| 1 | Ὑπολαβὼν δὲ Ιωβ λέγει |
| 2 | Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου καὶ καθαιρεῖτε με λόγοις; |
| 3 | γνῶτε μόνον ὅτι ὁ κύριος ἐποίησέ με οὕτως· καταλαλεῖτέ μου, οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι. |
| 4 | ναὶ δὴ ἐπ᾿ ἀληθείας ἐγὼ ἐπλανήθην, παρ᾿ ἐμοὶ δὲ αὐλίζεται πλάνος 4a λαλῆσαι ῥῆμα, ὃ οὐκ ἔδει, τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ. |
| 5 | ἔα δὲ ὅτι ἐπ᾿ ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει. |
| 6 | γνῶτε οὖν ὅτι ὁ κύριός ἐστιν ὁ ταράξας, ὀχύρωμα δὲ αὐτοῦ ἐπ᾿ ἐμὲ ὕψωσεν. |
| 7 | ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω· κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα. |
| 8 | κύκλῳ περιῳκοδόμημαι καὶ οὐ μὴ διαβῶ, ἐπὶ πρόσωπόν μου σκότος ἔθετο. |
| 9 | τὴν δὲ δόξαν ἀπ᾿ ἐμοῦ ἐξέδυσεν, ἀφεῖλεν δὲ στέφανον ἀπὸ κεφαλῆς μου. |
| 10 | διέσπασέν με κύκλῳ, καὶ ᾠχόμην· ἐξέκοψεν δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου. |
| 11 | δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο, ἡγήσατο δέ με ὥσπερ ἐχθρόν. |
| 12 | ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπ᾿ ἐμοὶ ταῖς ὁδοῖς μου, ἐκύκλωσάν με ἐγκάθετοι. |
| 13 | ἀπ᾿ ἐμοῦ δὲ ἀδελφοί μου ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ· φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν. |
| 14 | οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου, καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου. |
| 15 | γείτονες οἰκίας θεράπαιναί τέ μου, ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν. |
| 16 | θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσεν· στόμα δέ μου ἐδέετο. |
| 17 | καὶ ἱκέτευον τὴν γυναῖκά μου, προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου· |
| 18 | οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο· ὅταν ἀναστῶ, κατ᾿ ἐμοῦ λαλοῦσιν. |
| 19 | ἐβδελύξαντο δέ με οἱ εἰδότες με· οὓς δὴ ἠγαπήκειν, ἐπανέστησάν μοι. |
| 20 | ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται. |
| 21 | ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλοι· χεὶρ γὰρ κυρίου ἡ ἁψαμένη μού ἐστιν. |
| 22 | διὰ τί δέ με διώκετε ὥσπερ καὶ ὁ κύριος, ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε; |
| 23 | τίς γὰρ ἂν δῴη γραφῆναι τὰ ῥήματά μου, τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα |
| 24 | ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ ἢ ἐν πέτραις ἐγγλυφῆναι; |
| 25 | οἶδα γὰρ ὅτι ἀέναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ γῆς. |
| 26 | ἀναστήσαι τὸ δέρμα μου τὸ ἀνατλῶν ταῦτα· παρὰ γὰρ κυρίου ταῦτά μοι συνετελέσθη, |
| 27 | ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, ἃ ὁ ὀφθαλμός μου ἑόρακεν καὶ οὐκ ἄλλος· πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ. |
| 28 | εἰ δὲ καὶ ἐρεῖτε Τί ἐροῦμεν ἔναντι αὐτοῦ; καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ· |
| 29 | εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος· θυμὸς γὰρ ἐπ᾿ ἀνόμους ἐπελεύσεται, καὶ τότε γνώσονται ποῦ ἐστιν αὐτῶν ἡ ὕλη. |