1 |
Καὶ ἐγένετο τὰ ὅρια φυλῆς Ιουδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς Ιδουμαίας ἀπὸ τῆς ἐρήμου Σιν ἕως Καδης πρὸς λίβα.
|
2 |
καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ λίβα
|
3 |
καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως Ακραβιν καὶ ἐκπεριπορεύεται Σεννα καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ Καδης Βαρνη καὶ ἐκπορεύεται Ασωρων καὶ προσαναβαίνει εἰς Αδδαρα καὶ περιπορεύεται τὴν κατὰ δυσμὰς Καδης
|
4 |
καὶ πορεύεται ἐπὶ Ασεμωνα καὶ διεκβαλεῖ ἕως φάραγγος Αἰγύπτου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν· τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ λιβός.
|
5 |
καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν· πᾶσα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως τοῦ Ιορδάνου. καὶ τὰ ὅρια αὐτῶν ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ Ιορδάνου·
|
6 |
ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλα καὶ παραπορεύεται ἀπὸ βορρᾶ ἐπὶ Βαιθαραβα, καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαιων υἱοῦ Ρουβην,
|
7 |
καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος Αχωρ καὶ καταβαίνει ἐπὶ Γαλγαλ, ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως Αδδαμιν, ἥ ἐστιν κατὰ λίβα τῇ φάραγγι, καὶ διεκβαλεῖ ἐπὶ τὸ ὕδωρ πηγῆς ἡλίου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ Ρωγηλ,
|
8 |
καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα Ονομ ἐπὶ νώτου Ιεβους ἀπὸ λιβός [αὕτη ἐστὶν Ιερουσαλημ], καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους, ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Ονομ πρὸς θαλάσσης, ἥ ἐστιν ἐκ μέρους γῆς Ραφαιν ἐπὶ βορρᾶ,
|
9 |
καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναφθω καὶ διεκβάλλει εἰς τὸ ὄρος Εφρων, καὶ ἐξάξει τὸ ὅριον εἰς Βααλ [αὕτη ἐστὶν πόλις Ιαριμ],
|
10 |
καὶ περιελεύσεται ὅριον ἀπὸ Βααλ ἐπὶ θάλασσαν καὶ παρελεύσεται εἰς ὄρος Ασσαρες ἐπὶ νώτου, πόλιν Ιαριμ ἀπὸ βορρᾶ [αὕτη ἐστὶν Χασλων] καὶ καταβήσεται ἐπὶ Πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβα,
|
11 |
καὶ διεκβαλεῖ τὸ ὅριον κατὰ νώτου Ακκαρων ἐπὶ βορρᾶν, καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σακχαρωνα καὶ παρελεύσεται ὄρος τῆς Βαλα καὶ διεκβαλεῖ ἐπὶ Ιαβνηλ, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν.
|
12 |
καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ. ταῦτα τὰ ὅρια υἱῶν Ιουδα κύκλῳ κατὰ δήμους αὐτῶν. —
|
13 |
καὶ τῷ Χαλεβ υἱῷ Ιεφοννη ἔδωκεν μερίδα ἐν μέσῳ υἱῶν Ιουδα διὰ προστάγματος τοῦ θεοῦ, καὶ ἔδωκεν αὐτῷ Ἰησοῦς τὴν πόλιν Αρβοκ μητρόπολιν Ενακ [αὕτη ἐστὶν Χεβρων].
|
14 |
καὶ ἐξωλέθρευσεν ἐκεῖθεν Χαλεβ υἱὸς Ιεφοννη τοὺς τρεῖς υἱοὺς Ενακ, τὸν Σουσι καὶ τὸν Θολμι καὶ τὸν Αχιμα.
|
15 |
καὶ ἀνέβη ἐκεῖθεν Χαλεβ ἐπὶ τοὺς κατοικοῦντας Δαβιρ· τὸ δὲ ὄνομα Δαβιρ ἦν τὸ πρότερον Πόλις γραμμάτων.
|
16 |
καὶ εἶπεν Χαλεβ Ὃς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν Αχσαν θυγατέρα μου εἰς γυναῖκα.
|
17 |
καὶ ἔλαβεν αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁ νεώτερος, καὶ ἔδωκεν αὐτῷ τὴν Αχσαν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα.
|
18 |
καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ λέγουσα Αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου. καὶ εἶπεν αὐτῇ Χαλεβ Τί ἐστίν σοι;
|
19 |
καὶ εἶπεν αὐτῷ Δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Ναγεβ δέδωκάς με· δός μοι τὴν Γολαθμαιν. καὶ ἔδωκεν αὐτῇ Χαλεβ τὴν Γολαθμαιν τὴν ἄνω καὶ τὴν Γολαθμαιν τὴν κάτω. —
|
20 |
αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ιουδα.
|
21 |
Ἐγενήθησαν δὲ αἱ πόλεις αὐτῶν· πόλις πρώτη φυλῆς υἱῶν Ιουδα ἐφ᾿ ὁρίων Εδωμ ἐπὶ τῆς ἐρήμου Καιβαισελεηλ καὶ Αρα καὶ Ασωρ
|
22 |
καὶ Ικαμ καὶ Ρεγμα καὶ Αρουηλ
|
23 |
καὶ Καδης καὶ Ασοριωναιν
|
24 |
καὶ Μαιναμ καὶ Βαλμαιναν καὶ αἱ κῶμαι αὐτῶν
|
25 |
καὶ αἱ πόλεις Ασερων [αὕτη Ασωρ]
|
26 |
καὶ Σην καὶ Σαλμαα καὶ Μωλαδα
|
27 |
καὶ Σερι καὶ Βαιφαλαδ
|
28 |
καὶ Χολασεωλα καὶ Βηρσαβεε καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν,
|
29 |
Βαλα καὶ Βακωκ καὶ Ασομ
|
30 |
καὶ Ελβωυδαδ καὶ Βαιθηλ καὶ Ερμα
|
31 |
καὶ Σεκελακ καὶ Μαχαριμ καὶ Σεθεννακ
|
32 |
καὶ Λαβως καὶ Σαλη καὶ Ερωμωθ, πόλεις κθ καὶ αἱ κῶμαι αὐτῶν.
|
33 |
Ἐν τῇ πεδινῇ· Ασταωλ καὶ Ραα καὶ Ασσα
|
34 |
καὶ Ραμεν καὶ Τανω καὶ Ιλουθωθ καὶ Μαιανι
|
35 |
καὶ Ιερμουθ καὶ Οδολλαμ καὶ Μεμβρα καὶ Σαωχω καὶ Αζηκα
|
36 |
καὶ Σακαριμ καὶ Γαδηρα καὶ αἱ ἐπαύλεις αὐτῆς, πόλεις δέκα τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν·
|
37 |
Σεννα καὶ Αδασαν καὶ Μαγαδαγαδ
|
38 |
καὶ Δαλαλ καὶ Μασφα καὶ Ιακαρεηλ
|
39 |
καὶ Λαχης καὶ Βασηδωθ καὶ Ιδεαδαλεα
|
40 |
καὶ Χαβρα καὶ Μαχες καὶ Μααχως
|
41 |
καὶ Γεδδωρ καὶ Βαγαδιηλ καὶ Νωμαν καὶ Μακηδαν, πόλεις δεκαὲξ καὶ αἱ κῶμαι αὐτῶν·
|
42 |
Λεμνα καὶ Ιθακ
|
43 |
καὶ Ανωχ καὶ Ιανα καὶ Νασιβ
|
44 |
καὶ Κειλαμ καὶ Ακιεζι καὶ Κεζιβ καὶ Βαθησαρ καὶ Αιλων, πόλεις δέκα καὶ αἱ κῶμαι αὐτῶν·
|
45 |
Ακκαρων καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῶν·
|
46 |
ἀπὸ Ακκαρων Γεμνα καὶ πᾶσαι, ὅσαι εἰσὶν πλησίον Ασηδωθ, καὶ αἱ κῶμαι αὐτῶν·
|
47 |
Ασιεδωθ καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς· Γάζα καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς ἕως τοῦ χειμάρρου Αἰγύπτου· καὶ ἡ θάλασσα ἡ μεγάλη διορίζει.
|
48 |
Καὶ ἐν τῇ ὀρεινῇ· Σαμιρ καὶ Ιεθερ καὶ Σωχα
|
49 |
καὶ Ρεννα καὶ Πόλις γραμμάτων [αὕτη Δαβιρ]
|
50 |
καὶ Ανων καὶ Εσκαιμαν καὶ Αισαμ
|
51 |
καὶ Γοσομ καὶ Χαλου καὶ Χαννα, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν·
|
52 |
Αιρεμ καὶ Ρεμνα καὶ Σομα
|
53 |
καὶ Ιεμαιν καὶ Βαιθαχου καὶ Φακουα
|
54 |
καὶ Ευμα καὶ πόλις Αρβοκ [αὕτη ἐστὶν Χεβρων] καὶ Σωρθ, πόλεις ἐννέα καὶ αἱ ἐπαύλεις αὐτῶν·
|
55 |
Μαωρ καὶ Χερμελ καὶ Οζιβ καὶ Ιταν
|
56 |
καὶ Ιαριηλ καὶ Ιαρικαμ καὶ Ζακαναιμ
|
57 |
καὶ Γαβαα καὶ Θαμναθα, πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶν·
|
58 |
Αλουα καὶ Βαιθσουρ καὶ Γεδδων
|
59 |
καὶ Μαγαρωθ καὶ Βαιθαναμ καὶ Θεκουμ, πόλεις ἓξ καὶ αἱ κῶμαι αὐτῶν· 59a Θεκω καὶ Εφραθα [αὕτη ἐστὶν Βαιθλεεμ] καὶ Φαγωρ καὶ Αιταν καὶ Κουλον καὶ Ταταμ καὶ Εωβης καὶ Καρεμ καὶ Γαλεμ καὶ Θεθηρ καὶ Μανοχω, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν·
|
60 |
Καριαθβααλ [αὕτη ἡ πόλις Ιαριμ] καὶ Σωθηβα, πόλεις δύο καὶ αἱ ἐπαύλεις αὐτῶν·
|
61 |
καὶ Βαδδαργις καὶ Θαραβααμ καὶ Αινων καὶ Αιχιοζα
|
62 |
καὶ Ναφλαζων καὶ αἱ πόλεις Σαδωμ καὶ Ανκαδης, πόλεις ἑπτὰ καὶ αἱ κῶμαι αὐτῶν.
|
63 |
Καὶ ὁ Ιεβουσαῖος κατῴκει ἐν Ιερουσαλημ, καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Ιουδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησαν οἱ Ιεβουσαῖοι ἐν Ιερουσαλημ ἕως τῆς ἡμέρας ἐκείνης.
|