Πέτρος Ἀλεξανδρείας, 2-3 αἰ.

Ἐπιστολὴ κανονική

Epistula canonica / Каноническое послание

Epistula canonica ΤΟΥ ΑΓΙΟΥ ΠΕΤΡΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΚΑΙ ΜΑΡΤΥΡΟΣ ΚΑΝΟΝΕΣ ΦΕΡΟΜΕΝΟΙ ΕΝ ΤΩ ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ ΑΥΤΟΥ ΛΟΓΩ Περὶ τῶν μετὰ πολλὰς βασάνους ἀρνη-σαμένων τὸν Χριστόν.

Ἐπεὶ τοίνυν τέταρτον ἤδη πάσχα ἐπικατείληφε τὸν διωγμόν, αὐτάρκως ἔχει τοῖς μὲν προσενεχθεῖσι καὶ φυλακισθεῖσι, βασάνους τε ἀνηκέστους ὑπομεμενηκόσι καὶ ἀφορήτους μάστιγας καὶ πολλὰς ἑτέρας δεινὰς ἀνάγκας, ὕστερον δὲ προδεδομένοις ὑπὸ τῆς ἀσθενείας τῆς σαρκός, εἰ καὶ μὴ ἐξ ἀρχῆς παρεδέχθησαν διὰ τὴν παρακολουθήσασαν μεγίστην πτῶσιν, ὅμως διὰ τὸ πολλὰ αὐτοὺς ἠθληκέναι καὶ ἐπὶ πολὺ ἀντιμαχέσθαι, οὐ γὰρ κατὰ προαίρεσιν ἐν τούτῳ ἐληλύθασιν, ἀλλὰ καταπροδοθέντες ὑπὸ τῆς ἀσθενείας τῆς σαρκός, ἐπειδὴ καὶ «στίγματα τοῦ Ἰησοῦ» ἐνδείκνυνται ἐν τοῖς σώμασιν ἑαυτῶν, καὶ ἤδη τινὲς τρίτον ἔτος ἔχουσι καταπενθοῦντες, προσεπιτιμηθῆναι αὐτοῖς ἀπὸ τῆς προσελεύσεως καθ' ὑπόμνησιν ἄλλας τεσσαράκοντα ἡμέρας, ἃς καίπερ νηστεύσας ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ τὸ βαπτισθῆναι, ἐπειράσθη ὑπὸ τοῦ διαβόλου· εἰς ἃς καὶ αὐτοὶ κατὰ περισσὸν διαγυμνασθέντες, εὐτονώτερόν τε νήψαντες, γρηγορήσουσιν εἰς προσευχάς, τοῦ λοιποῦ καταμελετῶντες τὸ λεγόμενον ὑπὸ τοῦ κυρίου πρὸς τὸν πειράζοντα αὐτόν, ἵνα προσκυνήσῃ αὐτῷ· «Ὕπαγε σατανᾶ, γέγραπται γάρ· Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις».

2 Περὶ τῶν μετὰ τὸ φυλακισθῆναι μόνον ἀρνησαμένων.

Τοῖς δὲ μετὰ τὸ φυλακισθῆναι μόνον καὶ ὑπομεμενηκέναι τὰς ἐν τῷ δεσμωτηρίῳ ὡσὰν ἐν πολιορκίᾳ θλίψεις τε καὶ δυσωδίας, ὕστερον δὲ χωρὶς πολέμου βασάνων γενομένοις αἰχμαλώτοις, κατὰ πολλὴν πτωχείαν δυνάμεως καὶ κατά τινα τυφλότητα τεθραυσμένοις, ἐπαρκέσει ἐνιαυτὸς πρὸς τῷ ἑτέρῳ χρόνῳ, ἐπεὶ ὅλως καὶ αὐτοὶ ἐπιδεδώκασιν ἑαυτοὺς ὑπὲρ τοῦ ὀνόματος θλιβῆναι, εἰ καὶ ἀπήλαυσαν ἐν τῷ δεσμωτηρίῳ τῆς παρὰ τῶν ἀδελφῶν πολλῆς ἀναπαύσεως, ἅπερ πολλαπλασίονα ἀποδώσουσι, ποθοῦντες λυτρωθῆναι ἀπὸ τῆς πικροτάτης αἰχμαλωσίας τοῦ διαβόλου, μεμνημένοι μάλιστα τοῦ λέγοντος· «Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρῦξαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως».

3 Περὶ τῶν μηδὲ φυλακισθέντων.

Τοῖς δὲ μηδόλως μηδέν τι τοιοῦτο πεπονθόσι, μηδὲ ἐνδειξαμένοις καρπὸν πίστεως, ἀλλ' αὐτομολήσασι πρὸς τὴν κακίαν, προδεδομένοις ὑπὸ δειλίας καὶ φόβου, νῦν δὲ εἰς μετάνοιαν ἐρχομένοις, ἀναγκαῖόν ἐστι καὶ ἁρμόζον τὴν τῆς ἀκάρπου συκῆς παραβολὴν παραθέσθαι, ὡς ὁ κύριος λέγει· «Συκῆν εἶχέ τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ καὶ ἦλθε ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν· εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν· Ἰδοὺ τρία ἔτη ἀφ' οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ; Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω τὰ περὶ αὐτὴν καὶ βάλω κόπρια· κἂν μὲν ποιήσῃ καρπόν· εἰ δὲ μή γε εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν». Ἣν πρὸ ὀφθαλμῶν λαβόντες, ἐνδειξάμενοί τε καρπὸν ἄξιον τῆς μετανοίας ἐν τῷ διαστήματι τοῦ τοσούτου χρόνου, μᾶλλον ὠφεληθήσονται.

4 Περὶ τῶν μὴ μετανοούντων.

Τοῖς γὰρ παντάπασιν ἀπεγνωσμένοις καὶ ἀμετανοήτοις, «δέρμα τε Αἰθίοπος ἀμετάβλητον κεκτημένοις καὶ ποικίλματα παρδάλεως», λεχθήσεται τὸ τῆς ἑτέρας συκῆς· «Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα, διὸ καὶ παραχρῆμα ξηραίνεται». Ἀποπληροῦται γοῦν ἐπ' αὐτοῖς καὶ τὸ ὑπὸ τοῦ Ἐκκλησιαστοῦ εἰρημένον· «∆ιεστραμμένον οὐ δυνηθήσεται ἐπικοσμηθῆναι καὶ ὑστέρημα οὐ δυνήσεται ἀριθμηθῆναι». Εἰ μὴ γὰρ πρότερον τὸ διεστραμμένον διορθωθῇ, ἀδύνατόν ἐστιν αὐτὸ ἐπικοσμηθῆναι, καὶ εἰ μὴ πρότερον τὸ ὑστέρημα ἀναπληρωθῇ, ἀδύνατόν ἐστιν αὐτὸ ἀριθμηθῆναι. Ὅθεν καὶ ἐπὶ τέλους συμβήσεται αὐτοῖς τὸ λεγόμενον ὑπὸ τοῦ προφήτου Ἡσαΐου· «Καὶ ὄψονται γάρ, φησί, τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί». Ἐπεὶ καὶ ὡς προλέλεκται ὑπ' αὐτοῦ. «Οἱ δὲ ἄδικοι κλυδωνισθήσονται, καὶ ἀναπαύσασθαι οὐ μὴ δυνήσονται· οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν ὁ θεός».

5 Περὶ τῶν καθυποκριναμένων.

Τοῖς δὲ καθυποκριναμένοις κατὰ τὸν ἐπιληπτευσάμενον ∆αυΐδ, ἵνα μὴ ἀποθάνῃ, οὐκ ὄντα ἐπίληπτον, καὶ μὴ γυμνῶς ἀπογραψαμένοις τὰ πρὸς ἄρνησιν, ἀλλὰ διαπαίξασι κατὰ πολλὴν στενοχωρίαν ὡσὰν παιδία βουλευτικὰ ἔμφρονα ἐν παιδίοις ἄφροσι τὰς τῶν ἐχθρῶν ἐπιβουλάς, ἤτοι ὡς διελθόντες βωμούς, ἤτοι ὡς χειρογραφήσαντες, ἤτοι ὡς ἀνθ' ἑαυτῶν βαλόντες ἐθνικούς, εἰ καί τισιν αὐτῶν συνεχώρησάν τινες τῶν ὁμολογητῶν, ὡς ἤκουσα, ἐπεὶ μάλιστα κατὰ πολλὴν εὐλάβειαν ἐξέφυγον αὐτόχειρες γενέσθαι τοῦ πυρὸς καὶ τῆς ἀναθυμιάσεως τῶν ἀκαθάρτων δαιμόνων, ἐπεὶ τοίνυν ἔλαθεν αὐτοὺς ἀνοίᾳ τοῦτο πράξαντας, ὅμως ἑξάμηνος αὐτοῖς ἐπιτεθήσεται τῆς ἐν μετανοίᾳ ἐπιστροφῆς· οὕτω γὰρ μᾶλλον καὶ αὐτοὶ ὠφεληθήσονται, καταμελετῶντες τὸ προφητικὸν ῥητὸν καὶ λέγοντες· «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος». Ὅπερ, ὡς ἴστε, ἐν τῷ ἕκτῳ μηνὶ τῆς συλλήψεως τοῦ ἑτέρου παιδίου, τοῦ προκηρύξαντος πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιῶν, συνελήφθη καὶ αὐτὸ κηρῦξαι μετάνοιαν· καὶ γὰρ καὶ τῶν ἀμφοτέρων ἀκούομεν ἐν πρώτοις κηρυσσόντων οὐ μόνον περὶ μετανοίας, ἀλλὰ καὶ περὶ βασιλείας οὐρανῶν, ἥτις καθὼς μεμαθήκαμεν «ἐντὸς ἡμῶν ἐστι», «τῷ ἐγγὺς ἡμῶν εἶναι τὸ ῥῆμα ὃ πιστεύομεν ἐν τῷ στόματι ἑαυτῶν καὶ ἐν τῇ καρδίᾳ ἑαυτῶν». Περὶ ἧς καὶ αὐτοὶ ὑπομνησθέντες μαθήσονται «ὁμολογεῖν ἐν τῷ στόματι ἑαυτῶν, ὅτι κύριος Ἰησοῦς, πιστεύοντες ἐν τῇ καρδίᾳ ἑαυτῶν, ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν», ἅτε δὴ ἀκούοντες ὅτι «καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν».

6 Περὶ δούλων ἀναγκασθέντων ὑπὸ τῶν οἰκείων δεσποτῶν ὑπὲρ αὐτῶν θῦσαι.

Τοῖς δὲ δούλους χριστιανοὺς ἀνθ' ἑαυτῶν ὑποβεβληκόσιν, οἱ μὲν δοῦλοι ὡσὰν ὑποχείριοι ὄντες καὶ τρόπον τινὰ καὶ αὐτοὶ φυλακισθέντες ὑπὸ τῶν δεσποτῶν, καταπειληθέντες τε ὑπ' αὐτῶν, καὶ διὰ τὸν φόβον αὐτῶν εἰς τοῦτο ἐληλυθότες καὶ ὀλισθήσαντες, ἐν ἐνιαυτῷ τὰ τῆς μετανοίας ἔργα δείξωσι, μανθάνοντες τοῦ λοιποῦ ὡς δοῦλοι Χριστοῦ «ποιεῖν τὸ θέλημα τοῦ θεοῦ» καὶ φοβεῖσθαι αὐτόν, ἀκούοντες μέλιστα, ὅτι «ἕκαστος ἐάν τι ποιήσῃ ἀγαθόν, τοῦτο κομιεῖται παρὰ κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος».

7 Περὶ τῶν τὰς ἰδίας δούλας ἀνθ' ἑαυτῶν ἀναγκασάντων θῦσαι.

Οἱ δὲ ἐλεύθεροι ἐν τρισὶν ἔτεσιν ἐξετασθήσονται ἐν μετανοίᾳ, καὶ ὡς ὐποκρινάμενοι καὶ ὡς καταναγκάσαντες τοὺς «ὁμοδούλους» θῦσαι, ἅτε δὴ παρακούσαντες τοῦ ἀποστόλου, τὰ αὐτὰ θέλοντος ποιεῖν τοὺς δεσπότας τοῖς δούλοις, ἀνιέντας τὴν ἀπειλήν· «εἰδότες, φησίν, ὅτι καὶ ἡμῶν καὶ αὐτῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς καὶ προσωποληψία παρ' αὐτῷ οὐκ ἔστιν». Εἰ δὲ ἕνα κύριον ἔχομεν οἱ πάντες ἀπροσωπόληπτον, ἐπεὶ καὶ «πάντα καὶ ἐν πᾶσίν ἐστιν ὁ Χριστός, ἔν τε βαρβάροις καὶ Σκύθαις, δούλοις καὶ ἐλευθέροις», σκοπεῖν ὀφείλουσιν ὃ κατειργάσαντο, θελήσαντες τὴν ψυχὴν ἑαυτῶν σῶσαι, οἱ τοὺς συνδούλους ἡμῶν ἑλκύσαντες ἐπὶ εἰδωλολατρείαν, δυναμένους καὶ αὐτοὺς ἐκφυγεῖν, εἰ «τὸ δίκαιον καὶ τὴν ἰσότητα ἦσαν αὐτοῖς παρασχόντες», ὡς πάλιν ὁ ἀπόστολος λέγει.

8 Περὶ τῶν παραδοθέντων καὶ ἐκπεπτωκότων εἶθ' οὕτως τε αὐτοῖς προσελθοῦσιν εἰς τὸν ἀγῶνα καὶ ἀγωνισαμένοις.

Τοῖς δὲ παραδεδομένοις καὶ ἐκπεπτωκόσι, τοῖς τε ἑαυτοῖς προσεληλυθόσιν εἰς τὸν ἀγῶνα, ὁμολογοῦσιν εἶναι χριστιανοῖς, ἐμβεβλημένοις τε ἐν τῇ φυλακῇ μετὰ βασάνων, εὔλογόν ἐστιν ἐν ἀγαλλιάσει καρδίας συνεπισχύειν καὶ κοινωνεῖν ἐν πᾶσιν, ἔν τε ταῖς προσευχαῖς καὶ τῇ μεταλήψει τοῦ σώματος καὶ τοῦ αἵματος καὶ τῇ παρακλήσει τοῦ λόγου· ἵνα εὐτονώτερον ἀγωνισάμενοι καταξιωθῶσι καὶ αὐτοὶ «τοῦ βραβείου τῆς ἄνω κλήσεως»· καὶ γὰρ «ἑπτάκις, φησί, πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται»· ὅπερ εἰ καὶ πάντες οἱ ἐκπεπτωκότες πεποιήκεσαν, τελειοτάτην καὶ ὁλοκάρδιον μετάνοιαν ἐνεδείξαντο.

9 Περὶ τῶν αὐθαιρέτως ἑαυτοῖς εἰσπηδῶσιν εἰς τὸν ἀγῶνα.

Καὶ τοῖς δὲ ὡσὰν ἐξ ὕπνου ἑαυτοῖς παραπηδῶσιν εἰς τὸν ἀγῶνα, ὠδίνοντα καὶ μέλλοντα ἑλκύσαι, ἑαυτοῖς δὲ πειρασμὸν ἐπισπασαμένοις θαλαττομαχίας καὶ πολλῆς κυματώσεως, μᾶλλον δὲ καὶ «τοῖς ἀδελφοῖς προσεκκαίοντες ἄνθρακα ἁμαρτωλῶν», καὶ αὐτοῖς κοινωνητέον, ἅτε δὴ ἐν ὀνόματι Χριστοῦ παρερχομένοις εἰς τοῦτο, εἰ καὶ μὴ προσέχουσιν αὐτοῦ τοῖς λόγοις, διδάσκοντος «προσεύχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν», καὶ πάλιν ἐν εὐχῇ λέγει τῷ πατρί· «Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἀπὸ τοῦ πονηροῦ». Ἴσως δὲ καὶ ἀγνοοῦσι τὰς πολλάκις γινομένας ἀναχωρήσεις τοῦ οἰκοδεσπότου καὶ διδασκάλου ἡμῶν ἀπὸ τῶν θελόντων ἐπιβουλεύειν, καὶ ὅτι ἔσθ' ὅτε «οὐδὲ παρρησίᾳ περιεπάτει» δι' αὐτούς, καὶ ὅτι καὶ ὅτε ὁ καιρὸς τοῦ πάθους αὐτοῦ προσήγγισεν, οὐχ ἑαυτὸν παρέδωκεν, ἀλλ' ἐδέξατο ἕως ἦλθον ἐπ' αὐτὸν μετὰ μαχαιρῶν καὶ ξύλων· «Λέγει γοῦν πρὸς αὐτούς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με»· οἳ καὶ «παρέδωκαν αὐτόν, φησί, Πιλάτῳ». Καθ' ὁμοιότητα γοῦν αὐτοῦ καὶ οἱ κατὰ σκοπὸν αὐτοῦ βαίνοντες πεπόνθασι, μεμνημένοι τῶν θείων αὐτοῦ λόγων, δι' ὧν ἐπιστηρίζων ἡμᾶς περὶ τῶν διωγμῶν, λέγει· «Προσέχετε ἑαυτοῖς, παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς». «Παραδώσουσι» δὲ εἶπεν, ἀλλ' οὐχὶ ἑαυτοὺς παραδώσετε· καὶ «ἐπὶ ἡγεμόνας δέ, φησί, καὶ βασιλεῖς ἀχθήσεσθε διὰ τὸ ὄνομά μου», ἀλλ' οὐχί, ἑαυτοὺς ἄξετε. Ἐπεὶ καὶ μεταπηδᾶν ἡμᾶς βούλεται ἀπὸ τόπων εἰς τόπους διωκομένους διὰ τὸ ὄνομα αὐτοῦ, ὡς πάλιν ἀκούομεν αὐτοῦ λέγοντος· «Καὶ ὅταν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν»· οὐ γὰρ θέλει αὐτομολεῖν ἡμᾶς πρὸς τοὺς τοῦ διαβόλου ὑπασπιστὰς καὶ δορυφόρους, ὅπως μὴ καὶ πλειόνων θανάτων αἴτιοι αὐτοῖς γινώμεθα, ὡσὰν καταναγκάζοντες αὐτοὺς μᾶλλον κατατραχύνεσθαι καὶ τελεσιουργεῖν τὰ θανατηφόρα ἔργα, ἀλλὰ ἐκδέχεσθαι καὶ προσέχειν ἑαυτοῖς, «γρηγορεῖν τε καὶ προσεύχεσθαι, ἵνα μὴ εἰσέλθωμεν εἰς πειρασμόν». Οὕτω Στέφανος πρῶτος κατ' ἴχνος αὐτοῦ μαρτύριον ἀναδεξάμενος, ἐν Ἱεροσολύμοις συναρπασθεὶς ὑπὸ τῶν παρανόμων καὶ ἀχθεὶς ἐν τῷ συνεδρίῳ, λιθοβολούμενος ἐν ὀνόματι Χριστοῦ, ἐδοξάσθη παρακαλῶν καὶ λέγων· «Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην». Οὕτως Ἰάκωβος δεύτερος, συλληφθεὶς ὑπὸ Ἡρώδου, μαχαίρᾳ τὴν κεφαλὴν ἀπετμήθη· Οὕτως ὁ πρόκριτος τῶν ἀποστόλων Πέτρος, πολλάκις συλληφθεὶς καὶ φυλακισθεὶς καὶ ἀτιμασθείς, ὕστερον ἐν Ῥώμῃ ἐσταυρώθη. Ὁμοίως καὶ ὁ περιβόητος Παῦλος πλεονάκις παραδοθεὶς καὶ ἕως θανάτου κινδυνεύσας, πολλά τε ἀθλήσας καὶ καυχησάμενος ἐν πολλοῖς διωγμοῖς καὶ θλίψεσιν, ἐν τῇ αὐτῇ πόλει καὶ αὐτὸς μαχαίρᾳ τὴν κεφαλὴν ἀπεκείρατο· ὃς ἐν οἷς ἐκαυχήσατο κατέλεξεν, ὅτι καὶ ἐν ∆αμασκῷ σπυρίδι ἐχαλάσθη διὰ τοῦ τείχους νυκτὸς καὶ ἐξέφυγε τὰς χεῖρας τοῦ ζητοῦντος αὐτὸν πιᾶσαι. Τὸ γὰρ προκείμενον ἦν αὐτοῖς ἐν πρώτοις εὐαγγελίζεσθαι καὶ διδάσκειν τὸν λόγον τοῦ θεοῦ· ἐν οἷς ἐπιστηρίζοντες τοὺς ἀδελφοὺς «ἐμμένειν ἐν τῇ πίστει», καὶ τοῦτο ἔλεγον, «ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ»· ἐζήτουν γὰρ «οὐ τὸ ἑαυτῶν συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι». Καὶ ἦν πολλὰ λέγειν αὐτοῖς εἰς ταῦτα πρὸς τὸ κατὰ λόγον πράσσειν, εἰ μή, ὡς λέγει ὁ ἀπόστολος, «ἐπιλείποι δ' ἂν ἡμᾶς διηγουμένους ὁ χρόνος».

10 Περὶ κληρικῶν.

Ὅθεν οὐκ ἔστιν εὔλογον οὐδὲ τοὺς ἀπὸ κλήρου αὐτομολήσαντας, ἐκπεπτωκότας τε καὶ ἀναπαλαίσαντας, ἔτι ἐν τῇ λειτουργίᾳ εἶναι, ἅτε δὴ καταλείψαντας τὸ ποίμνιον τοῦ κυρίου καὶ μωμησαμένους ἑαυτούς, ὅπερ οὐδεὶς τῶν ἀποστόλων πεποίηκε. Καὶ γὰρ ὁ πολλοὺς διωγμοὺς ἐξαντλήσας, πολλά τε ἆθλα ἀγωνισμάτων ἐνδειξάμενος, ὁ μακάριος ἀπόστολος Παῦλος, ἐγνωκώς τε ὅτι «κάλλιόν ἐστιν ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι», ἐπιφέρει καὶ λέγει· «Τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς»· «σκοπῶν γὰρ οὐ τὸ ἑαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν», ἀναγκαιότερον τῆς ἑαυτοῦ ἀναπαύσεως ἡγήσατο τὸ παραμένειν τοῖς ἀδελφοῖς καὶ ἐπιμελεῖσθαι αὐτῶν· ὃς καὶ «τὸν διδάσκοντα θέλει εἶναι ἐν τῇ διδασκαλίᾳ τύπον γινόμενον τῶν πιστῶν». Ὅθεν οἱ ἐν τῇ εἱρκτῇ ἐπιδικαζόμενοι τῆς λειτουργίας ἐκπεπτωκότες καὶ ἀναπαλαίσαντες, πάνυ ἀναισθητοῦσι· πῶς γὰρ αἰτοῦσιν ὃ κατέλειψαν, δυνάμενοι τοῖς ἀδελφοῖς εὔχρηστοι εἶναι ἐν καιρῷ τοιούτῳ; Ἕως μὲν οὖν ἄπταιστοι ἦσαν, συγγνώμην εἴχοσαν ἐπὶ τῇ παραλόγῳ αὐτῶν πράξει· ὅτε δὲ ἔπταισαν, ὡσὰν περπερευσάμενοι καὶ ἑαυτοὺς μωμησάμενοι, οὐκέτι δύνανται λειτουργεῖν. ∆ιὸ φροντιζέτωσαν μᾶλλον ἐν ταπεινοφροσύνῃ πῶς ἐκτελέσωσι παυσάμενοι τῆς κενοδοξίας· ἀρκεῖ γὰρ αὐτοῖς ἡ κοινωνία μετ' ἐπιστάσεως καὶ ἀκριβείας πρὸς ἀμφότερα γινομένη, καὶ ἵνα μὴ δόξωσι λυπεῖσθαι μετὰ βίας περιδρασσόμενοι τῆς ἐντεῦθεν ἀναλύσεως, καὶ ἵνα μή τινες ἐκπεσόντες προφασίσωνται ὡσὰν διὰ τὴν ἀφορμὴν τῆς ἐπιτιμίας ὑπεκλελυμένοι. Οἵτινες πλέον ἁπάντων αἰσχύνην καὶ ὄνειδος ἕξουσι, κατ' ἐκεῖνον τὸν τεθεικότα θεμέλιον καὶ μὴ ἰσχύσαντα ἐκτελέσαι· «Ἄρξονται γάρ, φησί, πάντες οἱ παραπορευόμενοι ἐμπαίζειν αὐτόν, λέγοντες· οὗτος ὁ ἄνθρωπος θεμέλιον τέθεικε καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι».

11 Περὶ τῶν αὐθαιρέτως εἰσελθόντων εἰς τὸν ἀγῶνα καὶ μετὰ πολλὰς

βασάνους ἀρνησαμένων.

Οἱ γὰρ πρῶτοι παραπηδήσαντες ἐν τῷ βράσματι τοῦ διωγμοῦ, περιεστῶτες εἰς τὸ δικαστήριον καὶ θεωροῦντες τοὺς ἁγίους μάρτυρας σπεύδοντας «ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως», ἐν καλῷ τῷ ζήλῳ προθυμούμενοι, ἐπεδίδουν ἑαυτοὺς εἰς τοῦτο, πολλῇ τῇ παρρησίᾳ χρώμενοι, ἐμβλέποντες μάλιστα τοὺς ὑποσυρομένους καὶ ἐκπίπτοντας, δι' οὓς ὑποθερμαινόμενοι ἔσωθεν καὶ ἐνηχούμενοι καταπολεμῆσαι τὸν ὑπε-ραιρόμενον καὶ ἀντικείμενον, ἔσπευ-δον εἰς τοῦτο, ἵνα μὴ καὶ «δοκῇ παρ' αὐτῷ φρόνιμος εἶναι», ἐφ' οἷς κατὰ πανουργίαν ἔδοξεν ἡττᾶν, εἰ καὶ ἐλάνθανεν ἑαυτὸν νικώμενον ὑπὸ τῶν ἐγκαρτερούντων τὰς τῶν ξυ-στήρων καὶ μαστίγων βασάνους, τήν τε ὀξύτητα τῆς μαχαίρας καὶ τὰς καταφλέξεις τοῦ πυρὸς καὶ τὰς τῶν ὑδάτων καταποντώσεις. Καὶ τοῖς κατὰ πίστιν ὑπεξιοῦσιν εὐχὰς καὶ δεήσεις γίνεσθαι, ἤτοι ὑπὲρ τῶν ἐν φυλακῇ κατατιμωρη-θέντων καὶ προδεδομένων ὑπὸ λιμοῦ καὶ δίψους, ἤτοι ὑπὲρ τῶν ἔξωθεν τῆς φυλακῆς ἐπὶ τοῦ δικαστηρίου καταβασανισθέντων διὰ ξυστήρων καὶ μαστίγων, ὕστερον δὲ ἡττηθέντων ὑπὸ τῆς ἀσθενείας τῆς σαρκός, ἄξιόν ἐστιν ἐπινεῦσαι. Συμπάσχειν γὰρ καὶ συναλγεῖν τοῖς ὀδυρομένοις καὶ στενάζουσιν ὑπὲρ τῶν ἐν τῷ ἀγῶνι ἡττηθέντων ὑπὸ τῆς πολλῆς βίας τοῦ κακομηχάνου διαβόλου, ἤτοι ὑπὲρ γονέων ἢ ἀδελφῶν ἢ τέκνων, οὐδένα οὐδὲν καταβλάπτει· ἴσμεν γὰρ καὶ δι' ἑτέρων πίστιν ἀπολαύσαντάς τινας τῆς τοῦ θεοῦ ἀγαθότητος, ἐπί τε ἀφέσει ἁμαρτιῶν καὶ ὑγείᾳ σώματος καὶ ἀναστά-σει νεκρῶν. Μεμνημένοι τοίνυν τῶν πολλῶν αὐτῶν καμάτων, ὧν προϋπήνεγκαν ἐν ὀνόματι τοῦ Χριστοῦ, καὶ τῶν τανταλισμῶν, οὐ μὴν ἀλλὰ καὶ μετα-γνόντων αὐτῶν καὶ ἀποδυρομένων τὸ πεπραγμένον αὐτοῖς κατὰ προδοσίαν ἐν ἀτονίᾳ καὶ νεκρότητι τοῦ σώματος, ἔτι τε καὶ μεμαρτυρημέ-νων εὐπολιτεύτων γενομένων ἐν τῷ βίῳ αὐτῶν, συνευχόμεθα καὶ συμ-παρακαλοῦμεν ὑπὲρ ἱλασμοῦ αὐτῶν μετὰ τῶν ἄλλων καθηκόντων, διὰ τοῦ γινομένου ὑπὲρ ἡμῶν παρακλή-του πρὸς τὸν πατέρα, ἱλασκομέ-νου ταῖς ἁμαρτίαις ἡμῶν· «Καὶ ἐάν τις γάρ φησιν ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστιν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν».

12 Περὶ τῶν δεδωκότων ἀργύρια.

Τοῖς γὰρ ἀργύρια δεδωκόσι πρὸς τὸ ἀνενοχλήτους αὐτοὺς τὸ παντάπασι γενέσθαι ἀπὸ πάσης κακίας οὐκ ἔστιν ἔγκλημα προσάγειν· ζημίαν γὰρ καὶ ἀπώλειαν χρημάτων ὑπή-νεγκαν, ἵνα μὴ τὴν ψυχὴν ἑαυτῶν ζημιωθῶσιν ἢ ἀπολέσωσιν· ὅπερ ἄλ-λοι κατὰ αἰσχοκέρδειαν οὐ πεποιήκασι, καίτοι γε τοῦ κυρίου λέγοντος· «Τί γὰρ ὠφελήσει ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ ἢ ἀπολέσῃ;» καὶ ὅτι· «Οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ». Ἐφάνησαν γὰρ παρ' ἐκείνους τῷ θεῷ δουλεύοντες, τὰ ἀργύρια μισήσαντες καὶ κατα-φρονήσαντες αὐτῶν, ἀπεπλήρωσάν τε καὶ ἐν τούτῳ τὸ γεγραμμένον· «Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος». Ἐπεὶ καὶ ἐν ταῖς Πρά-ξεσι τῶν ἀποστόλων ἀνέγνωμεν, τοὺς συρέντας ἀντὶ Παύλου καὶ Σιλᾶ ἐν Θεσσαλονίκῃ ἐπὶ τοὺς πο-λιτάρχας μετὰ πλησμονῆς ἀπολυ θέντας· μετὰ γὰρ τὸ καταβαρῆσαι αὐτοὺς πολλὰ διὰ τὸ ὄνομα καὶ ταράξαι τὸν ὄχλον καὶ τοὺς πολι-τάρχας, «λαβόντες, φησί, τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσωνος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς· οἱ δὲ ἀδελφοὶ εὐ-θέως διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σιλᾶν εἰς Βέ-ροιαν».

13 Περὶ τῶν φυγόντων.

Ὅθεν οὐδὲ τοῖς καταλείψασι πάντα διὰ τὴν τῆς ψυχῆς σωτηρίαν καὶ ἀναχωρήσασιν, ἔστιν ἐγκαλεῖν, ὡς ἂν ἑτέρων δι' αὐτοὺς κατασχεθέν-των· καὶ γὰρ ἐν τῇ Ἐφέσῳ ἀντὶ Παύλου πάλιν συνήρπασαν Γάϊον εἰς τὸ θέατρον καὶ Ἀρίσταρχον, συνεκδήμους Παύλου, οὗ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, ἐπεὶ καὶ δι' αὐτὸν πείσαντα καὶ μεταστή-σαντα πολὺν ὄχλον ἐπὶ τὴν θεοσέ-βειαν ἡ στάσις ἦν γινομένη, «οὐκ εἴων αὐτὸν οἱ μαθηταί, φησίν· οὐ μὴν ἀλλὰ καί τινες τῶν ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτόν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον». Εἰ δὲ ἐπιμένοιέν τινες ἐρεσχελοῦντες τοῖς εἰλικρινῶς προσέχουσι τῷ λέ-γοντι· «Σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν, μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω», ὑπομνησθήτωσαν, καὶ τοῦ προκρίτου τῶν ἀποστόλων Πέτρου, βεβλημένου τε ἤδη εἰς τὴν φυλακὴν καὶ παρα-δοθέντος τέτταρσι τετραδίοις στρα-τιωτῶν φυλάσσειν αὐτόν· οὗ ἐν νυκτὶ φυγόντος καὶ ῥυσθέντος ἐκ χει-ρὸς τοῦ φονώδους Ἡρώδου καὶ πά-σης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων, κατ' ἐντολὴν ἀγγέλου κυρίου, «γενομένης, φησίν, ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγέ-νετο· Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύ-λακας, ἐκέλευσεν ἀπαχθῆναι»· δι' οὓς οὐδεμία αἰτία τῷ Πέτρῳ προσ-άπτεται, ἐξῆν γὰρ καὶ αὐτοὺς ἑω ρακότας τὸ γενόμενον ἐκφυγεῖν· ὡς καὶ πάντα τὰ παιδία τὰ ἐν Βηθλεέμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, εἰ ἐγνώκεισαν οἱ γονεῖς αὐτῶν τὸ μέλ-λον ἔσεσθαι, ἅπερ ἀνῃρέθησαν ὑπὸ τοῦ μιαιφόνου Ἡρώδου διὰ τὸ ὑπ' αὐτοῦ ζητούμενον ἀπολέσθαι ἓν παι-δίον· ὅπερ καὶ αὐτὸ κατ' ἐντολὴν ἀγγέλου κυρίου ἐξέφυγεν, ἤδη ἀρ-ξάμενον ταχέως σκυλεύειν καὶ ὀξέως προνομεύειν κατὰ τὴν ἐπίκλησιν τοῦ ὀνόματος, καθὼς γέγραπται· «Κά-λεσον τὸ ὄνομα αὐτοῦ, ταχέως σκύ-λευσον, ὀξέως προνόμευσον· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν ∆αμασκοῦ καὶ τὰ σκῦλα Σαμα-ρείας ἔναντι βασιλέως Ἀσσυρίων». Οἱ γοῦν μάγοι ὡς ἤδη σκυλευθέντες καὶ προνομευθέντες, ὑποτεταγμένως καὶ τιμητικῶς προσκυνοῦσι τῷ παιδίῳ, ἀνοίγοντες τοὺς θησαυροὺς αὐ-τῶν καὶ προσφέροντες αὐτῷ καιριώ-τατα καὶ πρεπωδέστατα δῶρα, χρυ-σὸν καὶ λίβανον καὶ σμύρναν, ὡς βασιλεῖ καὶ θεῷ καὶ ἀνθρώπῳ· ὅθεν οὐκέτι πρὸς τὸν «ἀσσύριον» βασιλέα ἠξίωσαν ὑποστρέψαι, συνεργούμενοι ὑπὸ τῆς προνοίας· «χρηματισθέντες, γάρ φησι, κατ' ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι' ἄλλης ὁδοῦ ἀ-νεχώρησαν εἰ τὴν χώραν αὑτῶν». Ἔνθεν «ἰδὼν ὁ αἱμοβόρος Ἡρώδης ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυ-μώθη λίαν, καὶ ἀποστείλας, φησίν, ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων». Μεθ' ὧν καὶ τὸ πρὸ αὐτοῦ γεννηθὲν ἕτερον παιδίον ζη-τήσας ἀποκτεῖναι καὶ μὴ εὑρών, τὸν πατέρα αὐτοῦ Ζαχαρίαν ἐφόνευσε «μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσια-στηρίου», ἐκφυγόντος τοῦ παιδίου μετὰ τῆς μητρὸς Ἐλισάβετ, ἐφ' ὧν οὐδεμίαν μέμψιν ἔσχοσαν.

14 Περὶ τῶν βιασθέντων θῦσαι.

Εἰ δέ τινες βίαν πολλὴν καὶ ἀνάγκην πεπόνθασι, χάμον λαβόντες ἐν τῷ στόματι καὶ δεσμούς, καὶ ἐπιμεί-ναντες καρτερῶς τῇ διαθέσει τῆς πίστεως, καὶ τὰς χεῖρας αὐτῶν καῆ-ναι προσαγομένων ἀκοντὶ τῷ ἀνιέρῳ θύματι, ὥσπερ οὖν ἔγραψάν μοι οἱ ἀπὸ τῆς φυλακῆς τρισμακάριοι μάρ-τυρες περὶ τῶν ἐν τῇ Λιβύῃ, καὶ ἕτεροι δὲ συλλειτουργοί, οἱ τοιοῦτοι συμμαρτυρούντων αὐτοῖς μάλιστα καὶ τῶν ἄλλων ἀδελφῶν, δύνανται εἶναι ἐν τῇ λειτουργίᾳ, ταχθέντες ἐν τοῖς ὁμολογηταῖς, ὡς καὶ οἱ κατα-νεκρωθέντες ἐν ταῖς πολλαῖς βασά-νοις καὶ μηκέτι ἐξισχύσαντες λαλῆ-σαι ἢ φθέγξασθαι ἢ κινηθῆναι εἰς τὸ ἀντιστῆναι τοῖς εἰς μάτην ἐκ-βιαζομένοις· οὐδὲ γὰρ συγκατέθεντο τῇ βδελυρίᾳ αὐτῶν, ὥσπερ οὖν παρὰ συλλειτουργῶν πάλιν ἤκουσα. Ταχ-θήσεται δὲ ἐν τοῖς ὁμολογηταῖς καὶ πᾶς ὁστισοῦν κατὰ Τιμόθεον πολιτεύεται, πειθόμενος καὶ αὐτὸς τῷ λέγοντι· «∆ίωκε δικαιοσύνην, εὐ-σέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳϋπάθειαν· ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων».

βιβλιογραφικές αναφορές

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

7
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία