| 1 | Μετὰ δὲ τὸ παύσασθαι Ελιουν τῆς λέξεως εἶπεν ὁ κύριος τῷ Ιωβ διὰ λαίλαπος καὶ νεφῶν |
| 2 | Τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν; |
| 3 | ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. |
| 4 | ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δέ μοι, εἰ ἐπίστῃ σύνεσιν. |
| 5 | τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ᾿ αὐτῆς; |
| 6 | ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ᾿ αὐτῆς; |
| 7 | ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου. |
| 8 | ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαίμασσεν ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη· |
| 9 | ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα· |
| 10 | ἐθέμην δὲ αὐτῇ ὅρια περιθεὶς κλεῖθρα καὶ πύλας· |
| 11 | εἶπα δὲ αὐτῇ Μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ, ἀλλ᾿ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα. |
| 12 | ἦ ἐπὶ σοῦ συντέταχα φέγγος πρωινόν, ἑωσφόρος δὲ εἶδεν τὴν ἑαυτοῦ τάξιν |
| 13 | ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς; |
| 14 | ἦ σὺ λαβὼν γῆν πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γῆς; |
| 15 | ἀφεῖλας δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας; |
| 16 | ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; |
| 17 | ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; |
| 18 | νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ᾿ οὐρανόν; ἀνάγγειλον δή μοι πόση τίς ἐστιν. |
| 19 | ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς, σκότους δὲ ποῖος ὁ τόπος; |
| 20 | εἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν; εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν; |
| 21 | οἶδα ἄρα ὅτι τότε γεγέννησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς. |
| 22 | ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑόρακας. |
| 23 | ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν, εἰς ἡμέραν πολέμου καὶ μάχης. |
| 24 | πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ᾿ οὐρανόν; |
| 25 | τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν, ὁδὸν δὲ κυδοιμῶν |
| 26 | τοῦ ὑετίσαι ἐπὶ γῆν, οὗ οὐκ ἀνήρ, ἔρημον, οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ, |
| 27 | τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης; |
| 28 | τίς ἐστιν ὑετοῦ πατήρ; τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου; |
| 29 | ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν, |
| 30 | ἣ καταβαίνει ὥσπερ ὕδωρ ῥέον; πρόσωπον δὲ ἀβύσσου τίς ἔπηξεν; |
| 31 | συνῆκας δὲ δεσμὸν Πλειάδος καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας; |
| 32 | ἦ διανοίξεις μαζουρωθ ἐν καιρῷ αὐτοῦ καὶ Ἕσπερον ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτά; |
| 33 | ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ ἢ τὰ ὑπ᾿ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα; |
| 34 | καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρῳ ὑπακούσεταί σου; |
| 35 | ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται; ἐροῦσιν δέ σοι Τί ἐστιν; |
| 36 | τίς δὲ ἔδωκεν γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην; |
| 37 | τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν; |
| 38 | κέχυται δὲ ὥσπερ γῆ κονία, κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον. |
| 39 | θηρεύσεις δὲ λέουσιν βοράν, ψυχὰς δὲ δρακόντων ἐμπλήσεις; |
| 40 | δεδοίκασιν γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες. |
| 41 | τίς δὲ ἡτοίμασεν κόρακι βοράν; νεοσσοὶ γὰρ αὐτοῦ πρὸς κύριον κεκράγασιν πλανώμενοι τὰ σῖτα ζητοῦντες. |