1 |
Μυῖαι θανατοῦσαι σαπριοῦσιν σκευασίαν ἐλαίου ἡδύσματος· τίμιον ὀλίγον σοφίας ὑπὲρ δόξαν ἀφροσύνης μεγάλης.
|
2 |
καρδία σοφοῦ εἰς δεξιὸν αὐτοῦ, καὶ καρδία ἄφρονος εἰς ἀριστερὸν αὐτοῦ·
|
3 |
καί γε ἐν ὁδῷ ὅταν ἄφρων πορεύηται, καρδία αὐτοῦ ὑστερήσει, καὶ ἃ λογιεῖται πάντα ἀφροσύνη ἐστίν.
|
4 |
ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας.
|
5 |
ἔστιν πονηρία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, ὡς ἀκούσιον, ὃ ἐξῆλθεν ἀπὸ προσώπου τοῦ ἐξουσιάζοντος·
|
6 |
ἐδόθη ὁ ἄφρων ἐν ὕψεσι μεγάλοις, καὶ πλούσιοι ἐν ταπεινῷ καθήσονται·
|
7 |
εἶδον δούλους ἐφ᾿ ἵππους καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ τῆς γῆς.
|
8 |
ὁ ὀρύσσων βόθρον ἐν αὐτῷ ἐμπεσεῖται, καὶ καθαιροῦντα φραγμόν, δήξεται αὐτὸν ὄφις·
|
9 |
ἐξαίρων λίθους διαπονηθήσεται ἐν αὐτοῖς, σχίζων ξύλα κινδυνεύσει ἐν αὐτοῖς.
|
10 |
ἐὰν ἐκπέσῃ τὸ σιδήριον, καὶ αὐτὸς πρόσωπον ἐτάραξεν, καὶ δυνάμεις δυναμώσει, καὶ περισσεία τοῦ ἀνδρείου σοφία.
|
11 |
ἐὰν δάκῃ ὁ ὄφις ἐν οὐ ψιθυρισμῷ, καὶ οὐκ ἔστιν περισσεία τῷ ἐπᾴδοντι.
|
12 |
λόγοι στόματος σοφοῦ χάρις, καὶ χείλη ἄφρονος καταποντιοῦσιν αὐτόν·
|
13 |
ἀρχὴ λόγων στόματος αὐτοῦ ἀφροσύνη, καὶ ἐσχάτη στόματος αὐτοῦ περιφέρεια πονηρά·
|
14 |
καὶ ὁ ἄφρων πληθύνει λόγους. οὐκ ἔγνω ὁ ἄνθρωπος τί τὸ γενόμενον, καὶ τί τὸ ἐσόμενον ὀπίσω αὐτοῦ, τίς ἀναγγελεῖ αὐτῷ;
|
15 |
μόχθος τῶν ἀφρόνων κοπώσει αὐτούς, ὃς οὐκ ἔγνω τοῦ πορευθῆναι εἰς πόλιν.
|
16 |
οὐαί σοι, πόλις, ἧς ὁ βασιλεύς σου νεώτερος καὶ οἱ ἄρχοντές σου ἐν πρωίᾳ ἐσθίουσιν·
|
17 |
μακαρία σύ, γῆ, ἧς ὁ βασιλεύς σου υἱὸς ἐλευθέρων καὶ οἱ ἄρχοντές σου πρὸς καιρὸν φάγονται ἐν δυνάμει καὶ οὐκ αἰσχυνθήσονται.
|
18 |
ἐν ὀκνηρίαις ταπεινωθήσεται ἡ δόκωσις, καὶ ἐν ἀργίᾳ χειρῶν στάξει ἡ οἰκία.
|
19 |
εἰς γέλωτα ποιοῦσιν ἄρτον, καὶ οἶνος εὐφραίνει ζῶντας, καὶ τοῦ ἀργυρίου ἐπακούσεται σὺν τὰ πάντα.
|
20 |
καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καταράσῃ, καὶ ἐν ταμιείοις κοιτώνων σου μὴ καταράσῃ πλούσιον· ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει σὺν τὴν φωνήν, καὶ ὁ ἔχων τὰς πτέρυγας ἀπαγγελεῖ λόγον.
|