ΙΙΙ Οικουμενική Σύνοδος (431)
ΙΙΙ Οικουμενική Σύνοδος (431)

III Οικουμενική Σύνοδος - Έφεσος, 431, 160 επίσκοποι

  • Καταδίκη του Νεστορίου. Καταδίκη της αίρεσης του Νεστορίου, ο οποίος δίδασκε ότι ο Χριστός ήταν ένας συνηθισμένος άνθρωπος στον οποίο, μετά τη γέννησή του, ο Θεός κατοικούσε ως ναός.

  • Ορισμοί. Ο Χριστός είναι αληθινός Θεός και αληθινός άνθρωπος. Η Παρθένος Μαρία είναι η Μητέρα του Θεού.

  • Απαγόρευση αλλαγής του δόγματος.

ΟΡΟΣ ΠΕΡΙ ΤΗΣ ΠΙΣΤΕΩΣ ΤΗΣ ΕΝ ΕΦΕΣΩ Γ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ (431 μ.Χ.) ΕΝ Ω ΚΑΙ ΠΕΡΙ ΩΝ ΑΝΗΝΕΓΚΕΝ Ο ΧΑΡΙΣΙΟΣ (ΚΑΝΩΝ 7)

Ὥρισεν ἡ ἁγία Σύνοδος ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προφέρειν ἢ γοῦν συγγράφειν ἢ συντιθέναι παρὰ τὴν ὁρισθεῖσαν παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν τῇ Νικαέων συναχθέντων πόλει σὺν ἁγίῳ πνεύματι. Τοὺς δὲ τολ­μῶντας ἢ συντιθέναι πίστιν ἑτέραν ἢ γοῦν προσκομίζειν ἢ προφέρειν τοῖς ἐθέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἢ ἐξ ἑλληνισμοῦ ἢ ἐξ ἰουδαϊσμοῦ ἢ γοῦν ἐξ αἱρέσεως οἱασδηποτοῦν, τούτους, εἰ μὲν εἶεν ἐπίσκοποι ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς καὶ τοὺς κληρικοὺς τοῦ κλήρου· εἰ δὲ λαϊκοὶ εἶεν ἀναθεματίζεσθαι. κατὰ τὸν ἴσον δὲ τρόπον, εἰ φωραθεῖέν τινες, εἴτε ἐπίσκοποι εἴτε κληρικοὶ εἴτε λαϊκοί, ἢ φρονοῦντες ἢ διδάσκοντες τὰ ἐν τῇ προσκομισθείσῃ ἐκθέσει παρὰ Χαρισίου τοῦ πρεσβυτέρου περὶ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, ἤγουν τὰ μιαρὰ καὶ διεστραμμένα τοῦ Νεστορίου δόγματα, ὑπο­κείσθωσαν τῇ ἀποφάσει τῆς ἁγίας ταύτης καὶ οἰκουμενικῆς Συνόδου, ὥστε δηλονότι τὸν μὲν ἐπίσκοπον ἀλλοτριοῦσθαι τῆς ἐπισκοπῆς καὶ εἶναι καθῃρημένον, τὸν δὲ κληρικὸν ὁμοίως ἐκπίπτειν τοῦ κλήρου· εἰ δὲ λαϊκός τις εἴη, καὶ οὗτος ἀναθεματιζέσθω, καθὼς προείρηται.

ΚΕΙΜΕΝΑ ΤΗΣ ΕΝ ΕΦΕΣΩ Γ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ (431 μ.Χ.) ΚΑΤΑ ΠΕΛΑΓΙΑΝΩΝ ΕΚ ΤΗΣ ΣΥΝΟΔΙΚΗΣ ΕΠΙΣΤΟΛΗΣ ΠΡΟΣ ΚΕΛΕΣΤΙΝΟΝ ΡΩΜΗΣ

Ἡ ἁγία Σύνοδος, ἡ κατὰ Θεοῦ χάριν συναχθεῖσα ἐν τῇ Ἐφεσίων μητροπόλει, Κελεστίνῳ ἐπισκόπῳ ἐν Κυρίῳ χαίρειν.

...Ἀναγνωσθέντων δὲ ἐν τῇ ἁγίᾳ Συνόδῳ τῶν ὑπομνημάτων τῶν πεπραγμένων ἐπὶ τῇ καθαιρέσει τῶν ἀνοσίων Πελαγιανῶν καὶ Καιλεστιανῶν, Καιλεστίου, Πελαγίου, Ἰουλιανοῦ, Περσιδίου, Φλώρου, Μαρκελλίνου, Ὀρεντίου καὶ τῶν τὰ αὐτὰ τούτοις φρονούντων, ἐδικαιώσαμεν καὶ ἡμεῖς ἰσχυρὰ καὶ βέβαια μένειν τὰ ἐπ’ αὐτοῖς ὡρισμένα παρὰ τῆς σῆς θεοσεβείας, καὶ σύμψηφοι πάντες ἐσμὲν καθῃρημένους ἄγοντες αὐτούς...

ΕΚ ΤΩΝ ΚΑΝΟΝΩΝ ΤΗΣ ΣΥΝΟΔΟΥ

Κανὼν 1. ...Εἴ τις μητροπολίτης τῆς ἐπαρχίας, ἀποστατήσας τῆς ἁγίας καὶ οἰκουμενικῆς Συνόδου... τὰ Καιλεστίου ἐφρόνησεν ἢ φρονήσει, οὗτος κατὰ τῶν τῆς ἐπαρχίας ἐπισκόπων διαπράττεσθαί τι οὐδαμῶς δύναται, πάσης ἐκκλησιαστικῆς κοι­νωνίας ἐντεῦθεν ἤδη ὑπὸ τῆς Συνόδου ἐκβεβλημένος καὶ ἀνενέργητος ὑπάρχων...

Κανὼν 4. Εἰ δέ τινες ἀποστατήσαιεν τῶν κληρικῶν, καὶ τολμήσαιεν ἢ κατ’ ἰδίαν ἢ δημοσίᾳ τὰ Νεστορίου ἢ τὰ Καιλεστίου φρονῆσαι, καὶ τούτους εἶναι καθη­ρημένους ὑπὸ τῆς ἁγίας Συνόδου δεδικαίωται.

ΨΗΦΟΣ ΤΗΣ ΕΝ ΕΦΕΣΩ Γ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ (431 μ.Χ.) (ΚΑΝΩΝ 8)

Πρᾶγμα παρὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς καὶ τοὺς κανόνας τῶν ἁγίων Ἀποστόλων καινοτομούμενον, καὶ τῆς πάντων ἐλευθερίας ἁπτόμενον, προσήγγειλεν ὁ θεοφιλέστατος συνεπίσκοπος Ῥηγῖνος, καὶ οἱ σὺν αὐτῷ θεοφιλέστατοι ἐπίσκοποι τῆς Κυπρίων ἐπαρχίας, Ζήνων καὶ Εὐάγριος. Ὅθεν, ἐπειδὴ τὰ κοινὰ πάθη μείζονος δεῖται τῆς θεραπείας, ὡς καὶ μείζονα τὴν βλάβην φέροντα, καὶ μάλιστα, εἰ μηδὲ ἔθος ἀρχαῖον παρηκολούθησεν, ὥστε τὸν ἐπίσκοπον τῆς Ἀντιοχέων πόλεως τὰς ἐν Κύπρῳ ποιεῖσθαι χειροτονίας, καθὰ διὰ τῶν λιβέλλων καὶ τῶν οἰκείων φωνῶν ἐδίδαξαν οἱ εὐλαβέστατοι ἄνδρες, οἱ τὴν πρόσοδον τῇ ἁγίᾳ Συνόδῳ ποιησάμενοι, ἕξουσι τὸ ἀνεπηρέαστον καὶ ἀβίαστον οἱ τῶν ἁγίων Ἐκκλησιῶν, τῶν κατὰ τὴν Κύπρον, προεστῶτες, κατὰ τοὺς κανόνας τῶν ὁσίων Πατέρων, καὶ τὴν ἀρχαίαν συ­νήθειαν, δι’ ἑαυτῶν τάς χειροτονίας τῶν εὐλαβεστάτων ἐπισκόπων ποιούμενοι· τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων διοικήσεων, καὶ τῶν ἁπανταχοῦ ἐπαρχιῶν παραφυ­λαχθή­σεται· ὥστε μηδένα τῶν θεοφιλεστάτων ἐπισκόπων ἐπαρχίαν ἑτέραν, οὐκ οὖσαν ἄνωθεν καὶ ἐξ ἀρχῆς ὑπὸ τὴν αὐτοῦ, ἤγουν τῶν πρὸ αὐτοῦ χεῖρα καταλαμβάνειν· ἀλλ’ εἰ καί τις κατέλαβε, καὶ ὑφ’ ἑαυτὸν πεποίηται, βιασάμενος, ταύτην ἀποδιδόναι· ἵνα μὴ τῶν Πατέρων οἱ κανόνες παραβαίνονται, μηδὲ ἐν ἱερουργίας προσχήματι, ἐξουσίας τῦφος κοσμικῆς περεισδύηται, μηδὲ λάθωμεν τὴν ἐλευθερίαν κατὰ μικρὸν ἀπολέσαντες, ἥν ἡμῖν ἐδωρήσατο τῷ ἰδίῳ αἵματι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ πάντων ἀνθρώπων ἐλευθερωτής. Ἔδοξε τοίνυν τῇ ἁγὶᾳ καὶ οἰκουμενικῇ Συνόδῳ, σῴζεσθαι ἑκάστῃ ἐπαρχὶα καθαρά καὶ ἀβίαστα τὰ αὐτῇ προσόντα δίκαια ἐξ ἀρχῆς καὶ ἄνωθεν, κατὰ τὸ πάλαι κρατῆσαν ἔθος, ἄδειαν ἔχοντος ἑκάστου μητροπολίτου τὰ ἴσα τῶν πεπραγμένων πρὸς τὸ οἰκεῖον ἀσφαλὲς ἐκλαβεῖν. Εἰ δέ τις μαχόμενον τύπον τοῖς νῦν ὡρισμένοις προκομίσοι, ἄκυρον τοῦτον εἶναι ἔδοξε τῇ ἁγὶᾳ πάσῃ οἰκουμενικῇ Συνόδῳ.

Примечания

ΠΗΓΗ, ΟΡΟΣ: Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις, 1960, σ. 155-156.

ΠΗΓΗ, ΚΑΤΑ ΠΕΛΑΓΙΑΝΩΝ ΕΚ ΤΗΣ ΣΥΝΟΔΙΚΗΣ ΕΠΙΣΤΟΛΗΣ: Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις, 1960, σ. 155.

ΠΗΓΗ, ΨΗΦΟΣ: Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις, 1960, σ. 156.

209
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать