1 |
Ὑπολαβὼν δὲ Ιωβ λέγει
|
2 |
Ἀκήκοα τοιαῦτα πολλά· παρακλήτορες κακῶν πάντες.
|
3 |
τί γάρ; μὴ τάξις ἐστὶν ῥήμασιν πνεύματος; ἢ τί παρενοχλήσει σοι, ὅτι ἀποκρίνῃ;
|
4 |
κἀγὼ καθ᾿ ὑμᾶς λαλήσω, εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς· εἶτ ἐναλοῦμαι ὑμῖν ῥήμασιν, κινήσω δὲ καθ᾿ ὑμῶν κεφαλήν·
|
5 |
εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου, κίνησιν δὲ χειλέων οὐ φείσομαι.
|
6 |
ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα· ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι;
|
7 |
νῦν δὲ κατάκοπόν με πεποίηκεν, μωρόν, σεσηπότα,
|
8 |
καὶ ἐπελάβου μου, εἰς μαρτύριον ἐγενήθη· καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, κατὰ πρόσωπόν μου ἀνταπεκρίθη.
|
9 |
ὀργῇ χρησάμενος κατέβαλέν με, ἔβρυξεν ἐπ᾿ ἐμὲ τοὺς ὀδόντας, βέλη πειρατῶν αὐτοῦ ἐπ᾿ ἐμοὶ ἔπεσεν.
|
10 |
ἀκίσιν ὀφθαλμῶν ἐνήλατο, ὀξεῖ ἔπαισέν με εἰς σιαγόνα, ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ᾿ ἐμοί.
|
11 |
παρέδωκεν γάρ με ὁ κύριος εἰς χεῖρας ἀδίκου, ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέν με·
|
12 |
εἰρηνεύοντα διεσκέδασέν με, λαβών με τῆς κόμης διέτιλεν, κατέστησέν με ὥσπερ σκοπόν.
|
13 |
ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου οὐ φειδόμενοι, ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου·
|
14 |
κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον πρός με δυνάμενοι.
|
15 |
σάκκον ἔρραψα ἐπὶ βύρσης μου, τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη.
|
16 |
ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ, ἐπὶ δὲ βλεφάροις μου σκιά.
|
17 |
ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσίν μου, εὐχὴ δέ μου καθαρά.
|
18 |
γῆ, μὴ ἐπικαλύψῃς ἐφ᾿ αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου.
|
19 |
καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις.
|
20 |
ἀφίκοιτό μου ἡ δέησις πρὸς κύριον, ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός.
|
21 |
εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι κυρίου καὶ υἱὸς ἀνθρώπου τῷ πλησίον αὐτοῦ.
|
22 |
ἔτη δὲ ἀριθμητὰ ἥκασιν, ὁδῷ δέ, ᾗ οὐκ ἐπαναστραφήσομαι, πορεύσομαι.
|