| 1 | ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυναστῶν, νοητῶς νόει τὰ παρατιθέμενά σοι |
| 2 | καὶ ἐπίβαλλε τὴν χεῖρά σου εἰδὼς ὅτι τοιαῦτά σε δεῖ παρασκευάσαι· |
| 3 | εἰ δὲ ἀπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν ἐδεσμάτων αὐτοῦ, ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς. |
| 4 | μὴ παρεκτείνου πένης ὢν πλουσίῳ, τῇ δὲ σῇ ἐννοίᾳ ἀπόσχου· |
| 5 | ἐὰν ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτόν, οὐδαμοῦ φανεῖται, κατεσκεύασται γὰρ αὐτῷ πτέρυγες ὥσπερ ἀετοῦ, καὶ ὑποστρέφει εἰς τὸν οἶκον τοῦ προεστηκότος αὐτοῦ. |
| 6 | μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ μηδὲ ἐπιθύμει τῶν βρωμάτων αὐτοῦ· |
| 7 | ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα, οὕτως ἐσθίει καὶ πίνει. |
| 8 | μηδὲ πρὸς σὲ εἰσαγάγῃς αὐτὸν καὶ φάγῃς τὸν ψωμόν σου μετ᾿ αὐτοῦ· ἐξεμέσει γὰρ αὐτὸν καὶ λυμανεῖται τοὺς λόγους σου τοὺς καλούς. |
| 9 | εἰς ὦτα ἄφρονος μηδὲν λέγε, μήποτε μυκτηρίσῃ τοὺς συνετοὺς λόγους σου. |
| 10 | μὴ μεταθῇς ὅρια αἰώνια, εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς· |
| 11 | ὁ γὰρ λυτρούμενος αὐτοὺς κύριος κραταιός ἐστιν καὶ κρινεῖ τὴν κρίσιν αὐτῶν μετὰ σοῦ. |
| 12 | δὸς εἰς παιδείαν τὴν καρδίαν σου, τὰ δὲ ὦτά σου ἑτοίμασον λόγοις αἰσθήσεως. |
| 13 | μὴ ἀπόσχῃ νήπιον παιδεύειν, ὅτι ἐὰν πατάξῃς αὐτὸν ῥάβδῳ, οὐ μὴ ἀποθάνῃ· |
| 14 | σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδῳ, τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ. |
| 15 | υἱέ, ἐὰν σοφὴ γένηταί σου ἡ καρδία, εὐφρανεῖς καὶ τὴν ἐμὴν καρδίαν, |
| 16 | καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη, ἐὰν ὀρθὰ ὦσιν. |
| 17 | μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς, ἀλλὰ ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν· |
| 18 | ἐὰν γὰρ τηρήσῃς αὐτά, ἔσται σοι ἔκγονα, ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται. |
| 19 | ἄκουε, υἱέ, καὶ σοφὸς γίνου καὶ κατεύθυνε ἐννοίας σῆς καρδίας· |
| 20 | μὴ ἴσθι οἰνοπότης μηδὲ ἐκτείνου συμβολαῖς κρεῶν τε ἀγορασμοῖς· |
| 21 | πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει, καὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης. |
| 22 | ἄκουε, υἱέ, πατρὸς τοῦ γεννήσαντός σε καὶ μὴ καταφρόνει ὅτι γεγήρακέν σου ἡ μήτηρ. |
| 23 | . |
| 24 | καλῶς ἐκτρέφει πατὴρ δίκαιος, ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ· |
| 25 | εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί, καὶ χαιρέτω ἡ τεκοῦσά σε. |
| 26 | δός μοι, υἱέ, σὴν καρδίαν, οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμὰς ὁδοὺς τηρείτωσαν· |
| 27 | πίθος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἶκος, καὶ φρέαρ στενὸν ἀλλότριον· |
| 28 | οὗτος γὰρ συντόμως ἀπολεῖται, καὶ πᾶς παράνομος ἀναλωθήσεται. |
| 29 | τίνι οὐαί; τίνι θόρυβος; τίνι κρίσις; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διὰ κενῆς; τίνος πέλειοι οἱ ὀφθαλμοί; |
| 30 | οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις; οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται; |
| 31 | μὴ μεθύσκεσθε οἴνῳ, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις καὶ ὁμιλεῖτε ἐν περιπάτοις· ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου, ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου, |
| 32 | τὸ δὲ ἔσχατον ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτῷ ὁ ἰός. |
| 33 | οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά, |
| 34 | καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι· |
| 35 | ἐρεῖς δέ Τύπτουσίν με, καὶ οὐκ ἐπόνεσα, καὶ ἐνέπαιξάν μοι, ἐγὼ δὲ οὐκ ᾔδειν· πότε ὄρθρος ἔσται, ἵνα ἐλθὼν ζητήσω μεθ᾿ ὧν συνελεύσομαι; |