καὶ κάτω τοὺς λόγους εἶναι διωμολογηκὼς, οὓς ἐποιήσατο πρὸς ἡμᾶς, ἰδίας ἐντολὰς εἶναί φησιν, ἅπερ ἡμῖν λελάληκε. καὶ οὐ δή τις αὐτὸν νοῦν ἔχων οἰήσεται ψευδομυθεῖν· μὴ γὰρ εἰσέλθοι τοῦτο Χριστιανόν· ἀληθεύσει δὲ πάλιν, ἅτε δὴ καὶ αὐτὸς ὑπάρχων ἡ ἀλήθεια. οὐ γὰρ καθ' ἕνα τῶν προφητῶν, ὡς ἐν διακόνου τάξει καὶ ὑπηρέτου, τὸν παρὰ Πατρὸς ἡμῖν διεπόρθμευσε λόγον, ἀλλ' ὡς ἔχων πρὸς αὐτὸν τὴν ἐμφέ ρειαν, ὡς μηδὲ λόγῳ τυχὸν ὁρᾶσθαι διάφορον, ἀλλ' οὕτω πεφυκέναι λαλεῖν, ὥσπερ ἂν καὶ αὐτὸς ὁ Πατὴρ τυχὸν διαλέγοιτο. τὸ γὰρ ἀπαράλλακτον τῆς οὐσίας καὶ ταυ τολογεῖν ἀναπείθει τῷ γεννήσαντι τὸν Υἱόν· ὡς δὲ Λόγος ὢν αὐτὸς καὶ σοφία καὶ βούλησις τοῦ Θεοῦ καὶ Πατρὸς, δεδέχθαι φησὶν ἐντολὴν τί εἴπῃ καὶ τί λαλήσει. ἐπεὶ καὶ ἡμεῖς αὐτοὶ τὸν οἰκεῖον ἕκαστοι νοῦν, τῷ κατὰ προφορὰν τὴν διὰ ῥημάτων λόγῳ μονονουχὶ καὶ ἐντελλόμενον βλέπομεν πρὸς τὸ ἔξω βαδίζοντι διερμηνεῦσαι τὰ ἐν αὐτῷ. καὶ μικρὰ μὲν ὡς πρὸς Θεὸν ἡ τοῦ παραδείγματος δύναμις, εἰκόνα δὲ 2.466 ὅμως τὴν ἐν τοῖς καθ' ἡμᾶς, εἰς τὴν τῶν ὑπὲρ ταῦτα πληρο φορίαν δεχόμενοι, καθάπερ ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι τὰ θεῖα νοοῦμεν μυστήρια. Κἀγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα ᾖ μεθ' ὑμῶν εἰς τὸν αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό· ὑμεῖς γινώσκετε αὐτὸ, ὅτι παρ' ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται.
Ἀναμίσγει πάλιν τῷ θεοπρεπεῖ τὸ ἀνθρώπινον, καὶ οὔτε πρὸς ἄκρατον ἀναφοιτᾷ τῆς θεότητος δόξαν, οὔτε μὴν ὁλο κλήρως τοῖς τῆς ἀνθρωπότητος μέτροις ἐμφιλοχωρεῖ, ἔρχεται δὲ δι' ἀμφοῖν παραδόξως τε ἅμα καὶ κεκραμένως, ἐπείπερ ἐστὶν ἐν ταὐτῷ Θεός τε καὶ ἄνθρωπος. Θεὸς μὲν γὰρ ἦν τῇ φύσει, καθόπερ ἐκ Πατρὸς καρπὸς καὶ ἀπαύγασμα τῆς οὐσίας αὐτοῦ· ἄνθρωπος δὲ πάλιν, καθὸ γέγονε σάρξ. λαλεῖ τοιγαροῦν ὡς Θεός τε ὁμοῦ καὶ ἄνθρωπος, οὕτω γὰρ ἦν τηρῆσαι καλῶς τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τοὺς πρέποντας λόγους. πλὴν ἐκεῖνό φαμεν τὴν τοῦ προκειμένου διερευ νῶντες δύναμιν· ὅτι καὶ νῦν ὁ Κύριος ἡμῶν ἀναγκαίως τὴν περὶ τοῦ Θεοῦ καὶ Πατρὸς εἰσκεκόμικε μνήμην, εἰς οἰκοδομὴν τῆς πίστεως καὶ εἰς τὸ σφόδρα λυσιτελὲς τοῖς ἀκροωμένοις, καθάπερ οὖν ἀποδείξει προϊὼν ὁ λόγος. ἐπειδὴ γὰρ αἰτεῖν ἡμᾶς ἐκέλευσεν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, καὶ τὸν τοῖς ἀρχαίοις ἀσυνήθη τρόπον τῆς προσευχῆς μετὰ τῶν ἄλλων ἐθέσπισε, δώσειν κατεπαγγειλάμενος καὶ μάλα προθύμως, ἅπερ ἂν ἐθέλωμεν λαβεῖν· ἵνα μὴ δοκοίη διὰ τούτων τὸ τοῦ Θεοῦ καὶ Πατρὸς παρωθεῖσθαι πρόσωπον, ἤγουν παραιρεῖσθαι τὴν τοῦ τεκόντος αὐτὸν ἐξουσίαν, τὴν ἐπὶ ταῖς τῶν ἁγίων φιλο τιμίαις φημὶ, χρήσιμον αὐτὸν συγχορηγὸν ἔσεσθαι καὶ 2.467 συνεπιδώσειν ἡμῖν τὸν παράκλητον ἔφη· τό Ἐρωτήσω πάλιν ἐπιὼν, ὡς ἄνθρωπος, ἰδικῶς τε ἀνατιθεὶς ὅλῃ τῇ θείᾳ τε καὶ ἀῤῥήτῳ φύσει τὸ αὐτῇ μάλιστα πρέπον, ὡς ἐν προσώπῳ τοῦ Θεοῦ καὶ Πατρός. τοῦτο γὰρ ἔθος αὐτῷ, καθὰ καὶ πολλάκις ἤδη προλαβόντες εἰρήκαμεν. Ἄλλον γεμὴν Παράκλητον τὸ Πνεῦμα καλεῖ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας, ἤτοι τῆς ἑαυτοῦ. εἷς γὰρ ἐπ' ἀμφοῖν τῆς οὐσίας ὁ λόγος, οὐκ ἔξω τιθεὶς αὐτὸ, τὸν δὲ τῆς ἑτερότητος λόγον ἐν μόνῳ νοεῖσθαι διδοὺς τῷ εἶναι καὶ ὑπάρχειν ἰδιο συστάτως αὐτό. οὐ γὰρ Υἱὸς τὸ Πνεῦμά ἐστιν, ἀλλ' ὄντως, ἰδίως τε ὂν καὶ ὑπάρχον τοῦθ' ὅπερ ἐστὶν ἐν πίστει παρα δεξόμεθα· Πνεῦμα γάρ ἐστι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. εἰδὼς δὲ ὅτι καὶ αὐτὸς παράκλητός ἐστί τε κατὰ ἀλήθειαν, καὶ ἐν τοῖς ἱεροῖς ὠνόμασται γράμμασι, παράκλητον ἄλλον τὸ Πνεῦμα καλεῖ, οὐχ ὡς ἕτερόν τι τυχὸν ἐνεργεῖν ἐν τοῖς ἁγίοις εἰδὸς ἢ ὅπερ ἂν καὶ αὐτὸς, οὗ καὶ ἔστι καὶ λέγεται Πνεῦμα. ὅτι δὲ καὶ αὐτὸς παράκλητος ὠνομάσθη τε καὶ ἔστιν ὁ Υἱὸς, μαρτυρήσει λέγων ὁ Ἰωάννης ἐν ἰδίαις συγγραφαῖς "Ταῦτα "λέγω, φησὶν, ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε. καὶ ἐάν τις δὲ "ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν "Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρ "τιῶν ἡμῶν." ἄλλον τοίνυν παράκλητον τὸ Πνεῦμα καλεῖ, ἐν ἰδίαις μὲν ὑποστάσεσι νοεῖσθαι θέλων αὐτὸ, τοσαύτην γεμὴν ἔχον τὴν ἐμφέρειαν ὡς πρὸς αὐτὸν, καὶ ἀπαραλλάκτως οὕτως ἐνεργεῖν ἰσχύον ἅπερ ἂν καὶ αὐτὸς ἐνεργοίη τυχὸν, ὡς αὐτὸν εἶναι δοκεῖν τὸν Υἱὸν, καὶ ἕτερον οὐδέν· Πνεῦμα γάρ ἐστιν αὐτοῦ. καὶ γοῦν τῆς ἀληθείας αὐτὸ κατωνόμασε Πνεῦμα, καὶ διὰ τῶν προκειμένων ἑαυτὸν εἶναι τὴν ἀλήθειαν λέγων. 2.468 Ἀλλ' ἐρεῖ τις εἰκότως τοῖς ἀλλότριον εἶναι νομίζουσι τὸν Υἱὸν τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας Καὶ πῶς, εἰπέ μοι, τὸ τῆς ἀληθείας Πνεῦμα, τουτέστι τὸ τοῦ Υἱοῦ, δίδωσιν ὁ Πατὴρ, οὐχ ὡς ξένον ἢ ἀλλότριον, ἀλλ' ὡς ἴδιον Πνεῦμα, καίτοι καθ' ὑμᾶς διωρισμένον ἔχων τῆς οὐσίας τὸν λόγον πρὸς τὸν Υἱὸν, καὶ Υἱοῦ τὸ Πνεῦμά ἐστιν, οὐ γὰρ ὅτι ἀμφί λογον· πῶς δὲ αὖ πάλιν, εἴπερ ἐστὶν ἑτεροούσιος ὁ Υἱὸς, τὸ τοῦ Πατρὸς Πνεῦμα δίδωσιν, ὡς ἑαυτοῦ; γέγραπται γὰρ ὅτι "ἐνεφύσησε τοῖς μαθηταῖς λέγων Λάβετε Πνεῦμα " Αγιον." ἆρ' οὖν οὐκ οἰήσεταί τις, καὶ μάλα δικαίως, μᾶλλον δὲ καὶ ἀραρότως διακείσεται, ὅτι τῶν τοῦ Θεοῦ καὶ Πατρὸς φυσικῶν ἀγαθῶν οὐσιωδῶς ὑπάρχων κοινωνὸς ὁ Υἱὸς, ἔχει τὸ Πνεῦμα κατὰ τοῦτον τὸν τρόπον καθ' ὅν περ ἂν νοοῖτο καὶ ὁ Πατὴρ, οὐκ ἐπακτὸν οὐδὲ ἔξωθεν· εὔηθες γὰρ, μᾶλλον δὲ μανικὸν τὸ οὕτω φρονεῖν· ἀλλ' ὥσπερ ἡμῶν ἕκαστος τὸ ἴδιον ἐν ἑαυτῷ πνεῦμα συνέχει, καὶ ἐκ τῶν ἐνδο τάτων σπλάγχνων εἰς τὸ ἔξω προχέει. διὰ γάρ τοι τοῦτο καὶ σωματικῶς ἐνεφύσησεν ὁ Χριστὸς, δεικνὺς ὅτι καθάπερ ἐκ στόματος τοῦ ἀνθρωπίνου πρόεισι τὸ πνεῦμα σωματικῶς, οὕτω καὶ ἐκ τῆς θείας οὐσίας θεοπρεπῶς προχεῖται τὸ ἐξ αὐτοῦ. ὅτε τοίνυν αὐτὸ τὸ Πνεῦμα τοῦ τε Θεοῦ καὶ Πατρός ἐστι καὶ τοῦ Υἱοῦ, πῶς οὐχὶ πάντως μίαν ἕξουσι τὴν ἐξου σίαν διῃρημένως τε ἅμα καὶ συνημμένως; Πατὴρ γὰρ ὁ Πατὴρ καὶ οὐχ Υἱὸς, καὶ Υἱὸς ὁ Υἱὸς καὶ οὐχὶ Πατήρ· πλὴν ὁ Πατὴρ ἐν Υἱῷ καὶ ὁ Υἱὸς ἐν Πατρί· δίδωσι γεμὴν τὸν παράκλητον, ἤτοι τὸ Πνεῦμα τὸ Ἅγιον, οὐκ ἰδίᾳ μὲν ὁ Πατὴρ, ἰδίᾳ δὲ ὁ Υἱὸς, χορηγεῖται δὲ μᾶλλον τοῖς ἁγίοις παρὰ Πατρὸς δι' Υἱοῦ. διὰ γάρ τοι τοῦτο διδόναι λεγομένου 2.469 τοῦ Πατρὸς, ὁ δι' οὗ τὰ πάντα δίδωσιν ὁ Υἱός· καὶ διδόναι λεγομένου τοῦ Υἱοῦ, ὁ ἐξ οὗ τὰ πάντα δίδωσιν ὁ Πατήρ. Ὅτι δὲ θεῖόν τε τὸ Πνεῦμα, καὶ οὐχ ἑτεροούσιον, ὡς πρὸς αὐτόν τε φημὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν, οὐδενὶ μὲν οἶμαι τῶν εὖ φρονούντων ὑπάρχειν ἀμφίβολον, καὶ ἀναγκαῖος δὲ ἡμᾶς ἀναπείσει λόγος. εἰ γὰρ οὐκ εἶναί τις αὐτό φησιν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ, πῶς ἂν εἴη Θεοῦ μέτοχος ἡ κτίσις ἔτι λαβοῦσα τὸ Πνεῦμα; κατὰ τίνα δὲ τρόπον ναοὶ Θεοῦ χρη ματιοῦμεν καὶ ἐσόμεθα, κτιστὸν ἢ ἀλλογενὲς κομιζόμενοι πνεῦμα, καὶ οὐχὶ μᾶλλον τὸ ἐκ Θεοῦ; πῶς δὲ θείας φύσεως κοινωνοὶ, κατὰ τὰς τῶν ἁγίων φωνὰς, οἱ Πνεύματος μέτοχοι, εἰ τοῖς γενητοῖς ἐναρίθμιόν ἐστι, καὶ οὐχὶ μᾶλλον ἐξ αὐτῆς ἡμῖν τῆς θείας φύσεως πρόεισιν, οὐ διικνούμενον δι' αὐτῆς εἰς ἡμᾶς ὡς ἀλλότριον ἀλλ', ἵν' οὕτως εἴπω, ποιότης ὥσπερ τις τῆς θεότητος ἐν ἡμῖν γινόμενον, καὶ ἐν τοῖς ἁγίοις κατοι κοῦν, καὶ ἀπομένον διὰ παντὸς, εἰ τῆς ἑαυτῶν διανοίας τὸν ὀφθαλμὸν διὰ πάσης ἐπιεικείας ἀποκαθαίροντες καὶ διὰ τῆς εἰς πᾶσαν ἀρετὴν ἀνενδότου σπουδῆς, συντηροῖεν ἑαυτοῖς τὴν χάριν. ἀχώρητον μὲν γὰρ καὶ ἀθεώρητον αὐτὸ τοῖς ἐν κόσμῳ φησὶν ὁ Χριστὸς, τουτέστι, τοῖς τὰ ἐν κόσμῳ φρονοῦσι καὶ ἀγαπᾶν ἑλομένοις τὰ ἐπίγεια, χωρητὸν γεμὴν καὶ εὐκάτοπτον τοῖς ἁγίοις. διὰ ποίαν αἰτίαν; οἱ μὲν γὰρ δυσέκπλυτον ἔχοντες τὴν ἀκαθαρσίαν, καὶ λήμης ὥσπερ τινὸς τὸν οἰκεῖον ἀναπλήσαντες νοῦν, τὸ τῆς θείας φύσεως οὐ περιαθροῦσι κάλλος, οὔτε μὴν τὸν τοῦ Πνεύματος καταδέχονται νόμον, ὁλοτρόπως τοῖς τῆς σαρκὸς τυραννούμενοι πάθεσιν· οἱ δὲ ἀγαθοὶ καὶ νηφαλέοι, σχολάζουσαν τῶν ἐν κόσμῳ κακῶν ἔχοντες τὴν καρδίαν, εἰσοικίζουσι μὲν ἐν ἑαυτοῖς ἐθελοντὶ τὸν Παράκλητον, διασώζουσι δὲ λαβόντες, καὶ καθόσον ἀνθρώ ποις ἐφικτὸν, νοητῶς θεωροῦσι, πολύ τι καὶ μέγα καὶ 2.470 ἀξιοζήλωτον ἐντεῦθεν ἀποκομιζόμενοι τὸ γέρας. ἁγιάσει γὰρ αὐτοὺς, καὶ πάντων ὁμοῦ τῶν ἀγαθῶν ἀποτελεστὰς ἀπο δείξει, καὶ τὸ μὲν τῆς ἀνθρωποπρεποῦς δουλείας αἶσχος ἀφιεῖ, τῷ δὲ τῆς υἱοθεσίας ἀξιώματι περιβαλεῖ. καὶ μαρτυ ρήσει λέγων ὁ Παῦλος "Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν "ὁ Θεὸς τὸ πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, "κράζον Ἀββᾶ ὁ πατήρ." Οὐκ ἀφήσω ὑμᾶς ὀρφανοὺς, ἔρχομαι πρὸς ὑμᾶς. Ἀναγκαίως καὶ νῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὸν περὶ τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος ἐξυφαίνει λόγον. δέδειχε μὲν γὰρ ἤδη πρότερον, παραθεὶς εἰς πληρο φορίαν λόγους τε καὶ πράγματα τοῖς ἀγαπῶσιν αὐτὸν, ὅτι τε καὶ ὑπάρχοι κατὰ φύσιν Θεὸς, καὶ ἐκ Θεοῦ γεγέννηται Πατρὸς, ἰσοσθενής τε ἐστὶ καὶ ἰσογνώμων αὐτῷ. διὰ γὰρ τοῦτο καὶ ἔφασκέ ποτε μὲν, ὅτι "ἐγὼ ὃ λαλῶ, ἀπ' ἐμαυτοῦ οὐ "λαλῶ," ποτὲ δὲ πάλιν "Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός "μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, "τοῖς ἔργοις μου πιστεύετε." ἀλλ' ἦν ἐπὶ τούτοις οὐ μετρίως ἀναγκαῖον τὸ καὶ ἐπ' αὐτῷ τῷ Ἁγίῳ Πνεύματι τὴν ὀρθῶς τε καὶ ἀνεγκλήτως ἔχουσαν δέχεσθαι δόξαν. οὕτω γὰρ ἦν ὁλοκλήρως εἰς ὀρθότητα πίστεως τὸν τῶν ἀκροωμένων ἀπευ θύνεσθαι νοῦν. τί τοίνυν ἡμᾶς διὰ τῶν προκειμένων διδά σκει Χριστὸς, ὡς ἐν ὀλίγοις ἐκθήσομαι. ἕτερον ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς πεμφθήσεσθαι λέγων, ἀσφαλίζεται πάλιν οἰκονομικῶς τὸν ἐπὶ τῇ πίστει λόγον. ἦν γὰρ δή τινας εἰκὸς οὐκ ὀρθῶς νοοῦντας τὸ εἰρημένον, οἰήσεσθαι λέγειν αὐτὸν οὐκ ἐκ τῆς οὐσίας εἶναι τοῦ Θεοῦ τὸ Πνεῦμα τὸ Ἅγιον, καθάπερ οὖν ἔδοξε τῶν ἀσυνέτων τισὶν, ἀλλ' ἕτερόν τι κατὰ φύσιν ὑπάρχειν αὐτό· τὸ γάρ Ἄλλον εἰπεῖν, παρά γε τοῖς ἀμαθεστέροις, τοιαύτης τινὸς αἰτίας ἔμφασιν 2.471 εἰσκομίσειεν ἄν. ἵνα τοίνυν ἐπιδείξῃ σαφῶς, ὅτι τὸν τῆς ἑτερότητος λόγον οὐ καθ' ἕτερόν τινα νοεῖσθαι βούλεται τρόπον, ἀλλὰ κατὰ μόνον τὸ ἰδίως ὑπάρχειν αὐτό· Πνεῦμα γὰρ τὸ Πνεῦμα καὶ οὐχ Υἱὸς, ὥσπερ οὖν Υἱὸς ὁ Υἱὸς καὶ οὐ Πατήρ· ἀποσταλήσεσθαι τὸν Παράκλητον εἰπὼν, αὐτὸς ἥξειν ἐπαγγέλλεται, οὐχ ἕτερόν τι τὸ Πνεῦμα δεικνὺς ἢ ὅπερ ἐστὶν αὐτὸς, ἐπείπερ ἐστὶν ἐκ τοῦ Πατρὸς ἴδιον Πνεῦμα καὶ αὐτοῦ νοεῖται· καὶ νοῦς αὐτοῦ διὰ τοῦτο καὶ ὠνόμασται· καὶ γοῦν ὁ Παῦλός φησιν αὐτὸ δὴ τοῦτο σημαίνων "Ἡμεῖς δὲ "νοῦν Χριστοῦ ἔχομεν." συνιέντες τοίνυν ὀρθῶς τε καὶ ἀπλανῶς, καὶ τὸ ἐκτρέπεσθαί ποι παρὰ τὸ εἰκὸς ὡς ἀκαλλὲς διωθούμενοι, καὶ τοῖς τῆς θεοπνεύστου γραφῆς ἑπόμενοι λόγοις, φαμὲν ὅτι οὐχ ἕτερόν τι παρ' αὐτὸν, ὅσον ἧκεν εἰπεῖν εἰς ταυτότητα φυσικὴν, διῃρημένως τε καὶ ἰδιοσυστάτως· τοῦτο γὰρ οἶμαι συνεὶς καὶ ὁ θεσπέσιος Παῦλος παραμίσγει πολλάκις, καὶ ὡς ταὐτὸν ὂν ἑκάτερον εἰσφέρει, τὸν Παρά κλητόν φημι καὶ τὸν Υἱόν. εὑρήσεις γὰρ λέγοντα "Εἰ δέ "τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ," καὶ πάλιν εὐθύς "Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα "νεκρὸν διὰ τὴν ἁμαρτίαν, τὸ δὲ Πνεῦμα ζωὴ διὰ δικαιο "σύνην." ἀκούεις πῶς Χριστὸν ἔχειν διαῤῥήδην ὁμολογεῖ τοὺς τὸ Πνεῦμα λαβόντας αὐτοῦ; φησὶ δὲ καὶ ἐν ἑτέροις "∆οκῶ γὰρ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν." ὁ δὲ τοῦτο πρὸς ἡμᾶς εἰπών "Εἰ δοκιμὴν ζητεῖτε, φησὶ, τοῦ ἐν ἐμοὶ λα "λοῦντος Χριστοῦ," καὶ ἡμῖν δὲ τοῖς πεπιστευκόσιν ἐνοικῆ σαι Χριστὸν διὰ τῆς πίστεως πολλάκις ἐπεύχεται, καίτοι τὸ Πνεῦμα δεχόμενος τὸ Ἅγιον. καὶ μή τις οἰέσθω λέγειν ἡμᾶς, ὅτι τῶν ὀνομάτων, ἤτοι τῶν προσώπων ἀναιρεῖ τὴν εἰς ἑκάτερον στάσιν, ἢ ὅτι τὸν Υἱὸν οὐχ Υἱὸν εἶναί φησιν ἀλλὰ Πνεῦμα, ἤγουν τὸ Πνεῦμα Πνεῦμα μὲν οὐκ οἶδεν, Υἱὸν δὲ 2.472 εἶναί φησιν· οὐ γὰρ οὗτος ἦν ἐν ἐκείνῳ σκοπὸς, ἀλλ' οὐδὲ οὕτως πιστεύομεν. οἶδε γὰρ τῆς ἁγίας καὶ ὁμοουσίου Τρι άδος τὴν ἀπαρίθμησιν, καὶ ἰδίᾳ μὲν ἕκαστον τῶν σημαινο μένων ὑφεστάναι διδάσκει· τὸ γεμὴν ἐν ἀπαραλλάκτῳ κεῖσθαι ταυτότητι τὴν ἁγίαν Τριάδα διακηρύττει σαφῶς. ἐπεὶ πῶς τὸ Πνεῦμα Θεός ἐστι καὶ ὀνομάζεται; "Οὐκ οἴ "δατε γὰρ, φησὶν, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ "Θεοῦ ἐν ὑμῖν οἰκεῖ;" εἰ δὲ ἐπείπερ ἐν ἡμῖν οἰκεῖ τὸ Πνεῦμα, ναοὶ γεγόναμεν τοῦ Θεοῦ, πῶς οὐκ ἐκ Θεοῦ τὸ Πνεῦμα, τουτ έστιν, ἐκ τῆς οὐσίας αὐτοῦ, Θεὸν ἐν ἡμῖν οἰκίζον δι' ἑαυτοῦ; οὐκοῦν οὐκ ἀλλότριον τῆς ἰδίας φύσεως δεικνὺς τὸ Πνεῦμα ὁ Μονογενὴς, παρὰ τοῦ Πατρὸς ἐκπέμπεσθαι τοῖς ἁγίοις εἰπὼν τὸν Παράκλητον, αὐτὸς ἥξειν ἐπαγγέλλεται καὶ τὴν Πατρὸς τάξιν αὐτοῖς ἀποπληροῦν, ἵνα μὴ καθάπερ τινὲς ὀρφανοὶ τῆς τοῦ προεστηκότος ἐπικουρίας ἔρημοι, διά τε τοῦτο λοιπὸν ταῖς τοῦ διαβόλου παγίσιν εὐάλωτοι καὶ τοῖς ἐν κόσμῳ σκανδάλοις εὐεπιχείρητοι λίαν εὑρίσκωνται, καίτοι πολλοῖς οὖσι καὶ ὡς ἐξ ἀνάγκης ἐρχομένοις διὰ τὴν ἀκάθεκτον τῶν ἐπαγόντων μανίαν. ὅπλον οὖν ἄρα καὶ ἀσφάλειαν ἀῤῥαγῆ ταῖς ἡμετέραις ψυχαῖς δέδωκεν ὁ Πατὴρ τὸ Πνεῦμα Χριστοῦ, τὴν αὐτοῦ χάριν τε καὶ παρουσίαν καὶ δύναμιν ἐν ἡμῖν ἀπο πληροῦν. ἀμήχανον γὰρ ἀνθρώπου ψυχὴν κατορθῶσαί τι τῶν ἀγαθῶν ἤγουν τῶν οἰκείων κρατῆσαι παθῶν, ἢ τῆς τοῦ διαβόλου παγίδος ὀξείας διαδρᾶναι τὸ μέγεθος, μὴ τῇ τοῦ Ἁγίου Πνεύματος τετειχισμένην χάριτι, καὶ αὐτὸν ἔχουσαν ἐν ἑαυτῇ διὰ τοῦτο Χριστόν. καὶ γοῦν ὁ θεσπέσιος ἡμῖν μελῳδὸς τὰ ὑπὲρ τούτου χαριστήρια διὰ τῆς ἐνούσης αὐτῷ σοφίας συντιθεὶς ἀνεφώνει πρὸς τὸν Θεόν "Κύριε, ὡς ὅπλῳ "εὐδοκίας ἐστεφάνωσας ἡμᾶς·" ὅπλον εὐδοκίας οὐδὲν ἕτερον εἶναι λέγων, ἢ τὸ προασπίζον ἡμῶν Ἅγιον Πνεῦμα, καὶ ἀδοκήτῳ συνέχον ἰσχύϊ πρὸς τὸ δοκοῦν τῷ Θεῷ. οὐκοῦν ὅτι 2.473 παρέσται καὶ βοηθήσει διὰ τοῦ Πνεύματος τοῖς πιστεύουσιν εἰς αὐτὸν, οὐδὲν ἧττον ἐπαγγέλλεται, κἂν εἰς αὐτοὺς ἀνα βαίνῃ τοὺς οὐρανοὺς, μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, "νῦν "ἐμφανισθήσεσθαι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν," κατὰ τὴν τοῦ Παύλου φωνήν. Ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς ζήσεσθε. Ἐπὶ θύραις ὄντος τοῦ πάθους, καὶ τὸν τῆς ἀναλήψεως καιρὸν συνεισάγοντος, ἄποπτος ἔσεσθαι τῷ κόσμῳ φησὶ, τουτέστι, τοῖς τῶν θείων προτιμήσασιν ἀγαθῶν τὴν τῶν προσκαίρων ἀπόλαυσιν, καὶ τῶν οὐρανίων τὰ ἐπίγεια ποιου μένοις ἐν ἀμείνοσι. καὶ τοῖς μὲν ἤδη προειρημένοις ἀδελφήν τε καὶ σύνδρομον τὴν διάνοιαν ἐξυφαίνοντες, ἐροῦμεν εὐ λόγως, ὅτι τὸν μὲν παράκλητον, τουτέστι, τὸ Πνεῦμα τὸ Ἅγιον, δέδωκεν ὁ Θεὸς καὶ Πατὴρ, δι' Υἱοῦ δηλονότι· πάντα γὰρ δι' αὐτοῦ παρὰ Πατρός. ἐλήλυθε γεμὴν, οὐκ ἐπὶ πάντας ἀδιακρίτως, πονηρούς τε καὶ ἀγαθοὺς, ἀλλ' ἐφ' οὓς ἦν αὐτῷ βαδιεῖσθαι πρέπον. ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν τοῦ διδόντος πλουσιωτάτην τε καὶ ἄφθονον χάριν, οὐδεὶς ἔμεινεν ἀμέτοχος τῶν ἐπὶ τῆς γῆς· "Ἐκχεῶ γὰρ, φησὶν ἐν προφήταις, ἀπὸ "τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·" ἕκαστος γεμὴν ἑαυτῷ παραίτιος γίνεται τοῦ κεκτῆσθαι τὸ θεόσδοτον ἀγα θὸν, ἢ καὶ μηδόλως ἑλεῖν. οἱ μὲν γὰρ διὰ πάσης ἐπιεικείας τὸν οἰκεῖον ἀποκαθαίροντες νοῦν οὐδαμῶς, ἐμφιλοχωροῦντες δὲ λίαν τοῖς ἐν κόσμῳ κακοῖς, ἀμέτοχοι τῆς θείας ἀπομενοῦσι χάριτος, οὐκ ὄψονται Χριστὸν ἐν ἑαυτοῖς, ἐρήμην τοῦ Πνεύ ματος ἔχοντες τὴν καρδίαν. διά τοι τοῦτο καὶ ἐν τάξει γεγο νότες τῷ προστάτῃ τῶν ὀρφανῶν, ὑπὸ παντὸς, ὡς ἔπος εἰπεῖν, διαρπάζονται τοῦ πλεονεκτεῖν ἰσχύοντος, ἢ πάθους, ἢ δαίμονος, ἤγουν ἑτέρας τινὸς ἐπιθυμίας κοσμικῆς, καὶ παντὸς 2.474 πράγματος καθέλκοντος ὥσπερ καὶ βιαζομένου πρὸς ἁμαρ τίαν. τοῖς γεμὴν ὁσίοις καὶ ἐπιτηδείως ἔχουσιν εἰς τὸ λαβεῖν αὐτὸν εἰκότως ἔφασκεν, ἐπειδὴ τούτων ἔμελλον ὑπομένειν οὐδέν "Οὐκ ἀφήσω ὑμᾶς ὀρφανοὺς, ἔρχομαι πρὸς ὑμᾶς." οὐκοῦν ἄποπτος μὲν καὶ ἀθέατος κομιδῆ τοῖς τὰ ἐν κόσμῳ φρονοῦσι χρηματίσαι φησὶ, μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, φημὶ δὴ τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν· ὁρατὸς δὲ τοῖς ἁγίοις εὑρεθήσεσθαι λέγει, θείαν τε τινὰ καὶ νοητὴν ἐντι θέντος μαρμαρυγὴν τοῖς τῆς καρδίας αὐτῶν ὀφθαλμοῖς τοῦ Ἁγίου Πνεύματος, καὶ πᾶσαν εἴδησιν ἐνσπείροντος ἀγαθήν. Ἢ γὰρ οὕτως αὐτὸν οἰησόμεθα λέγειν τό Ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ἤγουν ἐφ' ἑτέραν τινὰ παρακλίνοντες θεωρίαν, μάλισθ' ὅτι προσπλέκεται τοῖς εἰρημένοις παρ' αὐτοῦ τό Ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσεσθε, λογιζόμεθά τι τοιοῦτον. μετὰ γὰρ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, κατορθώσας τῇ ἡμετέρᾳ φύσει τὴν εἰς ὅπερ ἦν ἐξ ἀρχῆς ἐπαναδρομὴν, καὶ ἀποδείξας τὸν ἄνθρωπον ἄφθαρτον, ὡς ἐν ἀπαρχῇ καὶ πρώτῳ τῷ ἰδίῳ ναῷ, ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· ἀλλ' ὀλίγον μεταξὺ διατελέσας χρόνον, καταβήσεται πάλιν, καθάπερ πιστεύομεν, καὶ ἐπα νήξει πάλιν πρὸς ἡμᾶς "ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ "τῶν ἁγίων ἀγγέλων," καὶ προθήσει μὲν ἅπασι τὸ φρικω δέστατον βῆμα πονηροῖς τε καὶ ἀγαθοῖς. σύμπαν γὰρ ἥξει τὸ ποιηθὲν εἰς κρίσιν· ἀναλόγως δὲ τοῖς ἑκάστῳ βεβιωμένοις ἀποδιδοὺς τὰ πρέποντα, τοῖς μὲν ἐξ εὐωνύμων ἐρεῖ, τουτέστι, τοῖς τὰ ἐν κόσμῳ πεφρονηκόσι ποτέ "Πορεύεσθε ἀπ' ἐμοῦ "κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ "διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ·" τοῖς γεμὴν ἐκ δεξιῶν, τουτέστι, τοῖς ὁσίοις καὶ ἀγαθοῖς "∆εῦτε οἱ εὐλογημένοι τοῦ "Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασι 2.475 "λείαν ἀπὸ καταβολῆς κόσμου." συνέσονται γὰρ καὶ συμ βασιλεύσουσι τῷ Χριστῷ, καὶ τοῖς οὐρανίοις ἐντρυφήσουσιν ἀγαθοῖς, σύμμορφοι γεγονότες τῆς ἀναστάσεως αὐτοῦ, καὶ τῆς μὲν ἀρχαίας φθορᾶς διαδράντες τοὺς βρόχους, μακρᾷ δὲ καὶ ἀμυθήτῳ περιβληθέντες ζωῇ, καὶ ἀτελευτήτως τῷ ἀεὶ ζῶντι συζῶντες ∆εσπότῃ. ὅτι γὰρ οἱ θεοφιλῆ καὶ ἐξαίρετον ἀσκήσαντες βίον, ἀδιαλείπτως συνέσονται τῷ Χριστῷ, θεω ροῦντες δηλονότι τὸ θεῖον αὐτοῦ καὶ ἄῤῥητον κάλλος, σαφη νιεῖ λέγων ὁ Παῦλος "Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, "ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται "ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται "πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι σὺν "αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ "Κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα·" καὶ πάλιν πρὸς τοὺς νεκροῦν ἑλομένους τὰ ἐν κόσμῳ πάθη "̓Απεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ "Χριστῷ ἐν τῷ Θεῷ, ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ "ὑμῶν, τότε καὶ ὑμεῖς φανερωθήσεσθε σὺν αὐτῷ ἐν δόξῃ." οὐκοῦν· ἀνακεφαλαιώσομαι γὰρ τοῦ λόγου τὴν δύναμιν· οἱ μὲν τῶν ἐν κόσμῳ κακῶν ἐρασταὶ κατοιχήσονται πρὸς τὸν ᾅδην, καὶ ἐκ προσώπου γενήσονται Χριστοῦ· συνέσονται γεμὴν αὐτῷ καὶ συνδιαιτήσονται διὰ παντὸς οἱ τῆς ἀρετῆς ἐρασταὶ, καὶ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἀσινῆ τηρή σαντες, συνόντες δὲ δηλονότι, καὶ τὸ θεοπρεπὲς αὐτοῦ κατό ψονται κάλλος ἀδιακωλύτως· "Ἔσται γάρ σοι, φησὶ, "Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σου·" καὶ εἰκὸς δὲ τοῦτο βούλεσθαι δηλοῦν τὸν Κύριον, ὅταν ἀκούωμεν λέ γοντος Ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσεσθε. διαψεύσεται γεμὴν οὐδαμῶς, μικρὸν εἶναι λέγων τὸν μεταξὺ χρόνον τῆς οἱονεὶ ἀποκαλύψεως αὐτοῦ. Θεῷ γὰρ τῷ ἀεὶ ὄντι καὶ ὁ μακρὸς 2.476 καθ' ἡμᾶς χρόνος ἐν τῷ μηδενὶ τέθειται παντελῶς· καὶ μαρτυρήσει λέγων ὁ μελῳδός "Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς "σου, Κύριε, ὡς ἡμέρα ἡ χθὲς ἥτις διῆλθε, καὶ φυλακὴ ἐν "νυκτί." Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑμεῖς γνώσεσθε ὅτι ἐγὼ ἐν τῷ Πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. ∆υσέφικτον μέν πως ἐστὶ τὸ ἐν τοῖς προκειμένοις θεώ ρημα, καὶ δριμεῖαν ὥσπερ ἐξαιτοῦν ἐφ' ἑαυτῷ τὴν βάσανον, ὄκνον τε τῷ λόγῳ περιποιοῦν ἱκανώτατον, κατευθύνῃ γεμὴν ὅτι πάλιν ἡμᾶς εἰς ἀλήθειαν ὁ Χριστὸς, πιστεύομεν. τινὲς μὲν οὖν, καίτοι τῶν προὔχειν ὑποληφθέντων ποτὲ παρὰ τοῖς ἀνοσίοις αἱρετικοῖς, παραιτούμενοι πονηρῶς τὸ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ὁμολογεῖν τὸν Υἱὸν, διά τε τοῦτο ὑπάρχειν ἐν αὐτῷ σχετικήν τινα καὶ οὐ φυσικὴν ὑπονοοῦσι τὴν ἕνωσιν, καὶ δὴ καὶ γεγραφήκασι, τὰ ἐκ τῆς οἰκείας ἐρευγόμενοι γνώμης, οὐ τὰ ἐξ Ἁγίου Πνεύματος, ὡς ἐπείπερ ἀγαπᾶται μὲν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς, ἀγαπᾷ δὲ αὖ πάλιν αὐτὸς τὸν Πατέρα, κατὰ τοῦτόν ἐστι τὸν τρόπον ἐν αὐτῷ. καὶ ἀπόδειξιν ὥσπερ τινὰ δυσανάτρεπτον εἰσκομίζουσιν οἱ παράφρονες τό τε τῷ προκειμένῳ παρεζευγμένον ῥητῷ, περί τε ἡμῶν καὶ αὐτοῦ· καὶ δὴ καί φασι καλαμίνην ὥσπερ τινὰ ῥάβδον ταῖς ἑαυτῶν ὑποστήσαντες δυσφημίαις, ὅτι ὥσπερ ἡμεῖς ἐν αὐτῷ εἶναι λεγόμεθα, ἔχομέν τε αὐτὸν ἐν ἑαυτοῖς, καὶ οὐ κατὰ τὸν τῆς οὐσίας λόγον ἑνούμεθα, τρόπος δὲ τῆς ἑνώσεως, καθὰ πεφύκαμεν ἀγαπᾶν τε καὶ ἀνταγαπᾶσθαι· οὕτω, φησὶ, καὶ ὁ Υἱὸς, οὐκ ἐν τῇ οὐσίᾳ πάντως ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς, διακεκριμένος δὲ παντελῶς κατά γε τὸν τῆς φύσεως λόγον, καὶ ἑτεροίως ἔχων κομιδῇ, κατὰ μόνον τὸν τῆς ἀγάπης θεσμὸν νοεῖται, φησὶν, ἐν τῷ Πατρί. σκοπὸς γὰρ αὐτοῖς, καθάπερ ἔφαμεν ἀρτίως, ποίημα καὶ κτίσμα καὶ 2.477 γενητὸν καὶ μόναις μὲν ταῖς κατὰ τῶν ἄλλων κτισμάτων ὑπεροχαῖς τιμώμενον, ἔξω γεμὴν τῆς οὐσίας ὑπάρχοντα τοῦ Θεοῦ καὶ Πατρὸς ἀποφῆναι τὸν Μονογενῆ. Μακροῦ δὲ ἡμῖν ἤδη περὶ τούτου γεγονότος λόγου, δι' οὗ κατά γε τὴν ἐνοῦσαν ἡμῖν ἐδεικνύομεν δύναμιν, ὅτι κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ οὐσιώδη πρὸς αὐτὸν ἔχει τὴν ἕνωσιν, παρήσομεν ἔτι τὸ περὶ τούτου τέως εἰς τὸ παρὸν διατείνεσθαι. πλὴν οὐχ ὁλοκλήρως ἐπιτρέψομεν ἐρή μην ὥσπερ καταδραμεῖν τοῦ λόγου τοὺς δι' ἐναντίας, ἀντι παραταξόμεθα δὲ δι' ὀλίγων, ὡς οἷόν τε κεκακουργημένον ἅμα καὶ ἀμαθὲς ἀποφαίνοντες τῆς πονηρίας αὐτῶν τὸ μυσαρὸν φιλοτέχνημα, καὶ δὴ καὶ ἐροῦμεν Εἰ διὰ μόνον τὸ ἀγαπᾶσθαι καὶ ἀγαπᾶν ὁ Υἱὸς ἔνεστι τῷ Πατρὶ, κατὰ τὸν αὐτὸν τοῦτον λόγον ἡμεῖς τε ἐν αὐτῷ καὶ αὐτὸς ἐν ἡμῖν, καὶ δεσμὸς μὲν οὐδεὶς συνάπτων ὁρᾶται ἕτερος, ἢ τῷ Πατρὶ τὸν Υἱὸν, ἤγουν ἡμᾶς αὐτῷ καὶ αὐτὸν ἡμῖν· πῶς ἢ διὰ τίνα τρόπον, εἰπέ μοι, φησὶν, ὡς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνωσόμεθα τὸ περὶ τούτου μυστήριον; οὔπω γὰρ κατὰ τὸ εἰκὸς ἐγνώκαμεν, ὅτι ὁ Πατὴρ μὲν τὸν Υἱὸν ἀγαπᾷ, ἀγαπᾷ δὲ καὶ αὐτὸς τὸν Πατέρα· ἀλλ' οὐδ' ἴσμεν πω τάχα τὰ καθ' ἑαυτοὺς, λο γισμὸς δὲ ἡμᾶς διαπαίζει κενὸς οἰομένους ὅτι ἠγάπησε μὲν ἡμᾶς ὁ Υἱὸς, καὶ διὰ τοῦτο τῷ Πατρὶ κατεκτήσατο, ἠγαπή σαμεν δὲ καὶ ἡμεῖς αὐτόν. λέγων γὰρ τό Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε, οὔπω παρόντα δεικνύει τὸν τῆς εἰδήσεως χρόνον· εἶτα τί μάτην ἡμᾶς κατεκτύπει λέγων ὁ Κύριος "Ὁ Πατὴρ "ἀγαπᾷ τὸν Υἱόν;" ὅτι γὰρ καὶ αὐτὸς ἀγαπᾷ τὸν Πατέρα, τίς οὐκ ἐρεῖ; πῶς δὲ εἰπέ μοι καὶ τῆς εἰς ἡμᾶς ἀγαπήσεως ἀπόδειξιν ἐποιεῖτο σαφῆ τὸ ἑλέσθαι παθεῖν ὑπὲρ ἡμῶν; "Μείζω γὰρ, φησὶ, ταύτης τῆς ἀγαπῆς οὐδεὶς ἔχει, ἵνα τις "τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ." τί δὲ παρ' ἡμῶν τὴν εἰς ἑαυτὸν ἀγάπην ἐζήτει σαφῶς, διά τε τοῦτο πληροῦν ἐπείγεσθαι τὰ δοκοῦντα αὐτῷ; ὁ γὰρ ἀγαπῶν με, 2.478 φησὶ, τὰς ἐντολάς μου τηρήσει. πότε γὰρ τὴν θείαν ἐντολὴν τηρήσομεν, εἰς τὸ παρὸν ἀλογήσαντες; ὅτε τοίνυν πιστεῦσαι μὲν ἄξιον, ὅτι φιλεῖ ὁ Υἱὸς τὸν Πατέρα, ἀγαπᾷ δὲ ἡμᾶς καὶ παρ' ἡμῶν ἀγαπᾶται, πῶς οὐκ ἀκόλουθον ἐννοεῖν, ἕτερόν τι βεβουλεῦσθαι κατασημῆναι τὸν Υἱὸν, καὶ τὸν τῆς ἑνώσεως τρόπον οὐ τῷ τῆς ἀγάπης ὁρίζεσθαι νόμῳ, μᾶλλον δὲ καθ' ἕτερόν τινα τρόπον εἰσκεκομικέναι σαφῶς, ὅταν λέγῃ πρὸς ἡμᾶς Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὅτι ἐγὼ ἐν τῷ Πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν; Ἀλλ' ἐρεῖ πρὸς τοῦτο τυχὸν ὁ δι' ἐναντίας, ὅτι πρὸ μὲν τοῦ πάθους τὰ τοιαῦτα πρὸς ἡμᾶς λελάληκεν ὁ Χριστὸς, ὡς ἀγαπᾷ μὲν αὐτὸς τὸν Πατέρα καὶ ἀνταγαπᾶται παρὰ τοῦ Πατρὸς, ἀγαπᾷ δὲ καὶ ἡμᾶς καὶ ἡμεῖς αὐτόν· μετὰ δέ γε τὸ πάθος καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἐπείπερ εἴδομεν διαῤῥή ξαντα τὰ τοῦ θανάτου δεσμὰ, ἐγνώκαμεν ὅτι ἐν Πατρί ἐστιν, ἅτε δὴ καὶ ἀγαπώμενος, διά τε τοῦτο καὶ ἀναστὰς ἐκ νεκρῶν. διὰ τοῦτο καὶ αὐτὸς ἐν ἡμῖν καὶ ἡμεῖς ἐν αὐτῷ, κατὰ τὸν αὐτὸν τῆς ἀγάπης λόγον. Ἡμεῖς δὲ πρὸς τοῦτό φαμεν Μάλιστα μὲν ληρώδης ὑμῖν καὶ ἀσύνετος παντελῶς καὶ διὰ σαθρῶν εἶσι λόγων ἡ ἀντί θεσις. πλὴν, ὦ γενναῖοι, διασκέψασθε πάλιν ὅτι πρὸ τῆς ἐκ νεκρῶν ἀναστάσεως ὅπερ ἔγνωμεν ἀληθῶς, οὐκ ἔδει μαθεῖν μετὰ τὴν ἀνάστασιν. εἰ μὲν γὰρ ἀτελῶς ἐπιστεύομεν τὸν Υἱὸν ἀγαπᾶσθαι μὲν παρὰ τοῦ ἰδίου Πατρὸς, ἀγαπᾶν δὲ καὶ αὐτὸν τὸν Πατέρα, περιμένειν ὄντως ἐχρῆν τὴν ἀνάστασιν, ἵνα τῆς γνώσεως ἔχωμεν ἐκεῖθεν τὴν τελειότητα. εἰ δὲ ἀξιό πιστος ὁ Πατὴρ καὶ πρὸ τῆς ἀναστάσεως λέγων "Αὐτός "ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς," ἀληθεύει δὲ καὶ αὐτὸς ὁ Σωτὴρ λέγων "Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱόν·" ὁ δὲ τῆς ἀγάπης λόγος ἐν τῇ κατὰ πᾶν τελειότητι νοεῖται πρεπόντως, τί φληνάφως ἡμᾶς κατακροτεῖτε λόγοις; τί δὲ τὸ τῆς ἀλη θείας παρωθούμενοι κάλλος, τὸ δυσειδὲς ἡμῖν ἀναπλάττετε 2.479 ψεῦδος, ἐξέλκοντες μὲν τῆς τοῦ Πατρὸς οὐσίας τὸν ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ Υἱὸν, σαθροὺς δὲ λίαν ἐπινοούμενοι λόγους, καὶ στροφὰς ἀτόπων ἐπινοοῦντες συλλογισμῶν; ὅτι γὰρ ἠγάπησεν ἡμᾶς μὲν ὁ Μονογενὴς, ἠγαπήσαμεν δὲ καὶ ἡμεῖς αὐτὸν, παντί τῳ προκείσεται καὶ λίαν ἑτοίμως ἰδεῖν, αὐτὴν ἐπαθρεῖν ἐθέλοντι τῆς ἀληθείας τὴν φύσιν. ἐν μορφῇ γὰρ ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρὸς, "οὐχ ἁρπαγμὸν ἡγήσατο "τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου "λαβών." εἶτα τίς, εἰπέ μοι, τῶν τοιούτων ἡ πρόφασις; ἆρ' οὐ τῆς εἰς ἡμᾶς ἀγάπης ὁ λόγος; καὶ πῶς ἐστιν ἀμφι βαλεῖν; τὸ δὲ καὶ ἡμᾶς ἐθέλειν ὑπὲρ Χριστοῦ καὶ αὐτὴν ἑτοίμως ἔχειν καταπροέσθαι τοῖς διώκουσι τὴν ψυχὴν, ἵνα μὴ τὸν ἑαυτῶν ἀρνησώμεθα Κύριον, ἆρ' οὐκ ἂν εἰσκομίσαι σαφῆ τὴν ἀπόδειξιν τῆς εἰς αὐτὸν ἀγάπης; ἀλλ' ἢ πάντως ἀληθὲς ἐρεῖ τις καὶ τοῦτο, ἢ τῶν ἁγίων καταψηφιεῖται μαρτύρων, ὡς ἐπ' οὐδενὶ τῶν χρησίμων διηθληκότων διὰ Χριστὸν, καὶ ἀμισθὶ τοσοῦτον ἀνατλησάντων κίνδυνον. ἀποδεδειγμένου τοιγαροῦν, καὶ μάλα σαφῶς, ὡς τελείαν μὲν ὁ Πατὴρ εἰς τὸν Υἱὸν ἔχει τὴν ἀγάπην, ἰσοτρόπως δὲ καὶ αὐτὸς ἀγαπᾷ τὸν Πατέρα, καὶ ἡμεῖς μὲν αὐτὸν, αὐτὸς δὲ ἡμᾶς, ποῖον ἂν ἔχοι λόγον τὸ εἰς ἑτέρους οἴεσθαι χρόνους ἀνάπτεσθαι τυχὸν τὴν ἐπὶ τῷδε διάγνωσιν, ὅταν λέγῃ ὁ Κύριος Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν; Ἀλλὰ γὰρ ἐῤῥέτω μὲν τὰ ἐκείνων ληρήματα καὶ τῶν μισοθέων λογισμῶν ἡ παρεύρεσις· ἡμεῖς δὲ τῇ τοῦ Πνεύ ματος δᾳδουχίᾳ θαρσήσαντες, εἰπεῖν οὐκ ὀκνήσομεν ἅπερ ἔδοξεν ἔχειν ὀρθῶς ὑπὲρ σαφηνείας τῶν ζητουμένων. προει ρηκὼς τοιγαροῦν "Ὅτι ἐγὼ καὶ ὑμεῖς ζήσεσθε," παραχρῆμα τούτοις ἐπενεγκὼν εὑρίσκεται Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὅτι ἐγὼ ἐν τῷ Πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. εἶτα τίνι 2.480 τῶν ὄντων καὶ φρονεῖν εἰωθότων ὀρθῶς οὐκ ἂν γένοιτο καὶ μάλα σαφὲς, ὡς ἡμέραν ὁρίζει τῆς ἐπὶ τούτῳ γνώσεως τὸν καιρὸν, καθ' ὃν ἂν καὶ ἡμεῖς αὐτοὶ πρὸς αὐτὸν ἀναμορφού μενοι, πρὸς ζωὴν ἀναβησόμεθα τὴν αἰώνιον, τὴν τοῦ θανάτου διαδράντες ἀράν; καί μοι δοκεῖ τοιοῦτόν τι σημαίνειν ὁ Χριστός φησι· φημὶ δὲ τὸν Παῦλον· ὅταν τὸ θεῖον ἡμῖν ἀποκαλύπτων μυστήριον ἐπιστέλλῃ πρός τινας "Ἀπεθάνετε "γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ "Θεῷ· ὅταν οὖν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε "καὶ ὑμεῖς φανερωθήσεσθε σὺν αὐτῷ ἐν δόξῃ." μετασχημα τίσει γὰρ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, τοῦτο δὴ πάντως, καὶ οὐχ ἕτερον, σύμμορφον τῆς δόξης αὐτοῦ, καὶ μεταπλάσει πρὸς τὸ ἀρχαῖον ἀῤῥήτῳ δυνάμει τὴν ἀνθρώπου φύσιν, πάντα μετατιθεὶς εὐκόλως πρὸς ὅπερ ἂν βούλοιτο, διακω λύοντος οὐδενός· Θεὸς γάρ ἐστιν ἀληθινὸς, "ποιῶν πάντα "καὶ μετασκευάζων," κατὰ τὸ γεγραμμένον. κατ' ἐκείνην οὖν ἄρα τὴν ἡμέραν, ἤτοι τὸν καιρὸν, καθ' ὃν καὶ ὑμεῖς αὐτοὶ ζήσεσθε· ζῶ γὰρ ἐγὼ, καίτοι καθ' ὑμᾶς ἄνθρωπος γεγονὼς, καὶ τὸ ὑποπίπτον τῇ φθορᾷ κατά γε τὴν ἰδίαν φύσιν ἐνδυ σάμενος σῶμα· σαφῶς ἐπιγνώσεσθε, φησὶν, ὅτι ἐγὼ μὲν ἐν τῷ Πατρὶ, ὑμεῖς δὲ ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. διακεισόμεθα δὲ ταυτὶ πρὸς ἡμᾶς τὸν Κύριον εἰπεῖν, οὐχ ἵνα νομίζωμεν ὑπάρ χειν αὐτὸν ἐν Πατρὶ, κατά γε τὸν τῆς ἀγάπης λόγον, ὥσπερ οὖν ἐδόκει τοῖς δι' ἐναντίας φρονεῖν, ἀλλὰ κατὰ δύναμιν μυστηρίου βαθέος, ὃ καὶ νοῆσαι μὲν ἐκεῖνο χαλεπὸν, φράσαι δὲ οὐ ῥᾴδιον· πλὴν ὅπως ἂν οἷός τε ὦ διηγεῖσθαι πειρά σομαι. Τῆς μὲν οὖν ἀκριβοῦς ἐκθέσεως πολὺ λίαν ἡττῆσθαι πάντα νοῦν ὑπολαμβάνω τῶν ἐπὶ γῆς, τῷ γεμὴν θερμῷ τῆς ἀγάπης, κἂν γοῦν μετρίως ἰδεῖν τε καὶ φράσαι παραθηγό 2.481 μενος, νῦν ἴδωμεν τῆς τοῦ Μονογενοῦς ἐνανθρωπήσεως τὸν σκοπόν· φέρε δοκιμάσωμεν τὴν αἰτίαν, δι' ἣν ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων ὡς Θεὸς, "οὐχ ἁρπαγμὸν ἡγήσατο "τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου "λαβὼν, καὶ ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας." ἔσται γὰρ οὕτω καὶ μόλις εὐσύνοπτον, κατά γε τὸ ἐγχωροῦν, τῶν προκειμένων τὸ βάθος. γνωσόμεθα δὲ πῶς μέν ἐστιν ὁ Υἱὸς ἐν Πατρὶ, φυσικῶς δηλονότι καὶ οὐ κατά γε τὴν ἐκ τοῦ ἀγαπᾶσθαι καὶ ἀγαπᾶν ἐπινοηθεῖσαν σχέσιν παρὰ τῶν δι' ἐναντίας· ἡμεῖς δὲ αὖ πάλιν ἐν αὐτῷ κατὰ τὸν ἴσον τρόπον καὶ αὐτὸς ἐν ἡμῖν. οὐκοῦν μίαν μὲν ὥσπερ ἀληθῆ τε καὶ γενικωτάτην αἰτίαν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ὁ σοφὸς ἡμῖν ἐξηγούμενος Παῦλος ἔφασκεν· εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ "ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ "Χριστῷ," καὶ ὅτι τὸ τῆς ἀνακεφαλαιώσεως ὄνομά τε καὶ πρᾶγμα δηλοῖ τὸ ἀνακομίσαι πάλιν καὶ ἀναλαβεῖν εἰς ὅπερ ἦν ἐν ἀρχῇ τὰ πρὸς ἀνόμοιον ἐκπεπτωκότα τέλος· εἶτα τοὺς τῆς ἀνακεφαλαιώσεως τρόπους ἀνὰ μέρος ἡμῖν ἀπολευκαίνειν ἐθέλων, ποτὲ μὲν ἔφασκε "Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν "ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας "ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε "τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου "πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ "κατὰ πνεῦμα·" ποτὲ δὲ πάλιν "Ἐπειδὴ γὰρ τὰ παιδία "κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, διὰ τοῦτο καὶ αὐτὸς "παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου "καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι "τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου "διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας." καὶ δύο μὲν τούτους ἡμῖν τῆς ἀνακεφαλαιώσεως τρόπους ἀναγκαίως ἔχοντα τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὸν λόγον, ὁ 2.482 Παῦλος ἐξηγήσατο· τρόπον δὲ ἐπὶ τούτοις τῶν ἑτέρων περιεκτικὸν, ὁ σοφὸς εὐαγγελιστὴς Ἰωάννης. γράφει γὰρ οὕτω περὶ Χριστοῦ "Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ "παρέλαβον· ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν "τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, "οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ "θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν." πρόδηλον οὖν ἄρα καὶ πᾶσιν οἶμαι διαφανὲς, ὅτι τούτων ἕνεκα δὴ μάλιστα τῶν αἰτιῶν Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων, ἄνθρωπος γέγονεν ὁ Μονογενὴς, ἵνα δηλονότι κατακρίνῃ μὲν τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, νεκρώσῃ δὲ τῷ ἰδίῳ θανάτῳ τὸν θάνατον, καὶ υἱοὺς ἡμᾶς ἀποδείξῃ Θεοῦ, πρὸς τὸ ὑπὲρ φύσιν ἀξίωμα τοὺς ὄντας ἐπὶ τῆς γῆς ἀναγεννήσας ἐν Πνεύματι. ἦν γὰρ δήπου καὶ μάλα καλῶς, κατὰ τουτονὶ τὸν τρόπον ἀνακεφαλαιώσασθαι πάλιν καὶ εἰς τὸ ἀρχαῖον ἀναλαβεῖν τὸ διολισθῆσαν γένος, τουτέστι, τὸ ἀνθρώπινον. Πάλιν ἑκάστην τῷ λόγῳ παραθέντες τῶν ἀρτίως ἡμῖν εἰρημένων αἰτιῶν, ἐπ' αὐτῇ τὰ εἰκότα λέγωμεν. πῶς γὰρ ἂν καὶ πρέποι νοεῖν ζητητέον, ὅτι κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, πέμψας τὸν ἴδιον Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ ἐν ὁμοιώ ματι σαρκὸς ἁμαρτίας. Θεὸν γὰρ ὄντα κατὰ φύσιν, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ πεφηνότα καὶ τὸ ἄτρεπτον ἔχοντα φυσικῶς τῆς ἰδιότητος αὐτοῦ, διά τε τοῦτο μὴ εἰδότα παντελῶς τὸ διολισθεῖν εἰς ἁμαρτίαν, ἤγουν παρατρέπεσθαί ποι πρὸς τὸ μὴ ἔχον ὀρθῶς, εἰς τὴν ὑποπίπτουσαν τῇ σαρκὶ ἁμαρτίαν καταβῆναι παρεσκεύασεν ἐθελοντὶ, ἵνα ἰδίαν αὐτὴν ποιησά μενος σάρκα, πρὸς τὸ ἴδιον αὐτοῦ καὶ φυσικὸν μεταστήσῃ, τουτέστι, τὸ μὴ ἁμαρτάνειν. οὐ γὰρ δήπου διακεισόμεθα φρονοῦντες ὀρθῶς, ὅτι δὴ μόνῳ τῷ οἰκείῳ ναῷ τοῦτο κατορ θώσων γέγονεν ἄνθρωπος ὁ Μονογενής· ποῦ γὰρ ἂν ὅλως ὁρῷτο τῆς ὡς ἡμᾶς ἀφίξεως τὸ μεγαλοπρεπὲς καὶ ὠφέλιμον, 2.483 εἰ μόνον τὸ ἑαυτοῦ διεσώσατο σῶμα; πιστεύσομεν δὲ μᾶλλον, ὡς ὅλῃ τῇ φύσει δι' ἑαυτοῦ καὶ ἐν αὐτῷ πρώτῳ καθάπερ ἐν ἀπαρχῇ τῆς ἀνθρωπότητος περιποιήσων τὰ ἀγαθὰ, γέγονε καθ' ἡμᾶς ὁ Μονογενής. ὥσπερ γὰρ οὐχὶ τῷ θανάτῳ μόνον, ἀλλ' ὅλοις ἠκολουθήσαμεν τοῖς πάθεσι τῆς σαρκὸς, ἐν τῷ πρώτῳ τοῦτο παθόντες ἀνθρώπῳ, διά τε τὴν παράβασιν καὶ τὴν θείαν ἀράν· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον ἑψόμεθα σύμπαντες τῷ Χριστῷ διασώζοντι πολυτρόπως, καὶ ἁγιάζοντι τὴν τῆς σαρκὸς φύσιν ἐν ἑαυτῷ. διὸ καὶ ὁ Παῦλος ἔφασκε "Καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ "χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου." εἰκὼν γὰρ τοῦ χοϊκοῦ, τουτέστιν Ἀδὰμ, τὸ ἐν πάθεσι γενέσθαι καὶ φθορᾷ· εἰκὼν δὲ τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ, τὸ ἐν ἀπαθείᾳ γενέσθαι καὶ ἀφθαρσίᾳ. κατέκρινε τοίνυν τὴν ἁμαρ τίαν ἐν τῇ ἰδίᾳ σαρκὶ Θεὸς ὑπάρχων κατὰ φύσιν ὁ Λόγος, ἀργεῖν ἐπιτάξας αὐτῇ, καὶ μεταῤῥυθμίσας μᾶλλον εἰς τὸ κινεῖσθαι πρὸς τὸ δοκοῦν τῷ Θεῷ, καὶ μὴ πρὸς τὸ ἴδιον ἔτι θέλημα· οὕτω τε ψυχικὸν ὑπάρχον τὸ σῶμα κατεσκεύασε πνευματικόν. εἷς μὲν οὖν τῆς ἀνακεφαλαιώσεως οὑτοσὶ τρόπος, ὁ δὲ καὶ μάλιστα πρέπων καὶ τῇ τῶν προκειμένων θεωρίᾳ χρεωστούμενος μετ' ἐκεῖνον εἰσβήσεται· προκείσεται δὲ εἰπεῖν περὶ τῆς αἰωνίου ζωῆς, καὶ τῆς τοῦ θανάτου νεκρώ σεως, ὅπως τε τῆς ἀνθρωπείας φύσεως τὴν ἐκ τῆς παραβά σεως φθορὰν ἀπέστησεν ὁ Μονογενής. οὐκοῦν "ἐπείπερ τὰ "παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παρα "πλησίως μετέσχε τῶν αὐτῶν," ἵνα νεκρώσῃ τὸν θάνατον, καὶ ὁ κτίσας εἰς ἀφθαρσίαν τὰ πάντα, καὶ σωτηρίους ἀπο δείξας τὰς γενέσεις τοῦ κόσμου, κατὰ τὸ γεγραμμένον, μεταπλάσῃ πάλιν τῶν πραγμάτων τὸ σχῆμα πρὸς τὸ ἀρχαῖον. Καί μοι πάλιν ὁ λόγος περιεργότερον μὲν ἤπερ ἐχρῆν, 2.484 ἀναγκαίως δ' οὖν ὅμως προβλήσεται, τὴν τῶν καθ' ἡμᾶς ἀρχαιότητα παραδεικνύς. τὸ γὰρ οἶμαι περιδράττεσθαι τῶν θεωρημάτων ἐθέλειν ὀρθῶς, τῶν ἐξ ὄκνου πταισμάτων ἀμοι ρήσει παντελῶς. πεποίηται τοίνυν τουτὶ τὸ λογικὸν ἐπὶ τῆς γῆς ζῷον, φημὶ δὴ τὸν ἄνθρωπον, ἐξ ἀρχῆς "κατ' εἰκόνα "τοῦ κτίσαντος" κατὰ τὰς γραφάς· καὶ διάφορος μὲν τῆς εἰκόνος ὁ λόγος. εἰκὼν γὰρ οὐ καθ' ἕνα τρόπον, ἀλλὰ κατὰ πολλούς· μέρος γεμὴν τὸ τῶν ἄλλων μάλιστα διαφανέ στατον τῆς πρὸς τὸν ποιήσαντα Θεὸν ἐμφερείας, τὸ ἄφθαρ τον καὶ ἀνώλεθρον. ἀλλ' οὐκ ἂν οἶμαί ποτε πρὸς τὸ οὕτως ἔχειν δύνασθαι τὸ ζῷον ἐξήρκεσεν ἑαυτῷ, κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον· πῶς γὰρ ἂν ὁ ἀπὸ γῆς ἐν ἰδίᾳ φύσει τὸ τῆς ἀφθαρσίας ἐδείχθη ἔχων καύχημα, μὴ οὐχὶ παρὰ τοῦ κατὰ φύσιν ἀφθάρτου τε καὶ ἀνωλέθρου Θεοῦ καὶ ὡσαύτως ὄντως ἀεὶ, καθ' ὁμοιότητα τῶν ἄλλων ἀγαθῶν καὶ τοῦτο πεπλουτηκώς; "Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;" εἰκότως γε σφόδρα καὶ ἀληθῶς πρὸς ἡμᾶς που φησὶν ὁ θεσπέσιος Παῦλος. ἵνα τοίνυν τὸ ἐκ τοῦ μὴ ὄντος παροισθὲν εἰς γένεσιν μὴ πρὸς τὴν οἰκείαν ὑπονοστῆσαν ἀρχὴν, πάλιν οἴχηται πρὸς τὸ μηδὲν, σώζηται δὲ μᾶλλον διηνεκῶς· οὗτος γὰρ ἦν ὁ τοῦ κτίσαντος σκοπός· μέτοχον αὐτὸν τῆς ἰδίας φύσεως ἀποτελεῖ Θεός. "ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον "αὐτοῦ πνοὴν ζωῆς," τουτέστι, τὸ Πνεῦμα τοῦ Υἱοῦ, καὶ γάρ ἐστιν αὐτὸς ἡ ζωὴ μετὰ Πατρὸς, συνέχων εἰς τὸ εἶναι τὰ πάντα. κινεῖται γὰρ ἐν αὐτῷ τε καὶ ζῇ τὰ ζωῆς δεκτικὰ, κατὰ τὴν τοῦ Παύλου φωνήν. Καὶ μή τις ἡμῶν ἐπὶ τούτῳ ψευδῆ κατηχείτω λόγον, οἰηθεὶς εἰπεῖν τὸ θεῖον ἐμφύσημα γεγονέναι τῷ ζῴῳ ψυχήν· τοῦτο γὰρ οὐ φαμὲν, λογισμῷ τοσῷδε πρὸς τὴν τοῦ πράγ ματος ἀλήθειαν διακυβερνώμενοι. εἰ γὰρ οἴονταί τινες τὸ θεῖον ἐμφύσημα γενέσθαι ψυχὴν, λεγέτωσαν ἡμῖν, πότερόν 2.485 ποτε παρετράπη τῆς ἰδίας φύσεως καὶ γέγονεν εἰς ψυχὴν, ἢ μεμένηκεν ἐν ταυτότητι τῇ ἑαυτοῦ. εἰ μὲν γὰρ ἐροῦσι μετατετράφθαι ποι καὶ τὸν τῆς ἰδίας φύσεως παρε λάσαι θεσμὸν, δυσφημοῦντες ἁλώσονται· τρεπτὴν γὰρ εἶναι πάντως ἐροῦσι τὴν ἄτρεπτον καὶ ὡσαύτως ἔχουσαν ἀεὶ φύσιν· εἰ δὲ παρετράπη οὐδαμῶς, διαμεμένηκε δὲ τοῦθ' ὅπερ ἦν ἀεὶ προελθὸν ἐκ Θεοῦ τὸ ἐμφύσημα αὐτοῦ, πῶς ἐξέστη πρὸς ἁμαρτίαν, καὶ τοσαύτης παθὼν διαφορᾶς γέγονε δεκτι κόν; οὐ γὰρ δήπου φαῖεν ἂν, ὡς ἔνεστιν ὅλως τῇ θείᾳ φύσει τὸ δύνασθαι πλημμελεῖν. ἀλλ' ἵνα μὴ μακραῖς ἀποδείξεσιν ἐπὶ τούτῳ χρώμενοι τὸν τοῖς προκειμένοις χρεωστούμενον παρελάσωμεν λόγον, φημὶ δεῖν ἐκεῖνο πάλιν ἀναλαβόντας εἰπεῖν, ὡς οὐκ ἂν οἶμαί τις εὖ φρονῶν τὸ ἐκ τῆς θείας οὐσίας προελθὸν ἐμφύσημα, ψυχὴν οἴοιτο γενέσθαι τῷ ζῴῳ, ψυχωθέντι δὲ, μᾶλλον δὲ καὶ πρὸς ἰδιότητα τῆς τελείας φύσεως δι' ἀμφοῖν ἀφιγμένῳ, ψυχῆς δὴ λέγω καὶ σώματος, καθάπερ τινὰ σφραγῖδα τῆς ἑαυτοῦ φύσεως ἐνέ πηξεν ὁ ∆ημιουργὸς τὸ Πνεῦμα τὸ Ἅγιον, τουτέστι, τὴν πνοὴν τῆς ζωῆς, δι' ἧς πρὸς τὸ ἀρχέτυπον διεπλάττετο κάλλος, ἀπετελεῖτο δὲ κατ' εἰκόνα τοῦ κτίσαντος, πρὸς πᾶσαν ἰδέαν ἀρετῆς δυνάμει τοῦ ἐνοικισθέντος αὐτῷ δια κρατούμενος Πνεύματος. ἐπειδὴ δὲ αὐτοπροαίρετος ὢν, καὶ τὰς τῶν ἰδίων θελημάτων πεπιστευμένος ἡνίας· μοῖρα γὰρ τῆς εἰκόνος καὶ αὐτὴ, κατεξουσιάζει γὰρ τῶν οἰκείων θελη μάτων Θεός· ἐτράπη, καὶ πέπτωκε· τὸ δὲ ὅπως, ἡ θεία γραφὴ διδασκέτω, σαφὴς γὰρ ὁ περὶ τούτου παρ' αὐτῇ λόγος· ἀνακεφαλαιώσασθαι πάλιν τὴν ἀνθρώπου φύσιν εἰς τὸ ἀρχαῖον ἐβουλεύσατό τε καὶ ἐπικεχείρηκεν ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ, καὶ θελήσας ἐξήνυσε. πῶς οὖν ἄρα γέγονεν, ἀκόλουθον κατιδεῖν· οὐκ ἦν ἑτέρως διαδρᾶναι τὸν 2.486 θάνατον φύσεως ὄντα τῆς φθειρομένης τὸν ἄνθρωπον, εἰ μὴ τὴν ἀρχαίαν ἐκείνην ἀνεκομίσατο χάριν, καὶ μετέσχε πάλιν τοῦ τὰ πάντα πρὸς τὸ εἶναι συνέχοντος Θεοῦ καὶ ζωογο νοῦντος δι' Υἱοῦ ἐν Πνεύματι. κεκοινώνηκε τοίνυν αἵματος καὶ σαρκὸς, τουτέστι, γέγονεν ἄνθρωπος, ζωὴ κατὰ φύσιν ὑπάρχων, καὶ ἐκ ζωῆς τῆς κατὰ φύσιν γεγεννημένος, τουτ έστι τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Μονογενὴς αὐτοῦ Λόγος, ἵνα τῇ φθειρομένῃ σαρκὶ κατά γε τὸν λόγον τῆς ἰδίας φύσεως, ἀῤῥήτως τε καὶ ἀφράστως καὶ ὡς αὐτὸς ἔγνωκε μόνος, ἑαυτὸν ἑνώσας πρὸς τὴν ἰδίαν αὐτοῦ ἀνακομίσῃ ζωὴν, καὶ μέτοχον ἀποδείξῃ δι' ἑαυτοῦ τοῦ Θεοῦ καὶ Πατρός. μεσίτης γάρ ἐστι Θεοῦ καὶ ἀνθρώπων, κατὰ τὸ γεγραμμένον, τῷ μὲν Θεῷ καὶ Πατρὶ φυσικῶς ὡς Θεὸς καὶ ἐξ αὐτοῦ συναπτό μενος, ἀνθρώποις δὲ πάλιν ὡς ἄνθρωπος, καὶ ἔχων μὲν ἐν ἑαυτῷ τὸν Πατέρα καὶ ὢν αὐτὸς ἐν τῷ Πατρί· χαρακτὴρ γάρ ἐστι καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ, οὐ διω ρισμένος τῆς οὐσίας, ἧς ἐστι χαρακτὴρ καὶ ἐξ ἧς πρόεισιν, ὡς ἀπαύγασμα, ἀλλ' ἐν αὐτῇ τε ὢν αὐτὸς, καὶ ἔχων αὐτὴν ἐν ἑαυτῷ· ἡμᾶς δὲ πάλιν ἔχων ἐν ἑαυτῷ, καθὸ τὴν ἡμετέραν πεφόρηκε φύσιν, καὶ σῶμα τοῦ Λόγου κεχρημάτικε τὸ ἡμέτερον σῶμα. σὰρξ γὰρ ὁ Λόγος ἐγένετο, κατὰ τὴν Ἰωάννου φωνήν. πεφόρηκε δὲ τὴν ἡμετέραν φύσιν, πρὸς τὴν ἰδίαν αὐτὴν ἀναπλάττων ζωήν. ἔστι δὲ καὶ αὐτὸς ἐν ἡμῖν· μέτοχοι γὰρ αὐτοῦ πάντες γεγόναμεν, καὶ αὐτὸν ἔχομεν ἐν ἑαυτοῖς διὰ τοῦ Πνεύματος· διὰ γὰρ τοῦτο καὶ θείας φύσεως γεγόναμεν κοινωνοὶ καὶ υἱοὶ χρηματίζομεν, οὕτω καὶ αὐτὸν ἔχοντες ἐν ἑαυτοῖς τὸν Πατέρα διὰ τοῦ Υἱοῦ. καὶ μαρτυρήσει λέγων ὁ Παῦλος "Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέ "στειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρ "δίας ὑμῶν κράζον Ἀββᾶ ὁ πατήρ." οὐ γὰρ ἕτερόν τι 2.487 παρὰ τὸν Υἱὸν τὸ Πνεῦμα αὐτοῦ, κατά γε τὸν ἐν ταυτότητι λόγον, φημὶ δὴ τῇ φυσικῇ.
Οὕτω δὲ ἡμῖν τοῦ περὶ τούτων προκεχωρηκότος λόγου, φέρε τὴν τῶν προκειμένων παραθέντες διάνοιαν, ταῖς τοῦ Σωτῆρος φωναῖς αὐτὴν ἐφαρμόσωμεν Ἐν ἐκείνῃ γὰρ τῇ ἡμέρᾳ γνώσεσθέ φησιν, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. ἐγὼ μὲν γὰρ ζῶ, φησὶ, ζωὴ γάρ εἰμι κατὰ φύσιν, καὶ ζῶντα τὸν ἐμαυτοῦ δέδειχα ναόν· ἀλλ' ὅταν καὶ ὑμεῖς αὐτοὶ καίτοι φθαρτῆς ὄντες φύσεως, ζῶντας ἑαυτοὺς θεωρή σητε καθ' ὁμοιότητα τὴν πρὸς μέ· τότε δὴ γνώσεσθε, καὶ μάλα σαφῶς, ὅτι ζωὴ κατὰ φύσιν ὑπάρχων, ὑπάρχοντι καὶ αὐτῷ ζωῇ κατὰ φύσιν τῷ Θεῷ καὶ Πατρὶ συνῆψα δι' ἐμαυτοῦ, κοινωνοὺς ὥσπερ καὶ μετόχους ἀποτελῶν τῆς ἀφθαρσίας αὐτοῦ. ἐγὼ μὲν γὰρ φυσικῶς ἐν Πατρὶ, καρπὸς γάρ εἰμι τῆς οὐσίας αὐτοῦ καὶ γνήσιον γέννημα, ἐνυπάρχων τε καὶ ἐξ αὐτῆς πεφηνὼς ζωὴ ἐκ ζωῆς, ὑμεῖς δὲ ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν, καθὸ πέφηνα μὲν ἄνθρωπος ἐγὼ, κοινωνοὺς δὲ θείας φύσεως ἀπέδειξα τὸ Πνεῦμα τὸ ἐμὸν ἐνοικίσας ὑμῖν. ἐν ἡμῖν γάρ ἐστιν ὁ Χριστὸς διὰ τοῦ Πνεύματος, μετατρέπων εἰς ἀφθαρσίαν τὸ φθείρεσθαι πεφυκὸς, καὶ μετατιθεὶς ἐκ τοῦ καταθνήσκειν πρὸς τὸ μὴ οὕτως ἔχον. διὸ καὶ ὁ Παῦλός φησιν, ὅτι "ὁ ἐγείρας Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν ζωοποι "ήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τοῦ ἐνοικοῦντος "αὐτοῦ Πνεύματος ἐν ὑμῖν." εἰ γὰρ καὶ πρόεισιν ἐκ Πατρὸς τὸ Πνεῦμα τὸ Ἅγιον, ἀλλ' ἔρχεται δι' Υἱοῦ, καὶ ἴδιόν ἐστιν αὐτοῦ· πάντα γὰρ δι' Υἱοῦ παρὰ Πατρός. ὅτι γὰρ διὰ τοῦ Πνεύματος εἰς ζωὴν ἀνεπλάσθημεν τὴν αἰώνιον, ὁ θεῖος ἡμῖν μελῳδὸς ἐπιμαρτυρήσει, βοῶν ὡς πρὸς τὸν τῶν ὅλων Θεόν "̓Ανοίξαντος δέ σου τὴν χεῖρα τὰ σύμπαντα πλησθήσεται "χρηστότητος· ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταρα "χθήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι, 2.488 "καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. ἐξαποστελεῖς τὸ "Πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον "τῆς γῆς." ἀκούεις ὅπως συνέταξεν ἡμῖν τὴν ἀνθρώπου φύσιν ἡ παράβασις ἡ ἐν Ἀδὰμ καὶ οἱονεὶ τῶν θείων ἐνταλ μάτων ἡ ἀποστροφὴ, καὶ εἰς τὴν ἰδίαν γῆν ὑπονοστῆσαι παρεσκεύασεν; ὅτε δὲ ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα αὐτοῦ, καὶ μετόχους ἡμᾶς ἀπέδειξε τῆς ἰδίας φύσεως, καὶ δι' αὐτοῦ ἀνεκαινίσθη τὸ πρόσωπον τῆς γῆς, μετεμορφώ θημεν εἰς καινότητα ζωῆς, τὴν ἐκ τῆς ἁμαρτίας ἀποβαλόντες φθορὰν, καὶ τῆς αἰωνίου ζωῆς εἰσαῦθις ἐπιδραξάμενοι, διὰ τῆς χάριτος καὶ φιλανθρωπίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας, Ἀμήν.