1 |
διὰ τί δὲ κύριον ἔλαθον ὧραι,
|
2 |
ἀσεβεῖς δὲ ὅριον ὑπερέβησαν ποίμνιον σὺν ποιμένι ἁρπάσαντες;
|
3 |
ὑποζύγιον ὀρφανῶν ἀπήγαγον καὶ βοῦν χήρας ἠνεχύρασαν.
|
4 |
ἐξέκλιναν ἀδυνάτους ἐξ ὁδοῦ δικαίας, ὁμοθυμαδὸν ἐκρύβησαν πραεῖς γῆς.
|
5 |
ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρῷ ὑπὲρ ἐμοῦ ἐξελθόντες τὴν ἑαυτῶν πρᾶξιν· ἡδύνθη αὐτῷ ἄρτος εἰς νεωτέρους.
|
6 |
ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν· ἀδύνατοι δὲ ἀμπελῶνας ἀσεβῶν ἀμισθὶ καὶ ἀσιτὶ ἠργάσαντο.
|
7 |
γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων, ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλαντο.
|
8 |
ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται, παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέπην πέτραν περιεβάλοντο.
|
9 |
ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ, ἐκπεπτωκότα δὲ ἐταπείνωσαν.
|
10 |
γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως, πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο.
|
11 |
ἐν στενοῖς ἀδίκως ἐνήδρευσαν, ὁδὸν δὲ δικαίαν οὐκ ᾔδεισαν.
|
12 |
οἳ ἐκ πόλεως καὶ οἴκων ἰδίων ἐξεβάλλοντο, ψυχὴ δὲ νηπίων ἐστέναξεν μέγα, αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται;
|
13 |
ἐπὶ γῆς ὄντων αὐτῶν καὶ οὐκ ἐπέγνωσαν, ὁδὸν δὲ δικαιοσύνης οὐκ ᾔδεισαν οὐδὲ ἀτραποὺς αὐτῆς ἐπορεύθησαν.
|
14 |
γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος, καὶ νυκτὸς ἔσται ὡς κλέπτης.
|
15 |
καὶ ὀφθαλμὸς μοιχοῦ ἐφύλαξεν σκότος λέγων Οὐ προσνοήσει με ὀφθαλμός, καὶ ἀποκρυβὴν προσώπου ἔθετο.
|
16 |
διώρυξεν ἐν σκότει οἰκίας· ἡμέρας ἐσφράγισαν ἑαυτούς, οὐκ ἐπέγνωσαν φῶς·
|
17 |
ὅτι ὁμοθυμαδὸν τὸ πρωῒ αὐτοῖς σκιὰ θανάτου, ὅτι ἐπιγνώσεται ταραχὰς σκιᾶς θανάτου.
|
18 |
ἐλαφρός ἐστιν ἐπὶ πρόσωπον ὕδατος· καταραθείη ἡ μερὶς αὐτῶν ἐπὶ γῆς.
|
19 |
ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν ἐπὶ γῆς ξηρά· ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν.
|
20 |
εἶτ ἀνεμνήσθη αὐτοῦ ἡ ἁμαρτία, ὥσπερ δὲ ὁμίχλη δρόσου ἀφανὴς ἐγένετο· ἀποδοθείη δὲ αὐτῷ ἃ ἔπραξεν, συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ.
|
21 |
στεῖραν γὰρ οὐκ εὖ ἐποίησεν καὶ γύναιον οὐκ ἠλέησεν,
|
22 |
θυμῷ δὲ κατέστρεψεν ἀδυνάτους. ἀναστὰς τοιγαροῦν οὐ μὴ πιστεύσῃ κατὰ τῆς ἑαυτοῦ ζωῆς·
|
23 |
μαλακισθεὶς μὴ ἐλπιζέτω ὑγιασθῆναι, ἀλλὰ πεσεῖται νόσῳ.
|
24 |
πολλοὺς γὰρ ἐκάκωσεν τὸ ὕψωμα αὐτοῦ· ἐμαράνθη δὲ ὥσπερ μολόχη ἐν καύματι ἢ ὥσπερ στάχυς ἀπὸ καλάμης αὐτόματος ἀποπεσών.
|
25 |
εἰ δὲ μή, τίς ἐστιν ὁ φάμενος ψευδῆ με λέγειν καὶ θήσει εἰς οὐδὲν τὰ ῥήματά μου;
|