1 |
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
|
2 |
Ἔντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χανααν· αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν, γῆ Χανααν σὺν τοῖς ὁρίοις αὐτῆς.
|
3 |
καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σιν ἕως ἐχόμενον Εδωμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν·
|
4 |
καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ακραβιν καὶ παρελεύσεται Σεννα, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Καδης τοῦ Βαρνη, καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Αραδ καὶ παρελεύσεται Ασεμωνα·
|
5 |
καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ασεμωνα χειμάρρουν Αἰγύπτου, καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα.
|
6 |
καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης.
|
7 |
καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν· ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος·
|
8 |
καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς Εμαθ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδα·
|
9 |
καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρωνα, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ Ασερναιν· τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ.
|
10 |
καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ Ασερναιν Σεπφαμα·
|
11 |
καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφαμ Αρβηλα ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ ὅρια Βηλα ἐπὶ νώτου θαλάσσης Χεναρα ἀπὸ ἀνατολῶν·
|
12 |
καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ιορδάνην, καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή. αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ.
|
13 |
καὶ ἐνετείλατο Μωϋσῆς τοῖς υἱοῖς Ισραηλ λέγων Αὕτη ἡ γῆ, ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση·
|
14 |
ὅτι ἔλαβεν φυλὴ υἱῶν Ρουβην καὶ φυλὴ υἱῶν Γαδ κατ᾿ οἴκους πατριῶν αὐτῶν, καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἀπέλαβον τοὺς κλήρους αὐτῶν,
|
15 |
δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω ἀπὸ νότου κατ᾿ ἀνατολάς.
|
16 |
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
|
17 |
Ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν· Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη.
|
18 |
καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν.
|
19 |
καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς φυλῆς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη·
|
20 |
τῆς φυλῆς Συμεων Σαλαμιηλ υἱὸς Εμιουδ·
|
21 |
τῆς φυλῆς Βενιαμιν Ελδαδ υἱὸς Χασλων·
|
22 |
τῆς φυλῆς Δαν ἄρχων Βακχιρ υἱὸς Εγλι·
|
23 |
τῶν υἱῶν Ιωσηφ φυλῆς υἱῶν Μανασση ἄρχων Ανιηλ υἱὸς Ουφι,
|
24 |
τῆς φυλῆς υἱῶν Εφραιμ ἄρχων Καμουηλ υἱὸς Σαβαθα·
|
25 |
τῆς φυλῆς Ζαβουλων ἄρχων Ελισαφαν υἱὸς Φαρναχ·
|
26 |
τῆς φυλῆς υἱῶν Ισσαχαρ ἄρχων Φαλτιηλ υἱὸς Οζα·
|
27 |
τῆς φυλῆς υἱῶν Ασηρ ἄρχων Αχιωρ υἱὸς Σελεμι·
|
28 |
τῆς φυλῆς Νεφθαλι ἄρχων Φαδαηλ υἱὸς Βεναμιουδ.
|
29 |
οὗτοι οἷς ἐνετείλατο κύριος καταμερίσαι τοῖς υἱοῖς Ισραηλ ἐν γῇ Χανααν.
|