| 1 | διὰ τί δὲ κύριον ἔλαθον ὧραι, |
| 2 | ἀσεβεῖς δὲ ὅριον ὑπερέβησαν ποίμνιον σὺν ποιμένι ἁρπάσαντες; |
| 3 | ὑποζύγιον ὀρφανῶν ἀπήγαγον καὶ βοῦν χήρας ἠνεχύρασαν. |
| 4 | ἐξέκλιναν ἀδυνάτους ἐξ ὁδοῦ δικαίας, ὁμοθυμαδὸν ἐκρύβησαν πραεῖς γῆς. |
| 5 | ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρῷ ὑπὲρ ἐμοῦ ἐξελθόντες τὴν ἑαυτῶν πρᾶξιν· ἡδύνθη αὐτῷ ἄρτος εἰς νεωτέρους. |
| 6 | ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν· ἀδύνατοι δὲ ἀμπελῶνας ἀσεβῶν ἀμισθὶ καὶ ἀσιτὶ ἠργάσαντο. |
| 7 | γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων, ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλαντο. |
| 8 | ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται, παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέπην πέτραν περιεβάλοντο. |
| 9 | ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ, ἐκπεπτωκότα δὲ ἐταπείνωσαν. |
| 10 | γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως, πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο. |
| 11 | ἐν στενοῖς ἀδίκως ἐνήδρευσαν, ὁδὸν δὲ δικαίαν οὐκ ᾔδεισαν. |
| 12 | οἳ ἐκ πόλεως καὶ οἴκων ἰδίων ἐξεβάλλοντο, ψυχὴ δὲ νηπίων ἐστέναξεν μέγα, αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται; |
| 13 | ἐπὶ γῆς ὄντων αὐτῶν καὶ οὐκ ἐπέγνωσαν, ὁδὸν δὲ δικαιοσύνης οὐκ ᾔδεισαν οὐδὲ ἀτραποὺς αὐτῆς ἐπορεύθησαν. |
| 14 | γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος, καὶ νυκτὸς ἔσται ὡς κλέπτης. |
| 15 | καὶ ὀφθαλμὸς μοιχοῦ ἐφύλαξεν σκότος λέγων Οὐ προσνοήσει με ὀφθαλμός, καὶ ἀποκρυβὴν προσώπου ἔθετο. |
| 16 | διώρυξεν ἐν σκότει οἰκίας· ἡμέρας ἐσφράγισαν ἑαυτούς, οὐκ ἐπέγνωσαν φῶς· |
| 17 | ὅτι ὁμοθυμαδὸν τὸ πρωῒ αὐτοῖς σκιὰ θανάτου, ὅτι ἐπιγνώσεται ταραχὰς σκιᾶς θανάτου. |
| 18 | ἐλαφρός ἐστιν ἐπὶ πρόσωπον ὕδατος· καταραθείη ἡ μερὶς αὐτῶν ἐπὶ γῆς. |
| 19 | ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν ἐπὶ γῆς ξηρά· ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν. |
| 20 | εἶτ ἀνεμνήσθη αὐτοῦ ἡ ἁμαρτία, ὥσπερ δὲ ὁμίχλη δρόσου ἀφανὴς ἐγένετο· ἀποδοθείη δὲ αὐτῷ ἃ ἔπραξεν, συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ. |
| 21 | στεῖραν γὰρ οὐκ εὖ ἐποίησεν καὶ γύναιον οὐκ ἠλέησεν, |
| 22 | θυμῷ δὲ κατέστρεψεν ἀδυνάτους. ἀναστὰς τοιγαροῦν οὐ μὴ πιστεύσῃ κατὰ τῆς ἑαυτοῦ ζωῆς· |
| 23 | μαλακισθεὶς μὴ ἐλπιζέτω ὑγιασθῆναι, ἀλλὰ πεσεῖται νόσῳ. |
| 24 | πολλοὺς γὰρ ἐκάκωσεν τὸ ὕψωμα αὐτοῦ· ἐμαράνθη δὲ ὥσπερ μολόχη ἐν καύματι ἢ ὥσπερ στάχυς ἀπὸ καλάμης αὐτόματος ἀποπεσών. |
| 25 | εἰ δὲ μή, τίς ἐστιν ὁ φάμενος ψευδῆ με λέγειν καὶ θήσει εἰς οὐδὲν τὰ ῥήματά μου; |