Canon 96 (De haereticis) ϟϛ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΑΙΡΕΤΙΚΩΝ

Ἐρώτησις. Εἰ δεῖ μετὰ αἱρετικῶν ἢ μετὰ ἑλλήνων ἢ ἰουδαίων κατὰ συντυχίαν εὑρεθέντα που συνεσθίειν ἢ ἀσπάζεσθαι αὐτούς.

Ἀπόκρισις.

Τὸν μὲν ἀσπασμόν, τοῦτον δηλονότι τὸν κοινόν, ἐπ' οὐδενὸς ὁ κύριος ἀπηγόρευσεν, εἰπών· «Ἐὰν ἀσπάσησθε τοὺς φίλους ἡμῶν μόνους, τί περισσὸν ποιῆτε; οὐχὶ καὶ οἱ ἐ-θνικοὶ τοῦτο ποιοῦσι;» Περὶ δὲ τοῦ συνεσθίειν ἔχομεν παραγγελίαν τοῦ ἀποστόλου ἐπὶ τίνων χρὴ παραιτεῖσθαι τοῦτο, εἰπόντος· «Ἔγραψα ἡμῖν ἐν τῆ ἐπιστολῇ μὴ συνανα 199 μίγνυσθαι πόρνοις, καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου τούτου ἐξελθεῖν· νῦν δὲ ἔγραψα ὑμῖν, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ἢ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ ἐστί, τῷ τοιούτῳ μὴ συνεσθίειν».

References

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

17
Published by: Rodion Vlasov
Want to fix or add something? Tell us: https://t.me/bibleox_live
Or edit this article by yourself: Edit