| 1 | Ἡγούμενόν σε κατέστησαν; μὴ ἐπαίρου· γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν, φρόντισον αὐτῶν καὶ οὕτω κάθισον· |
| 2 | καὶ πᾶσαν τὴν χρείαν σου ποιήσας ἀνάπεσε, ἵνα εὐφρανθῇς δι᾿ αὐτοὺς καὶ εὐκοσμίας χάριν λάβῃς στέφανον. |
| 3 | Λάλησον, πρεσβύτερε, πρέπει γάρ σοι, ἐν ἀκριβεῖ ἐπιστήμῃ καὶ μὴ ἐμποδίσῃς μουσικά. |
| 4 | ὅπου ἀκρόαμα, μὴ ἐκχέῃς λαλιὰν καὶ ἀκαίρως μὴ σοφίζου. |
| 5 | σφραγὶς ἄνθρακος ἐπὶ κόσμῳ χρυσῷ σύγκριμα μουσικῶν ἐν συμποσίῳ οἴνου· |
| 6 | ἐν κατασκευάσματι χρυσῷ σφραγὶς σμαράγδου μέλος μουσικῶν ἐφ᾿ ἡδεῖ οἴνῳ. |
| 7 | Λάλησον, νεανίσκε, εἰ χρεία σου, μόλις δὶς ἐὰν ἐπερωτηθῇς· |
| 8 | κεφαλαίωσον λόγον, ἐν ὀλίγοις πολλά· γίνου ὡς γινώσκων καὶ ἅμα σιωπῶν. |
| 9 | ἐν μέσῳ μεγιστάνων μὴ ἐξισάζου καὶ ἑτέρου λέγοντος μὴ πολλὰ ἀδολέσχει. |
| 10 | πρὸ βροντῆς κατασπεύδει ἀστραπή, καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις. |
| 11 | ἐν ὥρᾳ ἐξεγείρου καὶ μὴ οὐράγει, ἀπότρεχε εἰς οἶκον καὶ μὴ ῥᾳθύμει· |
| 12 | ἐκεῖ παῖζε καὶ ποίει τὰ ἐνθυμήματά σου καὶ μὴ ἁμάρτῃς λόγῳ ὑπερηφάνῳ. |
| 13 | καὶ ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ. |
| 14 | Ὁ φοβούμενος κύριον ἐκδέξεται παιδείαν, καὶ οἱ ὀρθρίζοντες εὑρήσουσιν εὐδοκίαν. |
| 15 | ὁ ζητῶν νόμον ἐμπλησθήσεται αὐτοῦ, καὶ ὁ ὑποκρινόμενος σκανδαλισθήσεται ἐν αὐτῷ. |
| 16 | οἱ φοβούμενοι κύριον εὑρήσουσιν κρίμα καὶ δικαιώματα ὡς φῶς ἐξάψουσιν. |
| 17 | ἄνθρωπος ἁμαρτωλὸς ἐκκλινεῖ ἐλεγμὸν καὶ κατὰ τὸ θέλημα αὐτοῦ εὑρήσει σύγκριμα. |
| 18 | Ἀνὴρ βουλῆς οὐ μὴ παρίδῃ διανόημα, ἀλλότριος καὶ ὑπερήφανος οὐ καταπτήξει φόβον. |
| 19 | ἄνευ βουλῆς μηθὲν ποιήσῃς καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμελοῦ. |
| 20 | ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου καὶ μὴ προσκόψῃς ἐν λιθώδεσιν. |
| 21 | μὴ πιστεύσῃς ἐν ὁδῷ ἀπροσκόπῳ |
| 22 | καὶ ἀπὸ τῶν τέκνων σου φύλαξαι. |
| 23 | ἐν παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου· καὶ γὰρ τοῦτό ἐστιν τήρησις ἐντολῶν. |
| 24 | ὁ πιστεύων νόμῳ προσέχει ἐντολαῖς, καὶ ὁ πεποιθὼς κυρίῳ οὐκ ἐλαττωθήσεται. |