Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Ασαφ, ᾠδὴ πρὸς τὸν Ἀσσύριον. |
1 |
Γνωστὸς ἐν τῇ Ιουδαίᾳ ὁ θεός, ἐν τῷ Ισραηλ μέγα τὸ ὄνομα αὐτοῦ.
|
2 |
καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιων·
|
3 |
ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον. διάψαλμα,
|
4 |
φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων.
|
5 |
ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ, ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν.
|
6 |
ἀπὸ ἐπιτιμήσεώς σου, ὁ θεὸς Ιακωβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους.
|
7 |
σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; ἀπὸ τότε ἡ ὀργή σου.
|
8 |
ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν
|
9 |
ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. διάψαλμα.
|
10 |
ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι.
|
11 |
εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ θεῷ ὑμῶν· πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσιν δῶρα
|
12 |
τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.
|
Επισημάνετε έναν στίχο κάνοντας κλικ στον αριθμό του. Εργα
Shift
και
Ctrl