1 |
Καὶ εἰσήνεγκαν τὴν κιβωτὸν τοῦ θεοῦ καὶ ἀπηρείσαντο αὐτὴν ἐν μέσῳ τῆς σκηνῆς, ἧς ἔπηξεν αὐτῇ Δαυιδ, καὶ προσήνεγκαν ὁλοκαυτώματα καὶ σωτηρίου ἐναντίον τοῦ θεοῦ.
|
2 |
καὶ συνετέλεσεν Δαυιδ ἀναφέρων ὁλοκαυτώματα καὶ σωτηρίου καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι κυρίου.
|
3 |
καὶ διεμέρισεν παντὶ ἀνδρὶ Ισραηλ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς τῷ ἀνδρὶ ἄρτον ἕνα ἀρτοκοπικὸν καὶ ἀμορίτην.
|
4 |
Καὶ ἔταξεν κατὰ πρόσωπον τῆς κιβωτοῦ διαθήκης κυρίου ἐκ τῶν Λευιτῶν λειτουργοῦντας ἀναφωνοῦντας καὶ ἐξομολογεῖσθαι καὶ αἰνεῖν κύριον τὸν θεὸν Ισραηλ·
|
5 |
Ασαφ ὁ ἡγούμενος, καὶ δευτερεύων αὐτῷ Ζαχαριας, Ιιηλ, Σεμιραμωθ, Ιιηλ, Ματταθιας, Ελιαβ καὶ Βαναιας καὶ Αβδεδομ καὶ Ιιηλ ἐν ὀργάνοις, νάβλαις καὶ κινύραις, καὶ Ασαφ ἐν κυμβάλοις ἀναφωνῶν,
|
6 |
καὶ Βαναιας καὶ Οζιηλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξιν διὰ παντὸς ἐναντίον τῆς κιβωτοῦ τῆς διαθήκης τοῦ θεοῦ.
|
7 |
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τότε ἔταξεν Δαυιδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν κύριον ἐν χειρὶ Ασαφ καὶ τῶν ἀδελφῶν αὐτοῦ
|
8 |
Ἐξομολογεῖσθε τῷ κυρίῳ, ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ, γνωρίσατε ἐν λαοῖς τὰ ἐπιτηδεύματα αὐτοῦ·
|
9 |
ᾄσατε αὐτῷ καὶ ὑμνήσατε αὐτῷ, διηγήσασθε πᾶσιν τὰ θαυμάσια αὐτοῦ, ἃ ἐποίησεν κύριος.
|
10 |
αἰνεῖτε ἐν ὀνόματι ἁγίῳ αὐτοῦ, εὐφρανθήσεται καρδία ζητοῦσα τὴν εὐδοκίαν αὐτοῦ·
|
11 |
ζητήσατε τὸν κύριον καὶ ἰσχύσατε, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός.
|
12 |
μνημονεύετε τὰ θαυμάσια αὐτοῦ, ἃ ἐποίησεν, τέρατα καὶ κρίματα τοῦ στόματος αὐτοῦ,
|
13 |
σπέρμα Ισραηλ παῖδες αὐτοῦ, υἱοὶ Ιακωβ ἐκλεκτοὶ αὐτοῦ.
|
14 |
αὐτὸς κύριος ὁ θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ.
|
15 |
μνημονεύων εἰς αἰῶνα διαθήκης αὐτοῦ, λόγον αὐτοῦ, ὃν ἐνετείλατο εἰς χιλίας γενεάς,
|
16 |
ὃν διέθετο τῷ Αβρααμ, καὶ τὸν ὅρκον αὐτοῦ τῷ Ισαακ·
|
17 |
ἔστησεν αὐτὸν τῷ Ιακωβ εἰς πρόσταγμα, τῷ Ισραηλ διαθήκην αἰώνιον
|
18 |
λέγων Σοὶ δώσω τὴν γῆν Χανααν σχοίνισμα κληρονομίας ὑμῶν.
|
19 |
ἐν τῷ γενέσθαι αὐτοὺς ὀλιγοστοὺς ἀριθμῷ ὡς ἐσμικρύνθησαν καὶ παρῴκησαν ἐν αὐτῇ.
|
20 |
καὶ ἐπορεύθησαν ἀπὸ ἔθνους εἰς ἔθνος καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον·
|
21 |
οὐκ ἀφῆκεν ἄνδρα τοῦ δυναστεῦσαι αὐτοὺς καὶ ἤλεγξεν περὶ αὐτῶν βασιλεῖς
|
22 |
Μὴ ἅψησθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.
|
23 |
ᾄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ, ἀναγγείλατε ἐξ ἡμέρας εἰς ἡμέραν σωτηρίαν αὐτοῦ.
|
24 |
.
|
25 |
ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς·
|
26 |
ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν εἴδωλα, καὶ ὁ θεὸς ἡμῶν οὐρανὸν ἐποίησεν·
|
27 |
δόξα καὶ ἔπαινος κατὰ πρόσωπον αὐτοῦ, ἰσχὺς καὶ καύχημα ἐν τόπῳ αὐτοῦ.
|
28 |
δότε τῷ κυρίῳ, πατριαὶ τῶν ἐθνῶν, δότε τῷ κυρίῳ δόξαν καὶ ἰσχύν·
|
29 |
δότε τῷ κυρίῳ δόξαν ὀνόματος αὐτοῦ, λάβετε δῶρα καὶ ἐνέγκατε κατὰ πρόσωπον αὐτοῦ καὶ προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλαῖς ἁγίαις αὐτοῦ.
|
30 |
φοβηθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ, κατορθωθήτω ἡ γῆ καὶ μὴ σαλευθήτω·
|
31 |
εὐφρανθήτω ὁ οὐρανός, καὶ ἀγαλλιάσθω ἡ γῆ, καὶ εἰπάτωσαν ἐν τοῖς ἔθνεσιν Κύριος βασιλεύων.
|
32 |
βομβήσει ἡ θάλασσα σὺν τῷ πληρώματι καὶ ξύλον ἀγροῦ καὶ πάντα τὰ ἐν αὐτῷ·
|
33 |
τότε εὐφρανθήσεται τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου κυρίου, ὅτι ἦλθεν κρῖναι τὴν γῆν.
|
34 |
ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
|
35 |
καὶ εἴπατε Σῶσον ἡμᾶς, ὁ θεὸς τῆς σωτηρίας ἡμῶν, καὶ ἐξελοῦ ἡμᾶς ἐκ τῶν ἐθνῶν τοῦ αἰνεῖν τὸ ὄνομα τὸ ἅγιόν σου καὶ καυχᾶσθαι ἐν ταῖς αἰνέσεσίν σου.
|
36 |
εὐλογημένος κύριος ὁ θεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος· καὶ ἐρεῖ πᾶς ὁ λαός Αμην. καὶ ᾔνεσαν τῷ κυρίῳ.
|
37 |
Καὶ κατέλιπον ἐκεῖ ἔναντι τῆς κιβωτοῦ διαθήκης κυρίου τὸν Ασαφ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοῦ λειτουργεῖν ἐναντίον τῆς κιβωτοῦ διὰ παντὸς τὸ τῆς ἡμέρας εἰς ἡμέραν·
|
38 |
καὶ Αβδεδομ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑξήκοντα καὶ ὀκτώ, καὶ Αβδεδομ υἱὸς Ιδιθων καὶ Οσσα εἰς πυλωρούς.
|
39 |
καὶ τὸν Σαδωκ τὸν ἱερέα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς ἱερεῖς ἐναντίον σκηνῆς κυρίου ἐν Βαμα τῇ ἐν Γαβαων
|
40 |
τοῦ ἀναφέρειν ὁλοκαυτώματα τῷ κυρίῳ ἐπὶ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων διὰ παντὸς τὸ πρωῒ καὶ τὸ ἑσπέρας καὶ κατὰ πάντα τὰ γεγραμμένα ἐν νόμῳ κυρίου, ὅσα ἐνετείλατο ἐφ᾿ υἱοῖς Ισραηλ ἐν χειρὶ Μωυσῆ τοῦ θεράποντος τοῦ θεοῦ·
|
41 |
καὶ μετ᾿ αὐτοῦ Αιμαν καὶ Ιδιθων καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπ᾿ ὀνόματος τοῦ αἰνεῖν τὸν κύριον, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
|
42 |
καὶ μετ᾿ αὐτῶν σάλπιγγες καὶ κύμβαλα τοῦ ἀναφωνεῖν καὶ ὄργανα τῶν ᾠδῶν τοῦ θεοῦ, υἱοὶ Ιδιθων εἰς τὴν πύλην.
|
43 |
Καὶ ἐπορεύθη ἅπας ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐπέστρεψεν Δαυιδ τοῦ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ.
|