1 |
Καὶ ἀπεκρίθη κύριος ὁ θεὸς τῷ Ιωβ καὶ εἶπεν
|
2 |
Μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλινεῖ, ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν;
|
3 |
Ὑπολαβὼν δὲ Ιωβ λέγει τῷ κυρίῳ
|
4 |
Τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων κύριον ἀκούων τοιαῦτα οὐθὲν ὤν; ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα; χεῖρα θήσω ἐπὶ στόματί μου·
|
5 |
ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.
|
6 |
Ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἶπεν τῷ Ιωβ ἐκ τοῦ νέφους
|
7 |
Μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι·
|
8 |
μὴ ἀποποιοῦ μου τὸ κρίμα. οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;
|
9 |
ἦ βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου, ἢ φωνῇ κατ᾿ αὐτὸν βροντᾷς;
|
10 |
ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι·
|
11 |
ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ, πᾶν δὲ ὑβριστὴν ταπείνωσον,
|
12 |
ὑπερήφανον δὲ σβέσον, σῆψον δὲ ἀσεβεῖς παραχρῆμα,
|
13 |
κρύψον δὲ εἰς γῆν ἔξω ὁμοθυμαδόν, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον·
|
14 |
ὁμολογήσω ἄρα ὅτι δύναται ἡ δεξιά σου σῶσαι. —
|
15 |
ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί· χόρτον ἴσα βουσὶν ἐσθίει.
|
16 |
ἰδοὺ δὴ ἰσχὺς αὐτοῦ ἐπ᾿ ὀσφύι, ἡ δὲ δύναμις ἐπ᾿ ὀμφαλοῦ γαστρός·
|
17 |
ἔστησεν οὐρὰν ὡς κυπάρισσον, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται·
|
18 |
αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι, ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός.
|
19 |
τοῦτ᾿ ἔστιν ἀρχὴ πλάσματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ.
|
20 |
ἐπελθὼν δὲ ἐπ᾿ ὄρος ἀκρότομον ἐποίησεν χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ·
|
21 |
ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον·
|
22 |
σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ῥαδάμνοις καὶ κλῶνες ἄγνου.
|
23 |
ἐὰν γένηται πλήμμυρα, οὐ μὴ αἰσθηθῇ, πέποιθεν ὅτι προσκρούσει ὁ Ιορδάνης εἰς τὸ στόμα αὐτοῦ.
|
24 |
ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν, ἐνσκολιευόμενος τρήσει ῥῖνα; —
|
25 |
ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβεὰν περὶ ῥῖνα αὐτοῦ;
|
26 |
εἰ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ;
|
27 |
λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς;
|
28 |
θήσεται δὲ διαθήκην μετὰ σοῦ, λήμψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον;
|
29 |
παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ;
|
30 |
ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων γένη;
|
31 |
πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσιν βύρσαν μίαν οὐ ρᾶς αὐτοῦ καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ.
|
32 |
ἐπιθήσεις δὲ αὐτῷ χεῖρα μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ, καὶ μηκέτι γινέσθω.
|