| 1 | Ἀγρυπνία πλούτου ἐκτήκει σάρκας, καὶ ἡ μέριμνα αὐτοῦ ἀφιστᾷ ὕπνον. |
| 2 | μέριμνα ἀγρυπνίας ἀποστήσει νυσταγμόν, καὶ ἀρρώστημα βαρὺ ἐκνήψει ὕπνον. |
| 3 | ἐκοπίασεν πλούσιος ἐν συναγωγῇ χρημάτων καὶ ἐν τῇ ἀναπαύσει ἐμπίμπλαται τῶν τρυφημάτων αὐτοῦ. |
| 4 | ἐκοπίασεν πτωχὸς ἐν ἐλαττώσει βίου καὶ ἐν τῇ ἀναπαύσει ἐπιδεὴς γίνεται. |
| 5 | Ὁ ἀγαπῶν χρυσίον οὐ δικαιωθήσεται, καὶ ὁ διώκων διάφορα ἐν αὐτοῖς πλανηθήσεται. |
| 6 | πολλοὶ ἐδόθησαν εἰς πτῶμα χάριν χρυσίου, καὶ ἐγενήθη ἡ ἀπώλεια αὐτῶν κατὰ πρόσωπον αὐτῶν. |
| 7 | ξύλον προσκόμματός ἐστιν τοῖς ἐνθουσιάζουσιν αὐτῷ, καὶ πᾶς ἄφρων ἁλώσεται ἐν αὐτῷ. |
| 8 | μακάριος πλούσιος, ὃς εὑρέθη ἄμωμος καὶ ὃς ὀπίσω χρυσίου οὐκ ἐπορεύθη· |
| 9 | τίς ἐστιν; καὶ μακαριοῦμεν αὐτόν· ἐποίησεν γὰρ θαυμάσια ἐν λαῷ αὐτοῦ. |
| 10 | τίς ἐδοκιμάσθη ἐν αὐτῷ καὶ ἐτελειώθη; καὶ ἔσται αὐτῷ εἰς καύχησιν. τίς ἐδύνατο παραβῆναι καὶ οὐ παρέβη, καὶ ποιῆσαι κακὰ καὶ οὐκ ἐποίησεν; |
| 11 | στερεωθήσεται τὰ ἀγαθὰ αὐτοῦ, καὶ τὰς ἐλεημοσύνας αὐτοῦ ἐκδιηγήσεται ἐκκλησία. |
| 12 | Ἐπὶ τραπέζης μεγάλης ἐκάθισας; μὴ ἀνοίξῃς ἐπ᾿ αὐτῆς φάρυγγά σου καὶ μὴ εἴπῃς Πολλά γε τὰ ἐπ᾿ αὐτῆς· |
| 13 | μνήσθητι ὅτι κακὸν ὀφθαλμὸς πονηρός. πονηρότερον ὀφθαλμοῦ τί ἔκτισται; διὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύει. |
| 14 | οὗ ἐὰν ἐπιβλέψῃ, μὴ ἐκτείνῃς χεῖρα καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ. |
| 15 | νόει τὰ τοῦ πλησίον ἐκ σεαυτοῦ καὶ ἐπὶ παντὶ πράγματι διανοοῦ. |
| 16 | φάγε ὡς ἄνθρωπος τὰ παρακείμενά σοι καὶ μὴ διαμασῶ, μὴ μισηθῇς. |
| 17 | παῦσαι πρῶτος χάριν παιδείας καὶ μὴ ἀπληστεύου, μήποτε προσκόψῃς· |
| 18 | καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας, πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου. |
| 19 | Ὡς ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ τὸ ὀλίγον, καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ οὐκ ἀσθμαίνει. |
| 20 | ὕπνος ὑγιείας ἐπὶ ἐντέρῳ μετρίῳ· ἀνέστη πρωί, καὶ ἡ ψυχὴ αὐτοῦ μετ᾿ αὐτοῦ. πόνος ἀγρυπνίας καὶ χολέρας καὶ στρόφος μετὰ ἀνδρὸς ἀπλήστου· |
| 21 | καὶ εἰ ἐβιάσθης ἐν ἐδέσμασιν, ἀνάστα ἔμεσον πόρρω, καὶ ἀναπαύσῃ. |
| 22 | ἄκουσόν μου, τέκνον, καὶ μὴ ἐξουδενήσῃς με, καὶ ἐπ᾿ ἐσχάτων εὑρήσεις τοὺς λόγους μου· ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχής, καὶ πᾶν ἀρρώστημα οὐ μή σοι ἀπαντήσῃ. |
| 23 | λαμπρὸν ἐπ᾿ ἄρτοις εὐλογήσει χείλη, καὶ ἡ μαρτυρία τῆς καλλονῆς αὐτοῦ πιστή. |
| 24 | πονηρῷ ἐπ᾿ ἄρτῳ διαγογγύσει πόλις, καὶ ἡ μαρτυρία τῆς πονηρίας αὐτοῦ ἀκριβής. |
| 25 | Ἐν οἴνῳ μὴ ἀνδρίζου· πολλοὺς γὰρ ἀπώλεσεν ὁ οἶνος. |
| 26 | κάμινος δοκιμάζει στόμωμα ἐν βαφῇ, οὕτως οἶνος καρδίας ἐν μάχῃ ὑπερηφάνων. |
| 27 | ἔφισον ζωῆς οἶνος ἀνθρώποις, ἐὰν πίνῃς αὐτὸν ἐν μέτρῳ αὐτοῦ. τίς ζωὴ ἐλασσουμένῳ οἴνῳ; καὶ αὐτὸς ἔκτισται εἰς εὐφροσύνην ἀνθρώποις. |
| 28 | ἀγαλλίαμα καρδίας καὶ εὐφροσύνη ψυχῆς οἶνος πινόμενος ἐν καιρῷ αὐτάρκης· |
| 29 | πικρία ψυχῆς οἶνος πινόμενος πολὺς ἐν ἐρεθισμῷ καὶ ἀντιπτώματι. |
| 30 | πληθύνει μέθη θυμὸν ἄφρονος εἰς πρόσκομμα ἐλαττῶν ἰσχὺν καὶ προσποιῶν τραύματα. |
| 31 | ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον καὶ μὴ ἐξουθενήσῃς αὐτὸν ἐν εὐφροσύνῃ αὐτοῦ· λόγον ὀνειδισμοῦ μὴ εἴπῃς αὐτῷ καὶ μὴ αὐτὸν θλίψῃς ἐν ἀπαιτήσει. |