| 1 |
Ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
|
| 2 |
Τί γὰρ προοίμιον ἢ φόβος παρ᾿ αὐτοῦ, ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ;
|
| 3 |
μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς; ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ᾿ αὐτοῦ;
|
| 4 |
πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου; ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός;
|
| 5 |
εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει· ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ.
|
| 6 |
ἔα δέ, ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ.
|
Можно выделить стих, нажав на его номер. Работает
Shift
и
Ctrl