| 1 | Γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ, καὶ ἀριθμὸς τῶν ἡμερῶν αὐτοῦ διπλάσιος. |
| 2 | γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ἔτη αὐτοῦ πληρώσει ἐν εἰρήνῃ. |
| 3 | γυνὴ ἀγαθὴ μερὶς ἀγαθή, ἐν μερίδι φοβουμένων κύριον δοθήσεται· |
| 4 | πλουσίου δὲ καὶ πτωχοῦ καρδία ἀγαθή, ἐν παντὶ καιρῷ πρόσωπον ἱλαρόν. |
| 5 | Ἀπὸ τριῶν εὐλαβήθη ἡ καρδία μου, καὶ ἐπὶ τῷ τετάρτῳ προσώπῳ ἐδεήθην· διαβολὴν πόλεως, καὶ ἐκκλησίαν ὄχλου, καὶ καταψευσμόν, ὑπὲρ θάνατον πάντα μοχθηρά. |
| 6 | ἄλγος καρδίας καὶ πένθος γυνὴ ἀντίζηλος ἐπὶ γυναικὶ καὶ μάστιξ γλώσσης πᾶσιν ἐπικοινωνοῦσα. |
| 7 | βοοζύγιον σαλευόμενον γυνὴ πονηρά, ὁ κρατῶν αὐτῆς ὡς ὁ δρασσόμενος σκορπίου. |
| 8 | ὀργὴ μεγάλη γυνὴ μέθυσος καὶ ἀσχημοσύνην αὐτῆς οὐ συγκαλύψει. |
| 9 | πορνεία γυναικὸς ἐν μετεωρισμοῖς ὀφθαλμῶν καὶ ἐν τοῖς βλεφάροις αὐτῆς γνωσθήσεται. |
| 10 | ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν, ἵνα μὴ εὑροῦσα ἄνεσιν ἑαυτῇ χρήσηται· |
| 11 | ὀπίσω ἀναιδοῦς ὀφθαλμοῦ φύλαξαι καὶ μὴ θαυμάσῃς, ἐὰν εἰς σὲ πλημμελήσῃ· |
| 12 | ὡς διψῶν ὁδοιπόρος τὸ στόμα ἀνοίξει καὶ ἀπὸ παντὸς ὕδατος τοῦ σύνεγγυς πίεται, κατέναντι παντὸς πασσάλου καθήσεται καὶ ἔναντι βέλους ἀνοίξει φαρέτραν. |
| 13 | Χάρις γυναικὸς τέρψει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ὀστᾶ αὐτοῦ πιανεῖ ἡ ἐπιστήμη αὐτῆς. |
| 14 | δόσις κυρίου γυνὴ σιγηρά, καὶ οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς· |
| 15 | χάρις ἐπὶ χάριτι γυνὴ αἰσχυντηρά, καὶ οὐκ ἔστιν σταθμὸς πᾶς ἄξιος ἐγκρατοῦς ψυχῆς. |
| 16 | ἥλιος ἀνατέλλων ἐν ὑψίστοις κυρίου καὶ κάλλος ἀγαθῆς γυναικὸς ἐν κόσμῳ οἰκίας αὐτῆς· |
| 17 | λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας καὶ κάλλος προσώπου ἐπὶ ἡλικίᾳ στασίμῃ· |
| 18 | στῦλοι χρύσεοι ἐπὶ βάσεως ἀργυρᾶς καὶ πόδες ὡραῖοι ἐπὶ στέρνοις εὐσταθοῦς. |
| 19 | . |
| 20 | . |
| 21 | . |
| 22 | . |
| 23 | . |
| 24 | . |
| 25 | . |
| 26 | . |
| 27 | . |
| 28 | Ἐπὶ δυσὶ λελύπηται ἡ καρδία μου, καὶ ἐπὶ τῷ τρίτῳ θυμός μοι ἐπῆλθεν· ἀνὴρ πολεμιστὴς ὑστερῶν δι᾿ ἔνδειαν, καὶ ἄνδρες συνετοὶ ἐὰν σκυβαλισθῶσιν, ἐπανάγων ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν· ὁ κύριος ἑτοιμάσει εἰς ῥομφαίαν αὐτόν. |
| 29 | Μόλις ἐξελεῖται ἔμπορος ἀπὸ πλημμελείας, καὶ οὐ δικαιωθήσεται κάπηλος ἀπὸ ἁμαρτίας. |