| 1 | Μὴ ποίει κακά, καὶ οὐ μή σε καταλάβῃ κακόν· |
| 2 | ἀπόστηθι ἀπὸ ἀδίκου, καὶ ἐκκλινεῖ ἀπὸ σοῦ. |
| 3 | υἱέ, μὴ σπεῖρε ἐπ᾿ αὔλακας ἀδικίας, καὶ οὐ μὴ θερίσῃς αὐτὰ ἑπταπλασίως. |
| 4 | μὴ ζήτει παρὰ κυρίου ἡγεμονίαν μηδὲ παρὰ βασιλέως καθέδραν δόξης. |
| 5 | μὴ δικαιοῦ ἔναντι κυρίου καὶ παρὰ βασιλεῖ μὴ σοφίζου. |
| 6 | μὴ ζήτει γενέσθαι κριτής, μὴ οὐκ ἰσχύσεις ἐξᾶραι ἀδικίας, μήποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου. |
| 7 | μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ. |
| 8 | μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν· ἐν γὰρ τῇ μιᾷ οὐκ ἀθῷος ἔσῃ. |
| 9 | μὴ εἴπῃς Τῷ πλήθει τῶν δώρων μου ἐπόψεται καὶ ἐν τῷ προσενέγκαι με θεῷ ὑψίστῳ προσδέξεται. |
| 10 | μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς. |
| 11 | μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ· ἔστιν γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν. |
| 12 | μὴ ἀροτρία ψεῦδος ἐπ᾿ ἀδελφῷ σου μηδὲ φίλῳ τὸ ὅμοιον ποίει. |
| 13 | μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος· ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν. |
| 14 | μὴ ἀδολέσχει ἐν πλήθει πρεσβυτέρων καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου. |
| 15 | μὴ μισήσῃς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ ὑψίστου ἐκτισμένην. |
| 16 | μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν· μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ. |
| 17 | ταπείνωσον σφόδρα τὴν ψυχήν σου, ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ. |
| 18 | Μὴ ἀλλάξῃς φίλον ἕνεκεν διαφόρου μηδὲ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ Σουφιρ. |
| 19 | μὴ ἀστόχει γυναικὸς σοφῆς καὶ ἀγαθῆς· ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον. |
| 20 | μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ μηδὲ μίσθιον διδόντα τὴν ψυχὴν αὐτοῦ· |
| 21 | οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχή, μὴ στερήσῃς αὐτὸν ἐλευθερίας. |
| 22 | κτήνη σοί ἐστιν; ἐπισκέπτου αὐτά· καὶ εἰ ἔστιν σοι χρήσιμα, ἐμμενέτω σοι. |
| 23 | τέκνα σοί ἐστιν; παίδευσον αὐτὰ καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν. |
| 24 | θυγατέρες σοί εἰσιν; πρόσεχε τῷ σώματι αὐτῶν καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου. |
| 25 | ἔκδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα, καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν. |
| 26 | γυνή σοί ἐστιν κατὰ ψυχήν; μὴ ἐκβάλῃς αὐτήν· καὶ μισουμένῃ μὴ ἐμπιστεύσῃς σεαυτόν. |
| 27 | Ἐν ὅλῃ καρδίᾳ σου δόξασον τὸν πατέρα σου καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ· |
| 28 | μνήσθητι ὅτι δι᾿ αὐτῶν ἐγεννήθης, καὶ τί ἀνταποδώσεις αὐτοῖς καθὼς αὐτοὶ σοί; |
| 29 | ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν κύριον καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε. |
| 30 | ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς. |
| 31 | φοβοῦ τὸν κύριον καὶ δόξασον ἱερέα καὶ δὸς τὴν μερίδα αὐτῷ, καθὼς ἐντέταλταί σοι, ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων. |
| 32 | Καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ ἡ εὐλογία σου. |
| 33 | χάρις δόματος ἔναντι παντὸς ζῶντος, καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν. |
| 34 | μὴ ὑστέρει ἀπὸ κλαιόντων καὶ μετὰ πενθούντων πένθησον. |
| 35 | μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον ἄνθρωπον· ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ. |
| 36 | ἐν πᾶσι τοῖς λόγοις σου μιμνῄσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις. |