Τῷ Δαυιδ· υἱῶν Ιωναδαβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων. |
1 |
Ὁ θεός, ἐπὶ σοὶ ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.
|
2 |
ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με, κλῖνον πρός με τὸ οὖς σου καὶ σῶσόν με.
|
3 |
γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με, ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ.
|
4 |
ὁ θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος·
|
5 |
ὅτι σὺ εἶ ἡ ὑπομονή μου, κύριε· κύριος ἡ ἐλπίς μου ἐκ νεότητός μου.
|
6 |
ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής· ἐν σοὶ ἡ ὕμνησίς μου διὰ παντός.
|
7 |
ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς, καὶ σὺ βοηθὸς κραταιός.
|
8 |
πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.
|
9 |
μὴ ἀπορρίψῃς με εἰς καιρὸν γήρους, ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με.
|
10 |
ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ
|
11 |
λέγοντες Ὁ θεὸς ἐγκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλάβετε αὐτόν, ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος.
|
12 |
ὁ θεός, μὴ μακρύνῃς ἀπ᾿ ἐμοῦ· ὁ θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες.
|
13 |
αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυ χήν μου, περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κα κά μοι.
|
14 |
ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου.
|
15 |
τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου, ὅτι οὐκ ἔγνων γραμματείας.
|
16 |
εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου· κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου.
|
17 |
ἐδίδαξάς με, ὁ θεός, ἐκ νεότητός μου, καὶ μέχρι νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου.
|
18 |
καὶ ἕως γήρους καὶ πρεσβείου, ὁ θεός, μὴ ἐγκαταλίπῃς με, ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρ χομένῃ, τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου.
|
19 |
ὁ θεός, ἕως ὑψίστων ἃ ἐποίησας μεγαλεῖα· ὁ θεός, τίς ὅμοιός σοι;
|
20 |
ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς, καὶ ἐπιστρέψας ἐζωοποίησάς με καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.
|
21 |
ἐπλεόνασας τὴν μεγαλοσύνην σου καὶ ἐπιστρέψας παρεκάλεσάς με [καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.]
|
22 |
καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλή θειάν σου, ὁ θεός· ψαλῶ σοι ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ισραηλ.
|
23 |
ἀγαλλιάσονται τὰ χείλη μου, ὅταν ψάλω σοι, καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω.
|
24 |
ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ὅταν αἰσχυνθῶσιν καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.
|