De spiritu sancto ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΠΝΕΥΜΑ.

Πᾶσαν ἑορτῆς ὑπόθεσιν φαιδροτέραν ὁ ∆αβὶδ δι' ἑαυτοῦ ἀπεργάζεται, τὴν πολυαρμόνιον ἐκείνην κιθά ραν προσφόρως ἀεὶ τῇ χρείᾳ μεθαρμοζόμενος. Οὐκ οῦν καὶ τὴν μεγάλην τῆς Πεντηκοστῆς ἑορτὴν φαι δρυνέτω ἡμῖν ὁ αὐτὸς Προφήτης, τῷ πλήκτρῳ τοῦ Πνεύματος ἐν ταῖς χορδαῖς τῆς σοφίας τὸ μέλος ἀνακρουόμενος. Εἰπάτω τοίνυν ἐκ τῆς ἐνθέου μελ ωδίας ἐκείνης, τὸ τῇ παρούσῃ χάριτι πρόσφορον, ὅτι ∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ.

Πρότερον χρὴ γνῶναι τὴν χάριν, ἥτις ἐστὶν, εἶθ' οὕτως τὴν κατάλληλον ἐκ τῆς προφητείας ἐφαρμόσαι τῇ ὑποθέ σει φωνήν· καί μοι δότε, καθὼς ἂν ᾖ δυνατὸν, διά τινος ἀκολούθου τάξεως διασαφῆσαι τὸν περὶ τούτων λόγον· Πεπλάνητο κατ' ἀρχὰς τὸ ἀνθρώπινον, πρὸς τὴν τοῦ Θεοῦ κατανόησιν, καὶ καταλιπόντες τὸν τῆς κτίσεως Κύριον, οἱ μὲν τοῖς τοῦ κόσμου στοιχείοις δι' ἀπάτην ὑπέκυπτον, ἄλλοι δὲ τὴν τῶν δαιμό νων φύσιν ἐποιοῦντο σεβάσμιον, πολλοῖς δὲ τὸ Θεῖον ἐδόκει καὶ ἡ χειροποίητος τῶν εἰδώλων μορφὴ, οἷς βωμοί τε, καὶ ναοὶ, καὶ τελεταὶ, καὶ θυσίαι, καὶ τε μένη, καὶ ἀφιδρύματα, καὶ πάντα τὰ τοιαῦτα παρ' αὐτῶν ἀνετίθετο εἰς θεραπείαν τῶν ψευδωνύμων θεῶν. Εἶδε τοίνυν τῷ τῆς φιλανθρωπίας ὀφθαλμῷ τὴν τῆς φύσεως τῶν ἀνθρώπων διαφθορὰν ὁ ∆εσπότης τῆς φύσεως, καὶ διά τινος ἀκολουθίας ἀπὸ τῆς πλάνης ἐπανάγει τὴν ἀνθρωπίνην ζωὴν πρὸς τὴν τῆς ἀλη θείας ἐπίγνωσιν. Ὥσπερ γὰρ οἱ τοὺς ἐν λιμῷ χρονίῳ συντετηκότας, μετά τινος ἰατρικῆς ἐπιστήμης ἀνα λαμβάνοντες, οὐκ ἀθρόως ἐπὶ τὸν κόρον προάγου σι, φειδοῖ τῆς ἀσθενείας αὐτῶν· ἀλλὰ διὰ τῆς συμμέτρου τροφῆς ἀναληφθείσης αὐτοῖς τῆς δυνά μεως, τότε συγχωροῦσι κατ' ἐξουσίαν ἐμφορεῖσθαι τοῦ κόρου· κατὰ τὸν αὐτὸν τρόπον τῷ φοβερῷ λιμῷ τῆς ἀνθρωπίνης φύσεως δαπανηθείσης, τεταμιευμένη γίνεται αὐτοῖς παρὰ τῆς οἰκονομίας ἡ τῆς τῶν μυστη ρίων τροφῆς μετουσία· ὥστε διά τινος ἀκολούθου τάξεως ἀεὶ τὸ τέλειον προσλαμβάνοντας, οὕτως ἐπὶ τὸ πέρας φθάσαι τῆς τελειότητος.

Τὸ μὲν γὰρ σῶζον ἡμᾶς ἡ ζωοποιός ἐστι δύναμις, ἐν ὀνόματι Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος πιστευομένη. Οἱ δὲ τοῦ παντὸς ἀχώρητοι διὰ τὴν γεγενημένην αὐτοῖς ἐκ τοῦ λιμοῦ τῶν ψυχῶν ἀσθένειαν, πρότερον ἐκ τῆς πολυθεΐας ὑπὸ τῶν προφητῶν τε, καὶ τοῦ νόμου με τατεθέντες, εἰς μίαν θεότητα βλέπειν ἐθίζονται, καὶ ἐν τῇ μιᾷ θεότητι μόνην τὴν τοῦ Πατρὸς δύναμιν κα τανοοῦσιν, ἀχώρητοι, καθὼς εἶπον, ὄντες τῆς τελείας τροφῆς. Εἶτα διὰ τοῦ Εὐαγγελίου καὶ ὁ μονογενὴς Υἱὸς τοῖς διὰ τοῦ νόμου προτετελειωμένοις ἀπο καλύπτεται, μετὰ τοῦτο παραγίνεται ἡμῖν ἡ τελεία τῆς φύσεως ἡμῶν τροφὴ, τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐστιν ἡ ζωή. Αὕτη τῆς ἑορτῆς ἡ ὑπόθεσις· διὰ ταῦτα καλῶς ἔχει, χορευτὰς ἡμᾶς γενομένους τοῦ Πνεύμα τος, πείθεσθαι τῷ κορυφαίῳ τῆς πνευματικῆς ταύ της χοροστασίας ∆αβὶδ τῷ λέγοντι· ∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ· Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστι, καθώς φησιν ὁ Ἀπόστολος.

Σήμερον γὰρ κατὰ τὴν ἐτήσιον τοῦ ἔτους περίοδον τῆς πεντηκοστῆς συμπληρουμένης, κατὰ τὴν ὥραν ταύτην, εἴγε περὶ τὴν τρίτην ὥραν τῆς ἡμέρας ἐσμὲν, ἐγένετο ἡ ἀνεκδιήγητος χάρις. Κατεμίχθη γὰρ πάλιν τοῖς ἀνθρώποις τὸ Πνεῦμα, ὅπερ πρότερον διὰ τὸ γενέσθαι σάρκα τὸν ἄνθρωπον τῆς φύσεως ἡμῶν ἀπεφοίτησε· καὶ διὰ τῆς βιαίας ἐκείνης πνοῆς, τῶν πνευματικῶν τῆς πονηρίας δυνάμεων, καὶ πάντων τῶν ῥυπαρῶν δαιμονίων ἀποσκεδασθέντων ἀπὸ τοῦ ἀέρος, ἐν τῇ καθόδῳ τοῦ Πνεύματος, πλήρεις τῆς θείας δυνάμεως, ἐν εἴδει πυρὸς, οἱ ἐν τῷ ὑπερῴῳ καταλειφθέντες ἐγένοντο· οὐδὲ γάρ ἐστι δυνατὸν ἄλλως μέτοχον Πνεύματος ἁγίου γενέσθαι τινὰ, μὴ τῷ ὑπερῴῳ τῆς ζωῆς ταύτης ἐνδιαιτώμενον. Ὅσοι γὰρ τὰ ἄνω φρονοῦσι, μεταθέντες ἑαυτῶν ἀπὸ γῆς εἰς οὐρανὸν τὸ πολίτευμα, τοῦ ὑπερῴου τῆς ὑψηλῆς πολιτείας ὄντες οἰκήτορες, ἐν μετουσίᾳ τοῦ ἁγίου Πνεύματος γίνονται. Οὕτω γάρ φησιν ἡ ἱστορία τῶν Πράξεων, ὅτι συνηγμένων αὐτῶν ἐν τῷ ὑπερῴῳ, τὸ καθαρὸν ἐκεῖνο καὶ ἄϋλον πῦρ εἰς εἴδη γλωσσῶν, κατὰ τὸν ἀριθμὸν τῶν μαθητῶν, διασχίζεται. Ἐκεῖνοι μὲν οὖν Πάρθοις, καὶ Μήδοις, καὶ Ἐλαμίταις, καὶ τοῖς λοιποῖς ἔθνεσι διελέγοντο, κατ' ἐξουσίαν πρὸς πᾶσαν ἐθνικὴν γλῶσσαν τὰς ἑαυτῶν φωνὰς μεθαρμόζοντες· Ἐγὼ δὲ, καθώς φησιν ὁ Ἀπόστολος, θέλω πέντε λόγους ἐν Ἐκκλησίᾳ τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους ὠφελήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ. Τότε μὲν χρήσιμον τὸ ὁμόφωνον γίνεσθαι τοῖς ἀλλογλώσσοις, ὡς ἂν μὴ ἀνενέργητον εἴη τὸ κήρυγμα τοῖς ἀγνοοῦσι, τῇ φωνῇ τῶν κηρυσσόντων ἐμποδιζόμενον· νῦν μέντοι τῆς κατὰ τὴν γλῶσσαν ὁμοφωνίας οὔσης, ἐπιζητῆσαι χρὴ τὴν πυρίνην γλῶσσαν τοῦ Πνεύματος εἰς φωτισμὸν τῶν δι' ἀπάτης ἐσκοτισμένων.

Οὐκοῦν καὶ πρὸς τοῦτο ἡμᾶς ὁδηγησάτω ∆αβὶδ, συγχορεύοντα λαβὼν ἑαυτῷ τὸν Ἀπόστολον. Ἐν γὰρ τῇ ψαλμῳδίᾳ ταύτῃ, ἧς ἡ ἀρχὴ τὸ ἀγαλλίαμα ἡμῖν τὸ ἐπὶ τῷ Κυρίῳ χαρίζεται, λέγουσα· ∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, οὐ διὰ τούτου πρὸς τὴν τοῦ ἁγίου Πνεύματος ὁδηγούμεθα δοξολογίαν· ἀλλὰ πολὺ μᾶλλον ἐν τοῖς ὑπολοίποις τὰ περὶ τῆς θεότητος αὐτοῦ διδασκόμεθα. Λέξω δὲ ὑμῖν αὐτὰ τοῦ Προφήτου τὰ ῥήματα, οἷς συντίθεται καὶ ὁ μέγας Ἀπόστολος· ἔχει δὲ ἡ ῥῆσις οὕτως· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Τούτων μεμνημένος ὁ θεῖος Ἀπόστολος, οὕτω φησί· ∆ιὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· καὶ τοῦτο εἰπὼν, ταύτας τοῦ Προφήτου τὰς ῥήσεις ἐπήγαγεν, ἐφαρμόζων αὐτὰς τῷ προσώπῳ τοῦ Πνεύματος. Τίς οὖν ἐστιν, ὃν ἐπείρασαν οἱ πατέρες αὐτῶν ἐν τῇ ἐρήμῳ; τίς, ὃν παρώργισαν; Μάθε παρ' αὐτοῦ τοῦ Προφήτου, ὅς φησιν, ὅτι· Ἐπείρασαν τὸν Θεὸν τὸν Ὕψιστον. Ἀλλὰ μὴν ὁ Ἀπόστολος προτάξας τὸ πρόσωπον τοῦ ἁγίου Πνεύματος, ἐκείνῳ ταύτας τὰς φωνὰς ἀνατίθησι, λέγων· ∆ιὸ, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Οὐκοῦν ὃν ὕψιστον Θεὸν ὁ Προφήτης κατωνόμασε, τοῦτον ὁ θεῖος Ἀπόστολος τὸ Πνεῦμα τὸ ἅγιον εἶναι λέγει. Εἰ δὲ ἀπιστεῖς, πάλιν τὸ εἰρημένον ἐπίσκεψαι· ∆ιὸ, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Εἰ οὖν τὸ Πνεῦμα τὸ ἅγιον λέγει, ὅτι· Ἐπείρασάν με οἱ πατέρες ὑμῶν ἐν τῇ ἐρήμῳ· ὁ δὲ Προφήτης διαμαρτύρεται, ὅτι ὁ ἐν τῇ ἐρήμῳ πειρασθεὶς, ὕψιστός ἐστι Θεός· ἐνεφράγη τὰ στόματα τῶν Πνευματομάχων, τὰ λαλοῦντα κατὰ τοῦ Θεοῦ ἀδικίαν, σαφῶς τοῦ τε Ἀποστόλου καὶ τοῦ Προφήτου διὰ τῶν εἰρημένων τὴν θεότητα κηρυσσόντων τοῦ Πνεύματος· τοῦ μὲν εἰπόντος, ὅτι, Ἐπείρασαν τὸν Θεὸν τὸν Ὕψιστον, καὶ ὡς παρὰ τοῦ Θεοῦ τοῖς Ἰσραηλίταις προφέροντος τὴν ῥῆσιν ἐκείνην, ὅτι, Ἐν τῇ ἐρήμῳ ἐπείρασάν με οἱ πατέρες ὑμῶν· τοῦ δὲ μεγάλου Παύλου τῷ ἁγίῳ Πνεύματι ταύτας τὰς φωνὰς ἐφαρμόσαντος, ὡς διὰ τούτων ἐναργῶς ἀποδειχθῆναι, ὅτι Θεὸς ὕψιστος τὸ Πνεῦμά ἐστι τὸ ἅγιον. Ἆρα βλέπουσιν οἱ ἐχθροὶ τῆς δόξης τοῦ Πνεύματος τὴν πυρίνην γλῶσσαν τῶν θείων λογίων τὴν τὰ κεκρυμ μένα φωτίζουσαν, ἢ ὡς πεπληρωμένων τοῦ γλεύκους καταγελάσουσιν; Ἐγὼ δὲ κἂν ταῦτα λέγωσι καθ' ἡμῶν, συμβουλεύω ὑμῖν, ἀδελφοὶ, μὴ φοβηθῆναι τὸν ὀνειδισμὸν τῶν τοιούτων, μηδὲ τῷ φαυλισμῷ αὐτῶν ἡττηθῆναι.

Εἴθε γὰρ γένοιτό ποτε καὶ ἐκείνοις τὸ γλεῦκος τοῦτο, ὁ νεοθλιβὴς οὗτος οἶνος, ὁ ἐκ τῆς ληνοῦ προχεθεὶς, ἣν ἐπάτησε διὰ τοῦ Εὐαγγελίου ὁ Κύριος, ἵνα σοι πότιμον τοῦ ἰδίου βότρυος τὸ αἷμα ποιήσῃ. Εἴθε γὰρ ἐπληρώθησαν κἀκεῖνοι τοῦ νέου τούτου οἴνου, ὃν γλεῦκος ὠνόμασαν, ὃς τὴν διὰ τοῦ αἱρετικοῦ ὕδατος ἐπιμιξίαν παρὰ τῶν καπήλων οὐκ ἔπαθε· πάντως γὰρ καὶ τοῦ Πνεύματος πλήρεις ἐγένοντο, δι' οὗ τὸ παχύ τε καὶ ἰλυῶδες τῆς ἀπιστίας οἱ Πνεύματι ζέοντες ἀφ' ἑαυτῶν ἐξαφρίζουσιν. Ἀλλ' οὐ δύνανται οἱ τοιοῦτοι ἐν ἑαυτοῖς τὸ γλεῦκος δέξασθαι, ἔτι τὸν παλαιὸν ἀσκὸν περιφέροντες, ὃς περικρατεῖν τὸν τοιοῦτον μὴ δυνάμενος οἶνον, αἱρετικῶς ἀποῤῥήγνυται. Ἀλλ' ἡμεῖς, ἀδελφοὶ, καθώς φησιν ὁ Προφήτης, ∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, πίνοντες, καὶ τὰ τῆς εὐσεβείας γλυκάσματα, καθὼς ὁ Ἔσδρας διακελεύεται, καὶ ταῖς τῶν ἀποστόλων τε καὶ προφητῶν χοροστασίαις ἐμφαιδρυνόμενοι, κατὰ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐπὶ τῇ ἡμέρᾳ ταύτῃ, ἣν ἐποίησεν ὁ Κύριος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

3
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать