| 1 | Ἐκύκλωσέν με ἐν ψεύδει Εφραιμ καὶ ἐν ἀσεβείαις οἶκος Ισραηλ καὶ Ιουδα. νῦν ἔγνω αὐτοὺς ὁ θεός, καὶ λαὸς ἅγιος κεκλήσεται θεοῦ. |
| 2 | ὁ δὲ Εφραιμ πονηρὸν πνεῦμα, ἐδίωξεν καύσωνα ὅλην τὴν ἡμέραν· κενὰ καὶ μάταια ἐπλήθυνεν καὶ διαθήκην μετὰ Ἀσσυρίων διέθετο, καὶ ἔλαιον εἰς Αἴγυπτον ἐνεπορεύετο. |
| 3 | καὶ κρίσις τῷ κυρίῳ πρὸς Ιουδαν τοῦ ἐκδικῆσαι τὸν Ιακωβ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀνταποδώσει αὐτῷ. |
| 4 | ἐν τῇ κοιλίᾳ ἐπτέρνισεν τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐν κόποις αὐτοῦ ἐνίσχυσεν πρὸς θεὸν |
| 5 | καὶ ἐνίσχυσεν μετὰ ἀγγέλου καὶ ἠδυνάσθη· ἔκλαυσαν καὶ ἐδεήθησάν μου, ἐν τῷ οἴκῳ Ων εὕροσάν με, καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτόν. |
| 6 | ὁ δὲ κύριος ὁ θεὸς ὁ παντοκράτωρ ἔσται μνημόσυνον αὐτοῦ. |
| 7 | καὶ σὺ ἐν θεῷ σου ἐπιστρέψεις· ἔλεον καὶ κρίμα φυλάσσου καὶ ἔγγιζε πρὸς τὸν θεόν σου διὰ παντός. |
| 8 | Χανααν ἐν χειρὶ αὐτοῦ ζυγὸς ἀδικίας, καταδυναστεύειν ἠγάπησε. |
| 9 | καὶ εἶπεν Εφραιμ Πλὴν πεπλούτηκα, εὕρηκα ἀναψυχὴν ἐμαυτῷ. πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ δι᾿ ἀδικίας, ἃς ἥμαρτεν. |
| 10 | ἐγὼ δὲ κύριος ὁ θεός σου ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἔτι κατοικιῶ σε ἐν σκηναῖς καθὼς ἡμέρᾳ ἑορτῆς. |
| 11 | καὶ λαλήσω πρὸς προφήτας, καὶ ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶν προφητῶν ὡμοιώθην. |
| 12 | εἰ μὴ Γαλααδ ἔστιν· ἄρα ψευδεῖς ἦσαν ἐν Γαλγαλ ἄρχοντες θυσιάζοντες, καὶ τὰ θυσιαστήρια αὐτῶν ὡς χελῶναι ἐπὶ χέρσον ἀγροῦ. |
| 13 | καὶ ἀνεχώρησεν Ιακωβ εἰς πεδίον Συρίας, καὶ ἐδούλευσεν Ισραηλ ἐν γυναικὶ καὶ ἐν γυναικὶ ἐφυλάξατο. |
| 14 | καὶ ἐν προφήτῃ ἀνήγαγεν κύριος τὸν Ισραηλ ἐξ Αἰγύπτου, καὶ ἐν προφήτῃ διεφυλάχθη. |
| 15 | ἐθύμωσεν Εφραιμ καὶ παρώργισεν, καὶ τὸ αἷμα αὐτοῦ ἐπ᾿ αὐτὸν ἐκχυθήσεται, καὶ τὸν ὀνειδισμὸν αὐτοῦ ἀνταποδώσει αὐτῷ κύριος. |