1 |
Καὶ ᾖσεν Δεββωρα καὶ Βαρακ υἱὸς Αβινεεμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν
|
2 |
Ἐν τῷ ἄρξασθαι ἀρχηγοὺς ἐν Ισραηλ, ἐν προαιρέσει λαοῦ εὐλογεῖτε τὸν κύριον.
|
3 |
ἀκούσατε, βασιλεῖς, ἐνωτίζεσθε, σατράπαι δυνατοί· ἐγὼ τῷ κυρίῳ ᾄσομαι, ψαλῶ τῷ θεῷ Ισραηλ.
|
4 |
κύριε, ἐν τῇ ἐξόδῳ σου ἐκ Σηιρ, ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Εδωμ γῆ ἐσείσθη, καὶ ὁ οὐρανὸς ἐξεστάθη, καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ·
|
5 |
ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου, τοῦτο Σινα ἀπὸ προσώπου κυρίου θεοῦ Ισραηλ.
|
6 |
ἐν ἡμέραις Σαμεγαρ υἱοῦ Αναθ, ἐν ἡμέραις Ιαηλ ἐξέλιπον βασιλεῖς καὶ ἐπορεύθησαν τρίβους, ἐπορεύθησαν ὁδοὺς διεστραμμένας.
|
7 |
ἐξέλιπεν φραζων ἐν τῷ Ισραηλ, ἐξέλιπεν, ἕως οὗ ἐξανέστη Δεββωρα, ὅτι ἀνέστη μήτηρ ἐν τῷ Ισραηλ.
|
8 |
ᾑρέτισαν θεοὺς καινοὺς ὡς ἄρτον κρίθινον· σκέπην ἐὰν ἴδω σιρομαστῶν ἐν τεσσαράκοντα χιλιάσιν.
|
9 |
ἡ καρδία μου ἐπὶ τὰ διατεταγμένα τῷ Ισραηλ· οἱ δυνάσται τοῦ λαοῦ, εὐλογεῖτε τὸν κύριον.
|
10 |
ἐπιβεβηκότες ἐπὶ ὑποζυγίων, καθήμενοι ἐπὶ λαμπηνῶν,
|
11 |
φθέγξασθε φωνὴν ἀνακρουομένων ἀνὰ μέσον εὐφραινομένων· ἐκεῖ δώσουσιν δικαιοσύνην κυρίῳ. δίκαιοι ἐνίσχυσαν ἐν τῷ Ισραηλ· τότε κατέβη εἰς τὰς πόλεις αὐτοῦ ὁ λαὸς κυρίου.
|
12 |
ἐξεγείρου ἐξεγείρου, Δεββωρα, ἐξέγειρον μυριάδας μετὰ λαοῦ, ἐξεγείρου ἐξεγείρου, λάλει μετ᾿ ᾠδῆς· ἐνισχύων ἐξανίστασο, Βαρακ, καὶ ἐνίσχυσον, Δεββωρα, τὸν Βαρακ· αἰχμαλώτιζε αἰχμαλωσίαν σου, υἱὸς Αβινεεμ.
|
13 |
πότε ἐμεγαλύνθη ἡ ἰσχὺς αὐτοῦ; κύριε, ταπείνωσόν μοι τοὺς ἰσχυροτέρους μου.
|
14 |
λαὸς Εφραιμ ἐτιμωρήσατο αὐτοὺς ἐν κοιλάδι ἀδελφοῦ σου Βενιαμιν ἐν λαοῖς σου. ἐξ ἐμοῦ Μαχιρ κατέβησαν ἐξερευνῶντες, καὶ ἐκ Ζαβουλων κύριος ἐπολέμει μοι ἐν δυνατοῖς ἐκεῖθεν ἐν σκήπτρῳ ἐνισχύοντος ἡγήσεως.
|
15 |
ἐν Ισσαχαρ μετὰ Δεββωρας ἐξαπέστειλεν πεζοὺς αὐτοῦ εἰς τὴν κοιλάδα. ἵνα τί σὺ κατοικεῖς ἐν μέσῳ χειλέων; ἐξέτεινεν ἐν τοῖς ποσὶν αὐτοῦ. ἐν διαιρέσεσιν Ρουβην μεγάλοι ἀκριβασμοὶ καρδίας.
|
16 |
ἵνα τί μοι κάθησαι ἀνὰ μέσον τῶν μοσφαθαιμ τοῦ εἰσακούειν συρισμοὺς ἐξεγειρόντων; τοῦ διελθεῖν εἰς τὰ τοῦ Ρουβην μεγάλοι ἐξιχνιασμοὶ καρδίας.
|
17 |
Γαλααδ ἐν τῷ πέραν τοῦ Ιορδάνου κατεσκήνωσεν· καὶ Δαν ἵνα τί παροικεῖ πλοίοις; Ασηρ παρῴκησεν παρ᾿ αἰγιαλὸν θαλασσῶν καὶ ἐπὶ τὰς διακοπὰς αὐτοῦ κατεσκήνωσεν.
|
18 |
Ζαβουλων λαὸς ὀνειδίσας ψυχὴν αὐτοῦ εἰς θάνατον καὶ Νεφθαλιμ ἐπὶ ὕψη ἀγροῦ.
|
19 |
ἦλθον βασιλεῖς καὶ παρετάξαντο. τότε ἐπολέμησαν βασιλεῖς Χανααν ἐν Θενναχ ἐπὶ ὕδατος Μαγεδδω· πλεονεξίαν ἀργυρίου οὐκ ἔλαβον.
|
20 |
ἐκ τοῦ οὐρανοῦ ἐπολέμησαν ἀστέρες, ἐκ τῆς τάξεως αὐτῶν ἐπολέμησαν μετὰ Σισαρα.
|
21 |
χειμάρρους Κισων ἐξέβαλεν αὐτούς, χειμάρρους καδημιμ, χειμάρρους Κισων· καταπατήσει αὐτοὺς ψυχή μου δυνατή.
|
22 |
τότε ἀπεκόπησαν πτέρναι ἵππου, αμαδαρωθ δυνατῶν αὐτοῦ.
|
23 |
καταράσασθε Μαρωζ, εἶπεν ὁ ἄγγελος κυρίου, καταράσει καταράσασθε τοὺς ἐνοίκους αὐτῆς, ὅτι οὐκ ἤλθοσαν εἰς τὴν βοήθειαν κυρίου· βοηθὸς ἡμῶν κύριος ἐν μαχηταῖς δυνατός.
|
24 |
εὐλογηθείη ἐκ γυναικῶν Ιαηλ γυνὴ Χαβερ τοῦ Κιναίου, ἐκ γυναικῶν ἐν σκηνῇ εὐλογηθείη.
|
25 |
ὕδωρ ᾔτησεν αὐτήν, καὶ γάλα ἔδωκεν αὐτῷ, ἐν λακάνῃ ἰσχυρῶν προσήγγισεν βούτυρον.
|
26 |
τὴν χεῖρα αὐτῆς τὴν ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν, τὴν δεξιὰν αὐτῆς εἰς ἀποτομὰς κατακόπων καὶ ἀπέτεμεν Σισαρα, ἀπέτριψεν τὴν κεφαλὴν αὐτοῦ καὶ συνέθλασεν καὶ διήλασεν τὴν γνάθον αὐτοῦ.
|
27 |
ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς συγκάμψας ἔπεσεν, ἐκοιμήθη μεταξὺ ποδῶν αὐτῆς· ἐν ᾧ ἔκαμψεν, ἐκεῖ ἔπεσεν ταλαίπωρος.
|
28 |
διὰ τῆς θυρίδος διέκυπτεν ἡ μήτηρ Σισαρα διὰ τῆς δικτυωτῆς ἐπιβλέπουσα ἐπὶ τοὺς μεταστρέφοντας μετὰ Σισαρα Διὰ τί ἠσχάτισεν τὸ ἅρμα αὐτοῦ παραγενέσθαι; διὰ τί ἐχρόνισαν ἴχνη ἁρμάτων αὐτοῦ;
|
29 |
σοφαὶ ἀρχουσῶν αὐτῆς ἀνταπεκρίναντο πρὸς αὐτήν, καὶ αὐτὴ ἀπεκρίνατο ἐν ῥήμασιν αὐτῆς
|
30 |
Οὐχὶ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα; φιλιάζων φίλοις εἰς κεφαλὴν δυνατοῦ· σκῦλα βαμμάτων Σισαρα, σκῦλα βαμμάτων ποικιλίας, βαφὴ ποικίλων περὶ τράχηλον αὐτοῦ σκῦλον.
|
31 |
οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου, κύριε· καὶ οἱ ἀγαπῶντες αὐτὸν καθὼς ἡ ἀνατολὴ τοῦ ἡλίου ἐν δυναστείαις αὐτοῦ.
|
32 |
Καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη.
|