1 |
Τέκνον, τὴν ζωὴν τοῦ πτωχοῦ μὴ ἀποστερήσῃς καὶ μὴ παρελκύσῃς ὀφθαλμοὺς ἐπιδεεῖς.
|
2 |
ψυχὴν πεινῶσαν μὴ λυπήσῃς καὶ μὴ παροργίσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ.
|
3 |
καρδίαν παρωργισμένην μὴ προσταράξῃς καὶ μὴ παρελκύσῃς δόσιν προσδεομένου.
|
4 |
ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ πτωχοῦ.
|
5 |
ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀφθαλμὸν καὶ μὴ δῷς τόπον ἀνθρώπῳ καταράσασθαί σε·
|
6 |
καταρωμένου γάρ σε ἐν πικρίᾳ ψυχῆς αὐτοῦ τῆς δεήσεως αὐτοῦ ἐπακούσεται ὁ ποιήσας αὐτόν.
|
7 |
προσφιλῆ συναγωγῇ σεαυτὸν ποίει καὶ μεγιστᾶνι ταπείνου τὴν κεφαλήν σου.
|
8 |
κλῖνον πτωχῷ τὸ οὖς σου καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πραύτητι.
|
9 |
ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε.
|
10 |
γίνου ὀρφανοῖς ὡς πατὴρ καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν· καὶ ἔσῃ ὡς υἱὸς ὑψίστου, καὶ ἀγαπήσει σε μᾶλλον ἢ μήτηρ σου.
|
11 |
Ἡ σοφία υἱοὺς αὐτῆς ἀνύψωσεν καὶ ἐπιλαμβάνεται τῶν ζητοῦντων αὐτήν.
|
12 |
ὁ ἀγαπῶν αὐτὴν ἀγαπᾷ ζωήν, καὶ οἱ ὀρθρίζοντες πρὸς αὐτὴν ἐμπλησθήσονται εὐφροσύνης.
|
13 |
ὁ κρατῶν αὐτῆς κληρονομήσει δόξαν, καὶ οὗ εἰσπορεύεται, εὐλογεῖ κύριος.
|
14 |
οἱ λατρεύοντες αὐτῇ λειτουργήσουσιν ἁγίῳ, καὶ τοὺς ἀγαπῶντας αὐτὴν ἀγαπᾷ ὁ κύριος.
|
15 |
ὁ ὑπακούων αὐτῆς κρινεῖ ἔθνη, καὶ ὁ προσέχων αὐτῇ κατασκηνώσει πεποιθώς.
|
16 |
ἐὰν ἐμπιστεύσῃ, κατακληρονομήσει αὐτήν, καὶ ἐν κατασχέσει ἔσονται αἱ γενεαὶ αὐτοῦ·
|
17 |
ὅτι διεστραμμένως πορεύσεται μετ᾿ αὐτοῦ ἐν πρώτοις, φόβον καὶ δειλίαν ἐπάξει ἐπ᾿ αὐτὸν καὶ βασανίσει αὐτὸν ἐν παιδείᾳ αὐτῆς, ἕως οὗ ἐμπιστεύσῃ τῇ ψυχῇ αὐτοῦ, καὶ πειράσει αὐτὸν ἐν τοῖς δικαιώμασιν αὐτῆς·
|
18 |
καὶ πάλιν ἐπανήξει κατ᾿ εὐθεῖαν πρὸς αὐτὸν καὶ εὐφρανεῖ αὐτὸν καὶ ἀποκαλύψει αὐτῷ τὰ κρυπτὰ αὐτῆς.
|
19 |
ἐὰν ἀποπλανηθῇ, ἐγκαταλείψει αὐτὸν καὶ παραδώσει αὐτὸν εἰς χεῖρας πτώσεως αὐτοῦ.
|
20 |
Συντήρησον καιρὸν καὶ φύλαξαι ἀπὸ πονηροῦ καὶ περὶ τῆς ψυχῆς σου μὴ αἰσχυνθῇς·
|
21 |
ἔστιν γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.
|
22 |
μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου.
|
23 |
μὴ κωλύσῃς λόγον ἐν καιρῷ χρείας·
|
24 |
ἐν γὰρ λόγῳ γνωσθήσεται σοφία καὶ παιδεία ἐν ῥήματι γλώσσης.
|
25 |
μὴ ἀντίλεγε τῇ ἀληθείᾳ καὶ περὶ τῆς ἀπαιδευσίας σου ἐντράπηθι.
|
26 |
μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ᾿ ἁμαρτίαις σου καὶ μὴ βιάζου ῥοῦν ποταμοῦ.
|
27 |
καὶ μὴ ὑποστρώσῃς ἀνθρώπῳ μωρῷ σεαυτὸν καὶ μὴ λάβῃς πρόσωπον δυνάστου.
|
28 |
ἕως θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας, καὶ κύριος ὁ θεὸς πολεμήσει ὑπὲρ σοῦ.
|
29 |
μὴ γίνου θρασὺς ἐν γλώσσῃ σου καὶ νωθρὸς καὶ παρειμένος ἐν τοῖς ἔργοις σου.
|
30 |
μὴ ἴσθι ὡς λέων ἐν τῷ οἴκῳ σου καὶ φαντασιοκοπῶν ἐν τοῖς οἰκέταις σου.
|
31 |
μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη.
|