Ἀγάπην τὴν οὐρανοκλίμακα λόγος οὐδεὶς κατ' ἀξίαν ὑμνῆσαι δύναται. Ἀγάπη τοῦ Πατρὸς σύνθρονός ἐστιν, ἀγάπη τὰ ἐπίγεια συνάπτει πρὸς τὰ οὐράνια· περὶ ἧς γλῶττα οὐκ ἐπαρκέσει, οὔτε νοῦς ἐξευρήσει ἐπαξίως δοξάσαι· τὸ δὲ ἔργον αὐτὸ δεικνύει ἡγεμόνα οὖσαν τῆς ἀρίστης πολιτείας τὴν ἀγάπην. Τῇ γὰρ δημιουργίᾳ τοῦ Θεοῦ αὕτη τελείαν περιβάλλει εὐπρέπειαν· αὕτη τῶν πολλῶν εἰς ἑνότητα παιδαγωγὸς, ἡ πρὸς ὁμοιότητα τοῦ ἑνὸς καὶ τοῦ ἁγίου κάλλους τὰ πλήθη τῶν ἀνθρώπων ἐξεικονίζουσα ἀγγέλους καὶ ἀνθρώπους. Μία γὰρ οὖσα μορφὴ πᾶσαν λογικὴν φύσιν μορφοῖ εἰς τὴν τοῦ Θεοῦ ὁμοιότητα· οὐ τοῖς ἀπαλλοτριουμένοις ἀπ' αὐτοῦ, ἀλλὰ τοῖς ὑπ' αὐτοῦ γενησομένοις καὶ συγκεκραμένοις ἐπαναπαύεται. Πλείους μὲν ὄντες εἰς μίαν οἱ πάντες νενευκότες συμφωνίαν, κάλλιστόν τι καὶ τερπνὸν ἐφ' ἑαυτοῖς ἁρμονίαν ἐκφαίνουσιν. Οὕτω τὰ διὰ τοῦ ἁγίου Πνεύματος πολλὰ καὶ διάφορα ἐνεργήματα, πρὸς μίαν καὶ ἀγαθὴν ὁμοφροσύνην συναγόμενα, θεοειδέστατον καὶ θεοπρεπέστατον κάλλος ἐκφαίνει, τιμιώτατον Θεῷ καὶ τῆς ἁγίας εὐφροσύνης ἄξιον τῆς παρὰ τῷ ∆ημιουργῷ.
∆ιὰ τὴν ἀγάπην τὴν πρὸς ἀνθρώπους καταβέβηκεν ὁ Θεὸς ἐπὶ τῆς γῆς, καὶ μετὰ τῶν ἀνθρώπων συνανεστράφη, οὐκ ἐν ἀποκρύφῳ καὶ ἀφωρισμένῳ, καθάπερ πρότερον, ἁγιάσματι προσκυνούμενος, ἀλλ' ὁμόσκηνος ἀνθρώποις εἰς ὁμοιότητα καὶ συνδιατριβὴν ἡμετέραν κατελθὼν, ἵνα εἰς τὴν ἑνὸς Πνεύματος οἰκειότητα πάντας προσαγόμενος, ὥσπερ ἓν σῶμα καὶ ἓν πνεῦμα κατασκευάσῃ. Ὑπηρέτις οὖσα τοῦ Κυρίου καὶ τοῦ Πνεύματος ὑπουργὸς ἡ θεία ἀγάπη, τὰ διεστῶτα συνάγει, τὰ ἀπηλλοτριωμένα οἰκειοῖ. Ὢ Χριστοῦ θαυμάσιον ἔργον, ἡ ἀγάπη! ὢ κόσμου σωτηρίας μυστήριον! ∆ι' ἀγάπην ἀποστέλλει ὁ Πατὴρ καὶ Θεὸς εἰς τὸν κόσμον τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ· Ὁ Χριστὸς γὰρ, φησὶν, ἠγάπησε τὴν Ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς· ἀγάπη τοὺς ὑπὲρ τοῦ πλησίον πόνους ἡδέως φέρει, δι' ἀγάπην δοῦλοι ἀλλήλων εἶναι κελευόμεθα· ∆ιὰ γὰρ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις· ἀγάπη τὰς ἰδίας ἑνὸς ἑκάστου κτήσεις κοινὰς ἁπάντων ἐργάζεται· ἀγάπη δεικνύει σοι τὸν πλησίον, ὡς ἑαυτὸν, καὶ φέρει ἁμαρτήματα, ὡς καὶ τὰ ἑαυτοῦ. Ὀλίγα μὲν ὀργισθήσῃ, πλεῖστα δὲ μακροθυμήσεις. ∆ι' ἀγάπην αὐξάνεται ἡ ποίμνη τοῦ Χριστοῦ· ἀγάπη φονικοὺς πραΰνει θυμοὺς, ὅπλα πολεμίων ἀμβλύνει, καὶ λήθην πολεμίων ἐντίθησιν ἁπάντων, καὶ τὴν εἰρηνικὴν πολιτείαν Χριστοῦ τῷ κόσμῳ εἰσάγει. Οὐ λήψεται γὰρ ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.
∆ιὰ τοῦτο, Ἀνατελεῖ, φησὶν, ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη· Λαμπρὸς δὲ καὶ ὁ τύπος τῆς εἰρηνικῆς πολιτείας. Ὢ τῆς μακαρίας εἰρήνης ἀρχηγὸς ἀγάπη! ἡ τὸν ἐχθρὸν καὶ πολέμιον ἐν ἀνθρώποις ἀπελαύνουσα δαίμονα, δι' ἧς στένει μὲν ὁ διάβολος ἐπ' ἀνθρώποις εἰρηνικοῖς, συνήδονται δὲ ἄγγελοι τῆς ἑαυτῶν εἰρήνης εἰκόνα ἐν ἀνθρώποις ὁρῶντες, φαιδροὶ πρὸς ἀλλήλους ἡμεῖς ἐσμεν, καὶ πάσης εὐθυμίας μεῖζον ἀδελφὸς ὀφθεὶς ἀδελφῷ. Παρακαλεῖσθαι γοῦν ἐπὶ ταῖς θλίψεσι φησὶν ὁ Παῦλος ἐπὶ τῇ παρουσίᾳ Τίτου· ὅτε δὲ οὐ πάρεστιν, οὐκ ἔχει ἄνεσιν τῷ πνεύματι. Ἀγάπη Θεοῦ, καὶ ἀδελφῶν ἀγάπη, δύο ἀχώριστα. Καὶ ταύτην, φησὶν ὁ Ἰωάννης, ἐντολὴν ἔχομεν παρὰ τοῦ Θεοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Τοῦτο γὰρ εἶπε καὶ τῷ Πέτρῳ· Εἰ ἀγαπᾷς με, βόσκε τὰ πρόβατά μου. Τουτέστι, ∆εῖξον τὴν πρὸς τὸν ποιμένα ἀγάπην, τῶν προβάτων διὰ σπουδῆς προνοούμενος. Ποῖον οὕτω τεῖχος ἀῤῥαγὲς, ἁρμονίαις λίθων εὐμεγεθῶν ὠχυρωμένον, καὶ πολεμίων ἀποτρέπον ἐφόδους, οἷον ἁγίων σύστημα ἡρμοσμένον τοῖς τῆς ἀγάπης δεσμοῖς, καὶ τὰς τοῦ διαβόλου πείρας (sic); τίς δὲ φυτῶν εὐπρέπεια τοιαύτη κατὰ στίχον πεφυτευμένων, ἢ στρατιᾶς εὐάρμοστος σύνταξις ἐν κόσμῳ καὶ τάξει εὐπρεπεῖ προϊοῦσα; Ταῦτα γὰρ παρέχει τέρψιν· τερπνότερον δὲ καὶ ἡδύτερον πάντων, τῶν ἐν ἀγάπῃ συνηρμοσμένων ἀλλήλοις ἡ κατὰ τὴν φυσικὴν ἁρμονίαν εὐπρέπεια; αὕτη γὰρ ἐν ὀφθαλμοῖς Κυρίου σεμνὴ καὶ ἔντιμος φαίνεται. Ἄκουε τοῦ ∆αυῒδ, μᾶλλον δὲ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος· Ἰδοὺ τί, φησι, τί καλὸν, ἢ τί τερπνόν; οὐδὲν ἕτερον, οὐδὲν ἄλλο τῶν ἐπὶ τῆς γῆς, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό· ὡς μύρον ἐκκενωθὲν ἐπὶ κεφαλήν. Ἄγγελοι τοὺς ἡμετέρους χοροὺς περιχορεύουσι, καὶ εὐφραίνονται ἐφ' ἡμῖν, ὅτι τὴν αὐτῶν διαγωγὴν μιμούμεθα. Εἰ γὰρ ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ ἐν οὐρανῷ γίνεται, κατὰ τὸν τοῦ Κυρίου λόγον, πολλῷ μᾶλλον ἐπὶ τοσούτῳ πλήθει σωζομένων. Ἡ γὰρ τοῦ μέλλοντος αἰῶνος εὐφροσύνη ἀπεντεῦθεν φαίνεται, τῷ μὲν διαβόλῳ πένθος, δαιμόνων λικμητήριον, ὅτε χοροὺς συνεστήκαμεν ἀλλήλοις, ἐν μιᾷ ψυχῇ καὶ μιᾷ γνώμῃ πρὸς ὑμνῳδίαν Θεοῦ τὴν παναρμόνιον τῶν Χερουβεὶμ καὶ μεγαλόδοξον μιμούμεθα μελῳδίαν. Ὥσπερ γὰρ ἐκεῖνα ἐκ διαδοχῆς ἓν τοῦ ἑνὸς παραλαμβάνοντα, τὸν τρισάγιον ᾄδουσιν ὕμνον· οὕτω καὶ ἡμεῖς εἰς τὸν ἐκείνων τύπον δύο χοροὺς συστησάμενοι, καὶ ἀντιφωνοῦντες ἀλλήλοις, τὴν πνευματικὴν ᾄδομεν μελῳδίαν. Θαῦμα τοῖς ἔξωθεν, ἐπιθυμητὸν τοῖς ὁρῶσι, καὶ πόθος τοῖς ἀκούουσιν ἐγγίνεται, καὶ θεία ἐνεργὴς αἴσθησις ἐν ἡμῖν εὑρίσκεται, δι' ἧς αἰσθα νόμεθα ἐκριζουμένων ἐξ ἡμῶν πάντων τῶν κακοτροπίας καὶ διαιρέσεως αἰτιῶν.
Πάντες δι' ἡμᾶς δοξάσουσι τὸν Θεὸν, πολιτείαν ἐπὶ γῆς ὁρῶντες οὐράνιον. ∆ιὰ τοῦτο πάντας ἡμᾶς ἓν φρονεῖν καὶ τὸ αὐτὸ λέγειν ὁ Παῦλος ἐδίδασκε· διὰ τοῦτο Χριστὸς ἀποστέλλων συνδύο πέμπει τοὺς ἀποστόλους· μέχρι καὶ γυναικῶν εἰσηγεῖται τὴν ὁμοφροσύνην, ἵνα μηδὲ τὸν τῶν παρθένων σύλλογον ἄμοιρον ταύτης τῆς ἀγγελικῆς μιμήσεως καταστήσῃ. ∆ιὰ τοῦτο λέγει. Εὐοδίαν παρακαλῶ καὶ Συντύχην τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ. Ἀλλήλους ὑπερέχοντας ἡγεῖσθαι κελεύει, πρὸς τὸ μὴ διαλύεσθαι τῇ φιλοτιμίᾳ, μᾶλλον δὲ τῇ κενοδοξίᾳ, ἀλλὰ τὴν τιμὴν παραχωροῦντες τῷ πλησίον ἑνοῦσθαι, καὶ συγκρίνεσθαι. Σεμνὰ μὲν οὖν τὰ καθ' ἡμᾶς, καὶ ὡς ἀληθῶς ἐπικόσμια τὰ τῆς ἱερᾶς καὶ θείας ἀγάπης. Ἴδωμεν δὲ καὶ τὰς ἐν τῷ νόμῳ διδασκαλίας. Καὶ γὰρ αὗται συμφερόντως διδάσκουσιν. Οὐχ ὑπερόψει, φησὶ, τὸν ἐνδεῆ, μεταδώσεις δὲ θλιβομένῳ· ἀπολαύσει τῶν παρὰ σοὶ καρπῶν ὁ πένης, καὶ τοῦ θερισμοῦ τὰ λείψανα καὶ τοῦ τρυγητοῦ πρὸς τροφὴν ἕξει ὁ πένης· ἑβδόμῳ δὲ ἔτει καὶ ὁ δοῦλος εἰς ἐλευθερίαν ἀφεθήσεται, πεντηκοστῷ δὲ ἔτει ἅπαν χρέως λυθήσεται· καὶ οἱ πεπρακότες τὰς κτήσεις ἐπαναλήψονται, μὴ ἀποδώσαντες τὸ τίμημα. Τόκον οὐκ ἀπαιτήσεις, οὐκ ἐνεχυράσεις μύλον οὐδὲ ἐπιμύλιον, οὐδὲ τοῦ πένητος ἐνεχυράσεις ἱμάτιον, οὐδὲ μὴ ἐπεισελεύσῃ βιαίως λαβεῖν ἐνέχυρον. Οὐκ ἐγκαταλείψεις ὑποζύγιον τοῦ πλησίον σου, οὐδ' ἂν ἐχθρὸς τυγχάνῃ· ἐπανάξεις δὲ αὐτῷ καὶ ζῶον πλανώμενον, ὑπηρέτης ὡς φίλῳ γενόμε 61.684 νος, καὶ διαλύων τὴν ἔχθραν ἐμπεσούσης προφάσεως. Ταῦτα δὲ πάντα τὰ παραγγέλματα δι' οὐδὲν ἕτερον, ἀλλὰ διὰ τὴν ἱερὰν καὶ πολυπόθητον τῷ Θεῷ ἀγάπην καὶ γὰρ εἰς τοῦτο καὶ εὐαγγελικὰ παραγγέλματα κατατρέχει.
Μετὰ γὰρ τὸ πολλὰ εἰπεῖν πληρωτικὰ τοῦ νόμου, ἐπήγαγε· Καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. Ἐν ἅπασι τὴν ἔχθραν καταλύων, καὶ τὴν ἀγάπην φυτεύων. Χρέως ἔστω παρ' ὑμῖν τὸ ἀγαπᾷν ἀλλήλους μηδέποτε πληρούμενον· φησὶ γὰρ ὁ Παῦλος, Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν. Ὥσπερ γὰρ τὰς τροφὰς καθ' ἑκάστην ἐπιζητοῦμεν τὴν ἡμέραν, καὶ οὐχὶ ἡ προλαβοῦσα χορτασία ἀποστήσει ἡμᾶς τοῦ μὴ καθ' ἑκάστην ἐπιζητεῖν τροφὰς, ἀλλὰ τοῦτο ἀπὸ τῆς φύσεως ἀπαιτούμενοι ὡς χρέως ὀφείλομεν· οὕτω καὶ ἐπὶ τῆς ἀγάπης τὸν αὐτὸν τύπον φυλάξωμεν. Οὐ πλησθήσεται, φησὶν, ὀφθαλμὸς τοῦ ὁρᾷν, καὶ οὖς τοῦ ἀκούειν. Γλυκὺ τοῖς ὀφθαλμοῖς τὸ φῶς, καὶ οὐδεὶς ἔκαμεν ὁρῶν τῷ ὀφθαλμῷ, καὶ οὐδεὶς ἔκαμεν ἀκούων τοῖς ὠσίν· οὕτω καὶ τὸ τῆς ἀγάπης ἐράσμιον ἔργον ἀόκνως ἐπιτελεῖν ὀφείλομεν, καὶ οὐδέποτε κορέννυσθαι. Ὕδωρ γὰρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην· Μένει γὰρ, φησὶ, τὰ τρία ταῦτα, πίστις, ἐλπὶς, ἀγάπη. Ὥσπερ γὰρ ἦν ἀπ' ἀρχῆς, οὕτω καὶ εἰς αἰῶνα φυλαχθήσεται· ᾗ ἐξακολουθοῦντας ἡμᾶς γένοιτο τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.