| 1 | Καὶ ἐβουλεύσατο Δαυιδ μετὰ τῶν χιλιάρχων καὶ τῶν ἑκατοντάρχων, παντὶ ἡγουμένῳ, |
| 2 | καὶ εἶπεν Δαυιδ τῇ πάσῃ ἐκκλησίᾳ Ισραηλ Εἰ ἐφ᾿ ὑμῖν ἀγαθὸν καὶ παρὰ κυρίου θεοῦ ἡμῶν εὐοδωθῇ, ἀποστείλωμεν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν τοὺς ὑπολελειμμένους ἐν πάσῃ γῇ Ισραηλ, καὶ μετ᾿ αὐτῶν οἱ ἱερεῖς οἱ Λευῖται ἐν πόλεσιν κατασχέσεως αὐτῶν, καὶ συναχθήσονται πρὸς ἡμᾶς, |
| 3 | καὶ μετενέγκωμεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν πρὸς ἡμᾶς· ὅτι οὐκ ἐζήτησαν αὐτὴν ἀφ᾿ ἡμερῶν Σαουλ. |
| 4 | καὶ εἶπεν πᾶσα ἡ ἐκκλησία τοῦ ποιῆσαι οὕτως, ὅτι εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ. |
| 5 | καὶ ἐξεκκλησίασεν Δαυιδ τὸν πάντα Ισραηλ ἀπὸ ὁρίων Αἰγύπτου καὶ ἕως εἰσόδου Ημαθ τοῦ εἰσενέγκαι τὴν κιβωτὸν τοῦ θεοῦ ἐκ πόλεως Ιαριμ. |
| 6 | καὶ ἀνήγαγεν αὐτὴν Δαυιδ, καὶ πᾶς Ισραηλ ἀνέβη εἰς πόλιν Δαυιδ, ἣ ἦν τοῦ Ιουδα, τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ θεοῦ κυρίου καθημένου ἐπὶ χερουβιν, οὗ ἐπεκλήθη ὄνομα αὐτοῦ. |
| 7 | καὶ ἐπέθηκαν τὴν κιβωτὸν τοῦ θεοῦ ἐπὶ ἅμαξαν καινὴν ἐξ οἴκου Αμιναδαβ, καὶ Οζα καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἦγον τὴν ἅμαξαν. |
| 8 | καὶ Δαυιδ καὶ πᾶς Ισραηλ παίζοντες ἐναντίον τοῦ θεοῦ ἐν πάσῃ δυνάμει καὶ ἐν ψαλτῳδοῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις, ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν σάλπιγξιν. |
| 9 | καὶ ἤλθοσαν ἕως τῆς ἅλωνος, καὶ ἐξέτεινεν Οζα τὴν χεῖρα αὐτοῦ τοῦ κατασχεῖν τὴν κιβωτόν, ὅτι ἐξέκλινεν αὐτὴν ὁ μόσχος. |
| 10 | καὶ ἐθυμώθη ὀργῇ κύριος ἐπὶ Οζα καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ διὰ τὸ ἐκτεῖναι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτόν, καὶ ἀπέθανεν ἐκεῖ ἀπέναντι τοῦ θεοῦ. |
| 11 | καὶ ἠθύμησεν Δαυιδ ὅτι διέκοψεν κύριος διακοπὴν ἐν Οζα, καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον Διακοπὴ Οζα ἕως τῆς ἡμέρας ταύτης. |
| 12 | καὶ ἐφοβήθη Δαυιδ τὸν θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Πῶς εἰσοίσω πρὸς ἐμαυτὸν τὴν κιβωτὸν τοῦ θεοῦ; |
| 13 | καὶ οὐκ ἀπέστρεψεν Δαυιδ τὴν κιβωτὸν πρὸς ἑαυτὸν εἰς πόλιν Δαυιδ καὶ ἐξέκλινεν αὐτὴν εἰς οἶκον Αβεδδαρα τοῦ Γεθθαίου. |
| 14 | καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ θεοῦ ἐν οἴκῳ Αβεδδαρα τρεῖς μῆνας· καὶ εὐλόγησεν ὁ θεὸς Αβεδδαραμ καὶ πάντα τὰ αὐτοῦ. |