1 |
Ὑπολαβὼν δὲ Ελιους λέγει
|
2 |
Ἀκούσατέ μου, σοφοί· ἐπιστάμενοι, ἐνωτίζεσθε τὸ καλόν·
|
3 |
ὅτι οὖς λόγους δοκιμάζει, καὶ λάρυγξ γεύεται βρῶσιν.
|
4 |
κρίσιν ἑλώμεθα ἑαυτοῖς, γνῶμεν ἀνὰ μέσον ἑαυτῶν ὅ τι καλόν.
|
5 |
ὅτι εἴρηκεν Ιωβ Δίκαιός εἰμι, ὁ κύριος ἀπήλλαξέν μου τὸ κρίμα,
|
6 |
ἐψεύσατο δὲ τῷ κρίματί μου, βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας.
|
7 |
τίς ἀνὴρ ὥσπερ Ιωβ πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ
|
8 |
οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας ἢ ὁδοῦ κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα τοῦ πορευθῆναι μετὰ ἀσεβῶν;
|
9 |
μὴ γὰρ εἴπῃς ὅτι Οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός· καὶ ἐπισκοπὴ αὐτῷ παρὰ κυρίου.
|
10 |
διό, συνετοὶ καρδίας, ἀκούσατέ μου Μή μοι εἴη ἔναντι κυρίου ἀσεβῆσαι καὶ ἔναντι παντοκράτορος ταράξαι τὸ δίκαιον·
|
11 |
ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν, καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν.
|
12 |
οἴῃ δὲ τὸν κύριον ἄτοπα ποιήσειν; ἢ ὁ παντοκράτωρ ταράξει κρίσιν;
|
13 |
ὃς ἐποίησεν τὴν γῆν· τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὑπ᾿ οὐρανὸν καὶ τὰ ἐνόντα πάντα;
|
14 |
εἰ γὰρ βούλοιτο συνέχειν καὶ τὸ πνεῦμα παρ᾿ αὐτῷ κατασχεῖν,
|
15 |
τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν, πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται, ὅθεν καὶ ἐπλάσθη.
|
16 |
εἰ δὲ μὴ νουθετῇ, ἄκουε ταῦτα, ἐνωτίζου φωνὴν ῥημάτων.
|
17 |
ἰδὲ σὺ τὸν μισοῦντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς ὄντα αἰώνιον δίκαιον.
|
18 |
ἀσεβὴς ὁ λέγων βασιλεῖ Παρανομεῖς, ἀσεβέστατε τοῖς ἄρχουσιν·
|
19 |
ὃς οὐκ ἐπῃσχύνθη πρόσωπον ἐντίμου οὐδὲ οἶδεν τιμὴν θέσθαι ἁδροῖς θαυμασθῆναι πρόσωπα αὐτῶν.
|
20 |
κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός· ἐχρήσαντο γὰρ παρανόμως ἐκκλινομένων ἀδυνάτων.
|
21 |
αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων, λέληθεν δὲ αὐτὸν οὐδὲν ὧν πράσσουσιν,
|
22 |
οὐδὲ ἔσται τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα·
|
23 |
ὅτι οὐκ ἐπ᾿ ἄνδρα θήσει ἔτι· ὁ γὰρ κύριος πάντας ἐφορᾷ
|
24 |
ὁ καταλαμβάνων ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός·
|
25 |
ὁ γνωρίζων αὐτῶν τὰ ἔργα καὶ στρέψει νύκτα, καὶ ταπεινωθήσονται.
|
26 |
ἔσβεσεν δὲ ἀσεβεῖς, ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ,
|
27 |
ὅτι ἐξέκλιναν ἐκ νόμου θεοῦ, δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν
|
28 |
τοῦ ἐπαγαγεῖν ἐπ᾿ αὐτὸν κραυγὴν πένητος, καὶ κραυγὴν πτωχῶν εἰσακούσεται.
|
29 |
καὶ αὐτὸς ἡσυχίαν παρέξει, καὶ τίς καταδικάσεται; καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν; καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμοῦ
|
30 |
βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ.
|
31 |
ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων Εἴληφα, οὐκ ἐνεχυράσω·
|
32 |
ἄνευ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι· εἰ ἀδικίαν ἠργασάμην, οὐ μὴ προσθήσω.
|
33 |
μὴ παρὰ σοῦ ἀποτείσει αὐτήν; ὅτι ἀπώσῃ, ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ· καὶ τί ἔγνως λάλησον.
|
34 |
διὸ συνετοὶ καρδίας ἐροῦσιν ταῦτα, ἀνὴρ δὲ σοφὸς ἀκήκοέν μου τὸ ῥῆμα.
|
35 |
Ιωβ δὲ οὐκ ἐν συνέσει ἐλάλησεν, τὰ δὲ ῥήματα αὐτοῦ οὐκ ἐν ἐπιστήμῃ.
|
36 |
οὐ μὴν δὲ ἀλλὰ μάθε, Ιωβ, μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες,
|
37 |
ἵνα μὴ προσθῶμεν ἐφ᾿ ἁμαρτίαις ἡμῶν, ἀνομία δὲ ἐφ᾿ ἡμῖν λογισθήσεται πολλὰ λαλούντων ῥήματα ἐναντίον τοῦ κυρίου.
|