| 1 | Ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει |
| 2 | Μέχρι τίνος οὐ παύσῃ; ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν. |
| 3 | διὰ τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου; |
| 4 | κέχρηταί σοι ὀργή. τί γάρ; ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπ᾿ οὐρανόν; ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων; |
| 5 | καὶ φῶς ἀσεβῶν σβεσθήσεται, καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ· |
| 6 | τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ, ὁ δὲ λύχνος ἐπ᾿ αὐτῷ σβεσθήσεται. |
| 7 | θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ, σφάλαι δὲ αὐτοῦ ἡ βουλή. |
| 8 | ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι· ἐν δικτύῳ ἑλιχθείη. |
| 9 | ἔλθοισαν δὲ ἐπ᾿ αὐτὸν παγίδες· κατισχύσει ἐπ᾿ αὐτὸν διψῶντας. |
| 10 | κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ καὶ ἡ σύλλημψις αὐτοῦ ἐπὶ τρίβων. |
| 11 | κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι, πολλοὶ δὲ περὶ πόδας αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ. |
| 12 | πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον. |
| 13 | βρωθείησαν αὐτοῦ κλῶνες ποδῶν, κατέδεται δὲ τὰ ὡραῖα αὐτοῦ θάνατος. |
| 14 | ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις, σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ. |
| 15 | κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ, κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ. |
| 16 | ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται, καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ. |
| 17 | τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς, καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω. |
| 18 | ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος. |
| 19 | οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ, οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ᾿ οὐρανὸν ὁ οἶκος αὐτοῦ, ἀλλ᾿ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι. |
| 20 | ἐπ᾿ αὐτῷ ἐστέναξαν ἔσχατοι, πρώτους δὲ ἔσχεν θαῦμα. |
| 21 | οὗτοί εἰσιν οἶκοι ἀδίκων, οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν κύριον. |