| 1 |
Μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου, μήποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ.
|
| 2 |
μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου, μήποτε ἀντιστήσῃ σου τὴν ὁλκήν· πολλοὺς γὰρ ἀπώλεσεν τὸ χρυσίον καὶ καρδίας βασιλέων ἐξέκλινεν.
|
| 3 |
μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα.
|
| 4 |
μὴ πρόσπαιζε ἀπαιδεύτῳ, ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου.
|
| 5 |
μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας· μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτίμοις.
|
| 6 |
μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρᾳ αὐτοῦ· καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσιν.
|
| 7 |
μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ· μνήσθητι ὅτι πάντες τελευτῶμεν.
|
| 8 |
μὴ παρίδῃς διήγημα σοφῶν καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου· ὅτι παρ᾿ αὐτῶν μαθήσῃ παιδείαν καὶ λειτουργῆσαι μεγιστᾶσιν.
|
| 9 |
μὴ ἀστόχει διηγήματος γερόντων, καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν· ὅτι παρ᾿ αὐτῶν μαθήσῃ σύνεσιν καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν.
|
| 10 |
μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ.
|
| 11 |
μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ, ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου.
|
| 12 |
μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου· καὶ ἐὰν δανείσῃς, ὡς ἀπολωλεκὼς γίνου.
|
| 13 |
μὴ ἐγγυήσῃ ὑπὲρ δύναμίν σου· καὶ ἐὰν ἐγγυήσῃ, ὡς ἀποτείσων φρόντιζε.
|
| 14 |
μὴ δικάζου μετὰ κριτοῦ· κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτῷ.
|
| 15 |
μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ, ἵνα μὴ βαρύνηται κατὰ σοῦ· αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει, καὶ τῇ ἀφροσύνῃ αὐτοῦ συναπολῇ.
|
| 16 |
μετὰ θυμώδους μὴ ποιήσῃς μάχην καὶ μὴ διαπορεύου μετ᾿ αὐτοῦ τὴν ἔρημον· ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα, καὶ ὅπου οὐκ ἔστιν βοήθεια, καταβαλεῖ σε.
|
| 17 |
μετὰ μωροῦ μὴ συμβουλεύου· οὐ γὰρ δυνήσεται λόγον στέξαι.
|
| 18 |
ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν· οὐ γὰρ γινώσκεις τί τέξεται.
|
| 19 |
παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε σὴν καρδίαν, καὶ μὴ ἀναφερέτω σοι χάριν.
|
Можно выделить стих, нажав на его номер. Работает
Shift
и
Ctrl