ragmentum in evangelium Matthaei

F

[PG10.1189]

Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός.

Ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται. Ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Εἰ δὲ τὸ φῶς τὸ ἐν σοὶ, σκότος ἐστὶ, τὸ σκότος πόσον; Ἀπλοῦς ὀφθαλμὸς, ἡ ἀνυπόκριτός ἐστιν ἀγάπη, δι' ἧς ὅταν τὸ σῶμα φωτίζηται, τὰ αὐτὰ τοῖς ἔσωθεν νοούμενοις, καὶ διὰ τῶν ἔξωθεν μερῶν προφέρουσα; ὁ δὲ πονηρὸς ὀφθαλμός ἐστιν ἡ προσποίητος ἀγάπη, ἥτις καὶ ὑπόκρισις καλεῖται· δι' ἧς ἅπαν τὸ σῶμα σκοτίζεται τοῦ ἀνθρώπου. Ἄξια μὲν σκότους πράγ-ματα ἐννοούμενον ἔσωθεν· διὰ δὲ τῶν ἔξωθεν μερῶν, φωτὸς εἶναι δοκοῦντα προφέρον ῥήματα· λύ-κοι γάρ εἰσιν ὡς ἀληθῶς, προβάτων περιβεβλημένοι δοράς· οἱ τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος μόνον πλύνοντες, καὶ οὐκ εἰδότες, ὅτι ἐὰν μὴ τὸ ἔσω-θεν τούτων καθαρισθῇ, οὐδὲ τὸ ἔξωθεν καθαρὸν δύνα-ται γενέσθαι. ∆ιόπερ τούτους σαφῶς ἐλέγχων, φησὶν ὁ Σωτὴρ, ὅτι· Εἰ τὸ φῶς τὸ ἐν σοὶ, σκότος, τὸ σκότος πόσον; Τουτέστιν· εἰ ἡ δοκοῦσά σοι ἀγάπη εἶναι φῶς, διὰ τὴν ἐν σοὶ κεκρυμμένην ὑπόκρισιν σκότους ἄξιόν ἐστιν ἔργον, τί τὰ προφανῆ σου παραπτώματα;

टिप्पणियाँ

Source: Patrologiae Cursus Completus, Series Graeca, ed. J.-P. Migne, Paris, 1857–1866, vol. 10, col. 1189–1189.

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

14
उपयोगकर्ता द्वारा प्रकाशित: Rodion Vlasov
पृष्ठ निर्माण तिथि: 2025-08-26, अद्यतन: 2026-01-07
सुधारना या टिप्पणी करना चाहते हैं? चैट में हमें बताएं: https://bibleox.com/hi/chat