Τῷ Δαυιδ, πρὸς τὸν Γολιαδ. |
1 |
Εὐλογητὸς κύριος ὁ θεός μου ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον·
|
2 |
ἔλεός μου καὶ καταφυγή μου, ἀντιλήμπτωρ μου καὶ ῥύστης μου, ὑπερασπιστής μου, καὶ ἐπ᾿ αὐτῷ ἤλπισα, ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ᾿ ἐμέ.
|
3 |
κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ, ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν;
|
4 |
ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν.
|
5 |
κύριε, κλῖνον οὐρανούς σου καὶ κατάβηθι, ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται·
|
6 |
ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς, ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς.
|
7 |
ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους, ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων,
|
8 |
ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας.
|
9 |
ὁ θεός, ᾠδὴν καινὴν ᾄσομαί σοι, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι
|
10 |
τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν, τῷ λυτρουμένῳ Δαυιδ τὸν δοῦλον αὐτοῦ ἐκ ῥομφαίας πο νηρᾶς.
|
11 |
ῥῦσαί με καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας.
|
12 |
ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἡδρυμμένα ἐν τῇ νεότητι αὐτῶν, αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ,
|
13 |
τὰ ταμίεια αὐτῶν πλήρη ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο, τὰ πρόβατα αὐτῶν πολυτόκα πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν,
|
14 |
οἱ βόες αὐτῶν παχεῖς, οὐκ ἔστιν κατάπτωμα φραγμοῦ οὐδὲ διέξοδος οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν,
|
15 |
ἐμακάρισαν τὸν λαόν, ᾧ ταῦτά ἐστιν· μακάριος ὁ λαός, οὗ κύριος ὁ θεὸς αὐτοῦ.
|