Θεία σάκρα καταπεμφθείσα πρὸς Δόμνον τὸν ἁγιώτατον πάπαν τῆς πρεσβυτέρας Ῥώμης, ἀποδοθεῖσα δὲ ᾿Αγάθωνι τῷ ἀἁγιωτάτῳ καὶ μακαριωτάτῳ πάπᾳ τῆς αὐτῆς πρεσβυτέρας Ῥώμης διὰ τὸ τὸν αὐτὸν Δόμνον τοῦ παρόντος μεταστῆναι βίου

Ἡ ἐπιγραφὴ τῆς σάκρας

Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ καὶ σωτῆρος ἡμῶν αὐτο-κράτωρ Φλάβιος Κωνσταντῖνος πιστὸς μέγας βασιλεύς. σάκρα Δόμνῳ τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀρχιεπισκόπῳ τῆς πρεσβυτέρας ἡμῶν Ῥώμης καὶ οἰκουμενικῷ πάπᾳ.

Πάντως ἐπίσταται καὶ ἡ ὑμετέρα πατρικὴ μακαριότης καὶ πλεῖστοι τῶν τῆς καθ᾽ ὑμᾶς ἁγιωτάτης ἐκκλησίας τῆς πρεσβυτέρας ἡμῶν Ῥώμης, ὡς, ἀφ᾽ οὗπερ ἐκέλευσεν ὁ θεὸς αὐτοκρατορικῶς βασιλεύειν ἡμᾶς, πολλάκις ἐθελησάντων τινῶν κίνησιν ποιήσασθαι περὶ τῶν φιλονεικουμένων ῥημάτων ἕνεκεν τοῦ τῆς εὐσεβείας δόγματος μεταξὺ τοῦ μέρους τῆς τε καθ΄ ὑμᾶς ἁγιωτάτης ἐκκλησίας καὶ τῶν τῆς ἐνταῦθα ἁγιωτάτης τοῦ θεοῦ μεγάλης {ἐκκλησίας καὶ ἀμφισβητῆσαι, διεκωλύσαμεν τοῦτο γενέσθαι τοῦ καιροῦ μὴ ἐπιδεχομένου γινώσκοντες, ὡς ἀπὸ μερικῆς ἀμφισβητήσεως ζοὐ μόνον» ἕνωσιν γενέσθαι οὐκ ἐνεδέχετο ἀλλὰ καὶ τὸ κακὸν ηὔξανε, καὶ κἂν εἰ τὴν ψυχὴν ὀδυνώμεθα ὑπὲρ πᾶσαν ὀδύνην διά τε τὰ γινόμενα καὶ τὸν περὶ τούτον ὀνειδισμὸν ἐκ τῶν ἐχθρῶν καὶ δι᾽ αὐτὴν τὴν ἀλήθειαν τὸ τοὺς καθ᾽ ὑμᾶς ἀρχιερεῖς καὶ τὸν ὀρθόδοξον ἡμῶν λαὸν διά τινας καινοφωνίας σχίσματι περιπεσεῖν καὶ τοῦ ἐπίχαρμα γενέσθαι τοῖς τε ἀσεβέσι καὶ αἱρετικοῖς, ἀλλ᾽ οὖν ἀποδεδώ-καμεν τῷ θεῷ ἡμῶν -- αὐτοῦ τὰ κρείττονα περὶ ἡμῶν προνοουμένου -- καὶ καθ᾽ ὃν κελεύει ἡ αὐτοῦ ἀγαϑότης καιρὸν τὰ τοῦ κεφαλαίου κατορθωθῆναι τηνικαῦτα παρασχεῖν ἡμῖν ἐπιτηδειότητα χρόνου πρὸς καθολικὴν συνάθροισιν τῶν ἀμφοτέρων θρόνων πρὸς τὸ κανονίζοντας αὐτοὺς τοὺς ὁρισμοὺς τῶν ἁγίων πέντε συνόδων καὶ τὰς ἐκθέσεις τῶν ἁγίων ἐκκρίτων πατέρων πληροφορίαν ἐμποιῆσαι αὑτοῖς καὶ συνελθεῖν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ δοξάζειν τὸ πάντιμον ὄνομα τοῦ θεοῦ ἡμῶν.

᾿Αλλ᾽ ἐπεὶ ὡς ἄνθρωποι βουλῴζευ λόμεθα, ὡς δὲ κελεύει ὁ θεὸς πάντα ἀποτελεῖ -- αὐτὸς γὰρ ἐπίσταται τὰ μέλλοντα καὶ τὰ συμφέροντα ἡμῖν -- καὶ οὕτως εὐδοκεῖ ἀποτελεῖν, ἐν εἰδήσει ποιούμεθα τὴν ὑμετέραν πατρικὴν μακαριότητα, ὡς ὁ προχειρισθεὶς Θεόδωρος, ὁ ἁγιώτατος καὶ μακαριώτατος πατριάρχης τῆς θεοφυλάκτου ἡμῶν ταύτης καὶ βασιλίδος πόλεως, ἀνήγαγε τῇ ἡμετέρᾳ γαλήνῃ ὑφορᾶσθαι αὐτὸν στεῖλαι τὰ πρὸς συνήθειαν συνοδικὰ πρὸς τὴν ὑμετέραν πατρικὴν μακαριότητα, μήπως ἀπρόσδεκτα γένωνται, καθὼς καὶ τὰ ἐπὶ τῶν πρὸ αὐτοῦ πατριαρχῶν γεγόνασιν" ἀλλ᾽ ὅτι μᾶλλον συνεῖδε προτρετπτικῇ ἐπιστολῇ χρήσασθαι πρὸς τὴν ὑμετέραν πατρικὴν μακαριότητα, ἧντινα καὶ ἔστειλε, καὶ ταύτης ἐν εἰδήσει πάντως γέγονεν ἡ ὑμετέρα πατρικὴ μακαριότης καὶ οὐ συνείδομεν διὰ τῆς παρούσης ἡμῶν εὐσεβοῦς σάκρας περὶ τῆς τοιαύτης ἐπιστολῆς πολυλογίᾳ χρήσασθαι. μετὰ οὖν τὸ τὴν τοιαύτην ἐπιστολὴν σταλῆναι πρὸς τὴν ὑμετέραν πατρικὴν μακαριότητα ἠρωτήσαμεν τόν τε αὐτὸν ἁγιώτατον καὶ μακαριώτατον πατριάρχην καὶ Μακάριον τὸν ἁγιώτατον πατριάρχην τῆς Θεονπολιτῶν πόλεως, τίς ἡ δυσχέρεια ἡ προβαίνουσα μεταξὺ τῆς ὑμετέρας πατρικῆς μακαριότητος ἤγουν τοῦ καθ᾽ ὑμᾶς ἀποστο-λικοῦ θρόνου καὶ αὐτῶν, ἤδη τετελεσμένων πάντων ὄντων περὶ τῆς ἀμωμήτου ἡμῶν καὶ ἀπαρασαλεύτου τῶν Χριστιανῶν πίστεως, διὰ τῆς διδασκαλίας τῶν ἁγίων ἀποστόλων διά τε τῶν ἐκθέσεων τῶν ἁγίων πέντε συνόδων καὶ τῆς διδασκαλίας τῶν ἁγίων ἐκκρίτων πατέρων καὶ πασῶν τῶν αἱρέσεων ἤδη καὶ τηλαυγηθεισῶν καὶ καταργηθεισῶν καὶ μηκέτι ὑπεῖναι τρόπον δυνάμενον παρασπασμὸν ἢ σχίσμα τῇ ἁγίᾳ καὶ ἀμωμήτῳ ἡμῶν περι-ποιῆσαι πίστει. καὶ ἀπελογήσαντο ἡμῖν οἱ αὐτοὶ ἁγιώτατοι πατριάρχαι, ὡς ῥήματά τινα καινοφωνιῶν εἰσήχϑησαν, τινῶν μὲν ἐξ ἀνειδησίας ταῦτα εἰσαγόντων, ἑτέρων δὲ παρὰ τὸ προσῆκον ἐπεξεργαζομένων τὰ ἀκατάληπτα ἔργα τοῦ θεοῦ, καὶ ὅτι ἀφ᾽ οὗ ταῦτα ἤρξαντο κινεῖσθαι τὰ ῥήματα καὶ μέχρι τοῦ παρόντος συνέλευσις μεταξὺ τῶν δύο θρόνων οὐ γέγονεν, ἵνα ἐκζητοῦντες πληροφορίαν ἑαυτοῖς εἰσαγάγωσι τῆς ἀληθείας, διὰ οὖν οἰκτρὰ ζητήματα μὴ γενέσθω ἀτέλεστος ἡ ἐρεσχελία, μὴ ἐπιχαρῶσιν ἡμῖν οἱ Ἕλληνες καὶ αἱρετικοί, μὴ λάβωσι χώραν ἕως τοῦ παντὸς τὰ σπέρματα τοῦ ἐναντίον εἰς ἡμᾶς, ἐκπεσὼν γὰρ ἐκ τῆς ἀνθρωπότητος τῆς λατρευούσης αὐτῷ καὶ καταισχυνθεὶς τῇ ἐπιφανείᾳ τοῦ θεοῦ ἡμῶν ἐν τούτῳ ἄρτι οὐ παύεται ταῦτα πρὸς παραμυθίαν ἑαυτοῦ ποιῶν, ἀλλὰ τῇ χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν καὶ ἐν τούτοις κατησχυνθῇ διὰ τῆς σπουδῆς τῆς ὑμετέρας πατρικῆς μακαριότητος καὶ κατὰ τὸ εἰρημένον ἀποτιθεμένων ἡμῶν πάντα ζῆλον καὶ πᾶσαν ἔριδα καὶ πάντα φθόνον" τῇ ἀληθείᾳ συνδράμωμεν -- ἡ γὰρ ἀλήθεια ἠγαπημένη ἐστὶ τῷ θεῷ -- καὶ κατὰ τὴν τοῦ κυρίου φωνήν: «(ὅστις θέλει πάντων πρῶτος εἶναι ἔστω πάντων διάκονος". καὶ πάλιν εἴρηται ὅτι ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε ἐν τῷ ἀγατπτᾶν ὑμᾶς ἀλλήλους.

Ἐπὰν οὖν ὁ χρόνος οὐκ ἐπιδέχεται τελείαν συνάθροισιν γενέσθαι, προτρέπομεν τὴν ὑμετέραν πατρικὴν μακαριότητα διὰ τῆς παρούσης ἡμῶν εὐσεβοῦς σάκρας στεῖλαι ἄνδρας χρησίμους τε καὶ ἐπιεικεῖς εἴδησιν ἔχοντας πάσης θεοπνεύστου γραφῆς καὶ πεῖραν ἀν-ἐπίληπτον κεκτημένους δογμάτων ἐνδεδυμένους τὸ πρόσωπον τοῦ καθ᾽ ὑμᾶς ἀποστολικοῦ θρόνου καὶ τῆς συνόδου αὐτοῦ, ἐπιφερομένους καὶ τὰς βίβλους, ἃς δέον ἐστὶ προαχθῆναι, καὶ πᾶσαν αὐθεντίαν ἔχοντας πρὸς τὸ {συνερχομένους μετὰ τούτων ἐνταῦθα τοῦ ἁγιω-τάτου καὶ μακαριωτάτου πατριάρχου καὶ Μακαρίου τοῦ ἁγιωτάτου πατριάρχου Θεου-πόλεως ἀνερευνῆσαι μετὰ πάσης πραότητος καὶ ἐπιεικείας καὶ τῇ χάριτι τοῦ ἁγίου πνεύματος τῇ ἀληθείᾳ ἐπιστῆναί τε καὶ πεισθῆναι: τὸ ἀσφαλὲς ἐχόντων τῶν καταλαμ-βανόντων ἐκ μέρους τοῦ καθ᾽ ὑμᾷς ἀποστολικοῦ θρόνου διὰ τῆς παρούσης ἡμῶν εὐσεβοῦς σάκρας. μὰ τὸν γὰρ θεὸν τὸν παντοκράτορα, οὐκ ἔστι παρ᾽ ἡμῖν ἑτερομέρησις ἡ οἱαδήποτε, ἀλλ᾽ ἰσότητα τοῖς ἀμφοτέροις φυλάξομεν μηδ᾽ ὅλως ὑπαναγκάζοντες ἐν οἰῳδή-ποτε κεφαλαίῳ τοὺς στελλομένους παρ᾽ ὑμῶν ἕν τινι, ἀλλὰ καὶ πάσης τιμῆς μετὰ καὶ τῆς δεούσης δορυφορίας καὶ ἀποδοχῆς ἀξιώσομεν αὐτούς, καὶ εἰ μὲν συμβιβασθῶσιν ἀμφότερα τὰ μέρη, ἰδοὺ καὶ καλῶς, εἰ δὲ μὴ συμβαθῶσι, πάλιν μετὰ πάσης εὐλαβείας ἀποστέλλομεν αὐτοὺς πρὸς ὑμᾶς: μετὰ ταῦτα ὑπεξερχομένων ἡμῶν τὸ κρίμα τοῦ θεοῦ τὸ ἐπικείμενον ἡμῖν πρὸς ὃ ὡρίσθημεν φυλάττειν, ἣν παρελάβομεν ἁγίαν καὶ ἀμώμητον πίστιν, ἑκάστου τῷ ἰδίῳ νοῖ πληροφορουμένου καὶ μέλλοντος ἀπολογεῖσθαι ἐπὶ τοῦ ἁγίου καὶ φοβεροῦ βήματος τοῦ θεοῦ ἡμῶν. προτρέπεσθαι γὰρ καὶ παρακαλεῖν δυνάμεθα ἐπὶ πάσῃ κατορθώ-σει τε καὶ ἑνώσει πάντων τῶν Χριστιανῶν, καταναγκάζειν δὲ οὐδαμῶς βουλόμεθα. τὰ δὲ στελλόμενα παρὰ τῆς ὑμετέρας πατρικῆς μακαριότητος πρόσωπα οὕτως ὁρίσει" ἐκ μὲν τῆς καϑ᾽ ὑμᾶς ἁγιωτάτης ἐκκλησίας, εἰ μὲν ἀρέσκει αὐτῇ ἐν τρισὶ προσώποις ἀρκεσθῆναι, ἐπεὶ καὶ πλείονας, ὅσους ἀρέσκει αὐτῇ, ἐκπέμψει, ἐκ δὲ τῆς συνόδου ἕως δεκαδύο μητρο-πολιτῶν τε καὶ ἐπισκόπων, ἐκ δὲ τῶν τεσσάρων Βυζαντίων μοναστηρίων ἐξ ἑκάστου μοναστηρίου ἀββάδας τέσσαρας. εἰ γὰρ ἐπεδέχετο ὁ χρόνος, ὡς προείρηται, καὶ τελείαν συνάθροισιν εἴχομεν παρασκευάσαι γενέσθαι, ἀλλ᾽ ἐπειδὰν ὁ χρόνος οὐκ ἐπιδέχεται -- ὁ δὲ θεὸς ἡμῶν τῇ ἰδίᾳ βουλήσει προήγαγεν, ὅπερ ἡμεῖς ὑπερῃτήμεθα ἐν τῷ χρόνῳ τούτῳ -- πάντως κελεύομεν τὴν ὑμετέραν πατρικὴν μακαριότητα μὴ γενέσθαι τπταρέμποδον τοῦ θελήματος τοῦ θεοῦ, ἀλλὰ τούτους ἀποστεῖλαι. οὕτως γὰρ ἐλπίζομεν εἰς τὴν αὐτοῦ ἀγαθότητα, ὅτι ὁ εὐδοκήσας κινηθῆναι τὰ τοῦ κεφαλαίου, ἐπὶ τοῦ παρόντος διὰ τοῦ ἁγίου πνεύματος εὐδοκῆσαι ἔχει τούτου φανερωθῆναι τὴν ἀλήθειαν καὶ ἐπιστῆναι πάντας χωρὶς σχίσματος καὶ ἔριδος τῇ ἀληθείᾳ καὶ ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ ἀνυμνεῖν πάντας ἡμᾶς τὴν αὐτοῦ ἀγαθότητα. παρασιωπῆσαι γὰρ αὐτὸ φοβερὸν ἡγησάμεθα πρὸς τὸ μὴ τὸν λαὸν τὸν προσερχόμενον ἁγιασθῆναι ἐν ταῖς ἁγιωτάταις τοῦ θεοῦ καθολικαῖς καὶ ἀποστολικαῖς ἐκκλησίαις ἐναντίαις ἐμφιλοχωρεῖν ἐννοίαις θεωροῦντας τὴν πρὸς ἀλλήλους τῶν ἀρχιερέων διάστασιν, πολλὴν γὰρ ἔνστασιν ἡμῖν ἐποίησαν ὁ τε ἁγιώτατος καὶ μακαριώτατος τῶν ἐνταῦθα πατριάρχης καὶ Μακάριος ὁ ἁγιώτατος πατριάρχης Θεου-πόλεως, ἐκβάλαι Βιταλιανὸν τὸν μακαριώτατον ἐκ τῶν διπττύχων, φάσκοντες (Ὀνώριον μνημονεύεσθαι ἐν τοῖς διπττύχοις διὰ) τὴν τιμὴν τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας ζἡμῶν Ῥώμης», ἐπεὶ μὴ καταδέχεσθαι τοὺς μετὰ ταῦτα πατριάρχας τῆς εἰρημένης ἁγιω-τάτης ἐκκλησίας Ῥώμης μνημονεύειν μέχρις ἂν ἡ συζήτησις καὶ πληροφορία γένηται τῶν ῥημάτων τῶν ἀμφισβητουμένων μεταξὺ τῶν ἑκατέρων θρόνων, καὶ εἶθ᾽ οὕτως ἡ ὑμετέρα πατρικὴ μακαριότης ἀκολούθως μνημονευθῇ- ἀλλ᾽ ἡμεῖς τοῦτο οὐ κατεδεξάμεθα, τουτέστι τὸ ἐκβληθῆναι τὸν αὐτὸν Βιταλιανὸν ἐκ τῶν διτττύχων, τοῦτο μὲν ὡς πᾶσαν ἰσότητα τηροῦντες καὶ τοὺς ἀμφοτέρους ὀρθοδόξους ἔχοντες, τοῦτο δὲ καὶ διὰ τὴν προσαχθεῖσαν ἡμῖν (ἀγάπην παρὰ τοῦ αὐτοῦ Βιταλιανοῦ ἐν ζωῇ αὐτοῦ ἐπὶ τῆς κινήσεως τῶν ἡμετέρων τυράννων' ἀλλ᾽ οὕτως ὑπεσχόμεθα τοῖς εἰρημένοις ἁγιωτάτοις πατριάρχαις, ὡς πάντως ἀποστελεῖ ἡ ὑμετέρα πατρικὴ μακαριότης ἀνθρώπους τοὺς ὀφείλοντας συζητῆσαι μετ᾽ αὐτῶν, καὶ ὅτι τηνικαῦτα {κατὰ τὸ φανερούμενον ἡ τελεία διοίκησις γίνεται" ἐττεὶ πτρὸ τούτου μὴ καταδέχεσθαι ἡμᾶς τὸν αὐτὸν μακαριώτατον Βιταλιανὸν ἐκβληθῆναι. καὶ γινώσκουσα ἡ ὑμετέρα πατρικὴ μακαριότης σπεύσει ἐξακολουθῆσαι τῷ θελήματι τοῦ θεοῦ! ὡς γὰρ προείρηται ἐλπίδα ἔχομεν εἰς τὸν στέψαντα ἡμᾶς θεόν, ὅτι ἡνίκα θεωρήσῃ θερμὴν περὶ τούτον ἐξ ἡμῶν πρόθεσιν, ἡ αὐτοῦ ἀγαθότης καὶ τοὺς ταράχους τοὺς ἐπερχομένους ἡμῖν τῶν ἐθνῶν ἀποπαύει. πᾶσαν δὲ σύναρσιν ἐκελεύσαμεν τοῖς ἐρχομένοις παρασχεῖν Θεόδωρον τὸν ἐνδοξότατον πατρίκιον καὶ ἔξαρχον τῆς Ἰταλῶν ἡμῶν φιλοχρίστου χώρας, εἴς τε τιλοῖον καὶ δαπάνας καὶ πᾶσαν χρείαν αὐτῶν καί, εἰ χρεία κελέσοι, καὶ καστελλάτους καράβους παρασχεθῆναι εἰς διάσωσιν αὐτῶν πρὸς τὸ πάντῃ ἀβλαβεῖς καὶ ἀκινδύνους τῇ τοῦ θεοῦ συνεργίᾳ ἀποκαταστῆναι αὐτοὺς πρὸς ἡμᾶς,

Ἡ ὑπογραφή

Τὸ θεῖον φυλάξοι σε ἐπὶ πολλοὺς χρόνους, ἁγιώτατε καὶ μακαριώτατε πάτερ.

Θεία σάκρα καταπεμφθείσα πρὸς [Γεώργιον τὸν ἁγιώτατον ἀρχιετίσκοτον ταύτης τῆς μεγαλωνύμου Κωνσταντινουττόλεως νέας Ῥώμης

<Ἡ> ἐπιγραφή

Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν αὐτοκράτωρ εὐσεβέστατος εἰρηνικὸς Φλάβιος Κωνσταντῖνος πιστὸς ἐν Ἰησοῦ Χριστῷ τῷ θεῷ βασιλεύς σάκρα [εωργίῳ τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀρχιεπισκόπῳ Κωνσταντινουπόλεως καὶ οἰκουμενικῷ πατριάρχῃ.

Εἰ καὶ μερίμναις στρατιωτικαῖς τε καὶ πολιτικαῖς ἀνενδότως ἡ ἡμετέρα συνέχεται γαλήνη, ἀλλ’ οὖν ἅπαντα τῆς φιλοχρίστου ἡμῶν πολιτείας τὰ πράγματα δεύτερα τῆς χριστια-νικωτάτης ἡμῶν πίστεως τιθέμενοι, ἣν καὶ ἐν πολέμοις ὑπέρμαχον ἡμῶν τε καὶ τῶν ἡμετέρων φιλοχρίστων ἐκστρατευμάτων κεκτήμεθα, ἀναγκαῖον ἐκρίναμεν τῇ παρούσῃ ἡμῶν πρὸς τὴν ὑμετέραν πατρικὴν ἁγιωσύνην εὐσεβεῖ ἡμῶν χρήσασθαι σάκρᾳ, δι᾽ ἧς προτρέποντες αὐτὴν καὶ {(σ) ανσὶπιι 5 συναθροῖσαι τὴν πατρικὴν ὑμῶν μακαριότητα πάντας τοὺς ὑπὸ τὸν ἁγιώτατον αὐτῆς θρόνον τυγχάνοντας ὁσιωτάτους μητροπολίτας τε καὶ ἐπισκόπους κατὰ ταύτην τὴν θεοφύλακτον ἡμῶν καὶ βασιλίδα πόλιν, ἐφ᾽ ᾧ συνεργίᾳ τοῦ παντοδυνάμου καὶ πολυελέου ἡμῶν θεοῦ τὴν ἀκριβῆ ζήτησιν γενέσθαι τοῦ ἤδη ἀπὸ πολλοῦ χρόνου ἀναφυέντος δόγματος περί τε θελήματος καὶ ἐνεργείας ἐπὶ τῆς ἐνσάρκου

26
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать