| 1 | εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας, ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων; |
| 2 | ἠρίθμησας δὲ αὐτῶν μῆνας πλήρεις τοκετοῦ, ὠδῖνας δὲ αὐτῶν ἔλυσας; |
| 3 | ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου; ὠδῖνας αὐτῶν ἐξαποστελεῖς; |
| 4 | ἀπορρήξουσιν τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γενήματι, ἐξελεύσονται καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς. |
| 5 | τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον, δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν; |
| 6 | ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα· |
| 7 | καταγελῶν πολυοχλίας πόλεως, μέμψιν δὲ φορολόγου οὐκ ἀκούων |
| 8 | κατασκέψεται ὄρη νομὴν αὐτοῦ καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ. |
| 9 | βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι ἢ κοιμηθῆναι ἐπὶ φάτνης σου; |
| 10 | δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ, ἢ ἑλκύσει σου αὔλακας ἐν πεδίῳ; |
| 11 | πέποιθας δὲ ἐπ᾿ αὐτῷ, ὅτι πολλὴ ἡ ἰσχὺς αὐτοῦ, ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου; |
| 12 | πιστεύσεις δὲ ὅτι ἀποδώσει σοι τὸν σπόρον, εἰσοίσει δέ σου τὸν ἅλωνα; |
| 13 | πτέρυξ τερπομένων νεελασα, ἐὰν συλλάβῃ ασιδα καὶ νεσσα· |
| 14 | ὅτι ἀφήσει εἰς γῆν τὰ ᾠὰ αὐτῆς καὶ ἐπὶ χοῦν θάλψει |
| 15 | καὶ ἐπελάθετο ὅτι ποὺς σκορπιεῖ καὶ θηρία ἀγροῦ καταπατήσει· |
| 16 | ἀπεσκλήρυνεν τὰ τέκνα αὐτῆς ὥστε μὴ ἑαυτῇ, εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου· |
| 17 | ὅτι κατεσιώπησεν αὐτῇ ὁ θεὸς σοφίαν καὶ οὐκ ἐμέρισεν αὐτῇ ἐν τῇ συνέσει. |
| 18 | κατὰ καιρὸν ἐν ὕψει ὑψώσει, καταγελάσεται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ. |
| 19 | ἦ σὺ περιέθηκας ἵππῳ δύναμιν, ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον; |
| 20 | περιέθηκας δὲ αὐτῷ πανοπλίαν, δόξαν δὲ στηθέων αὐτοῦ τόλμῃ; |
| 21 | ἀνορύσσων ἐν πεδίῳ γαυριᾷ, ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύι· |
| 22 | συναντῶν βέλει καταγελᾷ καὶ οὐ μὴ ἀποστραφῇ ἀπὸ σιδήρου· |
| 23 | ἐπ᾿ αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα, |
| 24 | καὶ ὀργῇ ἀφανιεῖ τὴν γῆν καὶ οὐ μὴ πιστεύσῃ, ἕως ἂν σημάνῃ σάλπιγξ· |
| 25 | σάλπιγγος δὲ σημαινούσης λέγει Εὖγε, πόρρωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἅλματι καὶ κραυγῇ. |
| 26 | ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος καθορῶν τὰ πρὸς νότον; |
| 27 | ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετός, γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται |
| 28 | ἐπ ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ; |
| 29 | ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσιν· |
| 30 | νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι, οὗ δ᾿ ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται. |