1 |
Σαρα δὲ ἡ γυνὴ Αβραμ οὐκ ἔτικτεν αὐτῷ. ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Αγαρ.
|
2 |
εἶπεν δὲ Σαρα πρὸς Αβραμ Ἰδοὺ συνέκλεισέν με κύριος τοῦ μὴ τίκτειν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς. ὑπήκουσεν δὲ Αβραμ τῆς φωνῆς Σαρας.
|
3 |
καὶ λαβοῦσα Σαρα ἡ γυνὴ Αβραμ Αγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην — μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι Αβραμ ἐν γῇ Χανααν — καὶ ἔδωκεν αὐτὴν Αβραμ τῷ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα.
|
4 |
καὶ εἰσῆλθεν πρὸς Αγαρ, καὶ συνέλαβεν καὶ εἶδεν ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς.
|
5 |
εἶπεν δὲ Σαρα πρὸς Αβραμ Ἀδικοῦμαι ἐκ σοῦ· ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου, ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς· κρίναι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.
|
6 |
εἶπεν δὲ Αβραμ πρὸς Σαραν Ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσίν σου· χρῶ αὐτῇ, ὡς ἄν σοι ἀρεστὸν ᾖ. καὶ ἐκάκωσεν αὐτὴν Σαρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς.
|
7 |
Εὗρεν δὲ αὐτὴν ἄγγελος κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σουρ.
|
8 |
καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου Αγαρ παιδίσκη Σαρας, πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ; καὶ εἶπεν Ἀπὸ προσώπου Σαρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω.
|
9 |
εἶπεν δὲ αὐτῇ ὁ ἄγγελος κυρίου Ἀποστράφητι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς.
|
10 |
καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου Πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους.
|
11 |
καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου Ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ισμαηλ, ὅτι ἐπήκουσεν κύριος τῇ ταπεινώσει σου.
|
12 |
οὗτος ἔσται ἄγροικος ἄνθρωπος· αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας, καὶ αἱ χεῖρες πάντων ἐπ᾿ αὐτόν, καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει.
|
13 |
καὶ ἐκάλεσεν Αγαρ τὸ ὄνομα κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν Σὺ ὁ θεὸς ὁ ἐπιδών με· ὅτι εἶπεν Καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι.
|
14 |
ἕνεκεν τούτου ἐκάλεσεν τὸ φρέαρ Φρέαρ οὗ ἐνώπιον εἶδον· ἰδοὺ ἀνὰ μέσον Καδης καὶ ἀνὰ μέσον Βαραδ.
|
15 |
Καὶ ἔτεκεν Αγαρ τῷ Αβραμ υἱόν, καὶ ἐκάλεσεν Αβραμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ Αγαρ, Ισμαηλ.
|
16 |
Αβραμ δὲ ἦν ὀγδοήκοντα ἓξ ἐτῶν, ἡνίκα ἔτεκεν Αγαρ τὸν Ισμαηλ τῷ Αβραμ.
|