Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου λόγος εἰς τὸν Ζακχαῖον.

Οὐδὲν οὕτως τὴν ψυχὴν πρὸς εὐφροσύνην διανίστησιν ὡς φόβος θεοῦ καὶ κακῶν ἀποχὴ καὶ μετανοίας δρόμος καὶ ἐξομο λογήσεως τρόπος. Ὅθεν καὶ σήμερον ∆αβὶδ τοὺς τῆς ἀφέσεως τῶν ἁμαρτιῶν τυχόντας ἐμακάριζεν ἅμα μὲν τὴν φιλανθρωπίαν τοῦ Χριστοῦ παριστῶν, ἅμα δὲ καὶ τοὺς ἁμαρτωλοὺς προσδραμεῖν τῇ μετανοίᾳ παρασκευάζων ... μακάριοι, φησίν, ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι ... τις οὖνη πόρνοςτελώνης εἰς τὰς ἀκενώτους τῆς σωτη ρίας τοῦ Χριστοῦ τρεχέτωπηγάς.

Οὐκ ἔστιν ἄνευ αὐτῆς οὐ κακῶν λύσιν λαβεῖν οὐ τοῦ μακαρισμοῦ τυχεῖν, κἂν προφήτας κἂν ἀποστόλους κἂν εὐαγγελιστὰς εἴπῃς. Πάντες γὰρ ἐκ τῆς αὐτῆς ἤντλησαν πηγῆς. Ἐν προφήταις μὲν αὐτὸς ὁ ∆αβὶδ μετὰ μοιχείαν ἔτι καὶ νῦν προφήτης ὢν διὰ τὴν τοῦ συγχωρήσαντος χάριν. Ἐν ἀποστόλοις δὲ Πέτρος καὶ Παῦλος, ὁ μὲν γὰρ μετὰ τὴν ἄρνησιν τὰς κλεῖς τῆς βασιλείας ἔχει, ὁ δὲ μετὰ τὴν δίωξιν τῶν ἐθνῶν κατέστη ἀπόστολος τὸν Ἰουδαϊκὸν ζῆλον εἰς εὐαγγελικὸν μετα θεὶς τρόπον. Ἐν γὰρ τοῖς εὐαγγελίοις οὐ Ματθαῖον μόνον σῳζόμενον ἐκ τελωνῶν οἶδα, ἀλλὰ καὶ ἑτέρους σὺν αὐτῷ δύο· ὧν εἷς μὲν προσευχόμενος ἐκ τοῦ τὸ στῆθος τύπτειν, τὸν θησαυρὸν τῶν κακῶν, ἐκ τοῦ μὴ τολμᾶν ἐπᾶραι τὰς χεῖρας εἰς τὰ ἅγια, ἐκ τοῦ κάτω νεύειν οὐ μόνον ἐδικαιώθη, ἀλλὰ καὶ κατὰ φαρισαῖον ἐστεφανώθη· Ζακχαῖος δὲ ἀνελθὼν ἐπὶ τὸ δένδρον ἐν ᾧ πολλά κις ἑστὼς κατεσκόπει μὴ πού τις τῶν ἐμπόρων λαθὼν παρέλθῃ ὅπως μὴ ἀζήμιος μείνῃ, ἐτήρει μὴ λάθῃ αὐτὸν παραδραμὼν ὁ οὐρανοῦ καὶ γῆς ἔμπορος, ὁ τὸν ἄσυλον τῆς βασιλείας ἐπιφερό μενος θησαυρόν.Ἵνα δὲ μὴ ὅλως ὁμοῦ τῶν τελωνῶν συγχέωμεν τὰς ἱστορίας, εἰ δοκεῖ, σήμερον τὸν Ζακχαῖον μόνον λαβόντες εἰς ὑπόθεσιν πραγματείας τὸν λόγον εὐρύνωμεν.

Ἐξελθών, φησίν, ὁ Ἰησοῦς διήρχετο τὴν Ἰεριχὼ καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ οὗτος ἦν ἀρχιτελώνης. Οὐχ ἁπλῶς δὲ τῆς Ἰεριχὼ μέμνηται ὁ εὐαγγελιστής, ἀλλ' ἐπειδὴ τελώνην οἴκοι φιλοφρονησάμενον θεὸν λέγει. Ἄπιστον δὲ ἦν τὸ πρᾶγμα. Προτίθησιν αὐτοῦ τὴν πατρί δα, ἵνα τῆς πόρνης ὑπομνησθέντες Ῥαὰβ μὴ ξενισθῶμεν πρὸς τὴν ξένην Ζακχαίου παλινοδίαν. ∆ιὰ τοῦτο οὖν ἐμνήσθη τῆς Ἰεριχώ, ἵνα ἐν νῷ λαβόντες Ῥαὰβ τὴν πόρνην συγκρίνωμεν ἀμφοτέρων τῆς σωτηρίας τὸν τρόπον. Ὥσπερ γὰρ Ῥαὰβ ἡ πόρνη Ἰησοῦν τὸν τοῦ Ναυὴ ὡς κατάσκοπον δεξαμένη ἔκρυψεν, οὕτω καὶ Ζακχαῖος ὁ τελώνης τὸν ἀληθινὸν Ἰησοῦν τὸν κατασκο πεύοντα ἡμῶν τὴν διάνοιαν οἴκοι δεξάμενος ἔθρεψεν. Ἐκείνη Ἰησοῦν τὸν τοῦ Ναυὴ ἐδέξατο τὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας τὸν λαὸν εἰσαγαγόντα· οὗτος τὸν ἀληθινὸν Ἰησοῦν δέχεται τὸν εἰς τὴν βασιλείαν τῶν οὐρανῶ κατ . Ἐκείνη Ἰησοῦν ἐδέξατο τὸν lacuna septem linearum οὗτος τὸν ἀληθινὸν Ἰησοῦν ἐδέξατο τὸν τῶν Ἰουδαίων ἐδαφίσαντα ναόν· Οὐ μὴ γάρ, φησί, μείνῃ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθήσεται. Ἐκείνη Ἰησοῦν ἐδέξατο τὸν διὰ τοῦ Ἰορδάνουτὸν λαὸν εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι εἰσαγαγόντα· οὗτος τὸν ἀληθινὸν Ἰησοῦν ἐδέξατο τὸν διὰ τοῦ βαπτίσματος εἰσαγαγόντα τοὺς πιστοὺς ὅπου ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ἐκείνη Ἰησοῦν ἐδέξατο τὸν τὸν βότρυν ἐπὶ ξύλου ἐκ τῆς γῆς ἐξαγαγόντα· οὗτος τὸν ἀληθινὸν Ἰησοῦν ὑπεδέξατο τὸν τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσαγαγόνταου διὰσλω 16 οι lacuna quinque linearumἩ πηγὴ τῆς Ἰεριχὼ ἦν πρότερον ἀγονίας μήτηρ, ἀκαρπίας τροφός, ἀτελὲς τὸ ὕδωρ ἔχουσα. Τὸ μὲν γὰρ ῥεῖθρον ἀχανὲς εἶχεν, οἷον ἔλαιον ἀψοφητὶ ῥέουσα, ἡ δὲ τῶν ὑδάτων θέα διψῶν τας τοὺς θεωμένους ἀπέλυεν· οὐ γὰρ ἀκίνδυνος ἦν τοῖς δεομέ νοις ἡ πόσις· ὀλέθριον γὰρ εἶχε τὸ νᾶμα. Τὸ μὲν γὰρ κάλλος τῆς πηγῆς πρὸς δρόμον ἐκίνει τοὺς παριόντας, ὁ δὲ φόβος τῆς βλάβης τὴν προθυμίαν ἀνέκοπτεν.

Ὅθεν ἐπειδὴ μάτην τὸ ὕδωρ κατὰ τὴν πηγὴν ἔρρει, πολλάκις οἱ πρόσοικοι παρεστῶτες ἔστε νον οὐχ ὑπὸ τῆς ἀνυδρίας ἀλλ' ὑπὸ τῆς θέας τῶν ἀνωφελῶν ὑδάτων εἰς δίψαν παρελκόμενοι. Οὐκ εἶχον θεραπεῦσαι τῆς δίψης τὸ πάθος ὡς σχετλιάζοντας αὐτοὺς πρὸς αὐτὴν λέγειν·«Τί μάτην ῥεῖς, ὦ πηγή; Βελτίων ἦσθα μὴ φαινομένη, ἀλλ' ἐν ὄρεσι καὶ ψάμμοις καὶ ἐν ἐρημίαις ῥέουσα ἔνθα μὴ πολλοὺς μάρτυρας τοῦ κακοῦ εἶχες «. ∆ιὰ τί δὲ ἄποτον ἦν τὸ ὕδωρ; Ἐπειδὴ ἐνέκρου τῶν πινόντων τὰ σώματα· ἄν τε γὰρ ἀνὴρ ἐξ αὐτοῦ ἔπιεν, οὐκ ἐγίνετο πατὴρ οὔτε γυνὴ ἐγίνετο μήτηρ τὴν τῶν μητέρων ἀπολέσασα χάριν. Καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ γῆ δεξαμένη τὸ ῥεῖθρον ἠρνεῖτο τὴν συνήθη τῶν σταχύων φορὰν καὶ φοινίκων εὔσκιοι χάριτες τὴν τῶν φύλλων ἀπεδύοντο τὴν στολὴν καὶ συλλήβδην εἰπεῖν ἔρημα πάντα ἐγίνετο ὡς ἀδίκως περιπεσόντα τῷ νάματι.Τοιαύτη ἡ πηγὴ τὸ παλαιὸν τὴν Ἰεριχὼ περιήρχετο, ἕως ἐλθὼν Ἐλισσαῖος ὁ προφήτης καὶ λαβὼν ἅλας καὶ ἐπιβαλὼν τῇ πηγῇ ἐζώωσε τὰ νάματα. Τάδε γάρ, φησί, λέγει κύριος· ἴαμαι τὰ ὕδατα ταῦτα. Τάδε λέγει ὁ ἀεὶ λέγων καὶ τὸν λόγον εἰς ἔργον ἄγων· Μηκέτι ἐξ ὑμῶν ἄγονος ἔστω καὶ στεῖρα. Εἶπεν καὶ τὸ ὕδωρ μετεβλήθη καὶ γαστέρες ὤδινον καὶ ἡ γῆ στάχυας ἐξεδίδου καὶ οἱ βότρυες ἀνέθαλλον καὶ ἡ ἐλαία τὴν οἰκείαν ἐπεδείκνυε χάριν. Καὶ οἱ πρόσοικοι τῇ συνήθει διηλλάσσοντο πηγῇ, πάλαι μὲν πολε μοῦντες καὶ πολεμούμενοι, ὕστερον δὲ ποθοῦντες καὶ γειτνιά ζοντες.

Τί δὲ βούλεται τὸ αἴνιγμα τῆς πηγῆς ἀναγκαῖον εἰπεῖν; Ἡ πηγὴ αὕτη ἡ ἀφθόνως ῥέουσα, ἄχρηστον δὲ καὶ ἄγονον προχέου σα ῥεῖθρον τὸ παλαιὸν τὸν τῆς ἐκκλησίας ἀποσῴζει λόγον.Πρὸ γὰρ τοῦ Χριστοῦ οὕτως ἦν ἀσε βὴς ὅτι κἀνὴρ πιὼν ἐκ τῆς τοῦ νάματος πηγῆς αὐτὸ τὸ εἶναι ἄνθρωπος ἀπόλωλεν καὶ τῇ συμπλοκῇ τῶν εἰδώλων τῆς λογικῆς ψυχῆς τὴν φύσιν ἀρνούμενος καὶ γυνὴ μήτηρ ἀρετῶν οὐκ ἐγίνετο οὐδὲ ἔτικτεν σωφροσύνης βλαστήματα ἢ τὸ λευκὸν τῆς εὐσεβείας ἔβλυζε γάλα. Ἀλλ' οὕτως αὐτῆς διακειμένης ἐλθὼν ὁ κύριος τοὺς ἀποστόλους ὡς ἅλας ἐμβαλὼν ἤρτυσεν αὐτὴν καὶ πότιμον ἐποίησεν. Καὶ ὅτι ἅλας ἦσαν οἱ ἀπόστολοι, ἄκουσον τοῦ Χριστοῦ λέγοντος πρὸς αὐτούς· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ὅτι δὲ ἡ στεῖρα καὶ ἄγονος πολύγονος γέγονεν τῶν ἀποστολικῶν μεταλαβοῦσα ἁλῶν, ὁ προφήτης λέγει· Εὐφράνθητι, φησίν, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.Πρὸς οὖν τὴν Ἰεριχὼ ἦλθεν ὁ Ἰησοῦς, ἡ πηγὴ παρὰ τοὺς τῆς πηγῆς πολυτρόφους, ἡ πολυδύναμος χάρις πρὸς τὴν πολύδενδρον καὶ πολύρυτον πόλιν. Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ αὐτὸς ἦν ἀρχιτελώνης. ∆ιπλοῦν τὸ κακόν, ὅτι καὶ ἄδικον μετῄει τέχνην καὶ τῶν κακῶς αὐτὴν μετιόντων ἦρχεν· οὐ μόνον ἁμαρτάνων ἀλλὰ καὶ τὰ ἑτέρων ὑποδεχόμενος κακά. Ξένην γὰρ ἀνέτεμνεν ἀδικίας ὁδὸν τὰς λεωφόρους τοῖς ὁδοιποροῦσιν ἐπιτειχίζων· οὔτε γὰρ τοὺς λῃστὰς μιμούμενος ἐλόχα τοὺς παριόντας οὔτε ζήλῳ φιλοξενίας τοὺς ὁδοιπόρους ἀνέμενεν, ἀλλ' ὡς νόμον τὸ ἀδικεῖν ἔχων τοὺς ἀλλοτρίους ἐτελώνει πόνους τὴν ἀνελεῆ τῶν κηφήνων ἀδηφαγίαν μιμούμενος. Ὥσπερ γὰρ οἱ κηφῆνες τῶν μελισσῶν τρυγῶσι τὸν κάματον μὴ συνεφαπτόμενοι τῶν πόνων, οὕτω καὶ οἱ τελῶναι τῶν ξένων τῶν ὁδοιπόρων τοὺς πόνους ληΐζονται ἀργίᾳ σχολάζοντες καὶ ταῖς τριόδοις παρακαθήμενοι. Ἔπλεέν τις τὴν θάλασσαν, τρικυμίαις ἐμάχετο, πνεύ μασιν ἐπολέμει, μακρὸν καὶ δυσήνιον τὸ πέλαγος ἔτεμνεν, Ζακχαῖος δὲ ἀφῃρεῖτο τῷ τέλει τὸ κέρδος. Ποιμὴν ἀν αὐχμῷ καὶ καύσωνι, ὄμβρῳ καὶ χιόνι καὶ πάχνῃ συζῶν, καλύβην ἔχων τὰς ἐξοχὰς τῶν πετρῶν, τροφὴν τυρὸν καὶ γάλα, ἱμάτιον ἀνέργαστον τῶν προβάτων τὴν δοράν, ἀλλ' οὗτος ὁ ἄγροικος, ὁ πένης, ὁ ὄρεσιν προσομιλῶν Ζακχαίῳ περιέπιπτεν δεκατευόμε νος τὰ θρέμματα, ἐννόμως λῃστευόμενος, ἄνευ ξίφους ἀναιρού μενος. Σιδήρῳ γὰρ ὁ πληγεὶς καὶ ῥεῖον τὸ τραῦμα λαβὼν οἴχεται ἀναισθησίᾳ φυγὼν τοῦ πάθους τὴν χαλεπότητα, ὁ δὲ ἀκουσίῳ πενίᾳ τετοξευμένος θάνατον ἔχει τὸν πόνον καὶ τέθνηκεν· οὐχ ἅπαξ δαπανούμενος, θνῄσκει δὲ ἀεὶ κατὰ μικρόν.

Καὶ ἵνα συντόμως εἴπω, ὥσπερ στρατιώταις τὰ δυσάλωτα φρούρια καὶ τοῖς κυβερνήταις αἱ ὕφαλοι πέτραι καὶ τοῖς πολεμοῦσιν οἱ ὕποπτοι λόχοι, οὕτως ἐμπόροις καὶ ὁδοιπόροις, βουκόλοις καὶ ποιμέσιν Ζακχαῖος φευκτὸς ἦν.Ἀλλ' οὗτος οὕτω περὶ τὴν ἄλογον τῶν χρημάτων συλλογὴν μεμηνὼς ζητῶν τὸν Ἰησοῦν ἰδεῖν οὐκ ἠδύνατο· κατεῖχεν γὰρ αὐτὸν καὶ ἡλικίας σμικρότης καὶ ἀδικίας βαρύτης. Ὅθεν νῦν ἰώμενος τῆς ἡλικίας τὴν εὐτέλειαν τῇ τῆς συνέσεως ἐπινοίᾳ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομοραίαν καὶ κρύπτεται ὑπὸ τὸ ἀμφιλαφὲς τῶν φύλλων οἰόμενος ὁρᾶν καὶ μὴ ὁρᾶσθαι, νομίζων λανθάνειν τὸν πάντα εἰδότα· ὃ δὴ καὶ ἡ αἱμορροοῦσα ὑπέστη οἰομένη κλέπτειν τὸν Ἰησοῦν τὸν ἡδέως τὰ τοιαῦτα κλεπτόμενον. Ἀλλ' ἐκείνη κἂν ἐγγὺς γενομένη τοῦ κρασπέδου ἐφήψατο, οὗτος δὲ πόρρωθεν ὢν πίστει τοῦ Χριστοῦ ἐπελάβετο. Ὅθεν ἄνεισιν ἐπὶ τὸ ξύλον τὰ τοῦ Ἀδὰμ θεραπεύων κακά· ὁ μὲνγὰρ ὑπὸ τοῦ ξύλου πλανᾶται τὸν θεὸν φεύγων, ὁ δὲ ἀπὸ ξύλου σῴζεται τὸν θεὸν ἰδεῖν ἐπιθυμῶν. Ἀκούων γὰρ ὡς πολλὰ καὶ παράδοξα ἐργάζεται θαύματα, ὡς πρὸς τοῖς σώμασιν καὶ τὰς ψυχὰς ἰατρεύει, τῶν μὲν ψυχῶν τὰς ἁμαρτίας ἀφαιρούμενος, τοῖς δὲ σώμασιν ἀπάθειαν χαριζόμενος, ἐπεθύμησεν ἰδεῖν τὸν πάντα πᾶσι συγχωροῦντα λογισάμενος παρ' ἑαυτῷ·«Τίς ποτε ἆρά ἐστιν οὗτος ὁ Ἰησοῦς ὁ λεπροὺς καθαίρων, ὁ τυφλοὺς ἰώμενος, ὁ τὰ ἁμαρτήματα τοῖς αἰτοῦσι συγχωρῶν; Ποταπὸς τὸ εἶδος, ὁποῖος τὴν μορφήν; Ἆρα πάντα οἶδεν; ἆρα καὶ τῶν ἀπόντων τὰς γνώμας δοκιμάζει; ἢ τῶν συνόντων μόνον τοὺς λογισμοὺς ἐξετάζει; ἆρα ὡς θεὸς τῆς ἑκάστου καρδίας ἀνιχνεύει τὰ νοήματα; Πόθεν οὖν ταῦτα γνῶ; τίνα τούτων διδάσκαλον λάβω; τίνα; Τὴν πεῖραν, τὴν πάντων διδάσκαλον. Ἀνελθὼν ἐπὶ τὸ δένδρον κρύπτομαι ὑπὸ τὸ ἀμφιλαφὲς τῶν φύλλων. Λανθάνω καὶ μανθάνω εἰ δύναμαι σωθῆναι. Ἐὰν γνῷ μου τῆς ψυχῆς τὸ κίνημα, οἶδα ὅτι ἐξαλείφει μου τὸ τῆς ψυχῆς ἁμάρτημα· ἓν τοῦτο οὖν γνώσομαι ὅτι οἶδεν τῶν λογισμῶν τὰ κρυπτά.

Ἐὰν ὑπὸ τοῦ πλήθους συνεχόμενος ἴδῃ με τὸν λανθάνοντα καὶ μὴ μόνον ἴδῃ ἀλλὰ καὶ τῆς ψυχῆς μου ἐκκαλύψῃ τὸν ἔρωτα, αἱροῦμαι πάντα ῥῖψαι καὶ ἕνα εὑρεῖν. Μιμήσασθαι Ματθαῖον θέλω· καὶ γὰρ ἐκεῖνος τελώνης ἦν ὡς καὶ ἐγώ, ἀλλὰ Ματθαῖος μὲν οὐκ αὐθαιρέτως προσέδραμεν, ἀλλὰ κληθεὶς ὑπήκουσεν. Τάχα δὲ αὐτὸν καὶ ὁρῶν καὶ ἕνα τῶν ὁδοιπόρων νομίζων τὰς χεῖρας ἐκοίλανεν καὶ βαθὺν ἐφήπλωσε κόλπον τῇ συνηθείᾳ πρὸς τὴν λῆψιν ὀχηματιζόμενος καὶ τελωνῆσαι τὸν Χριστὸν θέλων ἀντετελωνήθη παρ' αὐτοῦ οὐδὲ κατὰ σχῆμα, ἀλλ' ὅλον ἑαυτὸν ἐπιδούς. Ἅμα γὰρ ἤκουσεν· ∆εῦρο ὀπίσω μου, ὑπερέβη τὴν κλῆσιν τῇ προθυμίᾳ ὀξυτέρῳ τάχει παρατρέχων τῷ ἐφελκομένῳ. Εἰ τελώνας οὖν καλεῖ καὶ οὐ καλεῖ μόνον ἀλλὰ καὶ δικαιοῖ, οὐ βλάπτει με τῶν προλαβόντων κακῶν ὁ ἑσμός· εἰ γὰρ ὁ Ἐλισσαῖος ἅλας ἐπιβαλὼν τῇ θρεψαμένῃ πηγῇ τὸ ἄγονον αὐτῆς γόνιμον εἰργάσατο, πάντως καὶ αὐτὸς τῇ χάριτι ὡς ἅλατι ἀρτύσας μου τὴν ψυχὴν καρπογονίαν ἀρετῆς διεγείρει «.Ταῦτα δὲ ἐνθυμουμένου αὐτοῦ ἦλθεν ἐπὶ τὸν τόπον ὁ Ἰησοῦς· ἀναβλέψας λέγει αὐτῷ· Ζακχαῖε, σπεύσας κατάβηθι. Ἀνέβης εἰς τὸ δένδρον ὡς τελώνης, κατάβηθι ἐκ τοῦ δένδρου ὡς φιλόθεος. Κατάβα ἐκ τοῦ ξύλου ἐπὶ τῆς γῆς, ἵνα ἀναβῇς διὰ τοῦ σταυροῦ πρὸς οὐρανόν. Ἀνῆλθες ἐπὶ δένδρον ἀνθρώπους κρυπτόμενος, ἀνέρχῃ διὰ τοῦ σταυροῦ ἀγγέλοις χαριζόμενος. Σπεύσας οὖν κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳσου δεῖ με μεῖναι. Ὢ χάριτος ἀφράστου! Ὢ φιλανθρωπίας ἀρρήτου!κάθαρτνου ὁ οἶκμεν ἡ τῶlumbh ει. Ὅπου γὰρ ξενίζεται ὁ Ἰησοῦς, πάντα πρὸς ἄμεινον μεταβάλλεται τρόπον. Ζακχαῖε, φησίν, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. Τί εἴπω; Ἡ οἰκία τοῦ τελώνου παράδεισος γέγονε. Ὃ γὰρ ἐπὶ τοῦ λῃστοῦ, τοῦτο καὶ ἐπὶ τοῦ Ζακχαίου βλέπω· εἶπεν τῷ λῃστῇ· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ καὶ λαβὼν αὐτὸν ἐκ τοῦ ξύλου εἰς τὸν παράδεισον εἰσήγαγεν· εἶπεν Ζακχαίῳ· Σήμερον ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι καὶ λαβὼν αὐτὸν εἰσῆλθεν πρὸ παραδείσου παράδεισον αὐτοῦ τὸν οἶκον ἐργασάμενος. Ὁ δὲ σπεύσας κατέβη καὶ προέδραμενωξεν ἀπηνω ἐκάλεσεν υἱὸς Ἀβραάμ . Ἀλλ' οἱ λαμοι οἱ ἐπὶ πού μεγογγύζειν ἐν ἑαυτοῖς λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. Ὦ καταφρονήσεως ἐργάται καὶ γεωργοὶ τῆς ῥᾳθυμίας! Ὑμεῖς τί ἐστε, δίκαιοι ἢ ἁμαρτωλοί; Οὐ πάντων ἀνθρώπων ἐστὲ μοχθηρότεροι; Πῶς οὖν παρ' ὑμῖν ἐσκήνωσεν Ἰησοῦς· πῶς παρ' ὑμῖν ἐτέχθη, ἐτράφη, ἠνδρειώθη, ἔπιεν, ἔφαγεν; Τί τὰ οἰκεῖα οὖν παρορῶντες τραύματα τὰ τοῦ πλησίον ἀνιχνεύετε πταίσματα; Ἄλλως δέ, διὰ τί ποτὲ μὲν ἁμαρτωλόν, ποτὲ δὲ δίκαιον τὸν Χριστὸν λέγετε;

Ὅτε γὰρ τὸν ἐκ γεννητῆς ἐθεράπευσεν τυφλόν, ἁμαρτωλὸν αὐτὸν εἴπατε λέγοντες· ∆ὸς δόξαν τῷ θεῷ· ἡμεῖς γὰρ οἴδαμεν ὅτι ἁμαρτωλός ἐστιν, ὅτι λύει τὸ σάββατον. Νῦν ὅτε τὴν τοῦ τελώνου ὑπῆλθεν στέγην ὡς δίκαιον καὶ ἀναξίως ἁμαρτωλοῖς συνεσθίοντα διασύρετε ἁπλῶς. Ηὐλήσαμεν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν καὶ οὐκ ἐκόψασθε. Ἄν τε γὰρ θεραπεύσῃ τυφλόν, ἁμαρτωλὸν αὐτὸν λέγετε· ἄν τε ἁμαρτωλοῖς συμφάγῃ, διασύρετε ὡς ἀναξίως τοῖς ἁμαρτωλοῖς συνεσθίοντα. Τί οὖν; Μὴ θεραπεύσῃ ἐν σαββάτῳ τυφλόν, ἵνα μὴ ἁμαρτωλὸς νομισθῇ; μὴ φάγῃ μετὰ τελωνῶν, ἵνα δίκαιος ὑποπτευθῇ; Τί δὲ αἰτιᾶσθε αὐτόν, ὅτι παρὰ ἀνδρὶ ἁμαρτωλῷ εἰσῆλθεν καταλῦσαι; Καὶ ποῦ ἐχρῆν τεθῆναι τὸ φῶς ἢ ἐν τῇ σκοτίᾳ; Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ποῦ τὸνἰατρὸν ἐλθεῖν ἔδει; Οὐ προστρεχέτω κάμνοντας; Οὐ χρείαν γὰρ ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Ποῦ τὸν ἀμνὸν τοῦ θεοῦ ἐχρῆν φανῆναι; Οὐ πρὸς τοὺς τελώνας καὶ ἁμαρτωλούς, ἵνα τὸ φορτίον αὐτῶν ἀναλαβὼνκαταστήσειτίας; Μάτην λοιδορεῖτε· πεπλήρωται γὰρ ἐφ' ὑμῖν τὸ εἰρημένον ὅτι Πόρναι καὶ τελῶναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶνφαρισαῖοι οἱlacuna sex linearumΣταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου δίδωμι τοῖς πτωχοῖς καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν.

Οὐκέτι γὰρ πένητας ἀδικεῖν ἀνέχομαί σε τῶν πενήτων σκεπαστὴν οἴκοι δεξάμενος. Οὐκέτι ἐπτόημαι περὶ τὴν τῶν χρημάτων συλλογήν,πλοῦτον . Οὐκέτι πε πύλαις ἐπι ων ὁδοιπόρων ἐν ἀνθρώπου μορφῇ ρονησάμενοςτῶν προλαβόν 5ν ἀμνηστείαν οὐον ὡςτὸν ἴδιον ετονδιερράγηγραφατῶν lacuna sex linearum τηlacuna unius lineae θέλωπλούσιος ὢν πτωχεύσας διέμενε. Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, σὺ δὲ οὐκ ἔχεις ὅπου τὴν κεφαλὴν κλίνῃς. Οἰχέσθωσαν αὐλαὶ καὶ προαύλια, οἰκοδομῶν μεγαλουργίαι, λαμπροὶ καὶ περιφανεῖς οἶκοι. Ἀντὶ πάντων γὰρ τούτων ἀκένωτόν σου τῆς πενίας πλοῦτον ζητῶ. Ἀλλ' ἐπειδὴ ἐπὶ πλεῖον οὐ δύναμαι τῆς ψυχῆς Ζακχαίου διηγήσασθαι τὸν πλοῦτον, τῷ ἐν ἀρεταῖς πλουτοῦντι πατρὶ τὸν λόγον καταλείψωμεν· ἀκόλουθον γὰρ τὸν φιλόξενον τοῦ φιλοξένου διηγήσασθαι τὰς ἀρετὰς πρὸς αἴνεσιν μὲν αὐτοῦ, στηριγμὸν δὲ ὑμῶν, στέφανον δὲ τῆς ἐκκλησίας, τιμὴν δὲ τοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

44
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать