| 1 | Ὑπολαβὼν δὲ Ελιους λέγει |
| 2 | Ἀκούσατέ μου, σοφοί· ἐπιστάμενοι, ἐνωτίζεσθε τὸ καλόν· |
| 3 | ὅτι οὖς λόγους δοκιμάζει, καὶ λάρυγξ γεύεται βρῶσιν. |
| 4 | κρίσιν ἑλώμεθα ἑαυτοῖς, γνῶμεν ἀνὰ μέσον ἑαυτῶν ὅ τι καλόν. |
| 5 | ὅτι εἴρηκεν Ιωβ Δίκαιός εἰμι, ὁ κύριος ἀπήλλαξέν μου τὸ κρίμα, |
| 6 | ἐψεύσατο δὲ τῷ κρίματί μου, βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας. |
| 7 | τίς ἀνὴρ ὥσπερ Ιωβ πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ |
| 8 | οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας ἢ ὁδοῦ κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα τοῦ πορευθῆναι μετὰ ἀσεβῶν; |
| 9 | μὴ γὰρ εἴπῃς ὅτι Οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός· καὶ ἐπισκοπὴ αὐτῷ παρὰ κυρίου. |
| 10 | διό, συνετοὶ καρδίας, ἀκούσατέ μου Μή μοι εἴη ἔναντι κυρίου ἀσεβῆσαι καὶ ἔναντι παντοκράτορος ταράξαι τὸ δίκαιον· |
| 11 | ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν, καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν. |
| 12 | οἴῃ δὲ τὸν κύριον ἄτοπα ποιήσειν; ἢ ὁ παντοκράτωρ ταράξει κρίσιν; |
| 13 | ὃς ἐποίησεν τὴν γῆν· τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὑπ᾿ οὐρανὸν καὶ τὰ ἐνόντα πάντα; |
| 14 | εἰ γὰρ βούλοιτο συνέχειν καὶ τὸ πνεῦμα παρ᾿ αὐτῷ κατασχεῖν, |
| 15 | τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν, πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται, ὅθεν καὶ ἐπλάσθη. |
| 16 | εἰ δὲ μὴ νουθετῇ, ἄκουε ταῦτα, ἐνωτίζου φωνὴν ῥημάτων. |
| 17 | ἰδὲ σὺ τὸν μισοῦντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς ὄντα αἰώνιον δίκαιον. |
| 18 | ἀσεβὴς ὁ λέγων βασιλεῖ Παρανομεῖς, ἀσεβέστατε τοῖς ἄρχουσιν· |
| 19 | ὃς οὐκ ἐπῃσχύνθη πρόσωπον ἐντίμου οὐδὲ οἶδεν τιμὴν θέσθαι ἁδροῖς θαυμασθῆναι πρόσωπα αὐτῶν. |
| 20 | κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός· ἐχρήσαντο γὰρ παρανόμως ἐκκλινομένων ἀδυνάτων. |
| 21 | αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων, λέληθεν δὲ αὐτὸν οὐδὲν ὧν πράσσουσιν, |
| 22 | οὐδὲ ἔσται τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα· |
| 23 | ὅτι οὐκ ἐπ᾿ ἄνδρα θήσει ἔτι· ὁ γὰρ κύριος πάντας ἐφορᾷ |
| 24 | ὁ καταλαμβάνων ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· |
| 25 | ὁ γνωρίζων αὐτῶν τὰ ἔργα καὶ στρέψει νύκτα, καὶ ταπεινωθήσονται. |
| 26 | ἔσβεσεν δὲ ἀσεβεῖς, ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ, |
| 27 | ὅτι ἐξέκλιναν ἐκ νόμου θεοῦ, δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν |
| 28 | τοῦ ἐπαγαγεῖν ἐπ᾿ αὐτὸν κραυγὴν πένητος, καὶ κραυγὴν πτωχῶν εἰσακούσεται. |
| 29 | καὶ αὐτὸς ἡσυχίαν παρέξει, καὶ τίς καταδικάσεται; καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν; καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμοῦ |
| 30 | βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ. |
| 31 | ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων Εἴληφα, οὐκ ἐνεχυράσω· |
| 32 | ἄνευ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι· εἰ ἀδικίαν ἠργασάμην, οὐ μὴ προσθήσω. |
| 33 | μὴ παρὰ σοῦ ἀποτείσει αὐτήν; ὅτι ἀπώσῃ, ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ· καὶ τί ἔγνως λάλησον. |
| 34 | διὸ συνετοὶ καρδίας ἐροῦσιν ταῦτα, ἀνὴρ δὲ σοφὸς ἀκήκοέν μου τὸ ῥῆμα. |
| 35 | Ιωβ δὲ οὐκ ἐν συνέσει ἐλάλησεν, τὰ δὲ ῥήματα αὐτοῦ οὐκ ἐν ἐπιστήμῃ. |
| 36 | οὐ μὴν δὲ ἀλλὰ μάθε, Ιωβ, μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες, |
| 37 | ἵνα μὴ προσθῶμεν ἐφ᾿ ἁμαρτίαις ἡμῶν, ἀνομία δὲ ἐφ᾿ ἡμῖν λογισθήσεται πολλὰ λαλούντων ῥήματα ἐναντίον τοῦ κυρίου. |