| 1 | χάριν διαφόρου πολλοὶ ἥμαρτον, καὶ ὁ ζητῶν πληθῦναι ἀποστρέψει ὀφθαλμόν. |
| 2 | ἀνὰ μέσον ἁρμῶν λίθων παγήσεται πάσσαλος, καὶ ἀνὰ μέσον πράσεως καὶ ἀγορασμοῦ συντριβήσεται ἁμαρτία. |
| 3 | ἐὰν μὴ ἐν φόβῳ κυρίου κρατήσῃ κατὰ σπουδήν, ἐν τάχει καταστραφήσεται αὐτοῦ ὁ οἶκος. |
| 4 | Ἐν σείσματι κοσκίνου διαμένει κοπρία, οὕτως σκύβαλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ. |
| 5 | σκεύη κεραμέως δοκιμάζει κάμινος, καὶ πειρασμὸς ἀνθρώπου ἐν διαλογισμῷ αὐτοῦ. |
| 6 | γεώργιον ξύλου ἐκφαίνει ὁ καρπὸς αὐτοῦ, οὕτως λόγος ἐνθυμήματος καρδίας ἀνθρώπου. |
| 7 | πρὸ λογισμοῦ μὴ ἐπαινέσῃς ἄνδρα· οὗτος γὰρ πειρασμὸς ἀνθρώπων. |
| 8 | Ἐὰν διώκῃς τὸ δίκαιον, καταλήμψῃ καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήρη δόξης. |
| 9 | πετεινὰ πρὸς τὰ ὅμοια αὐτοῖς καταλύσει, καὶ ἀλήθεια πρὸς τοὺς ἐργαζομένους αὐτὴν ἐπανήξει. |
| 10 | λέων θήραν ἐνεδρεύει, οὕτως ἁμαρτία ἐργαζομένους ἄδικα. |
| 11 | διήγησις εὐσεβοῦς διὰ παντὸς σοφία, ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται. |
| 12 | εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν, εἰς μέσον δὲ διανοουμένων ἐνδελέχιζε. |
| 13 | διήγησις μωρῶν προσόχθισμα, καὶ ὁ γέλως αὐτῶν ἐν σπατάλῃ ἁμαρτίας. |
| 14 | λαλιὰ πολυόρκου ἀνορθώσει τρίχας, καὶ ἡ μάχη αὐτῶν ἐμφραγμὸς ὠτίων. |
| 15 | ἔκχυσις αἵματος μάχη ὑπερηφάνων, καὶ ἡ διαλοιδόρησις αὐτῶν ἀκοὴ μοχθηρά. |
| 16 | Ὁ ἀποκαλύπτων μυστήρια ἀπώλεσεν πίστιν καὶ οὐ μὴ εὕρῃ φίλον πρὸς τὴν ψυχὴν αὐτοῦ. |
| 17 | στέρξον φίλον καὶ πιστώθητι μετ᾿ αὐτοῦ· ἐὰν δὲ ἀποκαλύψῃς τὰ μυστήρια αὐτοῦ, μὴ καταδιώξῃς ὀπίσω αὐτοῦ. |
| 18 | καθὼς γὰρ ἀπώλεσεν ἄνθρωπος τὸν νεκρὸν αὐτοῦ, οὕτως ἀπώλεσας τὴν φιλίαν τοῦ πλησίον· |
| 19 | καὶ ὡς πετεινὸν ἐκ χειρός σου ἀπέλυσας, οὕτως ἀφῆκας τὸν πλησίον καὶ οὐ θηρεύσεις αὐτόν. |
| 20 | μὴ αὐτὸν διώξῃς, ὅτι μακρὰν ἀπέστη καὶ ἐξέφυγεν ὡς δορκὰς ἐκ παγίδος. |
| 21 | ὅτι τραῦμα ἔστιν καταδῆσαι, καὶ λοιδορίας ἔστιν διαλλαγή, ὁ δὲ ἀποκαλύψας μυστήρια ἀφήλπισεν. |
| 22 | Διανεύων ὀφθαλμῷ τεκταίνει κακά, καὶ οὐδεὶς αὐτὰ ἀποστήσει ἀπ᾿ αὐτοῦ· |
| 23 | ἀπέναντι τῶν ὀφθαλμῶν σου γλυκανεῖ τὸ στόμα αὐτοῦ καὶ ἐπὶ τῶν λόγων σου ἐκθαυμάσει, ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτοῦ καὶ ἐν τοῖς λόγοις σου δώσει σκάνδαλον. |
| 24 | πολλὰ ἐμίσησα καὶ οὐχ ὡμοίωσα αὐτῷ, καὶ ὁ κύριος μισήσει αὐτόν. |
| 25 | ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ κεφαλὴν αὐτοῦ βάλλει, καὶ πληγὴ δολία διελεῖ τραύματα. |
| 26 | ὁ ὀρύσσων βόθρον εἰς αὐτὸν ἐμπεσεῖται, καὶ ὁ ἱστῶν παγίδα ἐν αὐτῇ ἁλώσεται. |
| 27 | ὁ ποιῶν πονηρά, εἰς αὐτὸν κυλισθήσεται, καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἥκει αὐτῷ. |
| 28 | ἐμπαιγμὸς καὶ ὀνειδισμὸς ὑπερηφάνῳ, καὶ ἡ ἐκδίκησις ὡς λέων ἐνεδρεύσει αὐτόν. |
| 29 | παγίδι ἁλώσονται οἱ εὐφραινόμενοι πτώσει εὐσεβῶν, καὶ ὀδύνη καταναλώσει αὐτοὺς πρὸ τοῦ θανάτου αὐτῶν. |
| 30 | Μῆνις καὶ ὀργή, καὶ ταῦτά ἐστιν βδελύγματα, καὶ ἀνὴρ ἁμαρτωλὸς ἐγκρατὴς ἔσται αὐτῶν. |