| 1 | ὡς κηρὸς ἀπὸ πυρὸς τήκεται. καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομα κυρίου ἐν τοῖς ὑπεναντίοις· ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται. |
| 2 | ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήμψεται ἀπὸ σοῦ ὄρη. |
| 3 | ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον θεὸν πλὴν σοῦ καὶ τὰ ἔργα σου, ἃ ποιήσεις τοῖς ὑπομένουσιν ἔλεον. |
| 4 | συναντήσεται γὰρ τοῖς ποιοῦσιν τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν· διὰ τοῦτο ἐπλανήθημεν. |
| 5 | καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς, ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν· καὶ ἐξερρύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν, οὕτως ἄνεμος οἴσει ἡμᾶς. |
| 6 | καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου· ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ᾿ ἡμῶν καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν. — |
| 7 | καὶ νῦν, κύριε, πατὴρ ἡμῶν σύ, ἡμεῖς δὲ πηλὸς ἔργον τῶν χειρῶν σου πάντες· |
| 8 | μὴ ὀργίζου ἡμῖν σφόδρα καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. καὶ νῦν ἐπίβλεψον, ὅτι λαός σου πάντες ἡμεῖς. |
| 9 | πόλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος, Σιων ὡς ἔρημος ἐγενήθη, Ιερουσαλημ εἰς κατάραν. |
| 10 | ὁ οἶκος, τὸ ἅγιον ἡμῶν, καὶ ἡ δόξα, ἣν ηὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος, καὶ πάντα τὰ ἔνδοξα συνέπεσεν. |
| 11 | καὶ ἐπὶ πᾶσι τούτοις ἀνέσχου, κύριε, καὶ ἐσιώπησας καὶ ἐταπείνωσας ἡμᾶς σφόδρα. |