Θεία σάκρα καταπεμφθείσα πρὸς Γεώργιον τὸν ἁγιώτατον ἀρχιετίσκοτον ταύτης τῆς μεγαλωνύμου Κωνσταντινουττόλεως νέας Ῥώμης
<Ἡ> ἐπιγραφή
Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν αὐτοκράτωρ εὐσεβέστατος εἰρηνικὸς Φλάβιος Κωνσταντῖνος πιστὸς ἐν Ἰησοῦ Χριστῷ τῷ θεῷ βασιλεύς σάκρα [εωργίῳ τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀρχιεπισκόπῳ Κωνσταντινουπόλεως καὶ οἰκουμενικῷ πατριάρχῃ.
Εἰ καὶ μερίμναις στρατιωτικαῖς τε καὶ πολιτικαῖς ἀνενδότως ἡ ἡμετέρα συνέχεται γαλήνη, ἀλλ’ οὖν ἅπαντα τῆς φιλοχρίστου ἡμῶν πολιτείας τὰ πράγματα δεύτερα τῆς χριστια-νικωτάτης ἡμῶν πίστεως τιθέμενοι, ἣν καὶ ἐν πολέμοις ὑπέρμαχον ἡμῶν τε καὶ τῶν ἡμετέρων φιλοχρίστων ἐκστρατευμάτων κεκτήμεθα, ἀναγκαῖον ἐκρίναμεν τῇ παρούσῃ ἡμῶν πρὸς τὴν ὑμετέραν πατρικὴν ἁγιωσύνην εὐσεβεῖ ἡμῶν χρήσασθαι σάκρᾳ, δι᾽ ἧς προτρέποντες αὐτὴν καὶ {(σ) ανσὶπιι 5 συναθροῖσαι τὴν πατρικὴν ὑμῶν μακαριότητα πάντας τοὺς ὑπὸ τὸν ἁγιώτατον αὐτῆς θρόνον τυγχάνοντας ὁσιωτάτους μητροπολίτας τε καὶ ἐπισκόπους κατὰ ταύτην τὴν θεοφύλακτον ἡμῶν καὶ βασιλίδα πόλιν, ἐφ᾽ ᾧ συνεργίᾳ τοῦ παντοδυνάμου καὶ πολυελέου ἡμῶν θεοῦ τὴν ἀκριβῆ ζήτησιν γενέσθαι τοῦ ἤδη ἀπὸ πολλοῦ χρόνου ἀναφυέντος δόγματος περί τε θελήματος καὶ ἐνεργείας ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, τοῦ καὶ διάστασιν οὐ μικρὰν ἔκ τινων προσώπων τῇ ἁγίᾳ τοῦ θεοῦ ἐμποιήσαντος ἐκκλησίᾳ, μεταδοῦναί τε τὴν περὶ τούτον εἴδησιν καὶ Μακαρίῳ τῷ ὁσιωτάτῳ ἀρχιεπι-σκόπῳ τῆς ᾿Αντιοχέων μεγαλοπόλεως πρὸς τὸ καὶ αὐτὸν τοὺς τῆς οἰκείας συνόδον θεοφιλεῖς μητροπολίτας τε καὶ ἐπισκόπους παρασκευάσαι ἐπὶ τούτῳ ἐνταῦθα συνελθεῖν. ἤδη γὰρ περὶ τούτου προτρεψάμεθα δι᾽ εὐσεβῶν ἡμῶν κεραίων ἔτι ἐν ζῶσι τυγχάνοντα καὶ Δόμνον τὸν ἁγιώτατον πάπαν τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης: κἀκείνου τοῦ ἐνταῦθα μεταστάντος βίου ᾿Αγάθων ὁ ἁγιώτατος ἀρτίως προχειρισθεὶς πάπας εἰς τὸν τῆς λεχθείσης πρεσβυτέρας Ῥώμης ἀποστολικὸν θρόνον {μεταλαβὼν τὰς τοιαύτας ἡμῶν εὐσεβεῖς κεραίας) ἀπέστειλεν ἐπὶ τοῦ παρόντος τὸ οἰκεῖον αὐτοῦ ἐπέχοντας πρόσωπον Θεόδωρον καὶ [εώργιον τοὺς θεοφιλεστάτους πρεσβυτέρους καὶ Ἰωάννην τὸν θεοσεβέστα-τον διάκονον, ἐκ προσώπου δὲ τῆς κατ᾽ αὐτὸν ἁπάσης συνόδου Ἰωάννην, ᾿Αβουνδάντιον καὶ Ἰωάννην τοὺς ὁσιωτάτους ἐπισκόπους μετὰ καὶ ἑτέρων κληρικῶν τε καὶ μοναχῶν ὀφείλοντας εὑρεθῆναι εἰς τὴν τοῦ προλεχθέντος κεφαλαίου ζήτησιν. οἵ καὶ τανῦν πρὸς τὰ ἡμέτερα κατέλαβον ἴχνη ἀποδεδωκότες ἡμῖν καὶ δύο ἀναφοράς, μίαν μὲν τοῦ αὐτοῦ ἁγιωτάτου πάπα ᾿Αγάϑωνος, ἑτέραν δὲ τῆς κατ᾽ αὐτὸν συνόδου. γινώσκουσα τοίνυν ἡ πατρικὴ ὑμῶν μακαριότης, ὡς πρῶτον ἡμῖν καὶ ἐξαίρετον, ὡς προείρηται, τὸ τῆς ὀρθο-δοξίας καθέστηκε κεφάλαιον, σπευσάτω τοὺς εἰρημένους ὁσιωτάτους μητροπολίτας καὶ ἐπισκόπους ἐν συντόμῳ καταλαβεῖν τὴν θεοφύλακτον ταύτην καὶ βασιλίδα πόλιν πρὸς τὸ λεχθὲν κινηθῆναι κεφάλαιον καὶ τῇ τοῦ στέψαντος ἡμᾷς μεγαλοδώρου θεοῦ συνεργίᾳ ἀσφαλέστατον καὶ ὀρθόδοξον ὄρον τῷ τοιούτῳ ἐπιτεθῆναι δόγματι.
<Ἡ ὑπογραφήν>
Τὸ θεῖόν σε φυλάξοι ἐπὶ πολλοὺς χρόνους, ἁγιώτατε καὶ μακαριώτατε πάτερ.