| 1 | αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύς, ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή. |
| 2 | πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ὁ κύριος ἐποίησεν. |
| 3 | πανοῦργος ἰδὼν πονηρὸν τιμωρούμενον κραταιῶς αὐτὸς παι δεύεται, οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν. |
| 4 | γενεὰ σοφίας φόβος κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή. |
| 5 | τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς, ὁ δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν ἀφέξεται αὐτῶν. |
| 6 | . |
| 7 | πλούσιοι πτωχῶν ἄρξουσιν, καὶ οἰκέται ἰδίοις δεσπόταις δανιοῦσιν. |
| 8 | ὁ σπείρων φαῦλα θερίσει κακά, πληγὴν δὲ ἔργων αὐτοῦ συντελέσει. 8a ἄνδρα ἱλαρὸν καὶ δότην εὐλογεῖ ὁ θεός, ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει. |
| 9 | ὁ ἐλεῶν πτωχὸν αὐτὸς διατραφήσεται· τῶν γὰρ ἑαυτοῦ ἄρτων ἔδωκεν τῷ πτωχῷ. 9a νίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα δούς, τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων. |
| 10 | ἔκβαλε ἐκ συνεδρίου λοιμόν, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος· ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ, πάντας ἀτιμάζει. |
| 11 | ἀγαπᾷ κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι· χείλεσιν ποιμαίνει βασιλεύς. |
| 12 | οἱ δὲ ὀφθαλμοὶ κυρίου διατηροῦσιν αἴσθησιν, φαυλίζει δὲ λόγους παράνομος. |
| 13 | προφασίζεται καὶ λέγει ὀκνηρός Λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί. |
| 14 | βόθρος βαθὺς στόμα παρανόμου, ὁ δὲ μισηθεὶς ὑπὸ κυρίου ἐμπεσεῖται εἰς αὐτόν. 14a εἰσὶν ὁδοὶ κακαὶ ἐνώπιον ἀνδρός, καὶ οὐκ ἀγαπᾷ τοῦ ἀποστρέψαι ἀπ᾿ αὐτῶν· ἀποστρέφειν δὲ δεῖ ἀπὸ ὁδοῦ σκολιᾶς καὶ κακῆς. |
| 15 | ἄνοια ἐξῆπται καρδίας νέου, ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ᾿ αὐτοῦ. |
| 16 | ὁ συκοφαντῶν πένητα πολλὰ ποιεῖ τὰ ἑαυτοῦ· δίδωσιν δὲ πλουσίῳ ἐπ᾿ ἐλάσσονι. |
| 17 | Λόγοις σοφῶν παράβαλλε σὸν οὖς καὶ ἄκουε ἐμὸν λόγον, τὴν δὲ σὴν καρδίαν ἐπίστησον, ἵνα γνῷς ὅτι καλοί εἰσιν· |
| 18 | καὶ ἐὰν ἐμβάλῃς αὐτοὺς εἰς τὴν καρδίαν σου, εὐφρανοῦσίν σε ἅμα ἐπὶ σοῖς χείλεσιν, |
| 19 | ἵνα σου γένηται ἐπὶ κύριον ἡ ἐλπὶς καὶ γνωρίσῃ σοι τὴν ὁδὸν αὐτοῦ. |
| 20 | καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς εἰς βουλὴν καὶ γνῶσιν ἐπὶ τὸ πλάτος τῆς καρδίας σου. |
| 21 | διδάσκω οὖν σε ἀληθῆ λόγον καὶ γνῶσιν ἀγαθὴν ὑπακούειν τοῦ ἀποκρίνεσθαι λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι. |
| 22 | Μὴ ἀποβιάζου πένητα, πτωχὸς γάρ ἐστιν, καὶ μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλαις· |
| 23 | ὁ γὰρ κύριος κρινεῖ αὐτοῦ τὴν κρίσιν, καὶ ῥύσῃ σὴν ἄσυλον ψυχήν. |
| 24 | μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου, |
| 25 | μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ καὶ λάβῃς βρόχους τῇ σῇ ψυχῇ. |
| 26 | μὴ δίδου σεαυτὸν εἰς ἐγγύην αἰσχυνόμενος πρόσωπον· |
| 27 | ἐὰν γὰρ μὴ ἔχῃς πόθεν ἀποτείσῃς, λήμψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου. |
| 28 | μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου. |
| 29 | ὁρατικὸν ἄνδρα καὶ ὀξὺν ἐν τοῖς ἔργοις αὐτοῦ βασιλεῦσι δεῖ παρεστάναι καὶ μὴ παρεστάναι ἀνδράσι νωθροῖς. |