Εἰς τὸ τέλος· τῷ Δαυιδ ψαλμός. |
1 |
Ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς,
|
2 |
ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ᾿ ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ᾿ ἐμοῦ γλώσσῃ δολίᾳ
|
3 |
καὶ λόγοις μίσους ἐκύκλωσάν με καὶ ἐπολέμησάν με δωρεάν.
|
4 |
ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσευχόμην·
|
5 |
καὶ ἔθεντο κατ᾿ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου.
|
6 |
κατάστησον ἐπ᾿ αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ·
|
7 |
ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν.
|
8 |
γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος·
|
9 |
γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ καὶ ἡ γυνὴ αὐτοῦ χήρα·
|
10 |
σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν.
|
11 |
ἐξερευνησάτω δανειστὴς πάντα, ὅσα ὑπάρχει αὐτῷ, διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ·
|
12 |
μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ·
|
13 |
γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολέθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθήτω τὸ ὄνομα αὐτοῦ.
|
14 |
ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη·
|
15 |
γενηθήτωσαν ἔναντι κυρίου διὰ παντός, καὶ ἐξολεθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν,
|
16 |
ἀνθ᾿ ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι.
|
17 |
καὶ ἠγάπησεν κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ᾿ αὐτοῦ.
|
18 |
καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ·
|
19 |
γενηθήτω αὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη, ἣν διὰ παντὸς περιζώννυται.
|
20 |
τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ κυρίου καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου.
|
21 |
καὶ σύ, κύριε κύριε, ποίησον μετ᾿ ἐμοῦ ἔλεος ἕνεκεν τοῦ ὀνό ματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου.
|
22 |
ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου.
|
23 |
ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες.
|
24 |
τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι᾿ ἔλαιον.
|
25 |
καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν.
|
26 |
βοήθησόν μοι, κύριε ὁ θεός μου, σῶσόν με κατὰ τὸ ἔλεός σου,
|
27 |
καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη καὶ σύ, κύριε, ἐποίησας αὐτήν.
|
28 |
καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις· οἱ ἐπανιστανόμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται.
|
29 |
ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν καὶ περιβαλέσθωσαν ὡσεὶ διπλοίδα αἰσχύνην αὐτῶν.
|
30 |
ἐξομολογήσομαι τῷ κυρίῳ σφόδρα ἐν τῷ στόματί μου καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν,
|
31 |
ὅτι παρέστη ἐκ δεξιῶν πένητος τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.
|