| 1 | Ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει |
| 2 | Τί γὰρ προοίμιον ἢ φόβος παρ᾿ αὐτοῦ, ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ; |
| 3 | μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς; ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ᾿ αὐτοῦ; |
| 4 | πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου; ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός; |
| 5 | εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει· ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ. |
| 6 | ἔα δέ, ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ. |