| 1 |
Ὑπολαβὼν δὲ Ελιους λέγει
|
| 2 |
Τί τοῦτο ἡγήσω ἐν κρίσει; σὺ τίς εἶ ὅτι εἶπας Δίκαιός εἰμι ἔναντι κυρίου;
|
| 3 |
ἢ ἐρεῖς Τί ποιήσω ἁμαρτών;
|
| 4 |
ἐγὼ σοὶ δώσω ἀπόκρισιν καὶ τοῖς τρισὶν φίλοις σου.
|
| 5 |
ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ, κατάμαθε δὲ νέφη ὡς ὑψηλὰ ἀπὸ σοῦ.
|
| 6 |
εἰ ἥμαρτες, τί πράξεις; εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι;
|
| 7 |
ἐπεὶ δὲ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ; ἢ τί ἐκ χειρός σου λήμψεται;
|
| 8 |
ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου, καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου.
|
| 9 |
ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, βοήσονται ἀπὸ βραχίονος πολλῶν.
|
| 10 |
καὶ οὐκ εἶπεν Ποῦ ἐστιν ὁ θεὸς ὁ ποιήσας με, ὁ κατατάσσων φυλακὰς νυκτερινάς,
|
| 11 |
ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πετεινῶν οὐρανοῦ;
|
| 12 |
ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ καὶ ἀπὸ ὕβρεως πονηρῶν.
|
| 13 |
ἄτοπα γὰρ οὐ βούλεται ὁ κύριος ἰδεῖν· αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστιν
|
| 14 |
τῶν συντελούντων τὰ ἄνομα καὶ σώσει με. κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αἰνέσαι αὐτόν, ὡς ἔστιν.
|
| 15 |
καὶ νῦν, ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος, ὀργὴν αὐτοῦ καὶ οὐκ ἔγνω παραπτώματι σφόδρα·
|
| 16 |
καὶ Ιωβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει.
|
Можно выделить стих, нажав на его номер. Работает
Shift
и
Ctrl