ΟΜΙΛΙΑ Κς ʹ
Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς Ἐκκλησίας. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέ τρον. Ἦσαν δὲ αἱ ἡμέραι τῶν Ἀζύμων.
αʹ. Ποῖον ἐκεῖνον λέγει καιρόν; Πάντως τὸν ἐφεξῆς. Ἀλλ' ἐνταῦθα μὲν οὕτως, ἀλλαχοῦ δὲ ἑτέρως. Ὅταν γὰρ ὁ Ματθαῖος λέγῃ· Ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης κηρύσσων, οὐ τὰς ἐφεξῆς ἡμέρας δηλῶν λέγει, ἀλλ' ἐκείνας, ἐν αἷς ἔμελλε γίνεσθαι ἅπερ διηγεῖται. Ἔθος γὰρ τῇ Γραφῇ τούτῳ κεχρῆσθαι τῷ τρόπῳ, καὶ ποτὲ δὲ τὰ ὕστερον συμβαίνειν μέλλοντα ἐκτιθέναι, ποτὲ δὲ τὰ ὕστερον συμβαίνειν μέλλοντα ὡς ἐφεξῆς ἀπαγγέλλειν. Καλῶς δὲ λέγει, ὅτι Ἡρώδης ὁ βασιλεύς· οὗτος γὰρ οὐκ ἦν ὁ ἐπὶ τοῦ Χριστοῦ. Ἰδοὺ πειρασμὸς ἕτερος. Καὶ ὅρα, ὅπερ ἐξ ἀρχῆς εἶπον, πῶς τὰ πράγματα πλέκεται, πῶς δι' ἀνέσεως καὶ θλίψεως πάντα ὑφαίνεται. Οὐκ ἔτι Ἰουδαῖοι, οὐδὲ τὸ συνέδριον· ἀλλ' ὁ βασιλεὺς ἐπιβάλλει τὰς χεῖρας εἰς τὸ κακῶσαι. Μείζων ἡ ἐξουσία, χαλεπώτερος ὁ πόλεμος, ὅσῳ καὶ πρὸς χάριν ἐγίνετο τοῖς Ἰουδαίοις. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Ἁπλῶςκαὶ ὡς ἔτυχεν. Εἰ δέ τις ζητοίη, διὰ τί συνεχώρησεν ὁ Θεός; ἐροῦμεν, ὅτι ὑπὲρ αὐτῶν τούτων· πρῶτον μὲν, πείθων αὐτοὺς, ὅτι καὶ ἀναιρούμενοι κρατοῦσιν, ὅπερ καὶ ἐπὶ Στεφάνου γέγονε· δεύτερον δὲ, διδοὺς αὐτοῖς μετὰ τὸ ἐμπλῆσαι τὸν θυμὸν ἀνενεγκεῖν ἀπὸ τῆς μανίας· καὶ τρίτον, δεικνὺς, ὅτι κατὰ συγχώρησιν αὐτοῦ γέγονε τοῦτο. Ἰδὼν δὲ, ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον. Ὢ τῆς μιαρίας τῆς πολλῆς! Ὑπὲρ τίνων αὐτοῖς ἐχαρίζετο, φόνους ποιῶν ἁπλῶς καὶ εἰκῆ; Ἦν δὲ ἡμέρα τῶν Ἀζύμων. Πάλιν ἡ περιττὴ τῶν Ἰουδαίων ἀκριβολογία· ἀνελεῖν μὲν οὐκ ἐκώλυον, ἐν δὲ καιρῷ τοιούτῳ τοιαῦτα ἔπραττον. Ὃν καὶ πιάσας ἔθετο εἰς φυλακὴν, παραδοὺς 60.198 τέσσαρσι τετραδίοις στρατιωτῶν. Καὶ τοῦ θυμοῦ τοῦτο ἦν καὶ τοῦ δέους. Ἀνεῖλε, φησὶ, Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Εἶδες αὐτῶν τὴν ἀνδρείαν; Ἵνα γὰρ μηδεὶς λέγῃ, ὅτι διὰ τοῦτο ἀκινδύνως καὶ ἀδεῶς κατατολμῶσι τοῦ θανάτου, ἅτε ἐξαρπάζοντος αὐτοὺς τοῦ Θεοῦ, διὰ τοῦτο ἀναιρεθῆναι συγχωρεῖ, καὶ τοὺς κορυφαίους μάλιστα, πείθων αὐτοὺς τοὺς ἀναιροῦντας, ὅτι οὐδὲ ταῦτα ἀφίστησιν αὐτοὺς καὶ κωλύει. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς Ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. Περὶ τὰ καίρια λοιπὸν ἦν ὁ ἀγών. Καὶ τὸ ἐκεῖνον γὰρ ἀναιρεθῆναι, περιδεεῖς ἐποίει, καὶ τὸ τοῦτον ἐμβεβλῆσθαι. Ὅτε δὲ ἔμελλε προάγειν αὐτὸν ὁ Ἡρώδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί· φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι. Πατάξας τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν, λέγων, Ἀνάστα ἐν τάχει. Καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. Ὅρα, κατ' ἐκείνην τὴν νύκτα αὐτὸν ἐξήρπασε. Καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι, ἵνα μὴ νομίσῃ φαντασίαν εἶναι· καὶ τὸ φῶς οὐδεὶς εἶδε πλὴν ἐκείνου. Εἰ γὰρ καὶ τοῦτο γέγονε, καὶ ὅμως ἐνόμιζε φαντασίαν εἶναι διὰ τὸ ἀπροσδόκητον· εἰ μὴ τοῦτο γέγονε, πολλῷ πλέον· οὕτω παρετάττετο πρὸς τὸν θάνατον. Τὸ γοῦν πολλὰς ἡμέρας ἐκεῖ μείναντα μὴ σωθῆναι, τοῦτο ἐποίει. Καὶ διὰ τί, φησὶν, οὐκ ἀφῆκεν αὐτὸν εἰς τὰς χεῖρας ἐμπεσεῖν Ἡρώδου, καὶ τότε ἐξήρπασεν; Ὅτι ἐκεῖνο μὲν εἰς ἔκπληξιν ἤγαγεν ἄν· τοῦτο δὲ ὑπὲρ αὐτῶν ἐγένετο. Οὐκ ἂν γὰρ ἐνομίσθησαν ἄνθρωποι εἶναι, εἰ θεοπρεπῶς πάντα ἐποίει. Ἐπὶ δὲ τοῦ Στεφάνου τί οὐκ ἐποίησεν; οὐχ ὡς ἀγγέλου τὸ πρόσωπον αὐτοῖς ἔδειξε; Τί δὲ ὅλως ἐνέλιπε καὶ ἐνταῦθα; Εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν· Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Πάλιν ἐνταῦθα δεί 60.199 κνυσιν, ὅτι οὐ κακουργίᾳ γέγονεν· οὐδεὶς γὰρ ἐπειγόμενος καὶ διορύξαι βουλόμενος, τοσαύτην ποιεῖται σπουδὴν, ὥστε καὶ τὰ σανδάλια αὐτοῦ λαβεῖν, ὥστε καὶ ζώσασθαι. Ἐποίησε δὲ οὕτω. Καὶ λέγει αὐτῷ· Περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ· καὶ οὐκ ᾔδει, ὅτι ἀληθές ἐστι τὸ γινόμενον ὑπὸ τοῦ ἀγγέλου· ἐδόκει δὲ ὅραμα βλέπειν. ∆ιελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς. Ἰδοὺ δεύτερον σημεῖον. Ὅτε ἀπέστη ὁ ἄγγελος, τότε ἐνόησεν ὁ Πέτρος. Καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ὁ ἄγγελος ἀπ' αὐτοῦ ἀπέστη. Καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ, εἶπε· Νῦν οἶδα, ὅτι ἀληθῶς ἐξαπέστειλεν ὁ Κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων. Νῦν ἔγνων, φησὶν, οὐ τότε. ∆ιὰ τί δὲ γίνεται τοῦτο, καὶ οὐκ ἔστιν ὁ Πέτρος ἐν αἰσθήσει τῶν γινομένων, καίτοι ἤδη τοιαύτης ἀπολαύσας ἀπαλλαγῆς, ὅτε οἱ πάντες ἀπελύθησαν; Ἀθρόον βούλεται τὴν ἀπαλλαγὴν αὐτῷ γενέσθαι, καὶ μετὰ τὸ ἀπαλλαγῆναι τότε τὴν αἴσθησιν λαβεῖν. Τὸ τὰς ἁλύσεις δὲ ἀπὸ τῶν χειρῶν πεσεῖν, μέγα τεκμήριον τοῦ μὴ φυγεῖν. Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι. Κρούσαντος δὲ τοῦ Πέτρου τὴν θύραν τοῦ πυλῶνος, προσῆλθε παιδίσκη ὑπακοῦσαι, ὀνόματι Ῥόδη. Καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα. Ὅρα τὸν Πέτρον οὐκ εὐθέως ἀναχωροῦντα, ἀλλὰ πρότερον εὐαγγελιζόμενον τοὺς αὐτοῦ. Εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. Οἱ δὲ πρὸς αὐτήν· Μαίνῃ. Ἡ δὲ διισχυρίζετο οὕτως ἔχειν.
βʹ. Ὅρα καὶ τὰς παιδίσκας εὐλαβείας γεμούσας. Ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα· ἐκεῖνοι δὲ καὶ τούτου γενομένου ἀνένευσαν. Ἡ μὲν, φησὶ, διισχυρίζετο οὕτως ἔχειν· οἱ δὲ ἔλεγον· Ὁ ἄγγελος αὐτοῦ ἐστιν. Ὁ δὲ Πέτρος ἐπέμενε κρούων. Ἀνοίξαντες δὲ εἶδον αὐτὸν, καὶ ἐξέστησαν. Κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾷν, διηγήσατο αὐτοῖς, πῶς ὁ Κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς. Εἶπε δέ· Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. Καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον. Ἴδωμεν οὖν ἄνωθεν τὴν ἀκολουθίαν τῶν εἰρημένων. Κατ' ἐκεῖνον τὸν καιρὸν, φησὶν, ἐπέβαλε τὰς χεῖρας ὁ βασιλεὺς Ἡρώδης κακῶσαί τινας ἀπὸ τῆς Ἐκκλησίας. Καθάπερ θηρίον ἁπλῶς καὶ ἀλογίστως πᾶσιν ἐπῄει. Τοῦτό ἐστιν ὁ ἔλεγεν ὁ Χριστός· Τὸ μὲν ποτήριον, ὃ μέλλω πίνειν, πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε. Ἀνεῖλε δὲ, φησὶ, Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Καὶ πῶς, φησὶ, τὸν Πέτρον οὐκ εὐθέως ἀνεῖλεν; Εἶπε τὴν αἰτίαν ὁ συγγραφεύς· Ἡμέραι γὰρ, φησὶν, ἦσαν τῶν Ἀζύμων· καὶ μᾶλλον αὐτοῦ ἐμπομπεῦσαι ἐβούλετο τῇ σφαγῇ. Αὐτοὶ μὲν οὖν ἀπὸ τῆς παραινέσεως τῆς Γαμαλιήλου ἐπεῖχον λοιπὸν ἑαυτοὺς τῶν φόνων· ἄλλως δὲ οὐδὲ αἰτίας εὕρισκον· δι' ἑτέρων δὲ αὐτὰ κατεσκεύαζον. Ἐπεὶ δὲ καὶ ἕτερος Ἰάκωβος ἦν, ὁ ἀδελφὸς τοῦ Κυρίου, διὰ τοῦτο ἐπεσημήνατο εἰπών· Τὸν ἀδελφὸν Ἰωάννου. Ὁρᾷς, ὅτι τὸ κεφάλαιον ἐν τούτοις ἦν τοῖς τρισὶ, μάλιστα δὲ Πέτρου 60.200 καὶ Ἰακώβου; Τοῦτο μάλιστα κατάκρισις αὐτῶν ἦν· Οὐκ ἔτι γὰρ ἀνθρώπινον τὸ κήρυγμα ἐδείκνυτο, καὶ ὄντως ἐκεῖνο ἐπληροῦτο, ὅτι Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἰδὼν δὲ, ὅτι ἀρεστόν ἐστι, φησὶ, τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον. Ἀρεστὸν φόνος, καὶ φόνος ἄδικος. Πολλὴ ἡ ἄνοια τοῦ Ἡρώδου· ταῖς ἐπιθυμίαις αὐτῶν ταῖς ἀτόποις ὑπηρετεῖτο. ∆έον γὰρ τοὐναντίον ποιεῖν, καὶ ἐγκόπτειν αὐτῶν τὴν ὁρμήν· ὁ δὲ ἐπέτεινε, καθάπερ τις δήμιος ὢν τῶν νοσούντων, ἀλλ' οὐκ ἰατρός· καίτοι μυρία παραδείγματα ἔχων καὶ τοῦ πάππου καὶ τοῦ πατρὸς Ἡρώδου, καὶ πῶς ἐκεῖνος μὲν διὰ τὴν ἀναίρεσιν τῶν παιδίων μέγιστα ἔπαθε κακὰ, οὗτος δὲ Ἰωάννην ἀνελὼν πόλεμον ἤγειρε χαλεπόν. Ὃν καὶ πιάσας, φησὶν, ἔθετο εἰς φυλακήν. Ἐφοβεῖτο, μὴ διὰ τὸν φόνον τοῦ Ἰακώβου ἀναχωρήσῃ ὁ Πέτρος, καὶ βουλόμενος ἔχειν αὐτὸν ἐν ἀσφαλεῖ, ἐνέβαλε τῷ δεσμωτηρίῳ. Ὅσῳ ἀκριβεστέρα ἡ φρουρὰ, τοσούτῳ θαυμασιωτέρα ἡ ἐπίδειξις. Τοῦτο δὲ ἦν ὑπὲρ Πέτρου, δοκιμωτέρου μᾶλλον ἐντεῦθεν γενομένου, καὶ τὴν ἀνδρείαν τὴν οἰκείαν ἐπιδεικνῦντος. Προσευχὴ δὲ ἦν, φησὶν, ἐκτενὴς γινομένη. Φιλοστοργίας δεῖγμα ἡ προσευχή. Πατέρα πάντες ἐζήτουν, πατέρα ἥμερον. Ἐκτενὴς, φησὶν, ἦν προσευχὴ γινομένη ὑπὲρ αὐτοῦ. Ἀκούσατε, πῶς διέκειντο περὶ τοὺς διδασκάλους. Οὐκ ἐστασίασαν, οὐκ ἐθορυβήθησαν, ἀλλ' ἐπὶ εὐχὴν ἐτράπησαν, τὴν ὄντως συμμαχίαν τὴν ἄμαχον, ἐπ' αὐτὴν κατέφυγον. Οὐκ ἔλεγον· Ὁ ταπεινὸς ἐγὼ καὶ οὐδαμινὸς ὑπὲρ ἐκείνου εὔχομαι! ἐπειδὴ γὰρ ἀγάπῃ ἐποίουν, οὐδὲν τούτων ἐλογίζοντο. Βούλει μαθεῖν πόσα εἰργάσαντο καὶ ἄκοντες; Ἐκείνους δοκιμωτέρους ἀπέδειξαν, τούτους σπουδαιοτέρους ἐποίησαν. Καὶ ὅρα ἐν τῇ ἑορτῇ τοὺς πειρασμοὺς ἐπαγομένους, ἵνα δοκιμώτεροι φανῶσιν οὗτοι. Ὅτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ Ἡρώδης, φησὶ, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος καθεύδων. Ὅρα τὸν Πέτρον καθεύδοντα, καὶ οὐκ ὄντα ἐν ἀγωνίᾳ οὐδὲ ἐν φόβῳ. Αὐτῇ τῇ νυκτὶ, ᾗ προάγεσθαι ἔμελλεν, ἐκάθευδε, τὸ πᾶν ῥίψας ἐπὶ τὸν Θεόν. Οὐχ ἁπλῶς δὲ ἐκάθευδεν, ἀλλὰ μέσον στρατιωτῶν καὶ δεδεμένος. Μεταξὺ γὰρ, φησὶ, δύο στρατιωτῶν κοιμώμενος ἦν, δεδεμένος ἁλύσεσι δυσίν. Ὁρᾷς, πῶς ἀκριβὴς ἡ φυλακή; Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη, φησὶ, λέγων· Ἀνάστα ἐν τάχει. Συγκαθεύδοντες ἦσαν οἱ φύλακες· διὸ καὶ τῶν γινομένων οὐδὲν ἐπαισθάνονται. Φῶς δὲ ἔλαμψεν, ὥστε καὶ ἰδεῖν καὶ ἀκοῦσαι τὸν Πέτρον, καὶ μὴ νομίσαι φαντασίαν εἶναι. Ὡς ἂν δὲ μὴ ῥᾳθυμήσῃ, καὶ τὴν πλευρὰν πατάσσεται. Καὶ οὐχ ἁπλῶς ἀκούει· Ἀνάστα· ἀλλ', Ἐν τάχει, μετὰ προσθήκης· οὕτω βαθέως ἐκάθευδεν. Ἐδόκει δὲ ὅραμα βλέπειν, φησί. ∆ιῆλθε δὲ πρώτην καὶ δευτέραν φυλακήν. Ποῦ νῦν εἰσιν οἱ αἱρετικοί; Πῶς διῆλθεν, εἰπάτωσαν ἡμῖν· ἀλλ' οὐκ ἂν ἔχοιεν. Καίτοι διὰ τοῦτο αὐτὸν καὶ ζώσασθαι κελεύει καὶ ὑποδήσασθαι, καὶ τούτῳ πείθων αὐτὸν, ὅτι οὐκ ἔστι φάντασμα· καὶ ἵνα ἀποτινάξηται τὸν ὕπνον, καὶ γνῷ, ὅτι ἀληθές ἐστι. ∆ιὰ τοῦτο καὶ εὐθέως ἀπέπεσον αὐτοῦ αἱ ἁλύσεις ἀπὸ τῶν χειρῶν, καὶ, Ἀνάστα ἐν τάχει, ἀκούει. Οὐ θορυβοῦντος δέ ἐστι τοῦτο, ἀλλὰ πείθοντος μὴ ἀναβάλλεσθαι. Καὶ οὐκ ᾔδει, φησὶν, ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου· ἐδόκει δὲ ὅραμα βλέπειν. Εἰκότως, διὰ τὴν ὑπερβολὴν τῶν γινομένων.
γʹ. Ὁρᾷς πόσον ἐστὶν ὑπερβολὴ σημείου; πῶς ἐκπλήττει τὸν ὁρῶντα; πῶς οὐκ ἀφίησι πιστευθῆναι; Εἰ γὰρ Πέτρος ἐδόκει ὅραμα βλέπειν ἐν τοσούτῳ χρόνῳ, καίτοι αὐτὸς ζωσάμενος καὶ ὑποδησάμενος· τί ἕτερος μὴ ἔπαθεν ἄν; ∆ιελθόντες δὲ, φησὶ, πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ' αὐτοῦ. Τὰ μέντοι ἔνδον γενόμενα θαυμασιώτερα ἦν· τοῦτο δὲ λοιπὸν ἀνθρωπινώτερον. Ὅτε οὐδὲν κώλυμα ἦν, τότε ἀπέστη ὁ ἄγγελος. Οὐ γὰρ ἂν προῆλθεν ὁ Πέτρος τοσούτων ὄντων κωλυμάτων· ὄντως γὰρ, ὄντως ἔκπληξις ἦν. Νῦν ἔγνων, φησὶν, ὅτι ἀληθῶς ἀπέστειλεν ὁ Κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων. Νῦν, οὐχὶ τότε, ὅτε ἐν τῷ δεσμῷ ἤμην. Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας τῆς μητρὸς Ἰωάννου, φησί. Τί ἐστι, Συνιδών; Λογισάμενος ὅπου ἐστίν. Ἢ τοίνυν τοῦτο συνεῖδεν· ἢ ὅτι οὐχ ἁπλῶς ἀπελθεῖν δεῖ, ἀλλ' ἀμείψασθαι τὸν εὐεργέτην· ὃ καὶ συνιδὼν ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας. Τίς ἐστιν οὗτος ὁ Ἰωάννης; Ἴσως ἐκεῖνος ὁ ἀεὶ αὐτοῖς συνών· διὰ γὰρ τοῦτο καὶ τὸ παράσημον αὐτοῦ ἔθηκεν. Ὅρα ὅσον ἐστὶν ἀγαθὸν ἡ θλῖψις, πόσον εὐχόμενοι ἐν νυκτὶ ἤνυον, πῶς διεγηγερμένους αὐτοὺς εἰργάσατο. Εἶδες τοῦ φόνου Στεφάνου ὅσον τὸ κέρδος; εἶδες τοῦ δεσμωτηρίου τούτου ὅση ἡ ὠφέλεια; Οὐ γὰρ δὴ ἐπεξιὼν ὁ Θεὸς τοῖς ἀδικοῦσιν αὐτοὺς, μέγα δείκνυσιν τὸ Εὐαγγέλιον· ἀλλ' ἐν αὐτοῖς τοῖς ἀδικοῦσιν, οὐδὲν ἐκείνων πασχόντων δεινὸν, αὐτὰς καθ' ἑαυτὰς τὰς θλίψεις δείκνυσι μέγα οὔσας, ἵνα μὴ τὴν ἀπαλλαγὴν αὐτῶν πάντως ζητῶμεν, μηδὲ τὴν ἐκδικίαν. Σκόπει δὲ πῶς καὶ αἱ παιδίσκαι αὐτῶν λοιπὸν ὁμότιμοι αὐτοῖς ἦσαν. Ἀπὸ τῆς χαρᾶς, φησὶν, οὐκ ἤνοιξε. Καλῶς καὶ τοῦτο γέγονε, ἵνα μὴ καὶ ἐκεῖνοι ἐκπλαγῶσιν εὐθέως ἰδόντες, καὶ ἀπιστήσωσιν, ἀλλ' ἐγγυμνασθῇ αὐτῶν ἡ διάνοια. Καὶ ὅπερ ἔθος ἡμῖν ποιεῖν, εὑρέθη πράττουσα καὶ αὐτή· ἵνα γὰρ αὐτὴ τὰ εὐαγγέλια κομίσῃ ἐσπούδαζεν· ὄντως γὰρ εὐαγγέλια ἦν. Οἱ δὲ εἶπον πρὸς αὐτήν· Μαίνῃ· ἡ δὲ διισχυρίζετο οὕτως ἔχειν· οἱ δὲ εἶπον, ὅτι Ἄγγελος αὐτοῦ ἐστιν. Ἐκ τούτου ἀληθὲς, ὅτι ἕκαστος ἡμῶν ἄγγελον ἔχει. Καὶ πόθεν ἐπῆλθεν αὐτοῖς ἄγγελον εἶναι τότε ὑπονοῆσαι; Ἀπὸ τοῦ καιροῦ τοῦτο ὑπώπτευσαν. Ὡς δὲ ἐπέμενε κρούων, φησὶν, ἀνοίξαντες εἶδον αὐτὸν, καὶ ἐξέστησαν. Ὁ δὲ κατασείσας τῇ χειρὶ, ἡσυχίαν πολλὴν ἐποίησεν, ὥστε ἀκοῦσαι τὰ παρ' αὐτοῦ. Ποθεινότερος πολλῷ λοιπὸν ἦν τοῖς μαθηταῖς, οὐ τῷ σωθῆναι μόνον, ἀλλὰ καὶ τῷ ἐπιστῆναι καὶ εὐθέως ἐπελθεῖν. Μανθάνουσι λοιπὸν καὶ οἱ οἰκεῖοι πάντα σαφῶς· μανθάνουσι καὶ οἱ ἀλλότριοι, εἴ γε ἤθελον πιστεῦσαι· ἀλλ' οὐκ ἠθέλησαν. Τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονεν. Ἀπαγγείλατε, φησὶν, Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. Ὅρα, πῶς οὐκ ἔστι κενόδοξος. Οὐ γὰρ εἶπε· Τοῖς ἁπανταχοῦ δῆλα ποιήσατε ταῦτα· ἀλλὰ, Τοῖς ἀδελφοῖς. Καὶ ἀνεχώρησεν εἰς ἕτερον τόπον. Οὐ γὰρ ἐπείραζε τὸν Θεὸν, οὐδὲ εἰς πειρασμοὺς ἐνέβα[λ]λεν ἑαυτόν· ἐπεὶ ὅτε καὶ τοῦτο ἐκελεύσθησαν, ἐποίησαν. Εἰσελθόντες γὰρ, φησὶν, ἐν τῷ ἱερῷ λαλεῖτε τῷ λαῷ. Ἤκουσαν, καὶ εὐθέως ἐπείσθησαν. Τοῦτο δὲ οὐκ εἶπεν ὁ ἄγγελος, ἀλλὰ τῷ σιγῇ ἀποστῆναι καὶ νυκτὸς ἐξαγαγεῖν ἔδωκεν ἐξουσίαν ἀναχωρῆσαι. Καὶ τοῦτο δὲ γίνεται, ἵνα μάθωμεν ὅτι καὶ ἀνθρωπίνως πολλὰ ᾠκονόμηται, ὥστε μὴ περι 60.202 πεσεῖν πάλιν αὐτόν. Ἵνα γὰρ μὴ εἴπωσιν, ὅτι ὁ ἄγγελος αὐτοῦ ἐστι μετὰ τὸ ἀπελθεῖν, πρότερον τοῦτο λέγουσι· καὶ τότε αὐτὸν ὁρῶσιν ἀνατρέποντα τὴν δόξαν ἐκείνην. Ὁ ἄγγελος εἰ ἦν, οὐκ ἂν ἔκρουσε τὴν θύραν, οὐκ ἂν ἀνεχώρησεν εἰς ἕτερον τόπον. Πιστοῦται δὲ αὐτοὺς καὶ τὸ μὴ ἐν ἡμέρᾳ γενέσθαι. Οἱ μὲν λελυμένοι ἐν εὐχαῖς ἦσαν· ὁ δὲ δεδεμένος ἐν ὕπνῳ, εἰ ἐνόμιζεν ἀληθὲς εἶναι τὸ γινόμενον, κἂν ἐξεπλάγη, κἂν οὐκ ἐμνημόνευσε· νῦν δὲ ὡς ἐν ὀνείρῳ ὁρῶν, ἀτάραχος ἦν. Ἦλθον, φησὶν, ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν. Ὅρα καὶ πῶς ἰσχυρὰ ἦν. ∆ιελθόντες δὲ, φησὶ, πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν. Καὶ διὰ τί μὴ δι' ἑαυτῶν, φησὶ, τοῦτο γίνεται; ∆ιὰ τί; Ὅτι καὶ τούτῳ τιμᾷ αὐτοὺς ὁ Θεὸς, τῷ δι' ἀγγέλων αὐτοὺς ἐξαρπάζειν. Τί οὖν; ἐπὶ Παύλου οὐχ οὕτω γέγονεν; Ἐκεῖ δικαίως, ὅτι πιστεῦσαι ἔδει τὸν δεσμοφύλακα, ἐνταῦθα δὲ ἀπαλλαγῆναι τὸν Ἀπόστολον μόνον· ἄλλως δὲ καὶ διαφόρως ἅπαντα ὁ Θεὸς οἰκονομεῖ. Ἐκεῖ μὲν Παῦλος ὑμνεῖ, ἐνταῦθα δὲ Πέτρος ἐκάθευδε. Μὴ τοίνυν κρύπτωμεν τὰ θαύματα τοῦ Θεοῦ, ἀλλὰ καὶ ὑπὲρ τῆς ἡμετέρας ὠφελείας ταῦτα σπουδάζωμεν ἐκπομπεύειν, καὶ εἰς τὴν τῶν ἄλλων οἰκοδομήν. Ὥσπερ γάρ ἐστι θαυμαστὸς ἑλόμενος δεσμευθῆναι, οὕτω θαυμαστότερος μὴ πρότερον ἀναχωρήσας, ἕως ὅτε τοῖς οἰκείοις πάντα ἀπήγγειλε. Καὶ εἶπε, φησίν· Εἴπατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς. Τί δήποτε κελεύει εἰπεῖν; Ἵνα χαρῶσιν, ἵνα μὴ μεριμνῶσιν, ἵνα διὰ τούτων ἐκεῖνοι μανθάνωσιν, οὐκ αὐτοὶ δι' ἐκείνων· οὕτω τοῦ ταπεινοτέρου μέρους ἐφρόντιζεν. Οὐδὲν ἄρα θλίψεως συμμέτρου βέλτιον. Ποίαν οἴει τὴν ἐκείνων εἶναι τότε ψυχήν; πόσης ἡδονῆς γέμειν; Ποῦ νῦν αἱ γυναῖκες αἱ διὰ πάσης καθεύδουσαι νυκτός; ποῦ δὲ οἱ ἄνδρες οἱ μηδὲ μεταστρεφόμενοι ἐπὶ τῆς κλίνης; Ὁρᾷς νήφουσαν ψυχήν; Μετὰ γυναικῶν καὶ παίδων καὶ παιδισκῶν τὸν Θεὸν ὕμνουν, καθαρώτεροι τοῦ οὐρανοῦ τῇ θλίψει γενόμενοι. Νῦν δὲ, ἂν μικρὸν ἴδωμεν κίνδυνον, ἀναπίπτομεν. Οὐδὲν τῆς ἐκκλησίας ἐκείνης λαμπρότερον ἦν. Μιμησώμεθα τούτους, ζηλώσωμεν. Οὐ διὰ τοῦτο γέγονεν ἡ νὺξ, ἵνα διαπαντὸς καθεύδωμεν καὶ ἀργῶμεν. Καὶ τοῦτο μαρτυροῦσιν οἱ χειροτέχναι, οἱ ὀνηλάται, οἱ ἔμποροι, ἡ Ἐκκλησία τοῦ Θεοῦ ἐκ μέσων ἀνισταμένη νυκτῶν. Ἀνάστηθι καὶ σὺ, καὶ ἴδε τῶν ἄστρων τὴν χορείαν, τὴν βαθεῖαν σιγὴν, τὴν ἡσυχίαν τὴν πολλήν· ἐκπλάγηθι τοῦ ∆εσπότου σου τὴν οἰκονομίαν. Καθαρωτέρα τότε ἐστὶν ἡ ψυχή· κουφοτέρα καὶ λεπτοτέρα μᾶλλόν ἐστι, μετέωρος καὶ κούφη· τὸ σκότος αὐτὸ, ἡ σιγὴ ἡ πολλὴ εἰς κατάνυξιν ἀγαγεῖν ἱκανά. Ἂν δὲ καὶ τὸν οὐρανὸν ἴδῃς τοῖς ἄστροις ὥσπερ τισὶ μυρίοις κατεστιγμένον ὀφθαλμοῖς, πᾶσαν ἡδονὴν καρπώσῃ, ἔννοιαν λαβὼν εὐθὺς τοῦ ∆ημιουργοῦ. Ἂν ἐννοήσῃς, ὅτι οἱ μεθ' ἡμέραν κράζοντες, γελῶντες, σκιρτῶντες, πηδῶντες, ἀδικοῦντες, πλεονεκτοῦντες, ἀπειλοῦντες, μυρία ἐπανατεινόμενοι δεινὰ, οὗτοι νῦν τῶν νεκρῶν οὐδὲν διαφέρουσι, καταγνώσῃ τῆς ἀνθρωπίνης αὐθαδείας ἁπάσης. Ὕπνος ἐπῆλθε, καὶ τὴν φύσιν ἤλεγξεν· εἰκών ἐστι θανάτου, εἰκών ἐστι συντελείας. Ἂν διακύψῃς εἰς τὸν στενωπὸν, οὐκ ἀκούσῃ οὐδὲ φωνῆς· ἂν ἴδῃς εἰς τὴν οἰκίαν, πάντας ὄψει καθάπερ ἐν τάφῳ κειμένους. Ταῦτα πάντα ἱκανά ἐστι διαναστῆσαι ψυχὴν, καὶ εἰς ἔννοιαν συντελείας ἀγαγεῖν.
δʹ. Οὗτος δή μοι καὶ πρὸς ἄνδρας καὶ πρὸς γυναῖκας ὁ λόγος. Κάμψον τὰ γόνατα, στέναξον, παρακάλεσόν σου τὸν ∆εσπότην ἵλεων γενέσθαι· μᾶλλον ἐπικάμπτεται ἐν νυκτεριναῖς εὐχαῖς, ὅταν τὸν καιρὸν τῆς ἀναπαύσεως σὺ θρήνων ποιῇ καιρόν. Ἀναμνήσθητι τοῦ βασιλέως οἷα ῥήματα ἔλεγεν· Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Ὅσον ἂν ᾖς τρυφηλὸς, οὐκ εἶ τρυφηλότερος ἐκείνου· ὅσον ἂν ᾖς πλούσιος, οὐκ εἶ πλουσιώτερος τοῦ ∆αυΐδ. Καὶ πάλιν ὁ αὐτός φησι· Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Τότε οὐ κενοδοξία παρενοχλεῖ· πῶς γὰρ, πάντων καθευδόντων καὶ οὐχ ὁρώντων; τότε οὐ ῥᾳθυμία καὶ χάσμη ἐπιτίθεται· πῶς γὰρ ὑπὸ τοσούτων τῆς ψυχῆς διεγειρομένης; Μετὰ τὰς τοιαύτας παννυχίδας καὶ ὕπνοι ἡδεῖς καὶ ἀποκαλύψεις θαυμασταί. Τοῦτο ποίησον καὶ σὺ ὁ ἀνὴρ, μὴ μόνη ἡ γυνή. Ἔστω ἐκκλησία ἡ οἰκία ἐξ ἀνδρῶν καὶ γυναικῶν συνεστηκυῖα. Μὴ γὰρ ὅτι σὺ μόνος εἶ ὁ ἀνὴρ, μηδὲ ὅτι αὕτη μόνη ἐστὶν ἡ γυνὴ, νομίσῃς κώλυμα εἶναι. Ὅπου γάρ εἰσι δύο εἰς τὸ ἐμὸν ὄνομα, φησὶ, συνηγμένοι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Ὅπου ὁ Χριστὸς μέσος, πολὺ πλῆθός ἐστιν· ὅπου ὁ Χριστὸς, ἀνάγκη καὶ ἀγγέλους εἶναι, ἀνάγκη καὶ ἀρχαγγέλους καὶ τὰς ἄλλας δυνάμεις. Οὐκ ἄρα μόνοι ἐστὲ τὸν πάντων ἔχοντες ∆εσπότην. Καὶ πάλιν ἄκουε τοῦ προφήτου λέγοντος· Κρείσσων εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι. Οὐδὲν ἀσθενέστερον πολλῶν παρανόμων, οὐδὲν ἰσχυρότερον ἑνὸς κατὰ νόμον Θεοῦ ζῶντος. Εἴ σοι καὶ παιδία ἐστὶ, διανάστησον καὶ τὰ παιδία, καὶ γενέσθω διὰ πάντων ἡ οἰκία ἐκκλησία διὰ τῆς νυκτός· ἂν δὲ ἁπαλὰ ᾖ, καὶ μὴ φέρῃ τὴν ἀγρυπνίαν, μέχρι μιᾶς εὐχῆς καὶ δευτέρας, καὶ κατάπαυσον· μόνον διανάστηθι, μόνον ἐν συνηθείᾳ κατάστησον σαυτόν. Οὐδὲν τοῦ ταμείου βέλτιον ἐκείνου τοῦ τοιαύτας εὐχὰς δεχομένου. Ἄκουε τοῦ προφήτου λέγοντος· Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ. Ἀλλὰ κέκμηκα, φησὶ, μεθ' ἡμέραν πολλὰ, καὶ οὐ δύναμαι. Σκῆψις ταῦτα καὶ πρόφασις· ὅσα γὰρ ἂν κάμῃς, οὐ πονήσεις ὡς ὁ χαλκοτύπος σφῦραν οὕτω βαρεῖαν καταφέρων ἀπὸ πολλοῦ τοῦ ὕψους ἐπὶ τοὺς σπινθῆρας, καὶ τὸν καπνὸν ὅλῳ δεχόμενος τῷ σώματι· καὶ ὅμως τὸ πλέον ἐκεῖνος τῆς νυκτὸς εἰς τοῦτο ἀναλίσκει. Ἴστε καὶ γυναῖκες, εἴποτε εἰς ἀγρὸν ἡμῖν γέγονεν ἀνάγκη βαδίσαι, ἢ εἰς παννυχίδα προελθεῖν, πῶς δι' ὅλης τῆς νυκτὸς ἀγρυπνοῦσι. Καί σοι τοίνυν χαλκεῖον 60.204 ἔστω πνευματικὸν, οὐχ ὥστε χύτρας οὐδὲ λέβητας, ἀλλὰ τὴν ψυχὴν κατασκευάσαι τὴν σὴν, ἣ καὶ χαλκοτύπου καὶ χρυσοχόου πολλῷ βελτίων. Τὴν παλαιὰν γενομένην τοῖς ἁμαρτήμασιν εἰσάγαγε εἰς τὸ χωνευτήριον τῆς ἐξομολογήσεως· τὴν σφῦραν κατένεγκαι ἀπὸ πολλοῦ τοῦ ὕψους· τουτέστι, τῶν ῥημάτων τὴν κατάγνωσιν· ἄναψον τὸ πῦρ τοῦ Πνεύματος. Πολλῷ μείζονα τέχνην ἔχεις. Οὐ χρυσᾶ σκεύη ῥυθμίζεις, ἀλλὰ τὴν παντὸς χρυσίου τιμιωτέραν ψυχὴν, καθάπερ ὁ χαλκεὺς τὸ σκεῦος. Οὐ γὰρ σωματικὸν σκεῦος ῥυθμίζεις, ἀλλὰ τὴν ψυχὴν ἀπαλλάττεις τῆς φαντασίας πάσης τῆς βιωτικῆς. Παρακείσθω σοι λύχνος, οὐχ οὗτος ὁ καιόμενος, ἀλλ' ὃν ὁ προφήτης λέγων εἶχε· Λύχνος γὰρ τοῖς ποσί μου ὁ νόμος σου. Πύρωσον διὰ τῆς εὐχῆς τὴν ψυχήν· ἂν ἴδῃς ἱκανῶς ἔχουσαν, ἐξάγαγε, τύπωσον πρὸς ὅπερ ἂν θέλῃς. Πίστευσόν μοι, οὐχ οὕτω τὸ πῦρ τὸν ἰὸν ἀποκαθαίρειν εἴωθεν, ὡς εὐχὴ νυκτερινὴ τὸν ἰὸν τῶν ἁμαρτημάτων τῶν ἡμετέρων. Αἰδεσθῶμεν, εἰ μηδένα ἄλλον, τοὺς νυκτερινοὺς φύλακας. Ἐκεῖνοι δι' ἀνθρώπινον νόμον περιΐασιν ἐν κρυμῷ βοῶντες μεγάλα, καὶ διὰ τῶν στενωπῶν βαδίζοντες, βρεχόμενοι πολλάκις, πεπηγότες, διὰ σὲ καὶ τὴν σωτηρίαν τὴν σὴν, καὶ τὴν τῶν χρημάτων τῶν σῶν φυλακήν. Ἐκεῖνος ὑπὲρ τῶν χρημάτων σου τοσαύτην ποιεῖται πρόνοιαν· σὺ δὲ οὐδὲ ὑπὲρ τῆς ψυχῆς τῆς σῆς. Καὶ μὴν ἐγὼ οὐκ ἀναγκάζω αἴθριον περιϊέναι καθάπερ ἐκεῖνος, οὐδὲ μεγάλα βοᾷν καὶ διαῤῥήγνυσθαι· ἀλλ' ἐν αὐτῷ τῷ ταμείῳ ὢν, ἐν αὐτῷ τῷ κοιτῶνι, κάμψον τὰ γόνατα, παρακάλεσον τὸν ∆εσπότην. ∆ιὰ τί αὐτὸς ὁ Χριστὸς διενυκτέρευεν ἐν τῷ ὄρει; οὐχ ἵνα τύπος ἡμῖν γένηται; Τότε ἀναπνεῖ τὰ φυτὰ, ἐν τῇ νυκτὶ λέγω· τότε καὶ ψυχὴ μάλιστα μᾶλλον ἐκείνων δρόσον δέχεται. Ἅπερ μεθ' ἡμέραν ὁ ἥλιος κατέκαυσε, ταῦτα ἐν τῇ νυκτὶ καταψύχεται. Πάσης δρόσου μᾶλλον τὰ τῆς νυκτὸς δάκρυα καὶ κατὰ τῶν ἐπιθυμιῶν καὶ κατὰ πάσης φλεγμονῆς καὶ καύσωνος καθίεται, καὶ οὐκ ἀφίησι χαλεπόν τι παθεῖν. Ἂν δὲ μὴ τῆς δρόσου ἀπολαύσῃ ἐκείνης, μεθ' ἡμέραν κατακαυθήσεται. Ἀλλὰ μὴ γένοιτο μηδένα ὑμῶν ὑπέκκαυμα τοῦ πυρὸς ἐκείνου γενέσθαι, ἀλλὰ ἀναψύξαντας καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀπολαύσαντας, οὕτω πάντας ἡμᾶς ἐλευθερωθῆναι τοῦ φορτίου τῶν ἁμαρτημάτων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΚΖʹ
Γενομένης δὲ ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν, καὶ μὴ εὑρὼν, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευεν ἀπαχθῆναι· καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισάρειαν διέτριβε.
αʹ. Πολλοὶ διαποροῦσι πῶς περιεῖδεν ὁ Θεὸς τότε δι' αὐτὸν τοὺς παῖδας ἀναιρουμένους, καὶ νῦν πάλιν τοὺς στρατιώτας διὰ τὸν Πέτρον καίτοι γε δυνατὸν ἦν αὐτῷ μετὰ τοῦ Πέτρου κἀκείνους ἐξελέσθαι. Ἀλλ' εἰ καὶ τοὺς στρατιώτας ἐξήγαγεν ὁ ἄγγελος μετὰ τοῦ Πέτρου, ἐνομίσθη ἂν φυγῆς εἶναι τὸ πρᾶγμα. Τί οὖν οὐχ ἑτέρως ᾠκονόμησε, φησί; ποία γὰρ βλάβη γέγονε νῦν; Ἂν ἴδωμεν, ὅτι οἱ ἀδίκως τι παθόντες καὶ κακῶς οὐδὲν ἐβλάβησαν, οὐ ζητήσομεν ταῦτα. ∆ιὰ τί γὰρ μὴ λέγεις καὶ περὶ Ἰακώβου, διὰ τί αὐτὸν οὐκ ἐξείλετο; Ἄλλως δὲ οὐκ ἦν οὐδέπω τῆς κρίσεως ὁ καιρὸς, ὥστε τὸ κατ' ἀξίαν ἀπονεῖμαι ἑκάστῳ. Ἀλλ' οὐδὲ ἐνέβαλλεν αὐτοὺς εἰς τὰς χεῖρας αὐτοῦ Πέτρος. Μᾶλλον οὖν αὐτὸν ἐλύπει τὸ ἐμπαιχθῆναι, ὥσπερ τὸν πάππον αὐτοῦ ὑπὸ τῶν μάγων ἀπατηθέντα, μᾶλλον ἐποίει διαπρίεσθαι καὶ καταγέλαστον εἶναι. Καλὸν δὲ καὶ αὐτῶν τῶν ῥημάτων ἀκοῦσαι τοῦ συγγραφέως. Γενομένης, φησὶν, ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν, καὶ μὴ εὑρὼν, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι. Καίτοι ἤκουσε παρ' αὐτῶν (ἀνέκρινε γάρ), καὶ ὅτι αἱ ἁλύσεις ἀφέθησαν, καὶ ὅτι τὰ σανδάλια ἔλαβε, καὶ ὅτι μέχρι τῆς νυκτὸς ἐκείνης μετ' αὐτῶν ἦν. Ἀλλὰ τί συνέκρυψαν; διὰ τί οὖν μὴ καὶ αὐτοὶ ἔφυγον; Καὶ μὴν αὐτὸν ἔδει θαυμάσαι, ἔδει καταπλαγῆναι τοῦτο. Λοιπὸν φανερὸν γίνεται πᾶσι διὰ τοῦ θανάτου τούτων, καὶ τοῦ 60.205 Θεοῦ τὸ θαῦμα ἤ τε ἐκείνου κακία κατάδηλος. Ἀλλ' ὅρα. πῶς οὗτος ταῦτα οὐ κρύπτει, ἀλλὰ καὶ μέμνηται ἱστορίας ὥστε διδάξαι ἡμᾶς. Εἶτά φησι· Καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισάρειαν διέτριβεν. Ἦν δὲ ὁ Ἡρώδης θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδόν τε παρῆσαν πρὸς αὐτὸν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην, διὰ τὸ διατρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς. Τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρώδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν, καὶ καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς· ὁ δὲ δῆμος ἐπεφώνει· Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου. Παραχρῆμα δὲ αὐτὸν ἐπάταξεν ἄγγελος Κυρίου, ἀνθ' ὧν οὐκ ἔδωκε δόξαν τῷ Θεῷ· καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν. Ὁ δὲ λόγος τοῦ Θεοῦ ηὔξανε καὶ ἐπληθύνετο. Οὐ μικρὸν οὐδὲ τοῦτό ἐστιν. Εὐθέως ἡ δίκη κατέλαβεν αὐτὸν, εἰ καὶ μὴ διὰ Πέτρον, ἀλλὰ διὰ τὴν αὐτοῦ μεγαληγορίαν. Καὶ μὴν εἰ ἐκεῖνοι, φησὶν, ἐβόησαν, τί πρὸς τοῦτον; Ὅτι κατεδέξατο τὴν φωνὴν, ὅτι ἄξιον ἑαυτὸν ἐνόμισεν εἶναι τῆς κολακείας. ∆ιὰ τούτου ἐκεῖνοι μάλιστα παιδεύονται οἱ κολακεύοντες εἰκῇ. Ὅρα πάλιν ἀμφοτέρους μὲν ὄντας ἀξίους τιμωρίας, τοῦτον δὲ κολαζόμενον. Οὐ γάρ ἐστι νῦν τῆς κρίσεως ὁ καιρὸς, ἀλλὰ τὸν μάλιστα ὑπεύθυνον, τοῦτον κολάζει, ἐκείνους ἀφιεὶς ἀπὸ τούτου κερδάναι. Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, φησὶ, καὶ ἐπληθύνετο· τουτέστι, τούτου γενομένου. Εἶδες Θεοῦ οἰκονομίαν; Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν ἐξ Ἱερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες καὶ Ἰωάννην τὸν ἐπικληθέντα Μάρκον. Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν Ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Σιμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναῆν τε Ἡρώδου τοῦ τετράρχου σύντροφος, καὶ Σαῦλος. Ἔτι Βαρνάβα πρῶτον μνημονεύει· οὔπω γὰρ Παῦλος ἦν λαμπρὸς, οὔπω σημεῖον οὐδὲν εἰργάσατο. Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ Σαῦλον εἰς· τὸ ἔργον, ὃ προσκέκλημαι αὐτούς. Τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν. Τί ἐστι, Λειτουργούντων; Κηρυττόντων. Ἀφορίσατέ μοι, φησὶ, τὸν Βαρνάβαν καὶ Σαῦλον. Τί ἐστιν, Ἀφορίσατέ μοι; Εἰς τὸ ἔργον, εἰς τὴν ἀποστολήν. Ὅρα πάλιν ὑπὸ τίνων χειροτονεῖται· ὑπὸ Λουκίου τοῦ Κυρηναίου καὶ Μαναῆ· μᾶλλον δὲ ὑπὸ τοῦ Πνεύματος. Ὅσῳ γὰρ τὰ πρόσωπα ἐλάττονά ἐστι, τοσούτῳ γυμνοτέρα ἡ τοῦ Θεοῦ φαίνεται χάρις. Χειροτονεῖται λοιπὸν εἰς ἀποστολὴν, ὥστε μετ' ἐξουσίας κηρύττειν. Πῶς οὖν αὐτός φησιν· Οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων; Τὸ μὲν, Οὐκ ἀπ' ἀνθρώπων, εἶπεν, ἵνα δηλώσῃ, ὅτι οὐκ ἄνθρωπος αὐτὸν ἐκάλεσεν οὐδὲ προσηγάγετο· τὸ δὲ, ∆ι' ἀνθρώπων, ὅτι οὐχ ὑπὸ τοῦδε ἐπέμφθη, ἀλλ' ὑπὸ τοῦ Πνεύματος. ∆ιὸ καὶ οὕτως ἐπήγαγεν· Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος κατῆλθον εἰς τὴν Σελεύκειαν, ἐκεῖθέν τε ἐπέπλευσαν εἰς τὴν Κύπρον. Ἴδωμεν δὲ ἄνωθεν τὰ εἰρημένα. Ἡμέρας δὲ γενομένης, φησὶν, ἦν τάραχος οὐκ ὀλίγος διὰ τὸν Πέτρον, καὶ ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι. Οὕτως οὐκ ᾔσθετο, ὅτι καὶ κολάζειν ἀδίκως ἐπιχειρεῖ. Ἰδοὺ τὸν ὑπὲρ αὐτῶν ἀναλαμβάνω λόγον. Τὰ δεσμὰ ἦν, οἱ φύλακες ἔνδον, τὸ δεσμωτήριον κεκλεισμένον, οὐδαμοῦ τοῖχος διορωρυγ 60.206 μένος, πάντες τὰ αὐτὰ ἔλεγον· ἀνάρπαστος ὁ ἄνθρωπος γέγονε, διὰ τί αὐτοὺς καταδικάζεις; εἰ ἤθελον ἀπολῦσαι, πρὸ τούτου ἀπέλυσαν ἂν, ἢ συνεξῆλθον. Ἀλλὰ χρήματα ἔλαβον; Πόθεν ὁ μηδὲ πένητι δοῦναι ἔχων, τούτοις ἐδίδου; οὐδὲ γὰρ διεθρύβησαν αἱ ἁλύσεις, οὐδὲ λελυμέναι ἦσαν. Ἔδει ἰδεῖν, ὅτι θεῖον τὸ πρᾶγμα ἦν καὶ οὐκ ἀνθρώπινον. Εἶτα ἐπειδὴ ἱστορίας ἔμελλε μεμνῆσθαι λοιπὸν, διὰ τοῦτο καὶ τὰ ὀνόματα τίθησιν, ἵνα δειχθῇ πάντα ἐπαληθεύων. Καὶ πείσαντες Βλάστον, φησὶ, τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην. Τοῦτο ποιοῦσιν, ἐπειδὴ λιμὸς ἦν. Τακτῇ δὲ ἡμέρᾳ καθίσας ὁ Ἡρώδης ἐπὶ τοῦ βήματος ἐδημηγόρει, φησί. Παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος Κυρίου· καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξε.
βʹ. Τοῦτο καὶ Ἰώσηπος λέγει, ὅτι μακρᾷ περιέπεσε νόσῳ. Οἱ μὲν οὖν πολλοὶ τοῦτο οὐκ ᾔδεσαν, ὁ δὲ ἀπόστολος αὐτὸ τίθησι. Πλὴν ἀλλὰ καὶ ἡ ἄγνοια ὠφέλει λογιζομένων αὐτῶν τῷ Ἰακώβου θανάτῳ καὶ τῷ τῶν στρατιωτῶν φόνῳ τὸ κατὰ τὸν Ἡρώδην συμβεβηκέναι. Ὅρα· ὅτε μὲν τὸν ἀπόστολον ἔσφαξεν, οὐδὲν τοιοῦτον εἰργάσατο, ὅτε δὲ τούτους, λοιπὸν ἐν ἀφασίᾳ ἦν. Ἅτε οὖν ἠπορηκὼς καὶ αἰσχυνόμενος κατῆλθεν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισάρειαν. Ἐμοὶ δοκεῖ καὶ ἐκείνους ἀπαγαγεῖν βουλόμενος, πρὸς ἀπολογίαν ἦλθε τούτων· ὠργίζετο γὰρ ἐκείνοις τούτους οὕτω θεραπεύων. Ὅρα πῶς κενόδοξος ὁ ἄνθρωπός ἐστι. Μέλλων αὐτοῖς διδόναι τὴν δωρεὰν, ἐδημηγόρησεν. Ὁ δὲ Ἰώσηπός φησιν, ὅτι καὶ ἐσθῆτα λαμπρὰν ἐξ ἀργύρου πεποιημένην περιέκειτο. Ὅρα καὶ ἐκεῖνοι πῶς κόλακες ἦσαν, καὶ τῶν ἀποστόλων τὸ φρόνημα. Ὃν γὰρ ἔθνος ὁλόκληρον ἐθεράπευσε, τοῦτον οὗτοι διέπτυον. Πάλιν δὲ γίνεται ἀνάπνευσις αὐτῶν μεγάλη, καὶ μυρία ἀγαθὰ ἐκ τῆς ἐκείνου τιμωρίας. Εἰ δὲ οὗτος ἀκούσας, ὅτι Φωνὴ Θεοῦ καὶ οὐκ ἀνθρώπου, καίτοι γε μηδὲν εἰπὼν τοιαῦτα ἔπαθε· πολλῷ μᾶλλον ἂν ὁ Χριστὸς, εἰ μὴ Θεὸς ἦν αὐτὸς, ἀεὶ λέγων, ὅτι Τὰ ῥήματα τὰ ἐμὰ οὐκ ἔστιν ἐμὰ, καὶ, Οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, καὶ ὅσα τοιαῦτα. Ἐκεῖνος δὲ αἰσχρῶς καὶ ἐλεεινῶς τὸν βίον κατέλυσε, καὶ οὐδὲ φαίνεται λοιπόν. Ὅρα δὲ αὐτὸν καὶ ὑπὸ τοῦ Βλάστου ἀναπειθόμενον, καὶ ἅτε δὴ ταλαίπωρον ὄντα εὐκόλως ὀργιζόμενον, καὶ πάλιν καταλλαττόμενον, καὶ πανταχοῦ δοῦλον τῶν δήμων, καὶ οὐδὲν ἐλεύθερον ἔχοντα. Σκόπει δὲ καὶ τὴν αὐθεντείαν τοῦ ἁγίου Πνεύματος. Λειτουργούντων δὲ αὐτῶν, φησὶ, τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ Σαῦλον. Τίς ἂν ἐτόλμησε, μὴ τῆς αὐτῆς ἐξουσίας ὢν, ταῦτα εἰπεῖν; Τοῦτο δὲ γίνεται, ὥστε μὴ εἶναι αὐτοὺς κοινῇ μεθ' ἑαυτῶν. Εἶδεν αὐτοὺς μείζονα δύναμιν ἔχοντας, καὶ πολλοῖς δυναμένους ἀρκέσαι. Πῶς δὲ αὐτοῖς εἶπεν; ∆ιὰ προφητῶν ἴσως. ∆ιὰ τοῦτο προλαβὼν εἶπεν, ὅτι καὶ προφῆται ἦσαν καὶ ἐνήστευον καὶ ἐλειτούργουν, ἵνα μάθῃς, ὅτι πολλῆς νήψεως χρεία ἦν. Ἐν Ἀντιοχείᾳ χειροτονεῖται, ἔνθα κηρύττει. ∆ιὰ τί μὴ εἶπε, Τῷ Κυρίῳ ἀφορίσατε, ἀλλ' Ἐμοί; ∆είκνυσιν, ὅτι ἕν ἐστι τὸ τῆς ἐξουσίας καὶ τῆς δυνάμεως. Ὁρᾷς ὅσον ἡ νηστεία μέγα; ∆είκνυσιν, ὅτι πάντα τὸ Πνεῦμα ἐποίει. Μέγα τι ἡ νηστεία ἀγαθόν· οὐχ ὅρῳ περιορίζεται. Ὅτε χειροτονεῖν ἔδει, τότε νηστεύουσι· καὶ νηστεύουσιν αὐτοῖς εἶπε τὸ Πνεῦμα. Ἡ νηστεία δὲ οὐ τοῦτο μόνον ἐστὶν, ἀλλὰ καὶ τὸ τρυφῆς ἀπέχεσθαι, νηστείας εἶδός ἐστι. Τοσοῦτον ἐπιτάττω μόνον ἐγώ· μὴ νηστεύσητε, ἀλλὰ τρυφῆς ἀπέχεσθε. Τροφὰς ζητῶμεν, μὴ διαφθο 60.207 ράν· τροφὰς ζητῶμεν, μὴ νόσων ὑποθέσεις, νόσων καὶ ψυχικῶν καὶ σωματικῶν· τροφὴν ζητῶμεν ἡδονὴν ἔχουσαν, μὴ τρυφὴν ἀηδίας γέμουσαν· τοῦτο τρυφὴ, ἐκεῖνο λύμη· τοῦτο ἡδονὴ, ἐκεῖνο πόνος· τοῦτο κατὰ φύσιν, ἐκεῖνο παρὰ φύσιν. Εἰπὲ γάρ μοι, εἴ τις ἔδωκέ σοι κώνειον πιεῖν, οὐχὶ παρὰ φύσιν ἦν; εἴ τις ξύλα καὶ λίθους, οὐκ ἂν ἀπεστράφης; Εἰκότως· παρὰ φύσιν γάρ ἐστι. Τοιοῦτον καὶ ἡ τρυφή. Καθάπερ γὰρ ἐν πόλει πολιορκίας γενομένης πολὺς θόρυβος γίνεται καὶ τάραχος τῶν πολεμίων ἐπεισελθόντων· οὕτως ἐν τῇ ψυχῇ γίνεται, οἴνου καὶ τρυφῆς ἐπεισελθούσης. Τίνι οὐαὶ, τίνι θόρυβοι, τίνι ἀηδίαι καὶ λέσχαι, τίνι κρίσις; οὐχὶ τοῖς ἐγχρονίζουσιν ἐν οἴνοις; Τίνος πελιδινοὶ οἱ ὀφθαλμοί; Ἀλλὰ γὰρ, ὅσα ἂν εἴπωμεν, οὐκ ἀποστήσομεν τοὺς περὶ τὴν τρυφὴν ἀπησχολημένους, ἂν μὴ πρὸς ἕτερον ἀντιστήσωμεν τὸ πάθος. Καὶ πρῶτον μὲν πρὸς τὰς γυναῖκας ἡμῖν ἔστω ὁ λόγος. Οὐδὲν αἰσχρότερον γυναικὸς τρυφώσης, οὐδὲν αἰσχρότερον μεθυούσης· ἀμαυροῦται αὐτῆς τὸ τῆς ὄψεως ἄνθος, θολοῦται τὸ γαληνὸν καὶ ἥμερον τῶν ὀφθαλμῶν, οἱονεὶ νεφέλης τινὸς ἀκτῖνας ὑποδραμούσης ἡλιακάς. Ἀνελεύθερον τὸ πρᾶγμα καὶ δουλικὸν, καὶ πάσης δυσγενείας ἀνάμεστον. Πῶς ἐστιν ἀηδὴς οἴνου ἀποπνέουσα γυνὴ ὀδωδότος, σεσηπότος· ἐρευγομένη κρεῶν διεφθορότων χυμὸν, βεβαρημένη καὶ διαναστῆναι μὴ δυναμένη, ἐρυθρὰ οὖσα τοῦ δέοντος πλέον, χάσμης γέμουσα καὶ ἀχλύος πολλῆς; Ἀλλ' οὐκ ἐκείνη ἡ τρυφῆς ἀπεχομένη τοιαύτη· ἀλλὰ σεμνὴ καὶ σώφρων καὶ εὔμορφος. Καὶ γὰρ τῷ σώματι πολὺ περιτίθησι κάλλος τῆς ψυχῆς ἡ κατάστασις. Μὴ γὰρ δὴ νομίσῃς ἀπὸ τῶν σωματικῶν τύπων τοῦτο γίνεσθαι μόνον. ∆ὸς εὔμορφον κόρην, τεταραγμένην, λάλον, λοίδορον, μέθυσον, πολυτελῆ, εἰ μὴ πάσης αἰσχρᾶς δυσειδεστέρα καθέστηκεν; Εἰ δὲ αἰσχύνοιτο, εἰ δὲ σιγῴη, εἰ δὲ ἐρυθριᾷν μανθάνοι, εἰ δὲ φθέγγεσθαι συμμέτρως, εἰ δὲ νηστείαις ἐσχολακέναι· διπλοῦν τὸ κάλλος, πλείων ἡ ὥρα, ποθεινοτέρα ἡ ὄψις, σωφροσύνης γέμουσα καὶ κοσμιότητος. Βούλει λοιπὸν καὶ περὶ ἀνδρῶν εἴπωμεν; Τί τοῦ μεθύοντος αἰσχρότερον; Καταγέλαστος οἰκέταις, καταγέλαστος ἐχθροῖς, ἐλεεινὸς παρὰ φίλοις, μυρίας καταγνώσεως ἄξιος, θηρίον ἐστὶ μᾶλλον ἢ ἄνθρωπος· τὸ γὰρ πολλὰ σιτεῖσθαι, παρδάλεως, καὶ λέοντος, καὶ ἄρκτου ἐστίν. Εἰκότως· οὐ γὰρ ἔχουσιν ἐκεῖνα ψυχὴν λογικήν. Καὶ μὴν κἀκεῖνα πλέον τοῦ δέοντος καὶ τοῦ μέτρου τοῦ παρὰ τῆς φύσεως αὐτοῖς ὡρισμένου σιτισθέντα, διέφθειρε τὸ πᾶν σῶμα· πόσῳ οὖν μᾶλλον ἡμεῖς; ∆ιὰ τοῦτο ἡμῖν εἰς μικρὸν συνέστειλε τὴν γαστέρα ὁ Θεός· διὰ τοῦτο ὀλίγον μέτρον ὥρισε τροφῆς, ἵνα παιδεύσῃ ψυχῆς ἐπιμελεῖσθαι.
γʹ. Καταμάθωμεν αὐτὴν τὴν κατασκευὴν τὴν ἡμετέραν, καὶ ὀψόμεθα ἓν μόριον ἐν ἡμῖν ταύτην ἔχον τὴν ἐνέργειαν. Τὸ στόμα γὰρ ἡμῶν καὶ ἡ γλῶττα πρὸς ὕμνους ἀφώρισται, ὁ φάρυγξ πρὸς φωνήν. ∆ιὰ τοῦτο καὶ ἀνάγκη τῆς φύσεως ἡμᾶς ἐγκατέδησεν, ἵνα μηδὲ ἄκοντες ἐμπίπτωμεν εἰς πολλὴν πραγματείαν. Ὡς εἴ γε ἡ τρυφὴ πόνους μὴ εἶχε, μηδὲ νόσους καὶ ἀῤῥωστίας, φορητὸν ἦν· νῦν δέ σοι τέθεικεν ὁροθέσια τῆς φύσεως, ἵνα μηδὲ βουλόμενος ὑπερβαίνῃς. Οὐχ ἡδονὴν ζητεῖς, ἀγαπητέ; Τοῦτο παρὰ τῆς αὐταρκείας εὑρήσεις. Οὐχ ὑγείαν; καὶ τοῦτο· οὐχὶ ἀμεριμνίαν; καὶ τοῦτο· οὐχὶ ἐλευθερίαν; οὐχὶ ῥῶσιν σώματος, οὐχὶ εὐεξίαν, οὐχὶ νῆψιν ψυχῆς, οὐχὶ διέγερσιν; οὕτω πάντα τὰ καλὰ ἐνταῦθα· ἐν 60.208 ἐκείνῃ δὲ τὰ ἐναντία, ἀηδία, καχεξία, νόσος, ἀνελευθερία, δαπάνη. Πόθεν οὖν, φησὶν, ἐπὶ ταύτην τρέχομεν ἅπαντες; Ἀπὸ νόσου. Εἰπὲ γάρ μοι, διὰ τί τὸ βλάπτον ὁ νοσῶν ἐπιζητεῖ; οὐχὶ καὶ αὐτὸ τοῦτο τοῦ νοσεῖν σημεῖόν ἐστι; ∆ιὰ τί ὁ χωλὸς μὴ ὀρθὰ βαδίζει; αὐτὸ δὲ τοῦτο οὐκ ἀπὸ ῥᾳθυμίας καὶ τοῦ μὴ βούλεσθαι παρὰ τὸν ἰατρὸν ἰέναι; Τῶν γὰρ πραγμάτων τὰ μὲν πρόσκαιρον ἡδονὴν ἔχει, διηνεκῆ δὲ τὴν κόλασιν· τὰ δὲ τοὐναντίον, τὴν μὲν καρτερίαν πρόσκαιρον, διηνεκῆ δὲ τὴν ἀπόλαυσιν. Ὁ τοίνυν οὕτω χαῦνος καὶ ῥᾴθυμος, ὥστε μὴ ὑπεριδεῖν τῶν παρόντων ἡδέων ὑπὲρ τῶν μελλόντων, ταχέως ἁλίσκεται. Εἰπέ μοι, ὁ Ἡσαῦ πόθεν ἑάλω; πόθεν τὴν παροῦσαν ἡδονὴν τῆς μελλούσης προτετίμηκε τιμῆς; Ἀπὸ χαυνότητος καὶ μαλακίας. Τοῦτο δὲ αὐτὸ πόθεν, φησίν; Ἐξ ἡμῶν αὐτῶν· καὶ δῆλον ἐκεῖθεν. Ὅταν γὰρ θέλωμεν, διανιστῶμεν ἑαυτοὺς, καὶ καρτερικοὶ γινόμεθα Ἐὰν γοῦν ἀνάγκη ποτὲ ἐπέλθοι, πολλάκις δὲ καὶ φιλονεικήσαντες μόνον, τὸ χρήσιμον συνείδομεν. Ὅταν τοίνυν μέλλῃς τρυφᾷν, ἐννόησον τὸ πρόσκαιρον τῆς ἡδονῆς, τὴν ζημίαν (ζημία γὰρ ὄντως ἐστὶ μετὰ τῆς οἰκείας λύμης τοσαῦτα χρήματα δαπανᾷν), τὰς νόσους, τὰς ἀῤῥωστίας, καὶ καταφρόνησον τρυφῆς. Πόσους σοὶ βούλει ἀριθμήσω κακὰ παθόντας ἀπὸ τῆς τρυφῆς; Ὁ Νῶε ἐμεθύσθη καὶ ἐγυμνώθη, καὶ ὅρα πόσα γέγονε κακὰ ἀπὸ τούτου· ὁ Ἡσαῦ ἀπὸ λαιμαργίας προέδωκε τὰ πρωτοτόκια, καὶ εἰς ἀδελφοκτονίαν ὥρμησεν. Ὁ λαὸς ὁ τοῦ Ἰσραὴλ ἐκάθισε φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. ∆ιὰ τοῦτό φησι, Φαγὼν καὶ πιὼν μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Εἰς γὰρ κρημνὸν ἐνέπεσον οἱ εἰς τὴν τρυφὴν ἐμπεσόντες. Ἡ χήρα, φησὶν, ἡ σπαταλῶσα, ζῶσα τέθνηκεν· καὶ πάλιν, Ἐλιπάνθη, ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος· καὶ πάλιν ὁ Ἀπόστολος, Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Οὐ νομοθετῶ νηστείαν (οὐδὲ γὰρ ὁ ἀκούων ἐστίν), ἀλλ' ἀναιρῶ σπατάλην, ἐκκόπτω τρυφὴν, διὰ τὸ χρήσιμον τὸ ὑμέτερον· καθάπερ γὰρ χείμαῤῥος, οὕτω πάντα ἀνατρέπει ἡ τρυφή· οὐδὲν αὐτὴν τὸ κωλύον ἐστί· βασιλείας ἐκβάλλει. Τί τὸ πλέον; Βούλει τρυφᾷν; ∆ὸς πένησι, κάλεσον τὸν Χριστὸν ἵνα καὶ μετὰ τὸ τὴν τράπεζαν ἀρθῆναι ἔχῃς τρυφᾷν. Νῦν μὲν γὰρ οὐκ ἔχεις. εἰκότως· οὐδὲ γὰρ ἕστηκε τὰ ἐνταῦθα· τότε δὲ ἕξεις. Βούλει τρυφῆσαι; Θρέψον τὴν ψυχὴν, μετάδος αὐτῇ σιτίων ὧν ἔθος ἔχει· μὴ λιμοκτονήσῃς αὐτήν. Καιρὸς πολέμου, καιρὸς ἀγῶνος· σὺ δὲ κάθησαι τρυφῶν; Οὐχ ὁρᾷς καὶ τοὺς τὰ σκῆπτρα ἐγκεχειρισμένους ἐν ταῖς ἔξω στρατείαις εὐτελῶς ζῶντας; Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα· σὺ δὲ λιπαίνεις σαυτὸν μέλλων παλαίειν; Ἕστηκε τρίζων τοὺς ὀδόντας αὐτοῦ ὁ ἀντίπαλος, σὺ δὲ διακεχυμένος τυγχάνεις, καὶ τραπέζῃ προσέχεις. Οἶδα εἰκῆ ταῦτα λέγων, ἀλλ' οὐχ ἅπασιν. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. Ὁ Χριστὸς ὑπὸ λιμοῦ τήκεται, σὺ δὲ ὑπὸ γαστριμαργίας διασπᾷς σαυτόν· δύο ἀμετρίαι. Τί γὰρ οὐ ποιεῖ κακὸν ἡ τρυφή; Πρὸς ἑαυτὴν ἐναντία ἐστίν· ὅθεν οὐκ οἶδα, πῶς καὶ τὸ ὄνομα τοῦτο ἔχει· ἀλλ' ὥσπερ ἡ δόξα ἀτιμία οὖσα, καὶ ὁ πλοῦτος πενία ὢν, τοῦτο κέκληται· οὕτω καὶ ἡ τρυφὴ ἀηδία οὖσα. Μὴ γὰρ τυθῆναι ἔχομεν, ὅτι λιπαίνομεν ἑαυτούς; Τί παρέχεις τῷ σκώληκι λαμπρὰν τὴν τράπεζαν; τί πλείονας ποιεῖς τοὺς ἰχώρας; τί πηγὰς ἱδρώτων, καὶ δυσωδίας ἐναποτίθεσαι; τί πρὸς πάντα σεαυτὸν ἄχρηστον κατασκευάζεις; Βούλει γενέσθαι ἰσχυρὸν τὸν ὀφθαλμόν; Τὸ σῶμα ποίησον εὔτονον. Καὶ γὰρ ἐν ταῖς χορδαῖς ἡ μὲν 60.209 παχεῖα καὶ ἀδιακάθαρτος, ἄχρηστος πρὸς τὰς μελῳδίας· ἡ δὲ πάντοθεν ἐπεξεσμένη εὔτονός ἐστι καὶ παναρμόνιος. Τί καταχωννύεις τὴν ψυχήν; τί τοῖχον παχύτερον ποιεῖς; τί πολὺν τὸν καπνὸν καὶ τὴν νεφέλην, ὅταν ἀτμοὶ καθάπερ τις ἀχλὺς πάντοθεν ὦσιν ἀναδιδόμενοι; Εἰ καὶ μηδεὶς ἕτερος, οἱ ἀθληταί σε παιδευέτωσαν, ὅτι τὸ ἰσχνότερον σῶμα ἰσχυρότερον. Οὐκοῦν καὶ ἡ φιλοσοφοῦσα ψυχὴ εὐτονωτέρα· ἡνιόχῳ γὰρ καὶ ἵππῳ ἔοικε. Καὶ ἔξεστιν ὁρᾷν, καθάπερ ἐπὶ τῶν τρυφῇ προσεχόντων ἀνθρώπων καὶ εὐσαρκούντων, οὕτω καὶ τοὺς εὐσαρκοῦντας τῶν ἵππων δυσκινήτους ὄντας, καὶ πολλὰ τῷ ἡνιόχῳ πράγματα παρέχοντας. Ἀγαπητὸν εὐήνιον ἵππον ἔχοντα καὶ εὐσκελῆ δυνηθῆναι τὸ βραβεῖον λαβεῖν. Ὅταν 60.210 δὲ ἀναγκάζηται ὁ ἡνίοχος ἕλκειν αὐτὸν, καὶ καταπεσόντα μυριάκις νύττων μὴ διανιστᾷν, κἂν σφόδρα αὐτὸς ἔμπειρος ᾖ, τῆς νίκης ἀποστερηθήσεται. Μὴ δὴ περιΐδωμεν ἡμῶν τὴν ψυχὴν ἐπηρεαζομένην διὰ τὸ σῶμα, ἀλλὰ καὶ ἐκείνην διορατικωτέραν ἐργασώμεθα· τὸ πτερὸν αὐτῇ κοῦφον ποιήσωμεν, χαυνότερα τὰ δεσμά· λόγοις αὐτὴν τρέφωμεν, αὐταρκείᾳ, ὅσον ὑγιαίνειν μόνον τὸ σῶμα, ὅσον εὔρωστον εἶναι, ὅσον χαίρειν καὶ μὴ ἀλγεῖν· ἵνα οὕτω τὰ καθ' ἑαυτοὺς εὖ διαθέντες δυνηθῶμεν τῆς ἄκρας ἀρετῆς ἐπιλαβέσθαι, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 60.209
ΟΜΙΛΙΑ ΚΗʹ
Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου κατῆλθον εἰς Σελεύκειαν, κἀκεῖθεν ἀπέπλευσαν εἰς τὴν Κύπρον. Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγειλαν τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων. Εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.
αʹ. Ἅμα χειροτονηθέντες ἐξῆλθον, καὶ εἰς Κύπρον ἀπέπλευσαν, ἅτε οὐκ οὔσης ἐπιβουλῆς ἐκεῖ, καὶ τοῦ λόγου κατασπαρέντος ἤδη. Ἐν Ἀντιοχείᾳ μὲν γὰρ ἦσαν ἱκανοί· καὶ ἡ Φοινίκη δὲ πλησίον τῆς Παλαιστίνης ἦν, Κύπρος δὲ οὐχί. Λοιπὸν μὴ ζήτει, διά τί; ὅταν Πνεύματι κινῶνται· οὐ γὰρ δὴ ἐχειροτονήθησαν Πνεύματι μόνον, ἀλλὰ καὶ ἐξεπέμφθησαν. Καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων. Ὁρᾷς πᾶσαν σπουδὴν ποιουμένους αὐτοὺς ἐκείνοις καταγγέλλειν τὸν λόγον πρώτοις, ἵνα μὴ φιλονεικοτέρους ἐργάσωνται; Καὶ ἐκεῖνοι οὐκ ἐλάλουν εἰ μὴ Ἰουδαίοις μόνοις, καὶ οὗτοι εἰς τὰς συναγωγὰς ἀπῄεσαν. ∆ιελθόντες δὲ τὴν νῆσον ὅλην ἄχρι Πάφου, εὗρον ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον, ᾧ ὄνομα Βὰρ Ἰησοῦς, ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ· ὃς προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον, ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. Ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος (οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ), ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. Πάλιν μάγος Ἰουδαῖος, καθάπερ Σίμων. Καὶ ὅρα τοῦτον, ὅτε μὲν τοῖς ἄλλοις ἐκήρυττον, οὐ σφόδρα ἀγανακτοῦντα· ἐπειδὴ δὲ τῷ ἀνθυπάτῳ προσῄεσαν, τότε. Τὸ δὲ θαυμαστὸν τοῦ ἀνθυπάτου, ὅτι καὶ προκατειλημμένος τῇ μαγείᾳ ἐκείνου, ἤθελεν ἀκοῦσαι τῶν ἀποστόλων. Οὕτω καὶ οἱ Σαμαρεῖται ἐποίησαν, καὶ ἀπὸ συγκρίσεως ἡ νίκη φαίνεται, τῆς μαγείας ἁλισκομένης. Πανταχοῦ ἡ κενοδοξία καὶ ἡ φιλαρχία αἴτιαι τῶν κακῶν. Σαῦλος δὲ ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος ἁγίου, ἀτενίσας εἰς αὐτὸν εἶπεν· Ὢ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σὲ, καὶ ἔσῃ τυφλὸς, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Ἐνταῦθα τὸ ὄνομα αὐτοῦ ἀμείβεται μετὰ τῆς χειροτονίας, ὅπερ καὶ ἐπὶ τοῦ Πέτρου γεγένηται. Καὶ ὅρα, οὐχ ὕβρις τὸ πρᾶγμά ἐστιν, ἀλλὰ κατάπληξις. Τοὺς γὰρ ἰταμοὺς καὶ ἀναισχύντους οὕτω δεῖ καταπλήττεσθαι. Ὢ πλήρης παντὸς δόλου, φησὶ, καὶ πάσης ῥᾳδιουργίας. υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης. Ἐνταῦθα αὐτοῦ ἀποκαλύπτει τὰ ἐν τῇ δια 60.210 νοίᾳ, προσχήματι σωτηρίας ἀπολλύντι τὸν ἀνθύπατον. Οὐ παύσῃ, φησὶ, διαστρέφων τὰς ὁδοὺς Κυρίου; Καὶ ἀξιοπίστως, Οὐχ ἡμῖν πολεμεῖς, φησὶν, οὐδὲ μάχῃ, ἀλλὰ τὰς ὁδοὺς Κυρίου διαστρέφεις τὰς εὐθείας, καὶ μετ' ἐγκωμίου. Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σὲ, καὶ ἔσῃ τυφλός· Ὧ αὐτὸς προσήχθη σημείῳ, τούτῳ καὶ τοῦτον ἠβουλήθη προσαγαγεῖν. Καὶ τὸ, Ἄχρι καιροῦ δὲ, οὐ κολάζοντος ἦν τὸ ῥῆμα, ἀλλ' ἐπιστρέφοντος. Εἰ γὰρ κολάζοντος ἦν, διαπαντὸς ἂν αὐτὸν ἐποίησε τυφλόν· νῦν δὲ οὐ τοῦτο, ἀλλὰ πρὸς καιρὸν, ἵνα τὸν ἀνθύπατον κερδάνῃ. Παραχρῆμα δὲ ἐπέπεσεν ἐπ' αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς, ἐπίστευσεν, ἐκπληττόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου. Εἰκότως· τὸν γὰρ προκατειλημμένον τῇ μαγείᾳ ταύτῃ τῇ τιμωρίᾳ παιδεῦσαι ἐχρῆν. Οὕτω καὶ οἱ ἐν Αἰγύπτῳ μάγοι ὑπὸ τῶν φλυκτίδων τὸ πρὶν ἐπαιδεύοντο. Ὅρα δὲ αὐτοὺς οὐκ ἐγχρονίζοντας αὐτόθι, ἅτε τοῦ ἀνθυπάτου λοιπὸν πιστεύσαντος, οὐδὲ μαλακισθέντας τῇ κολακείᾳ καὶ τῇ τιμῇ, ἀλλ' εὐθέως τοῦ ἔργου ἐχομένους, καὶ εἰς τὴν ἀντιπέραν χώραν ὁρμῶντας. Ἀναχθέντες δὲ ἀπὸ τῆς Κύπρου οἱ περὶ Παῦλον, ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. Ἰωάννης δὲ ἀποχωρήσας ἀπ' αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν. Πάλιν εἰς τὰς συναγωγὰς ἐν σχήματι Ἰουδαίων εἰσῄεσαν, ὥστε μὴ πολεμεῖσθαι μηδὲ ἐλαύνεσθαι, καὶ οὕτω τὸ πᾶν κατώρθουν. Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν, ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· Ἄνδρες ἀδελφοὶ, εἰ ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαὸν, λέγετε. Λοιπὸν ἐντεῦθεν τὰ κατὰ Παῦλον μανθάνομεν, οὐ μικρὰ περὶ τοῦ Πέτρου μαθόντες ἐν τοῖς πρῴην εἰρημένοις. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Καὶ γενόμενοι, φησὶν, ἐν Σαλαμῖνι, κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ τῇ μητροπόλει τῆς Κύπρου. Ἐποίησαν ἐνιαυτὸν ἐν Ἀντιοχείᾳ. Ἔδει κἀκεῖ ἀπελθεῖν, καὶ μὴ διαπαντὸς ἐνθάδε καθῆσθαι· ἔδει μειζόνων αὐτοῖς διδασκάλων. Ὅρα πῶς καὶ ἐν Σελευκείᾳ οὐ διατρίβουσιν, εἰδότες, ὅτι ἀπὸ τῆς γείτονος πόλεως ἐκαρπώσαντο ἂν πολλὴν τὴν ὠφέλειαν, ἀλλὰ πρὸς τὰ κατεπείγοντα σπεύδουσι καὶ ἐκεῖ. Πρὸς γὰρ τὴν μητρόπολιν ἐλθόντες τῆς νήσου, τὸν ἀνθύπατον ἔσπευδον διορθῶσαι. Ὅτι δὲ οὐ κολακείας ἦν τὸ λέγειν, Συνῆν τῷ ἀνθυπάτῳ, ἀνδρὶ συνετῷ, ἀπὸ τοῦ πράγματος μάνθανε, πῶς οὐκ ἐδεήθη λό γων πολλῶν, πῶς ἠθέλησεν αὐτῶν ἀκοῦσαι. Καὶ τὰ ὀνόματα δὲ καταλέγει τῶν πόλεων· δεικνὺς, ὅτι ἐπειδὴ προσφάτως τὸν λόγον ἐδέξαντο, χρεία ἦν ἐπιστηρίζεσθαι τῇ πίστει ἐμμένειν· διὸ καὶ συνεχῶς αὐταῖς ἐφίσταντο. Ὅρα ὅτι οὐδὲν πρὸς τὸν μάγον εἶπεν, ἕως ἐκεῖνος ἀφορμὴν ἔδωκεν· ἀλλὰ τὸν λόγον τοῦ Κυρίου μόνον κατήγγελλον. Ἐπειδὴ γὰρ τοὺς ἄλλους ἑώρα προσέχοντας, αὐτὸς πρὸς ἓν τοῦτο ἐσκόπει, ὥστε ἐκεῖνον μὴ πεισθῆναι. Καὶ διὰ τί μὴ ἕτερον σημεῖον ἐποίησεν; Ὅτι οὐκ ἦν τούτου ἴσον, τοῦ τὸν ἐχθρὸν ἑλεῖν.
βʹ. Καὶ ὅρα, πρότερον ἐγκαλεῖ, καὶ τότε τιμωρεῖται. ∆είκνυσι δὲ δικαίως αὐτὸν παθόντα τῷ λέγειν· Ὢ πλήρης παντὸς δόλου. Τουτέστιν, οὐδὲν ἔχων ἐλλιπὲς, φησί. Καὶ καλῶς εἶπε, Παντὸς δόλου· ὑπεκρίνετο γάρ. Υἱὲ διαβόλου· τὸ γὰρ ἔργον ἐκείνου ἔπραττεν. Ἐχθρὲ πάσης δικαιοσύνης· ἡ γὰρ πᾶσα δικαιοσύνη ὄντως αὕτη ἦν. Ἐμοὶ δοκεῖ καὶ τὸν βίον ἐλέγχειν τὸν αὐτοῦ, ταῦτα λέγων. Καὶ ἵνα δείξῃ, ὅτι οὐκ ἦν θυμοῦ τὰ ῥήματα, διὰ τοῦτο προλαβὼν εἶπε, Πλησθεὶς Πνεύματος ἁγίου· τουτέστιν, ἐνεργείας. Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ. Οὐκ ἄρα τιμωρία ἦν, ἀλλ' ἴασις. Μονονουχὶ γὰρ ἔλεγεν· Οὐκ ἐγὼ ποιῶ, ἀλλ' ἡ τοῦ Θεοῦ χείρ. Ὅρα τὸ ἄτυφον. Ἔσῃ τυφλὸς, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Τοῦτο λέγει, ἵνα δῷ αὐτῷ μετανοῆσαι. Οὐδαμοῦ γὰρ ἐβούλοντο ἀπὸ τῶν σκυθρωποτέρων φαίνεσθαι, εἰ καὶ εἰς ἐχθροὺς ταῦτα ἐγένετο. Ἀλλ' ἐπὶ μὲν τῶν οἰκείων εἰκότως· ἐπὶ δὲ τῶν ἀλλοτρίων οὐχὶ, ἵνα μὴ νομισθῇ τὸ πρᾶγμα ἀνάγκης εἶναι λοιπὸν καὶ δέους. Τεκμήριον δὲ τῆς τυφλότητος, τὸ χειραγωγοὺς ζητεῖν. Εἶτα ὁρᾷ τὴν πήρωσιν ὁ ἀνθύπατος, καὶ εὐθὺς πιστεύει· καὶ οὐχ ἁπλῶς, ἀλλ' Ἐκπληττόμενος· εἶδε γὰρ, ὅτι οὐ λόγοι οὐδὲ ἀπάτη ταῦτα. Ὅρα πόσον ἔρωτα εἶχε διδασκαλίας ἐν ἀρχῇ ὢν τοσαύτῃ. Οὐκ εἶπε πρὸς αὐτὸν, Οὐ παύσῃ διαστρέφων τὸν ἀνθύπατον· ἀλλὰ, Τὰς ὁδοὺς Κυρίου, ὃ πλέον ἦν· ἵνα μὴ δόξῃ κολακεύειν. Τί δήποτε δὲ ὁ Ἰωάννης ἀναχωρεῖ ἀπ' αὐτῶν; Ἰωάννης γὰρ, φησὶν, ἀποχωρήσας ἀπ' αὐτῶν, ὑπέστρεψεν εἰς Ἱεροσόλυμα· ἅτε ἐπὶ μακροτέραν λοιπὸν στελλομένων ὁδόν· καίτοι γε ὑπηρέτης ἐκεῖνος ἦν, αὐτοὶ δὲ τὸν κίνδυνον εἶχον. Πάλιν ἐλθόντες εἰς Πέργην, παρατρέχουσι τὰς ἄλλας πόλεις· ἐπὶ τὴν μητρόπολιν γὰρ ἠπείγοντο τὴν Ἀντιόχειαν. Καὶ ὅρα πῶς ὑποτέμνεται ὁ συγγραφεύς. Ἐκάθισαν ἐν τῇ συναγωγῇ, φησὶ, καὶ τῇ ἡμέρᾳ τῶν σαββάτων· ὥστε προοδοποιῆσαι τῷ λόγῳ. Καὶ οὐ πρῶτοι λέγουσιν, ἀλλ' ἐπιτραπέντες, ἅτε ὡς ξένους προσεκαλοῦντο. Εἰ μὴ περιέμειναν δὲ, οὐκ ἂν ἐγένετο λόγος. Ἐνταῦθα πρῶτον κηρύττει Παῦλος. Καὶ ὅρα αὐτοῦ τὴν σύνεσιν· ἔνθα μὲν ἦν κατεσπαρμένος ὁ λόγος, παρατρέχει· ἔνθα δὲ οὐδεὶς ἦν, ἐνδιατρίβει καθὼς καὶ αὐτός φησι γράφων· Οὕτω δὲ φιλοτιμούμενος εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστός. Ἀνδρείας δὲ ἦν καὶ τοῦτο πολλῆς. Ὄντως ἐκ προοιμίων θαυμαστὸς ὁ ἀνήρ· ἐσταυρωμένος, παρατεταγμένος, ᾔδει πόσης ἀπέλαυσε χάριτος· ἀντίῤῥοπον εἰσήγαγε τὴν σπουδήν. Οὐκ ὠργίσθη πρὸς Ἰωάννην· οὐ γὰρ τούτου ἦν· ἀλλὰ τοῦ ἔργου εἴχετο· οὐκ ἐδειλίασεν, οὐκ ἐφοβήθη ἐν μέσῳ πλήθους ἀπειλημμένος. Ὅρα πῶς οἰκονομεῖται Παῦλον μὴ κηρύττειν ἐν Ἱεροσολύμοις· ἀρκεῖ καὶ τοῦτο μόνον τὸ ἀκοῦσαι, ὅτι ἐπίστευσε· κηρύττοντος δὲ οὐκ ἂν ἠνέσχοντο διὰ τὸ μῖσος· καὶ πόῤῥω ἄπεισιν, ἔνθα γνώριμος οὐκ ἦν. Πρότερον ἤλεγξε τὸν μάγον ὅστις ἦν· 60.212 καὶ ὅτι τοιοῦτος ἦν, τὸ σημεῖον ἐδείκνυ. Τῆς ἐν τῇ ψυχῇ τυφλότητος τοῦτο σημεῖον ἦν· Ἄχρι δὲ καιροῦ πάσχει, ὥστε μετανοῆσαι. Καλῶς δὲ τῷ σαββάτῳ εἰσῆλθον εἰς τὴν συναγωγὴν, ὅτε πάντες ἦσαν συνειλεγμένοι. Καὶ μετὰ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν, φησὶν, ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι, λέγοντες· Ἄνδρες ἀδελφοὶ, εἰ ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαὸν, λέγετε. Ὅρα αὐτοὺς ἀφθόνως τότε τοῦτο ποιοῦντας, μετὰ δὲ τοῦτο οὐκ ἔτι. Εἰ τοῦτο ἐβούλεσθε, μᾶλλον ἔδει παρακαλέσαι. Ἀλλ' ὢ τῆς φιλαρχίας, ὢ τῆς κενοδοξίας, πῶς πάντα ἀνατρέπει καὶ ἀπόλλυσι· κατὰ τῆς οἰκείας, κατὰ τῆς ἀλλήλων σωτηρίας ἑστάναι παρασκευάζει· πηροὺς οὕτω καὶ τυφλοὺς ἐργάζεται, ὥστε καὶ χειραγωγοὺς ζητεῖν. Εἴθε κἂν τοῦτο, εἴθε κἂν χειραγωγοὺς ἐζήτουν· ἀλλ' οὐκ ἔτι τούτου ἀνέχονται, ἀλλ' ἑαυτοῖς ἐπιτρέπουσι τὸ πᾶν. Οὐδένα ἀφίησιν ἰδεῖν· καθάπερ ἀχλὺς ἐπιτίθεται καὶ ζόφος, οὐκ ἀφιεὶς διαβλέψαι. Ποίαν ἕξομεν ἀπολογίαν διὰ πάθος πάθους κρατοῦντες, διὰ δὲ τὸν τοῦ Θεοῦ φόβον οὐκ ἔτι; Οἷον, πολλοὶ ἀσελγεῖς ὄντες καὶ φιλοχρήματοι, διὰ τὴν τῶν χρημάτων φειδωλίαν ἐχαλίνωσαν τὴν ἡδονήν· ἄλλοι τοὐναντίον, διὰ τὴν ἡδονὴν ὑπερεῖδον χρημάτων. Πάλιν οἱ ἡττώμενοι δόξης κενῆς ἀμφοτέρων περιγεγόνασι, χρήματα ἀναλίσκοντες ἀφειδῶς, καὶ σωφρονοῦντες εἰκῆ· ἄλλοι πάλιν κενόδοξοι σφόδρα ὄντες, κατεφρόνησαν τοῦ πάθους, πολλὰ ὑπομείναντες αἰσχρὰ, καὶ δι' ἔρωτας καὶ διὰ χρήματα· ἕτεροι πάλιν, ἵνα τὸν θυμὸν ἐμπλήσωσι τὸν αὐτῶν, εἵλοντο ζημιωθῆναι μυρία, καὶ οὐδενὸς αὐτοῖς τούτων ἐμέλησεν, ἵνα μόνον τὸ θέλημα ποιήσωσι τὸ αὐτῶν. Καὶ ὅπερ ἰσχύει πάθος, οὐκ ἴσχυσε παρ' ἡμῖν ὁ τοῦ Θεοῦ φόβος. Καὶ τί λέγω πάθος; Ὅπερ αἰδὼς ἀνθρώπων ἰσχύει, οὐκ ἰσχύει ὁ τοῦ Θεοῦ φόβος. Πολλὰ καὶ κατορθοῦμεν, καὶ ἁμαρτάνομεν ἀνθρώπους αἰδούμενοι· τὸν δὲ Θεὸν οὐ δεδοίκαμεν. Πόσοι δι' αἰσχύνην προήκαντο χρήματα; πόσοι ἐφιλοτιμήσαντο εἰκῆ ὑπηρετούμενοι τοῖς αὐτῶν φίλοις ἐπὶ κακῷ; πόσοι φιλίας αἰδεσθέντες μυρία ἥμαρτον;
γʹ. Εἰ τοίνυν καὶ πάθος καὶ αἰδὼς ἀνθρωπίνη δύναται ἐμβαλεῖν ἡμᾶς καὶ εἰς ἁμαρτήματα καὶ εἰς κατορθώματα, εἰκῆ λέγομεν, ὅτι οὐ δυνάμεθα· δυνάμεθα γὰρ ἂν θέλωμεν· θελῆσαι δὲ πάντας χρή. Εἰπὲ δή μοι, διὰ τί οὐ δύνασαι δόξης κρατεῖν, ὅταν ἕτεροι ὦσι κρατοῦντες τὴν αὐτὴν ἔχοντες ψυχὴν, τὸ αὐτὸ σῶμα, τὴν αὐτὴν μορφὴν, τὴν αὐτὴν ζῶντες ζωήν; Ἐννόησον τὸν Θεὸν, ἐννόησον τὴν ἄνωθεν δόξαν· ἀντίστησον αὐτῇ τὰ παρόντα, καὶ ταχέως ταύτης ἀποπηδήσεις. Ὅλως εἰ δόξης ἐπιθυμεῖς, τῆς ὄντως δόξης ἐπιθύμει. Ποία δόξα ὅταν ἀτιμίας ποιῇ; ποία δόξα, ὅταν τῆς ἐλαττόνων ἀναγκάζῃ τιμῆς ἐφίεσθαι, κἀκείνης χρείαν ἔχῃ; Τιμή ἐστι τὸ τῆς παρὰ τῶν μειζόνων ἀπολαύειν δόξης. Ὅλως εἰ δόξης ἐρᾷς, μᾶλλον ἐράσθητι τῆς παρὰ τοῦ Θεοῦ. Ἂν ἐρασθεὶς ἐκείνης, ταύτης καταφρονήσῃς, ὄψει ταύτην ἄτιμον· ἕως ἂν ἐκείνην μὴ ἴδης, οὐδὲ ταύτην ἰδεῖν δυνήσῃ πῶς ἐστιν αἰσχρὰ, πῶς καταγέλαστος. Καθάπερ γὰρ οἱ πονηρᾷ τινι γυναικὶ προκατειλημμένοι εἰδεχθεῖ καὶ αἰσχρᾷ, ἕως ἂν φιλῶσιν αὐτὴν, οὐ δύνανται τὴν δυσείδειαν ἰδεῖν, τοῦ πάθους ἐπισκοτοῦντος τῇ κρίσει· οὕτω δὴ καὶ ἐνταῦθα· ἕως ἂν κατεχώμεθα τῷ πάθει, οὐ δυνάμε 60.213 θα συνιδεῖν οἷόν ἐστι κακόν. Πῶς οὖν ἀπαλλαγείημεν ἂν, φησὶν, αὐτοῦ; Ἐννόει τοὺς χρήματα ἀναλώσαντας μυρία, καὶ οὐδὲν ἀπ' αὐτῶν καρπωσαμένους· ἐννόει τοὺς ἀποθανόντας ὅσης ἀπήλαυσαν δόξης, καὶ οὐδαμοῦ αὕτη βεβαία, ἀλλ' ἀπόλωλε καὶ διέφθαρται· ἐννόησον, ὅτι ὄνομα μόνον ἐστὶ, πρᾶγμα δὲ οὐκ ἔχει· ἐπεὶ τί ἐστι δόξα; εἰπέ μοι· δὸς ὅρον τινά. Τὸ θαυμάζεσθαι παρὰ πάντων, φησί. ∆ικαίως, ἢ καὶ ἀδίκως; Εἰ μὲν γὰρ ἀδίκως, οὐκ ἂν εἴη τοῦτο θαῦμα, ἀλλὰ κατηγορία, καὶ κολακεία, καὶ διαβολή· εἰ δικαίως, τοῦτο οὐ δυνατόν· οὐ γὰρ ἔχει κρίσεις ὀρθὰς ὁ δῆμος, ἀλλὰ τοὺς ταῖς ἐπιθυμίαις αὐτῶν ὑπηρετοῦντας τούτους θαυμάζουσι. Καὶ εἰ βούλεσθε, καταμάθετε τοὺς ταῖς πόρναις τὰ αὐτῶν δωρουμένους, τοὺς τοῖς ἡνιόχοις, τοὺς τοῖς ὀρχησταῖς. Ἀλλ' οὐ τούτους, φησὶ, φαμὲν, ἀλλὰ τοὺς δικαίους, καὶ τοὺς ὀρθοὺς, καὶ μεγάλα δυναμένους ποιεῖν καλά. Εἴθε ἠβούλοντο, καὶ ταχέως ἐποίουν ἂν τὰ ἀγαθά· νῦν δὲ οὐδὲν τούτων ποιοῦσι Τίς, εἰπέ μοι, τὸν δίκαιον ἐπαινεῖ νῦν καὶ τὸν ὀρθόν; Τοὐναντίον μὲν οὖν. Τί δὲ ψυχρότερον δικαίου, εἰ πρᾶγμα τοιοῦτον κατορθῶν τῆς παρὰ τῶν πολλῶν δόξης ἐφίεται; Τοιοῦτον γὰρ ποιεῖ, οἷον ἂν εἴ 60.214 τις ζωγράφος ἄριστος ὢν καὶ εἰκόνα γράφων βασιλικὴν, τῶν οὐκ ἐμπείρων ἀποδέχοιτο τοὺς ἐπαίνους. Ἄλλως δὲ ταχέως ἀποστήσεται ἄνθρωπος ὁ πρὸς δόξαν ὁρῶν ἀνθρωπίνην τῶν κατ' ἀρετὴν πραγμάτων. Εἰ γὰρ μέλλοι πρὸς ἐπαίνους κεχηνέναι, ἅπερ ἂν ἐκεῖνοι θέλωσι, ταῦτα ἐργάζεται, οὐχ ἅπερ ἂν αὐτός. Τί οὖν ἂν ὑμῖν συμβουλεύσαιμι λοιπὸν ποιεῖν; Τῷ Θεῷ προσέχειν, τοῖς ἐπαίνοις ἀρκεῖσθαι τοῖς παρ' αὐτοῦ, πάντα τὰ ἐκείνῳ δοκοῦντα ἐργάζεσθαι, καὶ τὰ ἀγαθὰ πράττειν, πρὸς μηδὲν τῶν ἀνθρωπίνων κεχηνέναι· τοῦτο γὰρ καὶ νηστείαν καὶ εὐχὴν καὶ ἐλεημοσύνην λυμαίνεται, καὶ πάντα τὰ ἡμέτερα ἀγαθὰ κενοῖ. Ὅπερ ἵνα μὴ πάθωμεν, φύγωμεν τουτὶ τὸ πάθος. Πρὸς ἓν μόνον ὁρῶμεν, τὸν παρὰ τοῦ Θεοῦ ἔπαινον, τὴν ἐκεῖθεν ἀποδοχὴν, τὴν παρὰ τοῦ κοινοῦ ∆εσπότου εὐφημίαν· ἵνα μετὰ ἀρετῆς τὸν παρόντα βίον διανύσαντες, τῶν ἐπηγγελμένων ἀγαθῶν σὺν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΚΘʹ
Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρὶ, εἶπεν· Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεὸν, ἀκούσατε. Ὁ Θεὸς τοῦ λαοῦ τού του ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ αὐτοῦ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς.
αʹ. Ὅρα τὸν Βαρνάβαν παραχωροῦντα τῷ Παύλῳ, ὥσπερ καὶ Πέτρῳ Ἰωάννης πανταχοῦ. Αὐτὸς ἤγαγεν αὐτὸν ἀπὸ ∆αμασκοῦ· καίτοι αὐτοῦ αἰδεσιμώτερος ἦν· ἀλλὰ πρὸς τὸ κοινῇ συμφέρον ἑώρων. Καὶ ἀναστὰς, φησὶ, καὶ κατασείσας τῇ χειρί. Ἔθος τοῦτο Ἰουδαίοις ἦν· διὸ καὶ αὐτὸς κατὰ τοῦτο αὐτοῖς διαλέγεται. Ὅρα πῶς προοδοποιεῖ τῷ λόγῳ· πρότερον ἐγκωμιάσας αὐτοὺς, καὶ δείξας πολλὴν περὶ αὐτοὺς τὴν κηδεμονίαν διὰ τοῦ εἰπεῖν, Οἱ φοβούμενοι τὸν Θεὸν, οὕτως ἄρχεται τοῦ λόγου. Καὶ οὐκ εἶπεν, οἱ προσήλυτοι, ὅπερ ἦν συμφορᾶς ὄνομα. Ὁ Θεὸς τοῦ λαοῦ τούτου ἐξελέξατο τοὺς πατέρας ἡμῶν καὶ τὸν λαόν. Ὅρα πῶς καὶ αὐτὸς τὸν κοινὸν τῶν ἀνθρώπων Θεὸν αὐτῶν ἰδίως καλεῖ, καὶ δείκνυσιν ἄνωθεν τὰς εὐεργεσίας αὐτοῦ μεγάλας οὔσας, καθάπερ καὶ Στέφανος. Ταῦτα δὲ ποιοῦσιν, ἵνα παιδεύσωσιν αὐτοὺς, ὅτι καὶ νῦν κατὰ τὸ αὐτὸ ἔθος τὸν Υἱὸν αὐτοῦ ἀπέστειλε. Καθάπερ καὶ ὁ Χριστὸς εἶπεν ἐν τῷ ἀμπελῶνι, οὕτω καὶ αὐτός φησιν. Ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς. Καὶ μὴν τοὐναντίον γέγονεν· ἀλλ' εἰς πλῆθος ἐπέδοσαν· ἀλλὰ τὰ θαύματα δι' αὐτοὺς γέγονε. Τούτων καὶ οἱ προφῆται μνημονεύουσιν ἀεὶ τῶν κατ' Αἴγυπτον. Καὶ ὅρα πῶς τοὺς καιροὺς τῶν συμφορῶν παρατρέχει, καὶ οὐδαμοῦ τὰ ἐγκλήματα παράγει εἰς μέσον, ἀλλὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ἐκεῖνα αὐτοῖς ἀφεὶς λογίζεσθαι. Καὶ ὡς τεσσαράκοντα ἔτη χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ. Εἶτα τὴν κατοικίαν λέγει· Καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν, κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν αὐτῶν. Καὶ ὁ χρόνος πολύς· τετρακόσια γὰρ πεντήκοντα ἔτη· Καὶ μετὰ ταῦτα ὡς ἔτεσι τετρακοσίοις καὶ πεν 60.214 τήκοντα ἔδωκεν αὐτοῖς κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου. Ἐνταῦθα ὅτι διαφόρως ᾠκονόμει τὰ κατ' αὐτοὺς ἐδήλωσε. Κἀκεῖθεν ᾐτήσαντο βασιλέα. Καὶ οὐ λέγει τὴν ἀγνωμοσύνην αὐτῶν, ἀλλὰ πανταχοῦ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Καὶ ἔδωκεν αὐτοῖς τὸν Σαοὺλ υἱὸν Κὶς, ἄνδρα ἐκ φυλῆς Βενιαμὶν, ἔτη τεσσαράκοντα· καὶ μεταστήσας αὐτὸν ἤγειρεν αὐτοῖς τὸν ∆αυῒδ εἰς βασιλέα· ᾧ καὶ εἶπε μαρτυρήσας· Εὗρον ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. Οὐ μικρὸν τοῦτο τὸ ἀπὸ ∆αυῒδ εἶναι τὸν Χριστόν. Εἶτα καὶ Ἰωάννην εἰσάγει μαρτυροῦντα, λέγων· Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ' ἐπαγγελίαν ἤγειρε τῷ Ἰσραὴλ Σωτῆρα [Ἰησοῦν], προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ. Ὡς δὲ ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον, ἔλεγε· Τίνα με ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλ' ἰδοὺ ἔρχεται μετ' ἐμὲ, οὗ οὐκ εἰμὶ ἱκανὸς τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. Καὶ Ἰωάννης δὲ μαρτυρεῖ οὐχ ἁπλῶς, ἀλλὰ τὴν δόξαν ἐξ ἑαυτοῦ ἀποκρουόμενος, καίτοι πάντων ἐπ' αὐτὸν ταύτην ἀγόντων. Οὐκ ἔστι δὲ ἴσον μηδενὸς διδόντος καὶ πολλῶν παρεχόντων ταύτην τὴν τιμὴν διωθεῖσθαι, καὶ μηδὲ ἁπλῶς, ἀλλὰ μετὰ τοσαύτης ὑποστολῆς. Ἄνδρες ἀδελφοὶ, υἱοὶ γένους Ἀβραὰμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεὸν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. Οἱ γὰρ κατοικοῦντες Ἱερουσαλὴμ, καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν· καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. Πανταχοῦ τοῦτο σπουδάζουσι δεῖξαι οἰκεῖον αὐτῶν ὂν τὸ ἀγαθὸν, ἵνα μὴ ὡς ἀλλοτρίῳ προσέχοντες φεύγωσιν, ἐπειδὴ ἐσταύρωσαν αὐτόν. Τοῦτον, φησὶν, ἀγνοήσαντες· ὥστε ἀγνοίας ἦν τὸ ἁμάρτημα. Ὅρα πῶς καὶ ὑπὲρ ἐκείνων ἀπολογεῖται ἠρέμα. Καὶ οὐ τοῦτο μόνον· ἀλλ' ὅτι καὶ οὕτως ἔδει γενέσθαι προστίθησι. Καὶ ἵνα μή τις εἴπῃ. Πόθεν 60.215 δῆλον, ὅτι ἀνέστη; φησὶ τὸ, Καὶ μάρτυρες αὐτοῦ εἰσιν. Εἶτα πάλιν ἀπὸ τῶν Γραφῶν ἰσχυρίζεται· Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον. Ὁ δὲ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, ὃς ὤφθη ἐπὶ ἡμέρος πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλὴμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γεγενημένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν, καθὼς καὶ ἐν τῷ Ψαλμῷ τῷ δευτέρῳ γέγραπται· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα αὐτὸν εἰς διαφθορὰν ὑποστρέφειν, οὕτως εἴρηκεν, ὅτι ∆ώσω ὑμῖν τὰ ὅσια ∆αυῒδ τὰ πιστά. ∆ιὸ καὶ ἐν ἑτέρῳ λέγει· Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. ∆αυῒδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθῃ, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδε διαφθοράν· ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν. Ὅρα τοῦτον σφοδρότερον διαλεγόμενον. Τοῦτο οὐδαμοῦ Πέτρος εἶπεν. Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοὶ, ὅτι διὰ τούτου ἡμῖν ἄφεσις ἁμαρτιῶν ἐπαγγέλλεται, καὶ ἀπὸ πάντων, ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. Εἶτα καὶ τὸ φοβερόν· Βλέπετε οὖν, μὴ ἐπέλθῃ ἐφ' ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις· Ἴδετε οἱ καταφρονηταὶ, καὶ ἐμβλέψατε, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν.
βʹ. Ὅρα πῶς πλέκει τὸν λόγον ἀπὸ τῶν παρόντων, ἀπὸ τῶν προφητῶν, ἀπὸ τοῦ σπέρματος τοῦ κατ' ἐπαγγελίαν. Ἀλλ' ἄνωθεν ἴδωμεν τὰ εἰρημένα. Ἄνδρες ἀδελφοὶ, υἱοὶ γένους Ἀβραάμ. Καὶ ἀπὸ τοῦ πατρὸς αὐτοὺς καλεῖ. Ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. Ἐνταῦθα τὸ, Ὑμῖν, οὐκ Ἰουδαίοις ἀφωρισμένως λέγει, ἀλλὰ δίδωσιν αὐτοῖς ἐξουσίαν ἀποσχισθῆναι τῶν τὸν φόνον τετολμηκότων· καὶ τοῦτο ἀπὸ τοῦ ἐπαγομένου δῆλον. Οἱ γὰρ κατοικοῦντες, φησὶν, Ἱερουσαλὴμ, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πάντα σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν. Μεγάλη ἡ κατηγορία, εἰ συνεχῶς ἀκούοντες οὐ προσεῖχον. Ἀλλ' οὐδὲν θαυμαστόν· τὰ γὰρ εἰρημένα ἐκεῖνα τὰ κατ' Αἴγυπτον καὶ τὴν ἔρημον ἱκανὰ δεῖξαι αὐτῶν τὴν ἀγνωμοσύνην. Καὶ πῶς ἠγνόησαν, φησὶν, Ἰωάννου λέγοντος; Τί θαυμαστὸν, ὅπου γε καὶ τῶν προφητῶν συνεχῶς βοώντων; Εἶτα καὶ ἄλλη κατηγορία, Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες· ὅπερ οὐκ ἦν ἀγνοίας. Θῶμεν γὰρ, ὅτι οὐχ ὡς Χριστὸν αὐτὸν εἶχον· τίνος ἕνεκεν καὶ ἀνῄρουν; Καὶ ᾐτήσαντο, φησὶ, Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες αὐτὸν ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον. Ὅρα πῶς αὐτοῖς περισπούδαστον ἦν τοῦτο. Τὸν τρόπον εἶπε τὸν τοῦ θανάτου, καὶ Πιλᾶτον εἰς μέσον φέρει, ἅμα μὲν ἵνα δῆλον τὸ πάθος γένηται ἀπὸ τοῦ κριτηρίου, ἅμα δὲ ἵνα ἐκεῖνοι μειζόνως κατηγορῶνται, ἀνδρὶ παραδόντες ἀλλοφύλῳ. Καὶ οὐκ εἶπεν, Ἐνέτυχον· ἀλλ' Ἠτήσαντο, μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ἀναιρεθῆναι αὐτὸν, ὥστε δηλῶσαι ὅτι χάριν ἔλαβον ἐκείνου μὴ θέλοντος· ὅπερ σαφέστερον ὁ Πέτρος λέγει, 60.216 Κρίναντος ἐκείνου ἀπολύειν. Πάνυ ἐφίλει αὐτοὺς ὁ Παῦλος. Καὶ ὅρα, οὐκ ἐνδιατρίβει τῇ ἀγνωμοσύνῃ τῶν πατέρων, ἀλλ' αὐτοῖς ἐφίστησι τὸν φόβον. Ὁ μὲν γὰρ Στέφανος εἰκότως τοῦτο ποιεῖ, ἅτε ἀναιρεῖσθαι μέλλων, καὶ οὐχὶ διδάσκων, καὶ δεικνὺς ὅτι ὁ νόμος ἤδη καταλύεται· οὗτος δὲ οὐκ ἔτι, ἀλλ' ἀπειλεῖ καὶ φοβεῖ μόνον. Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. Ὃς ὤφθη, φησὶν, ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας ἐπὶ Ἱερουσαλήμ. Ὅρα γὰρ τοῦτον ἅτε ἀπ' αὐτοῦ κεκινημένον τοῦ Πνεύματος, ἄνω καὶ κάτω τὸ πάθος καὶ τὸν τάφον κηρύττοντα. Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα, φησὶ, τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γεγενημένην· τουτέστι, τὴν μὲν ἐπαγγελίαν οἱ πατέρες ἐδέξαντο, τὸ δὲ ἔργον ὑμεῖς. Εἶτα μάρτυρα τὸν Ἰωάννην ἐπαγαγὼν ὅτε ἔλεγεν, ὅτι Ἀπὸ τοῦ σπέρματος τούτου κατ' ἐπαγγελίαν ἤγαγε τῷ Ἰσραὴλ Σωτῆρα, προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας τῷ Ἰσραὴλ, ἑξῆς ἐπάγει πάλιν αὐτὸν λέγων· Τίνα με ὑπονοεῖτε; οὐκ εἰμὶ ἐγώ. Εἶτα παράγει καὶ τοὺς ἀποστόλους μάρτυρας τῆς ἀναστάσεως, λέγων· Οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν· εἶτα τὸν ∆αυῒδ τοῦτο αὐτὸ μαρτυροῦντα, τῷ λέγειν, Οὐ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν. Οὔτε γὰρ τὰ παλαιὰ ἰσχυρὰ καθ' ἑαυτὰ ἐδόκει εἶναι οὕτως, οὔτε ταῦτα ἄνευ ἐκείνων· ὥστε δι' ἑκατέρων πιστοῦται τὸν λόγον. Ἐπειδὴ γὰρ τῷ δέει κατείχοντο ὡς ἀνῃρηκότες αὐτὸν, καὶ τὸ συνειδὸς αὐτοὺς ἠλλοτρίου, οὐχ ὡς πρὸς χριστοκτόνους διαλέγονται, οὐδὲ ὡς ἀλλότριον ἀγαθὸν αὐτοῖς ἐγχειρίζοντες, ἀλλὰ τὸ οἰκεῖον. Πάνυ ποθεινὸν ἦν αὐτοῖς τὸ ὄνομα τοῦ ∆αυΐδ· διὸ καὶ τίθησιν αὐτὸ, ἵνα κἂν οὕτως αὐτὸν δέξωνται, ὡσεὶ ἔλεγεν ὑπὸ τοῦ παιδὸς αὐτοῦ βασιλεύεσθαι· οὐκοῦν ἀπ' αὐτοῦ μὴ ἀφηνιάζετε. Τί ἐστι, ∆ώσω ὑμῖν τὰ ὅσια ∆αυῒδ τὰ πιστά; Τὰ βέβαια, φησὶ, τὰ οὐδέποτε ἀπολλύμενα. Καὶ οὐκ ἐγχρονίζει τούτοις, ἅτε τοῦ λόγου λοιπὸν πιστευθέντος· ἀλλ' ἐπιτείνει τὴν κόλασιν, καὶ μετέρχεται τὸ αὐτοῖς ποθεινὸν, δεικνὺς τὸν νόμον ἐκβαλλόμενον, καὶ τῷ συμφέροντι ἐνδιατρίβει, ὅτι τε μεγάλα ἀγαθὰ ὑπακούουσι, καὶ ὅτι μεγάλα κακὰ παρακούουσιν ἔσται. Εἶτα περὶ τοῦ ∆αυῒδ πάλιν λέγει, καὶ τοῦτο μετ' ἐγκωμίου. ∆αυῒδ μὲν γὰρ, φησὶν, ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ, προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ· καθὼς καὶ Πέτρος αὐτοῦ μνημονεύων ἔλεγεν· Ἐξὸν εἰπεῖν μετὰ παῤῥησίας περὶ τοῦ πατριάρχου ∆αυΐδ. Καὶ οὐ λέγει, ὅτι ἐτελεύτησεν, ἀλλὰ, Προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, ὅπερ ἦν εὐφημότερον. Καὶ ὅρα πῶς οὐδαμοῦ κατορθώματα αὐτῶν τίθησιν, ἀλλ' ἅπερ ἔχει κατηγορίαν. Τὸ γὰρ, Ἠτήσαντο καὶ ἔλαβον, μεγίστη κατηγορία αὐτῶν. Εἶτα τὰς εὐεργεσίας τοῦ Θεοῦ καταλέγει, Ἐξελέξατο εἰπὼν, Ὕψωσεν, Ἐτροποφόρησε. Ταῦτα δὲ οὐκ ἐκείνων ἐγκώμια, ἀλλὰ τοῦ Θεοῦ. Τὸν δὲ ∆αυῒδ ἐγκωμιάζει μόνον, ἐπειδὴ ἐξ αὐτοῦ ὁ Χριστός. Εἴσοδον δὲ ὁ Ἰωάννης καλεῖ λέγων, Πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ, τὴν σάρκωσιν τοῦ Χριστοῦ, τὴν μετὰ σαρκὸς αὐτοῦ φανέρωσιν. Οὕτω καὶ ὁ Ἰωάννης τὸ Εὐαγγέλιον γράφων, ἐπὶ τοῦτον καταφεύγει συνεχῶς· ὄνομα γὰρ ἦν αὐτῷ πολὺ κατὰ τὴν οἰκουμένην ἅπασαν. Καὶ ὅρα· οὐ λέγει αὐτὸ ἐξ ἑαυτοῦ, ἀλλὰ τὴν ἐκείνου φέρει μαρτυρίαν.
γʹ. Εἶδες πῶς σπουδαίως ἔδειξεν οἰκονομίας τὸ πρᾶγμα ὅν; Ἀλλ' ἀκούσωμεν τί καὶ λέγοντες οἱ ἀπόστολοι ἔπεισαν, ὅτι ἐσταυρώθη. Τί τούτου ἀπιθανώτερον, ὅτι ἐτάφη παρ' αὐτῶν, οἷς ἐπηγγέλλετο σωτηρίαν ἔσεσθαι, ὅτι ὁ ταφεὶς ἀφίησιν ἁμαρτήματα, καὶ τοῦ νόμου μᾶλλον; ∆ιὸ καὶ οὐκ εἶπεν, Ὧν οὐκ ἠβουλήθητε· ἀλλ' Ὧν οὐκἠδυνήθητε ἐν τῷ νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται, τὸ ἀσθενὲς τοῦ νόμου δεικνύς. Καλῶς δὲ προσέθηκε καὶ τὸ, Πᾶς, ἵνα δείξῃ ὅτι ὅστις ἂν ᾖ ὁ πιστεύων. Οὐδὲν γὰρ ὄφελος ἐκείνων, ἐὰν μή τις εὐεργεσία ᾖ. ∆ιὰ τοῦτο ὕστερον τίθησι τὴν ἄφεσιν, ἐντεῦθεν τὸ μεῖζον συνάγων, καὶ δεικνὺς ὅτι, ὃ ἀδυνάτως εἶχεν ὁ νόμος ποιεῖν, τοῦτο ἐργασάμενος διὰ τοῦ θανάτου ὁ παθὼν φαίνεται. Ὥστε καλῶς ἔλεγε· Οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαὸν, τὸν ἀνελόντα φησὶν, οὐκ ἂν ὄντες, εἰ μὴ θείᾳ δυνάμει ἐβεβαιοῦντο· οὐκ ἂν γὰρ πρὸς ἀνθρώπους φονῶντας τοιαῦτα ἐμαρτύρησαν, οὐκ ἂν πρὸς αὐτοὺς τοὺς ἀνελόντας. Τὸ δὲ, Ἐγὼ σήμερον γεγέννηκά σε, εἶπεν, ὡς τούτῳ λοιπὸν εἰδὼς ὅτι καὶ τὰ ἄλλα ἕπεται. Καὶ διὰ τί μὴ ἐπήγαγε μαρτυρίαν, δι' ἧς ἔμελλον πείθεσθαι, ὅτι ἄφεσις ἁμαρτιῶν δι' αὐτοῦ γίνεται; Ὅτι τὸ σπουδαζόμενον τοῦτο ἦν, δεῖξαι τέως, ὅτι ἀνέστη· τούτου δὲ ὡμολογημένου, ἐκεῖνο ἀναμφισβήτητον ἦν διὰ τούτου, τὸ καὶ ὅτι ὑπ' αὐτοῦ ἄφεσις ἁμαρτιῶν γίνεται. Ἄλλως δὲ ἐβούλετο εἰς πόθον αὐτοὺς ἀγαγεῖν τοῦ μεγάλου τούτου. Οὐκ ἄρα ἐγκατάλειψις ἦν ὁ θάνατος αὐτοῦ, ἀλλὰ προφητείας πλήρωσις. Ἀναμιμνήσκει ἱστοριῶν, ἃς ἀγνοήσαντες μυρία ἔπαθον δεινά. Καὶ τοῦτο αἰνίττεται διὰ τοῦ τέλους λέγων· Ἴδετε οἱ καταφρονηταὶ, καὶ ἐπιβλέψατε. Καὶ ὅρα πῶς αὐτὸ τραχὺ ὃν ὑποτέμνεται. Μὴ ἐπέλθοι, φησὶν, ἐφ' ὑμᾶς τὸ πρὸς τοὺς ἄλλους εἰρημένον, ὅτι ἔργον ἐγὼ ἐργάζομαι, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν. Μὴ θαυμάζετε, ὅτι ἄπιστον δοκεῖ εἶναι· καὶ αὐτὸ προείρηται ἄνωθεν. Τοῦτο καὶ πρὸς ἡμᾶς εἰκότως ἂν λεχθείη, Βλέπετε οἱ καταφρονηταὶ, περὶ τῶν τῇ ἀναστάσει διαπιστούντων. Καὶ γὰρ σφόδρα κακῶς τὰ τῆς Ἐκκλησίας διάκειται, καίτοι γε νομίζετε ἐν εἰρήνῃ εἶναι τὰ πράγματα. Τὸ γὰρ δεινὸν τοῦτό ἐστιν, ὅτι ἐν πολλοῖς ὄντες κακοῖς, οὐδ' ὅτι ἐσμὲν ἐν κακοῖς ἴσμεν. Τί λέγεις; τὰς Ἐκκλησίας κατέχομεν, τὰ κτήματα, τὰ ἄλλα πάντα, αἱ συνάξεις γίνονται, καθ' ἑκάστην ἡμέραν πρόσεισιν ὁ λαός· καὶ καταφρονοῦμεν; Ἀλλ' οὐκ ἀπὸ τούτου Ἐκκλησίαν ἄν τις δοκιμάσειεν. Ἀλλὰ πόθεν, φησίν; Εἰ εὐλάβειά ἐστιν, εἰ κερδαίνοντες ἀναχωροῦμεν οἴκαδε καθ' ἑκάστην ἡμέραν, εἰ καρπούμενοι μέγα τι ἢ μικρὸν, εἰ μὴ νόμον ἁπλῶς πληροῦντες καὶ ἀφοσιούμενοι. Τίς βελτίων γέγονεν ὁλοκλήρῳ μηνὶ συλλεγόμενος· Τοῦτό ἐστι τὸ ζητούμενον ἐπεὶ καὶ αὐτὸ τοῦτο, ὃ δοκεῖ εὐπραγίας εἶναι, τοῦτο δυσπραγία ἐστὶν, ὅταν τούτων γινομένων μηδὲν πλέον γίνηται. Εἴθε μὲν οὖν μηδὲν πλέον· νῦν δὲ καὶ ἐπὶ τὸ χεῖρον. Τί καρποῦσθε ἀπὸ τῶν συνάξεων; Καίτοι εἴ γέ τι ὄφελος ὑμῖν ἐγίνετο, πάλαι πάντας ἔδει τὸν τῆς φιλοσοφίας βίον ζῇν, τοσούτων μὲν προφητῶν δεύτερον τῆς ἑβδομάδος ὑμῖν διαλεγομένων, τοσούτων δὲ ἀποστόλων, εὐαγγελιστῶν, πάντων τὰ σωτήρια δόγματα προτιθέντων, καὶ τὰ δυνάμενα ἦθος ῥυθμίσαι μετὰ πολλῆς ἀκριβείας παριστώντων ὑμῖν. Ὁ στρατιώτης ἐπὶ τὸ γυμνάσιον ἰὼν, ἀκριβέστερος γίνεται περὶ τὰ τακτικά· ὁ ἀθλητὴς εἰς πα 60.218 λαίστραν βαδίζων, ἐμπειρότερος γίνεται περὶ τὴν πάλην· ὁ ἰατρὸς πρὸς τὸν διδάσκαλον ἐρχόμενος, ἀκριβέστερος γίνεται, καὶ πλείονα οἶδε, καὶ πλείονα μανθάνει· σὺ τί κεκέρδηκας; οὐ λέγω πρὸς τοὺς ἐνιαυτὸν ἔχοντας, ἀλλὰ πρὸς τοὺς ἐκ πρώτης ἡλικίας συναγομένους. Ἢ τοῦτο νομίζετε εὐλάβειαν εἶναι, τὸ συνεχῶς παραβάλλειν τῇ συνάξει; Τοῦτο οὐδέν ἐστιν, ἂν μή τι καρπωσώμεθα· ἂν μή τι συνάγωμεν, βέλτιον οἴκοι μένειν. Καὶ γὰρ οἱ πρόγονοι τὰς ἐκκλησίας ἡμῖν ᾠκοδόμησαν, οὐχ ἵνα ἐκ τῶν ἰδίων οἴκων συναγαγόντες ἡμᾶς ἀλλήλοις δεικνύωσι· τοῦτο γὰρ καὶ ἐν ἀγορᾷ καὶ ἐν βαλανείοις καὶ ἐν πομπῇ γένοιτο ἄν· ἀλλ' ἵνα μαθητὰς ὁμοῦ καὶ διδασκάλους συναγαγόντες, βελτίους τούτους δι' ἐκείνων ἐργάσωνται. Νόμος ἁπλῶς καὶ ἀφοσίωσις γέγονε τὰ ἡμέτερα· συνήθεια τὸ πρᾶγμα λοιπόν ἐστιν. Ἦλθε τὸ Πάσχα, πολὺς ὁ θόρυβος, πολλὴ ἡ ταραχή· οὐ γὰρ ἂν εἴποιμι πολλοὶ οἱ ἄνθρωποι· τοῦτο γὰρ οὐκ ἀνθρώπων. Ἀπῆλθεν ἡ ἑορτὴ, ὁ μὲν θόρυβος ὑποτέμνεται, ἡσυχία δὲ πάλιν ἄκαρπος. Παννυχίδες πόσαι καὶ ὑμνῳδίαι ἱεραί; Καὶ τί τὸ πλέον; Χεῖρον μὲν οὖν· πολλοὶ καὶ διὰ κενοδοξίαν τοῦτο ἐργάζονται. Πῶς οἴεσθε κόπτομαι τὰ σπλάγχνα, καθάπερ εἰς πίθον τετρημένον πάντα προχωροῦντα ὁρῶν; Ἀλλὰ πάντως ἐρεῖτέ μοι, ὅτε τὰς Γραφὰς ἴσμεν. Καὶ τί τοῦτο; Ἂν διὰ τῶν ἔργων αὐτὰς ἐπιδεικνύητε, τοῦτό ἐστι τὸ κέρδος, αὕτη ἡ ὠφέλεια. Βαφεῖον ἡ ἐκκλησία ἐστίν· ἂν διαπαντὸς ἀπίητε μηδεμίαν δεχόμενοι βαφὴν, τί τὸ ὄφελος τοῦ συνεχῶς ἐνταῦθα ἰέναι; Μείζων μὲν γὰρ ἡ βλάβη. Τίς τοῖς νόμοις προσέθηκεν, οἷς ἀπὸ τῶν πατέρων ἐδέξατο; Οἷόν τι λέγω· ἔθος ὁ δεῖνα ἔχει ποιεῖν τὴν ἀνάμνησιν τῆς μητρὸς, ἢ τῆς γυναικὸς, ἢ τοῦ παιδίου· τοῦτο ποιεῖ κἄν τε ἀκούῃ, κἄν τε μὴ ἀκούῃ παρ' ἡμῶν, ὑπὸ τῆς συνηθείας καὶ τοῦ συνειδότος ἑλκόμενος. ∆ιὰ τοῦτο οὖν ἀγανακτεῖς, φησί; Μὴ γένοιτο, ἀλλὰ καὶ πάνυ χαίρω· ἐβουλόμην δὲ αὐτόν τι καὶ ἀπὸ τῆς ἡμετέρας καρπώσασθαι διαλέξεως, καὶ ὅπερ ἡ συνήθεια ἐποίησε, τοῦτο καὶ ἀφ' ἡμῶν γενέσθαι, καὶ ἑτέραν ἐπεισαχθῆναι συνήθειαν· ἐπεὶ τί κόπτομαι εἰκῆ καὶ ληρῶ, εἰ μέλλοιτε ἐπὶ τῶν αὐτῶν μένειν, εἰ μηδὲν αἱ συνάξεις εἰς ὑμᾶς ἐργάζονται ἀγαθόν;
δʹ. Ναὶ, φησὶν, εὐχόμεθα. Καὶ τί τοῦτο, ἂν ᾖ χωρὶς ἔργων; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Πολλάκις ἔγνων ἐγὼ σιγῆσαι, μηδεμίαν ἀπὸ τῶν ἡμετέρων λόγων προσθήκην ὑμῖν ἐγγινομένην ὁρῶν· ἢ τάχα γίνεται μὲν, ἐγὼ δὲ ὑπὸ ἀπληστίας καὶ πολλῆς ἐπιθυμίας ταὐτὸν πάσχω τοῖς περὶ τὰ χρήματα μαινομένοις. Καθάπερ γὰρ ἐκεῖνοι, ὅσα ἂν περιβάλωνται, οὐδὲν ἡγοῦνται ἔχειν· οὕτω καὶ αὐτὸς, ἐπειδὴ σφόδρα τῆς ὑμετέρας ἐφίεμαι σωτηρίας, ἕως ἂν ἴδω προκεκοφότας ὑμᾶς, οὐδὲν ἡγοῦμαι εἰργάσθαι, διὰ τὸ σφόδρα ἐπιθυμεῖν πρὸς αὐτὴν τὴν κορυφὴν ὑμᾶς ἐλθεῖν. Βουλοίμην ἂν τοῦτο εἶναι, καὶ τοῦ ἐμοῦ πάθους εἶναι τοῦτο, ἀλλὰ μὴ τῆς ὑμετέρας ῥᾳθυμίας· δέδοικα δὲ μήποτε καλῶς στοχάζωμαι. Πεπεῖσθαι γὰρ ὀφείλετε, ὅτι εἴ τις ἐγένετο ὠφέλεια ἐν τοσούτῳ χρόνῳ, παύσασθαι λοιπὸν ἡμᾶς λέγοντας ἔδει. Οὕτως οὐκ ἔδει ῥημάτων ὑμῖν, τῶν ἤδη λεχθέντων οὕτως ἱκανῶς εἰρημένων, ὡς καὶ ἄλλους δύνασθαι ῥυθμίζειν, εἴ γε ἀπόντων ὠφέλειά τις ὑμῖν προσεγίνετο. Τὸ δὲ ἀνάγκην ἡμᾶς ἔχειν συνεχοῦς διαλέξεως, οὐδενὸς 60.219 ἄλλου τεκμήριόν ἐστιν, ἢ τοῦ τὰ ὑμέτερα μὴ σφόδρα διακεῖσθαι ἀκριβῶς. Τί οὖν ἂν γένοιτο; οὐ γὰρ ἐγκαλεῖν δεῖ μόνον. Παρακαλῶ καὶ δέομαι μὴ τοῦτο μόνον ὁρᾷν, ὅπως εἰς ἐκκλησίαν ἐμβάλλητε, ἀλλ' ὅπως τι καὶ λαβόντες οἴκαδε ἀναχωρῆτε τῶν οἰκείων φάρμακον παθῶν, κἂν μὴ παρ' ἡμῶν, ἀλλὰ παρὰ τῶν Γραφῶν ἔχητε τὰ κατάλληλα φάρμακα. Οἷον, ἔστι τις θυμικός; Προσεχέτω ταῖς τῶν Γραφῶν ἀναγνώσεσι, καὶ πάντως εὑρήσει ἢ ἐν ἱστορίᾳ ἢ παραινέσει· ἐν παραινέσει μὲν, ὅταν λέγηται, Ἡ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ· καὶ, Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων, καὶ ὅσα τοιαῦτα· καὶ πάλιν, Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται· καὶ ὁ Χριστὸς πάλιν, Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ· καὶ πάλιν ὁ προφήτης, Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· καὶ, Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης. Ἐν δὲ ἱστορίαις, οἷον ὅταν ἀκούῃς τὸν Φαραὼ πολλῆς ἐμπεπλησμένον ὀργῆς, καὶ τὸν Ἀσσύριον, καὶ διὰ τοῦτο ἀπολλυμένους. Πάλιν ἔστι τις ἡττώμενος χρημάτων; ἀκουέτω, ὅτι Φιλαργύρου οὐδὲν ἀνομώτερον· οὗτος γὰρ καὶ τὴν ψυχὴν αὐτοῦ ἔκπρακτον ποιεῖ· καὶ τοῦ Χριστοῦ λέγοντος, Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ· καὶ τοῦ Ἀποστόλου, Ὅτι ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία· καὶ τοῦ προφήτου, Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν, καὶ πολλὰ ἕτερα τοιαῦτα. Καὶ ἀπὸ ἱστοριῶν τὸν Γιεζῆ, τὸν Ἰούδαν, τοὺς ἄρχοντας τῶν Γραμματέων, καὶ ὅτι ∆ῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν. Ἄλλος ἐστὶν ὑπερήφανος; Ἀκουέτω, ὅτι Ὑπερηφάνοις ἀντιτάσσεται ὁ Θεός· καὶ, Ἀρχὴ ὑπερηφανίας ἁμαρτία· καὶ, Πᾶς ὑψηλοκάρδιος ἀκάθαρτος παρὰ Κυρίῳ. Καὶ ἐν ἱστορίαις τὸν διάβολον, καὶ τοὺς ἄλλους ἅπαντας. Καὶ ὅλως (οὐ γὰρ ἔνι πάντα καταλέγειν) ἕκαστος τῶν οἰκείων τραυμάτων τὰ φάρμακα ἀπὸ τῶν θείων Γραφῶν ἐκλεγέτω· κἂν μὴ τὸ ὅλον, μέρος γοῦν τήμερον, καὶ μέρος αὔριον, εἶτα τὸ ὅλον ἀπονίψασθε. Καὶ περὶ μετανοίας δὲ, καὶ περὶ ἐξομολογήσεως, καὶ περὶ ἐλεημοσύνης, καὶ περὶ ἐπιεικείας, καὶ περὶ σωφροσύνης, καὶ περὶ πάντων εὑρήσει πολλὰ παραδείγματα. Ταῦτα γὰρ πάντα ἐγράφη πρὸς νουθεσίαν ἡμῶν, φησίν. Εἰ τοίνυν πρὸς νουθεσίαν ἡμῶν περὶ πάντων διαλέγεται, προσέχωμεν ὡς δεῖ προσέχειν. Τί μάτην ἑαυτοὺς ἀπατῶμεν; Φοβοῦμαι, μὴ καὶ περὶ ἡμῶν εἴπῃ τις, ὅτι Ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν, καὶ τὰ ἔτη ἡμῶν μετὰ σπουδῆς. Τίς ἀκούων ἡμῶν ἀπέστη θεάτρων; τίς ἀπέστη πλεονεξίας; τίς προθυμότερος γέγονε περὶ ἐλεημοσύνην; Ἐβουλόμην μαθεῖν, οὐχὶ κενοδοξίας ἕνεκεν, ἀλλ' ὥστε γενέσθαι προθυμότερος, λαμπρὸν ὄντα τὸν καρπὸν τῶν πόνων ὁρῶν. Νῦν δὲ πῶς ἅψομαι τῆς ἐργασίας, τοσούτους μὲν ὑετοὺς ὁρῶν καταφερομένους τῆς διδασκαλίας, τὰ δὲ λήϊα ἡμῖν ἐπὶ τοῦ αὐτοῦ μέτρου μένοντα, καὶ οὐδὲν ὑψηλότερον τὰ γεννήματα γενόμενα; Λοιπὸν ὁ τῆς ἅλω καιρὸς ἐφέστηκεν, ὁ τὸ πτύον ἔχων. ∆έδοικα, μὴ τὸ πᾶν χόρτος ᾖ· δέδοικα, μὴ πρὸς τὴν κάμινον ἀπενεχθῶμεν ἅπαντες. Παρῆλθε θέρος, ἦλθε χειμών· καθήμεθα καὶ νέοι καὶ γέροντες τοῖς οἰκείοις ἁλισκόμενοι πάθεσι. Μή μοι εἴπῃς, ὅτι Οὐ πορνεύω. Τί γὰρ ὄφελος, ἂν μὴ πορνεύῃς μὲν, φιλοχρήματος δὲ ᾖς; Ὁ στρουθὸς κἂν μὴ ἐκ παντὸς μέρους, ἀλλ' ἀπὸ τοῦ ποδὸς κατέχηται μόνον, καὶ οὕτως ἀπόλωλε, καὶ ἐν τῇ παγίδι ἕστηκε, καὶ τῶν πτερῶν ὄφελος οὐδὲν, τοῦ ποδὸς κατεχομένου. Οὕτω καὶ σὺ, οὐχ ἑάλως διὰ πορνείας, ἀλλ' 60.220 ἑάλως διὰ φιλαργυρίας· ἑάλως μέντοι· τὸ δὲ ζητούμενον, οὐ πῶς ἑάλως, ἀλλ' ὅτι ἑάλως. Μὴ λεγέτω ὁ νέος, ὅτι Οὐκ εἰμὶ φιλοχρήματος· ἀλλ' ἴσως πορνεύεις. Καὶ τί τὸ ὄφελος πάλιν; οὐδὲ γὰρ δυνατὸν πάντα τὰ πάθη κατὰ μίαν ἡμῖν ἡλικίαν ἐπιστῆναι, ἀλλὰ διώρισται, καὶ τοῦτο διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ὥστε μὴ ἀθρόως ἐπιτεθέντα ἀχείρωτα γενέσθαι, καὶ χαλεπωτέραν ἡμῖν τὴν πρὸς αὐτὰ πάλην καταστῆναι. Πόσης οὐκ ἂν εἴη νωθείας, μηδὲ διῃρημένων δύνασθαι κρατεῖν τῶν παθῶν, ἀλλὰ καθ' ἕκαστον ἡττᾶσθαι καιρὸν, καὶ μέγα φρονεῖν ἐπὶ τούτοις τοῖς οὐκ ἐκ τῆς ἡμετέρας σπουδῆς, ἀλλ' ἐξ αὐτῆς τῆς ἡλικίας κοιμιζομένοις; Οὐχ ὁρᾶτε τοὺς ἡνιόχους, πόσῃ ἀκριβείᾳ καὶ γυμνασίᾳ καὶ πόνοις κέχρηνται, καὶ σιτίοις, καὶ τοῖς ἄλλοις ἅπασιν, ὥστε μὴ καταβληθέντας ἀπὸ τῶν ἁρμάτων σύρεσθαι; Ὅρα ὅσον ἐστὶ τέχνη. Ἀνὴρ μὲν γὰρ ἀνδρεῖος οὐκ ἂν ἑνὸς ἵππου πολλάκις περιγένοιτο· μειρακίσκος δὲ τῇ τέχνῃ πολλάκις τοὺς δύο ἀναδεξάμενος, ἄγει εὐκόλως καὶ φέρει. Καὶ ἐν Ἰνδοῖς δὲ τὸ μέγα θηρίον καὶ φοβερὸν τῶν ἐλεφάντων λέγεται καὶ δεκαπενταέτει παιδὶ γεγονότι μετὰ πολλῆς εἴκειν τῆς προθυμίας. Τί δὴ ταῦτά μοι εἴρηται; Ὅτι εἰ ἐλέφαντας καὶ ἵππους ἀγρίους ἄγχομεν σπουδάζοντες, πολλῷ μᾶλλον τὰ πάθη τὰ ἐν ἡμῖν. Πόθεν ἐκλυόμεθα διαπαντὸς τοῦ βίου; Οὐδέποτε τὴν τέχνην ἐμελετήσαμεν ταύτην· οὐδέποτε ἐν καιρῷ σχολῆς οὐκ ὄντος τοῦ ἀγῶνος διελέχθημεν πρὸς ἑαυτούς τι τῶν χρησίμων. Τότε ἡμᾶς ἐπὶ τοῦ ἅρματος ἑστῶτας ἴδοι τις ἂν, ὅτε ὁ ἀγὼν παραγένηται. ∆ιά τοι τοῦτο καταγέλαστοί ἐσμεν. Οὐκ εἶπον πολλάκις, γυμναζώμεθα πρὸς τοὺς οἰκείους πρὸ τοῦ πειρασμοῦ; Πρὸς τοὺς παῖδας ἐπὶ τῆς οἰκίας πολλάκις παροξυνόμεθα· κατέχωμεν ἐκεῖ τὸν θυμὸν, ἵνα εὐκόλως αὐτῷ ἐπὶ τῶν φίλων κεχρημένοι φαινώμεθα. Καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων εἰ ἐγυμναζόμεθα, οὐκ ἂν ἐν τοῖς ἀγῶσιν ἦμεν καταγέλαστοι. Νῦν δὲ ὅπλα μὲν τῶν ἄλλων καὶ γυμνάσια καὶ μελέται εἰσὶ, καὶ τεχνῶν καὶ παλαισμάτων· ἀρετῆς δὲ οὐδαμοῦ. Οὐκ ἂν τολμήσειεν ὁ γεωργὸς ἀμπέλου ἅψασθαι, μὴ πρότερον καλῶς γυμνασθεὶς τὰ γεωργικά· οὐδὲ ὁ κυβερνήτης ἐπὶ τῶν οἰάκων καθίσαι, μὴ πρότερον ἐγγυμνασάμενος καλῶς· ἡμεῖς δὲ ἀμελέτητοι πάντῃ τυγχάνοντες, τὰ πρωτεῖα ἔχειν βουλόμεθα. Ἐχρῆν σιγᾷν, ἐχρῆν μηδενὶ κοινωνεῖν πραγμάτων μηδὲ ῥημάτων, ἕως ἂν ἠδυνήθημεν τὸ θηρίον ἡμερῶσαι τὸ ἐν ἡμῖν. Ἢ οὐχὶ θηρίου παντὸς χαλεπώτερον ἐπιστρατεύεται ἡμῖν καὶ θυμὸς καὶ ἐπιθυμία; Μὴ ἐμβάλῃς εἰς ἀγορὰν μετὰ τούτων τῶν θηρίων, ἕως ἂν αὐτοῖς περιθῇς καλῶς τὸν χαλινὸν, ἕως ἂν αὐτὰ τιθασσεύσῃς, καὶ χειροήθη κατασκευάσῃς. Οὐχ ὁρᾷς τούτους τοὺς περιάγοντας τοὺς ἡμέρους λέοντας ἐπὶ τῆς ἀγορᾶς, πῶς καὶ κερδαίνουσι καὶ θαυμάζονται, ὅτι ἐν τῷ ἀλόγῳ θηρίῳ τοιαύτην ἡμερότητα κατώρθωσαν; ἂν δὲ ἐξαίφνης ἀγριωθῇ ἐκεῖνος, πάντας σοβεῖ τοὺς ἐπὶ τῆς ἀγορᾶς, καὶ ἐκινδύνευσε λοιπὸν ὁ περιάγων αὐτὸν ἄνθρωπος, καὶ τῆς τῶν ἄλλων ἀπωλείας γέγονεν αἴτιος. Καὶ σὺ τοίνυν τὸν λέοντα πρότερον ἡμέρωσον, καὶ τότε περίαγε, οὐχ ὥστε ἀργύριον λαβεῖν, ἀλλ' ὥστε κερδάναι κέρδος, οὗ μηδέν ἐστιν ἴσον. Οὐδὲν γὰρ ἴσον ἐπιεικείας, ἣ καὶ τοῖς κεκτημένοις, καὶ τοῖς χρωμένοις σφόδρα ἐστὶ χρησίμη. Ταύτην οὖν διώκωμεν, ἵνα δυνηθῶμεν τῆς ἀρετῆς τὴν ὁδὸν μετὰ ἀκριβείας διανύσαντες, τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Λʹ
Ἐξιόντων δὲ αὐτῶν, παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα.
αʹ. Εἶδες τοῦ Παύλου τὴν σύνεσιν; Οὐχὶ τότε ἐθαυμάσθη μόνον, ἀλλὰ καὶ ἐπιθυμίαν αὐτοῖς δευτέρας ἐνέβαλεν ἀκροάσεως, εἰπών τινα σπέρματα, καὶ μὴ ἐπιλύσας μηδὲ ἐπεξελθὼν τῷ λόγῳ, ὥστε αὐτοὺς ἀπαρτίσαι, καὶ οἰκειῶσαι ἑαυτῷ, καὶ μὴ χαυνοτέρους ἐργάσασθαι τῷ πάντα ἀθρόον εἰς τὰς ἐκείνων ῥῖψαι ψυχάς. Εἶπεν, ὅτι Ἄφεσις ἁμαρτιῶν διὰ τούτου ὑμῖν καταγγέλλεται· τὸ δὲ πῶς, οὐκ ἐδήλωσε. Μετὰ ταῦτα λοιπὸν αὐτὸς ἑαυτοῦ μνημονεύει πρώτου. Ὁρᾷς τὴν προθυμίαν, ὅση· Ἠκολούθουν αὐτοῖς, φησί. ∆ιὰ τί αὐτοὺς οὐκ ἐβάπτισεν εὐθέως; Οὐκ ἦν καιρός· πεῖσαι ἔδει ὥστε βεβαίως ἐμμένειν. Λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ· οἵτινες προσλαλοῦντες αὐτοῖς, ἔπειθον προσμένειν αὐτοὺς τῇ χάριτι τοῦ Θεοῦ. Τῷ τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους, ἐπλήσθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις, ἀντιλέγοντες καὶ βλασφημοῦντες. Ὅρα τὴν κακίαν πληττομένην ἐν τῷ πλήττειν ἑτέρους. Τοῦτο μᾶλλον αὐτοὺς ἐποίει λαμπροὺς, τὸ ἀντιλέγειν ἐκείνους. Τὸ μὲν οὖν πρῶτον αὐτόματοι παρεκάλεσαν. Ἀντιλέγοντες, φησὶ, καὶ βλασφημοῦντες. Ὢ τῆς ἰταμότητος! ἐφ' οἷς αὐτοὺς ἀποδέχεσθαι ἔδει, οἱ δὲ ἀντιλέγουσι. Παῤῥησιασάμενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον· ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Ὁρᾷς πῶς φιλονεικήσαντες μᾶλλον ἐξέτειναν τὸ κήρυγμα, καὶ μᾶλλον ἔδωκαν ἑαυτοὺς εἰς τὰ ἔθνη, ἀπολογησάμενοι καὶ ἀνευθύνους ἑαυτοὺς ἐγκλημάτων ποιήσαντες παρὰ τοῖς οἰκείοις; Καὶ οὐκ εἶπεν, ἀνάξιοί ἐστε· ἀλλ' Ἐκρίνατε ἑαυτοὺς ἀναξίους, ἀνεπαχθῆ τὸν λόγον ποιῶν. Ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Ἵνα γὰρ μὴ ἀκούοντα τὰ ἔθνη λυπῆται, ὡς ἐκ τῆς ἐκείνων σπουδῆς μὴ τυγχάνοντα τῶν ἀγαθῶν, ἐπάγει τὴν προφητείαν λέγων· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Ἀκούοντα δὲ τὰ ἔθνη. Τοῦτο καὶ αὐτοὺς προθυμοτέρους ἐποίει, ὅτι ὧν ἐκεῖνοι ὤφειλον ἀκούσαντες ἀπολαῦσαι, αὐτοὶ τούτων ἀπολαύουσι, κἀκείνους μᾶλλον ἔδακνεν. Ἀκούοντα δὲ τὰ ἔθνη, φησὶν, ἔχαιρον, καὶ ἐδόξαζον τὸν λόγον τοῦ Κυρίου· καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον· τουτέστιν, ἀφωρισμένοι τῷ Θεῷ. Ὅρα πῶς δείκνυσι τὸ τάχος τῆς ὠφελείας. ∆ιεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι' ὅλης τῆς χώρας· τουτέστι, διεκομίζετο. Ὡσεὶ ἔλεγεν· Οὐκ ἔστησαν μέχρι τοῦ ζήλου, ἀλλὰ καὶ ἔργα προσέθηκαν. Ὅρα πάλιν πῶς διωκόμενοι ἕτερα κατασκευάζουσι μεγάλα διὰ τοῦ ζήλου· κατεσκεύασαν γὰρ τὸ παῤῥησιάσασθαι αὐτοὺς, καὶ εἰς τὰ ἔθνη ἐλθεῖν· καὶ ἄκουε πῶς. Παῤῥησιασάμενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον· Ὑμῖν, φησὶν, ἦν ἀναγκαῖον πρῶ 60.222 τον λαληθῆναι τὸν λόγον· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Ἄρα ἔμελλον λοιπὸν ἐξελθεῖν εἰς τὰ ἔθνη. Ἀλλ' ὅρα καὶ τὴν παῤῥησίαν μέτρῳ γινομένην· καὶ εἰκότως. Εἰ γὰρ Πέτρος ἀπελογεῖτο, πολλῷ μᾶλλον οὗτοι ἀπολογίας ἐδέοντο, οὐδενὸς αὐτοὺς καλέσαντος ἐκεῖ. Εἰπὼν δὲ, Πρῶτον, ἔδειξεν ὅτι κἀκείνοις ἔδει· καὶ εἰπὼν, Ἀναγκαῖον, ἔδειξεν ὅτι κἀκείνοις ἀναγκαῖον. Ἐπειδὴ δὲ ἀποστρέφεσθε· οὐκ εἶπεν, Οὐαὶ ὑμῖν, καὶ ὅτι Κολάζεσθε· ἀλλ' ὅτι Στρεφόμεθα εἰς τὰ ἔθνη. Εἶδες πῶς πολλῆς ἐπιεικείας ἡ παῤῥησία γέμει; Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας, καὶ τὰς εὐσχήμονας, καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρνάβαν, καὶ ἐκβάλλουσιν αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. Ὁρᾷς ὅσον ἤνυσαν οἱ ἐναντιούμενοι τῷ κηρύγματι; εἰς ὅσην ἀσχημοσύνην αὐτὰς ἤγαγον; Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν αὐτῶν ἐπ' αὐτοὺς, ἦλθον εἰς Ἰκόνιον. Ἐνταῦθα τὸ φοβερὸν ἐποίουν λοιπὸν, ὃ προσέταξεν ὁ Χριστὸς, λέγων· Καὶ ἐὰν μή τις ὑμᾶς δέξηται, ἐξερχόμενοι ἐκτινάξατε τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν. Αὐτοὶ δὲ οὐδὲ ἁπλῶς τοῦτο ἐποίησαν, ἀλλ' ἐπειδὴ ἀπηλάθησαν παρ' αὐτῶν. Πλὴν οὐδὲ τοῦτο τοὺς μαθητὰς ἔβλαψεν, ἀλλὰ μᾶλλον ἐπέμενον τῷ λόγῳ. ∆ιὸ καὶ τοῦτο δηλῶν ἐπάγει· Οἱ δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος ἁγίου. Πάθος γὰρ διδασκάλου παῤῥησίαν οὐκ ἐγκόπτει, ἀλλὰ προθυμότερον ποιεῖ τὸν μαθητήν. Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως, ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πλῆθος πολύ. Πάλιν εἰς τὰς συναγωγὰς εἰσέρχονται. Ὅρα πῶς οὐκ ἐγένοντο δειλότεροι, εἰπόντες ὅτι Στρεφόμεθα εἰς τὰ ἔθνη. Ἐκ πολλῆς τῆς περιουσίας ὅμως ἀναιροῦσιν αὐτῶν τὴν ἀπολογίαν. Ὥστε πιστεῦσαι, φησὶν, Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος Εἰκὸς γὰρ αὐτοὺς ὡς καὶ πρὸς Ἕλληνας διαλέγεσθαι. Οἱ δὲ ἀπειθοῦντες Ἰουδαῖοι, ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. Κατὰ τὸ αὐτὸ λοιπὸν καὶ τὰ ἔθνη ἐπήγειραν, ὡς οὐκ ἀρκοῦντες αὐτοί. Τί οὖν ἐκεῖθεν οὐκ ἐξῆλθον; Οὐ γὰρ ἐδιώκοντο, ἀλλ' ἐπολεμοῦντο μόνον. Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παῤῥησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ, τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. Τοῦτο ἐποίει τὴν παῤῥησίαν· μᾶλλον δὲ τὴν μὲν παῤῥησίαν ἐποίει ἡ αὐτῶν προθυμία. ∆ιὰ γὰρ τοῦτο μέχρι πολλοῦ οὐδαμῶς σημεῖα οὐ ποιοῦσι· τὸ δὲ πιστεῦσαι τοὺς ἀκούοντας, τῶν σημείων ἦν. Συνετέλει γοῦν τι καὶ ἡ παῤῥησία. Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις. Οὐ μικρὸν εἰς κατηγορίαν καὶ αὐτὸ τὸ σχισθῆναι. Τοῦτο ἦν ὃ ἔλεγεν ὁ Χριστός· Οὐ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν, καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτοὺς, συνιδόντες κατέφυγον εἰς τὰς κύκλῳ πόλεις τῆς Λυκαονίας, 60.223 Λύστραν καὶ ∆έρβην, καὶ τὴν περίχωρον, κἀκεῖ ἦσαν εὐαγγελιζόμενοι.
βʹ. Πάλιν ὥσπερ ἐπίτηδες ἐκτεῖναι βουλόμενοι τὸ κήρυγμα, μετὰ τὸ αὐξηθῆναι, πάλιν αὐτοὺς ἐξάγουσιν. Ὅρα πανταχοῦ τοὺς διωγμοὺς μεγάλα ἐργαζομένους ἀγαθὰ, καὶ τοὺς μὲν διώκοντας ἡττωμένους, τοὺς δὲ διωκομένους λαμπροὺς ἀποφαίνοντας. Ἐλθὼν γὰρ ἐν Λύστροις, ποιεῖται θαῦμα μέγα, τὸν χωλὸν ἀναστήσας, καὶ μεγάλῃ τῇ φωνῇ· καὶ πῶς, ἄκουε. Καί τις, φησὶν, ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ὃς οὐδέποτε περιπεπατήκει. Οὗτος ἤκουσε τοῦ Παύλου λαλοῦντος. Ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι, εἶπε μεγάλῃ τῇ φωνῇ· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. Καὶ ἥλατο καὶ περιεπάτει. ∆ιὰ τί μεγάλῃ τῇ φωνῇ; Ὥστε τοὺς ὄχλους πιστεῦσαι. Ὅρα δὲ, προσεῖχεν ἀκριβῶς τοῖς λεγομένοις ὑπὸ τοῦ Παύλου· τοῦτο γάρ ἐστι τὸ Ἤκουσεν. Εἶδες φιλοσοφίαν; Οὐδὲν ὑπὸ τῆς χωλείας πρὸς τὴν σπουδὴν τῆς ἀκροάσεως παρεβλάβη. Ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι. Ἤδη ᾠκείωτο τὴν προαίρεσιν· καίτοι ἐπὶ τῶν ἄλλων τοὐναντίον ἐγίνετο. Πρότερον γὰρ ἰώμενοι τὰ σώματα, τότε τὰς ψυχὰς ἐθεραπεύοντο· οὗτος δὲ οὐχ οὕτως. Ἐμοὶ δοκεῖ εἰς τὴν ψυχὴν ἰδεῖν τὴν αὐτοῦ τὸν Παῦλον. Καὶ ἥλατο, φησὶ, καὶ περιεπάτει. Τεκμήριον τῆς ὑγείας τῆς ἀκριβοῦς τὸ ἅλλεσθαι. Οἱ δὲ ὄχλοι, ἰδόντες ὃ ἐποίησε Παῦλος, ἐπῆραν αὐτῶν τὴν φωνὴν, λυκαονιστὶ λέγοντες· Οἱ θεοὶ, ὁμοιωθέντες ἀνθρώποις, κατέβησαν πρὸς ἡμᾶς. Ἐκάλουν δὲ τὸν μὲν Βαρνάβαν ∆ία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. Ὅ τε ἱερεὺς τοῦ ∆ιὸς, τοῦ ὄντος πρὸ τῆς πόλεως αὐτῶν, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελε θύειν. Ἀλλ' οὐκ ἦν τοῦτο οὐδέπω δῆλον· τῇ γὰρ οἰκείᾳ φωνῇ ἐφθέγγοντο, λέγοντες, ὅτι Οἱ θεοὶ, ὁμοιωθέντες ἀνθρώποις, κατέβησαν πρὸς ἡμᾶς· διὰ τοῦτο οὐδὲν αὐτοῖς ἔλεγον. Ἐπειδὴ δὲ εἶδον τὰ στέμματα, τότε ἐξελθόντες, διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν. Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαῤῥήξαντες ἱμάτια αὐτῶν εἰσεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες· Ἄνδρες, τί τοῦτο ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι. Ὅρα αὐτοὺς πανταχοῦ δόξης καθαροὺς, οὐ μόνον οὐκ ἐφιεμένους, ἀλλὰ καὶ διδομένην διακρουομένους· ὥσπερ καὶ Πέτρος ἔλεγε· Τί ἡμῖν ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Καὶ οὗτοι τὸ αὐτό φασι. Καὶ Ἰωσὴφ δὲ ἔλεγεν ἐπὶ τῶν ἐνυπνίων· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν; καὶ ὁ ∆ανιὴλ ὁμοίως· Καὶ ἐμοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ ἀπεκαλύφθη. Καὶ Παῦλος πανταχοῦ τοῦτό φησι, ὡς ὅταν λέγῃ· Καὶ πρὸς ταῦτα τίς ἱκανός; Καὶ πάλιν, Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ' ἑαυτῶν λογίσασθαι, ὡς ἐξ ἑαυτῶν, ἀλλ' ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Οὐχ ἁπλῶς αὐτοῖς προσετέθησαν οἱ ὄχλοι· ἀλλὰ πῶς; Ἠξίουν λαληθῆναι αὐτοῖς τὰ αὐτὰ πάλιν, καὶ διὰ τῶν ἔργων ἐπεδείξαντο τὴν σπουδήν. Ὅρα πανταχοῦ παρακαλοῦντας, οὐκ ἀποδεχομένους ἁπλῶς, οὐδὲ κολακεύοντας. ∆ιὰ τοῦτο ἔλεγεν· Οἵτινες προσλαλοῦντες αὐτοῖς, ἔπειθον προσμένειν τῇ χάριτι τοῦ Θεοῦ. ∆ιὰ τί πρὸ τούτου μὴ ἀντέλεγον; Ὅτι τέως οἱ ἀναπείθοντες ἡσύχαζον. Ὁρᾷς ὅτι πανταχοῦ πάθει ἐκινοῦντο; Καὶ οὐκ ἀντέλεγον μόνον, ἀλλὰ καὶ ἐβλασφήμουν· καὶ 60.224 γὰρ ἡ κακία οὐδαμοῦ ἵσταται. Ἀλλ' ὅρα παῤῥησίαν. Ὑμῖν ἦν, φησὶν, ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον· ἐπεὶ δὲ ἀπωθεῖσθε αὐτόν. Οὐδὲν ὑβριστικόν. Ὃ δὴ καὶ ἐπὶ τῶν προφητῶν ἐποίουν. Μὴ λαλεῖτε ἡμῖν, φησὶ, λαλιᾷ. Ἐπεὶ δὲ ἀπωθεῖσθε αὐτὸν, φησὶν, οὐχ ἡμᾶς· οὐ γὰρ εἰς ἡμᾶς ἡ ὕβρις ἡ παρ' ὑμῶν. Ἵνα γὰρ μή τις εὐλαβείας εἶναι νομίσῃ τὸ, Οὐκ ἀξίους κρίνετε ἑαυτοὺς, διὰ τοῦτο πρῶτον εἶπεν· Ἀπωθεῖσθε αὐτόν· καὶ τότε, Στρεφόμεθα εἰς τὰ ἔθνη. Πολλῆς ἐπιεικείας γέμει τὸ ῥῆμα. Οὐκ εἶπεν, Ἐγκαταλιμπάνομεν ὑμᾶς, δεικνὺς, ὅτι δυνατὸν καὶ ἐνταῦθα πάλιν στραφῆναι· καὶ τοῦτο οὐκ ἀπὸ τῆς ὑμετέρας ὕβρεως γέγονεν· οὕτω γὰρ ἐντέταλται ἡμῖν. Ἔδει μὲν οὖν ἀκοῦσαι τὰ ἔθνη· πλὴν τοῦτο οὐ παρ' ἡμῶν, παρ' ὑμῶν δὲ γέγονε τὸ πρὸ ὑμῶν ὀφεῖλον. Οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν· τουτέστιν, εἰς γνῶσιν τὴν ἐπὶ σωτηρίᾳ· καὶ οὐχ ἁπλῶς ἐθνῶν, ἀλλὰ πάντων. Τοῦτο γὰρ δηλοῖ τῷ εἰπεῖν, Ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον. Καὶ τοῦτο τεκμήριον τοῦ κατὰ Θεοῦ γνώμην αὐτοὺς προσλαβέσθαι. Τεταγμένοι δὲ, εἶπεν, ἵνα δείξῃ, ὡς οὐ κατ' ἀνάγκην. Οὓς γὰρ προέγνω, φησὶ, καὶ προώρισεν. Οὐκ ἔτι ἐν τῇ πόλει διεσπάρησαν, ἀλλὰ καὶ ἐν τῇ χώρᾳ. Ἀκούσαντες γὰρ οἱ ἐξ ἐθνῶν, καὶ αὐτοὶ μετ' ὀλίγον προσῄεσαν. Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας, καὶ ἐπήγειραν διωγμόν. Ὅρα, καὶ τῶν παρὰ τῶν γυναικῶν γινομένων αὐτοὶ λοιπὸν αἴτιοι καθίστανται. Καὶ ἐξέβαλον αὐτοὺς, φησὶν, ἀπὸ τῶν ὁρίων αὐτῶν· οὐχὶ τῆς πόλεως μόνης, ἀλλὰ τῆς χώρας ἁπάσης. Εἶτα τὸ φοβερώτερον· Οἱ δὲ μαθηταὶ, φησὶν, ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος ἁγίου. Ἐδιώκοντο οἱ διδάσκαλοι, καὶ αὐτοὶ ἔχαιρον. Εἶδες φύσιν Εὐαγγελίου δύναμιν ἔχοντος πολλήν; Ἐκάκωσαν, φησὶ, τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. Τουτέστι, διέβαλον τοὺς ἀποστόλους, μυρία αὐτῶν κατηγόρησαν, ἀπλάστους ὄντας κακούργως διέθηκαν.
γʹ. Καὶ ὅρα, πῶς πανταχοῦ τῷ Θεῷ ἀνατίθησι τὸ πᾶν. Ἱκανὸν χρόνον, φησὶ, διέτριψαν, παῤῥησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ, τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ. Μὴ τοῦτο ἐλαττώσεως εἶναι νομίσῃς. Ὅτε γὰρ ἔλεγον, Τοῦ μαρτυρήσαντος, φησὶν, ἐπὶ Ποντίου Πιλάτου, τότε ἡ παῤῥησία ἐδείκνυτο· ἐνταῦθα δὲ περὶ τοῦ λαοῦ φησιν. Οὐ περιέμειναν τοίνυν, ἀλλ' εἶδον τὴν ὁρμήν. Καὶ κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν καὶ ∆έρβην, καὶ τὴν περίχωρον. Ἔνθα οὐδαμοῦ τὸν θυμὸν αὐτῶν ἐκκαίειν ἦν· ὥστε καὶ ἐν ταῖς χώραις ἀπῄεσαν, οὐκ ἐν πόλεσι μόνον. Ὅρα καὶ τῶν ἐθνῶν τὴν ἀφέλειαν, καὶ τῶν Ἰουδαίων τὴν κακουργίαν. ∆ι' ἔργων ἐπεδείκνυντο, ὅτι ἄξιοι ἦσαν ἀκούειν· οὕτως ἐτίμων αὐτοὺς ἀπὸ σημείων μόνον. Οἱ μὲν ὡς θεοὺς ἐτίμων, οἱ δὲ ὡς λυμεῶνας ἐδίωκον· καὶ οἱ μὲν οὐ μόνον οὐ προσέκοπτον τῷ κηρύγματι, ἀλλὰ καὶ ἔλεγον· Οἱ θεοὶ, ἀνθρώποις ὁμοιωθέντες, κατέβησαν πρὸς ἡμᾶς. Ἰουδαῖοι δὲ ἐσκανδαλίζοντο. Ἐκάλουν τε, φησὶ, τὸν μὲν Βαρνάβαν ∆ία, τὸν δὲ Παῦλον Ἑρμῆν. Ἐμοὶ δοκεῖ καὶ ἀπὸ τῆς ὄψεως ἀξιοπρεπὴς εἶναι ὁ Βαρνάβας. Οὐ μικρὸς καὶ οὗτος πειρασμὸς ἐξ ἀμετρίας ἐφύη πολλῆς· ἀλλὰ καὶ ἐντεῦθεν τῶν ἀποστόλων ἡ ἀρετὴ δείκνυται. Καὶ ὅρα πῶς πανταχοῦ πάντα ἀνατιθέασι τῷ Θεῷ. Τούτους καὶ ἡμεῖς ζηλώσωμεν· μηδὲν ἡμέτερον εἶναι νομίζωμεν, ὅπου γε καὶ αὐτὴ ἡ πίστις οὐχ ἡμέτερον. 60.225 Ὅτι δὲ οὐχ ἡμέτερον, ἀλλὰ τὸ πλέον τοῦ Θεοῦ, ἄκουε Παύλου λέγοντος· Καὶ τοῦτο οὐκ ἐξ ἡμῶν, Θεοῦ τὸ δῶρον. Μὴ τοίνυν μέγα φρονῶμεν, μηδὲ φυσιώμεθα, ἄνθρωποι, γῆ καὶ σποδὸς ὄντες, καπνὸς καὶ σκιά. Εἰπὲ γάρ μοι, διὰ τί μέγα φρονεῖς; Ἐλεημοσύνην ἔδωκας καὶ τὰ χρήματα ἐκένωσας; Καὶ τί τοῦτο; Ἐννόησον, εἰ μὴ ἠθέλησέ σε ποιῆσαι ὁ Θεὸς πλούσιον· ἐννόησον τοὺς πενομένους, μᾶλλον δὲ ἐννόησον ὅσοι καὶ τὰ σώματα ἐπέδωκαν, καὶ μετὰ τὸ ἐπιδοῦναι μυρία, ἑαυτοὺς ἐταλάνισαν. Σὺ διὰ σαυτὸν ἔδωκας, ὁ Χριστὸς διὰ σέ· σὺ ἀπέδωκας τὸ ὀφειλόμενον, ὁ Χριστὸς οὐκ ὤφειλέ σοι. Ὅρα τοῦ μέλλοντος τὸ ἄδηλον, καὶ μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ· μὴ ἐλαττώσῃς τὴν ἀρετὴν τῇ ἀλαζονείᾳ. Βούλει ὄντως μέγα τι ἐργάσασθαι; Μηδέποτε ὑποπτεύσῃς ὡς περὶ μεγάλων τῶν κατορθωμάτων. Ἀλλὰ παρθένος εἶ; Ἀλλὰ κἀκεῖναι παρθένοι ἦσαν, ἀλλ' οὐδὲν ἀπώναντο τῆς παρθενίας διὰ τὴν ὠμότητα καὶ τὴν ἀπανθρωπίαν. Οὐδὲν ταπεινοφροσύνης ἴσον· αὕτη μήτηρ καὶ ῥίζα καὶ τροφὸς καὶ ὑπόθεσις καὶ σύνδεσμος τῶν ἀγαθῶν· ταύτης ἄνευ βδελυκτοὶ καὶ μιαροὶ καὶ ἀκάθαρτοί ἐσμεν. Ἔστω γάρ τις, εἰ βούλει, νεκροὺς ἀνιστῶν, καὶ χωλοὺς ἰώμενος, καὶ λεπροὺς καθαίρων μετὰ ἀπονοίας· οὐδὲν τούτου μιαρώτερον, οὐδὲν ἀσεβέστερον, οὐδὲν ἀναγέστερον. Μηδὲν εἶναι νομίσῃς σαυτοῦ. Λόγον ἔχεις καὶ διδασκαλικὴν χάριν; Μὴ διὰ τοῦτο νομίσῃς πλεόν τι τῶν ἄλλων ἔχειν. ∆ιὰ τοῦτο μάλιστα ταπεινοῦσθαι ὀφείλεις, ὅτι πλειόνων ἠξιώθης δωρεῶν. Ὧ γὰρ πλεῖον ἀφέθη, πλεῖον ἀγαπήσει. Οὐκοῦν καὶ ταπεινοῦσθαι χρὴ, ὅτι τοὺς ἄλλους παρελθὼν, εἰς σὲ ἐπένευσεν ὁ Θεός. Φοβοῦ διὰ τοῦτο· πολλάκις γάρ σοι καὶ ἀπωλείας τοῦτο γίνεται αἴτιον, ἂν μὴ νήφῃς. Τί μέγα φρονεῖς; ὅτι διδάσκεις διὰ λόγων; Ἀλλ' εὔκολον τοῦτο τὸ φιλοσοφεῖν ἐν ῥήμασι· δίδαξόν με διὰ τοῦ βίου τοῦ σοῦ· αὕτη ἡ διδασκαλία ἀρίστη. Λέγεις, ὅτι δεῖ μετριάζειν, καὶ μακρὸν ὑπὲρ τούτου λόγον ἀποτείνεις, καὶ ῥητορεύεις ῥέων ἀκωλύτως; Ἀλλὰ σοῦ βελτίων ἐκεῖνος, φησὶν, ὁ δι' ἔργων τοῦτο παιδεύων ἐμέ. Οὐ γὰρ οὕτως εἴωθεν ἐντίθεσθαι τῇ ψυχῇ τὰ μαθήματα ἀπὸ ῥημάτων, ὡς ἀπὸ πραγμάτων· ἐπεὶ ἐὰν μὴ τὸ ἔργον ἔχῃς, οὐ μόνον οὐκ ὠφέλησας εἰπὼν, ἀλλὰ καὶ μειζόνως ἔβλαψας. Βέλτιον σιγᾷν. ∆ιὰ τί; Ὅτι ἀδύνατόν μοι τὸ πρᾶγμα καθιστᾷς. Ἐννοῶ γὰρ, ὅτι εἰ σὺ ὁ τοσαῦτα λέγων οὐ κατορθοῖς, πολλῷ μᾶλλον ἐγὼ συγγνώμης ἄξιος, λέγων μηδένα. ∆ιὰ τοῦτό φησιν ὁ προφήτης· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Μείζων γὰρ αὕτη ἡ βλάβη, ὅταν καλῶς διδάσκων τις διὰ ῥημάτων, διὰ τῶν ἔργων πολεμῇ τῇ διδασκαλίᾳ. Τοῦτο πολλῶν αἴτιον γέγονε κακῶν ἐν ταῖς Ἐκκλησίαις ∆ιὰ τοῦτο καὶ σύγγνωτε, παρακαλῶ, τοῦ λόγου χρονίζοντος ἡμῖν ἐν τούτῳ τῷ πάθει. Πολλὰ πολλοὶ πράττουσιν ὑπὲρ τοῦ εἰς μέσον στάντες μακρὸν ἀποτείνειν λόγον· κἂν μὲν κρότων τύχωσι τῶν ἀπὸ τοῦ πλήθους, γέγονεν αὐτοῖς τοῦτο βασιλείας ἴσον· ἂν δὲ μετὰ σιγῆς τὸν λόγον καταπαύσωσι, γεέννης δή που μᾶλλον αὐτοῖς χαλεπωτέρα κατέστη τῆς σιγῆς ἡ ἀθυμία. Τοῦτο τὰς Ἐκκλησίας ἀνέτρεψεν, ὅτι καὶ ὑμεῖς οὐ ζητεῖτε λόγον ἀκοῦσαι κατανυκτικὸν, ἀλλὰ τέρψαι δυνάμενον καὶ τῷ ψόφῳ καὶ τῇ συνθέσει τῶν ῥημάτων, καθάπερ μελῳδῶν καὶ κιθαριστῶν ἀκούοντες· καὶ ἡμεῖς ψυχρῶς καὶ ταλαιπώρως ποιοῦντες, ὅτι ταῖς ὑμετέραις ἐπιθυμίαις ἑπόμεθα, δέον ἐκκόπτειν ταύτας.
δʹ. Καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις πατὴρ πέρα τοῦ δέοντος μαλθακοῦ παιδίου, καίτοι ἀῤῥωστοῦντος, πλακοῦντα ἐπιδῷ καὶ ψυχρὸν καὶ ὅσα τέρπει μόνον, τῶν δὲ χρησίμων μηδεμίαν ἐπιμέλειαν ποιοῖτο· εἶτα ἐγκαλούμενος παρὰ τῶν ἰατρῶν, ἀπολογοῖτο λέγων· Τί πάθω; οὐκ ἀνέχομαι κλαῖον τὸ παιδίον ἰδεῖν. Ἄθλιε καὶ ταλαίπωρε καὶ προδότα· οὐ γὰρ ἂν πατέρα τὸν τοιοῦτον εἴποιμι· καὶ πόσῳ βέλτιον ἐν βραχεῖ λυπήσαντα, διαπαντὸς ὑγιείᾳ παραδοῦναι, ἢ τὴν πρόσκαιρον ταύτην χάριν, διηνεκοῦς ἀθυμίας ὑπόθεσιν ποιήσασθαι; Τοῦτο πάσχομεν καὶ ἡμεῖς, κάλλη λέξεων περιεργαζόμενοι καὶ συνθήκας καὶ ἁρμονίαν ὅπως ἥσωμεν, οὐχ ὅπως ὠφελήσωμεν· ὅπως θαυμασθῶμεν, οὐχ ὅπως διδάξωμεν· ὅπως τέρψωμεν, οὐχ ὅπως κατανύξωμεν· ὅπως κροτηθῶμεν καὶ ἐπαίνου τυχόντες ἀπέλθωμεν, οὐχ ὅπως τὰ ἤθη ῥυθμίσωμεν. Πιστεύσατέ μοι, οὐκ ἄλλως λέγω, ἐπειδὰν λέγων κροτῶμαι, παρ' αὐτὸν μὲν τὸν καιρὸν ἀνθρώπινόν τι πάσχω (τί γὰρ οὐκ ἄν τις εἴποι τὸ ἀληθές); καὶ γάννυμαι, καὶ διαχέομαι· ἐπειδὰν δὲ ἀπελθὼν οἴκαδε ἐννοήσω τοὺς κροτήσαντας οὐδὲν ὠφεληθέντας, ἀλλ' εἴ τι καὶ ὠφεληθῆναι ἔδει, ὑπὸ τοῦ κρότου καὶ τῶν ἐπαίνων ἀπολωλεκότας, ὀδυνῶμαι καὶ στένω καὶ δακρύω, καὶ ὡς εἰκῆ πάντα εἰρηκὼς, οὕτω διάκειμαι, καὶ πρὸς ἐμαυτὸν λέγω· Τί μοὶ τὸ ὄφελος τῶν ἱδρώτων, τῶν ἀκουόντων οὐκ ἐθελόντων καρποῦσθαί τι παρὰ τῶν λόγων τῶν παρ' ἡμῶν; καὶ πολλάκις ἐνενόησα θεῖναι νόμον τὸν κωλύοντα τοὺς κρότους, καὶ πείθοντα μετὰ σιγῆς ὑμᾶς ἀκροᾶσθαι καὶ τῆς προσηκούσης εὐταξίας. Ἀλλὰ ἀνάσχεσθε, παρακαλῶ, καὶ πείσθητέ μοι, καὶ εἰ δοκεῖ, τοῦτον κυρώσωμεν τὸν νόμον ἤδη, μηδενὶ τῶν ἀκουόντων ἐξεῖναι κροτεῖν μεταξὺ λέγοντός τινος, ἀλλ' εἰ βούλοιτο θαυμάζειν, θαυμαζέτω σιγῇ· οὐδεὶς ὁ κωλύων, πᾶσα δὲ ἡ σπουδὴ καὶ ἡ προθυμία περὶ τὸ δέχεσθαι τὰ λεγόμενα γινέσθω. ∆ιὰ τί ἐκροτήσατε; Περὶ τούτου τὸν νόμον τίθημι· ὑμεῖς δὲ οὐδὲ ἀκοῦσαι ἀνέχεσθε. Πολλῶν τοῦτο ἀγαθῶν αἴτιον ἔσται, καὶ διδασκάλειον φιλοσοφίας. Καὶ οἱ τῶν ἔξω φιλόσοφοι διελέγοντο, καὶ οὐδεὶς οὐδαμοῦ κρότος αὐτοῖς εἵπετο· καὶ οἱ ἀπόστολοι ἐδημηγόρουν, καὶ οὐδαμοῦ τοῦτο πρόσκειται, ὅτι μεταξὺ λεγόντων ἐκείνων τοῖς κρότοις διέκοπτον οἱ ἀκούοντες τὸν λέγοντα. Μέγα τοῦτο κέρδος ἡμῖν. Ἀλλὰ κυρώσωμεν τοῦτο· μεθ' ἡσυχίας πάντες ἀκούωμεν, καὶ λέγωμεν ἅπαντα. Εἰ μὲν γὰρ μετὰ τοὺς κρότους ἀπῄειμεν ἔχοντες ἅπερ ἠκούσαμεν, μάλιστα μὲν οὐδὲ οὕτω χρήσιμος ὁ ἔπαινος (ἀλλ' οὐκ ἂν ἠκριβολογησάμην· μὴ μέ τις ἀγροικίας γραφέτω)· ἐπειδὴ δὲ μηδὲν τὸ πλέον, ἀλλὰ καὶ βλάβη, λύσωμεν τὸ κώλυμα, ἀνέλωμεν τὰ σκιρτήματα, ἐκκόψωμεν τὰ πηδήματα τῆς ψυχῆς. Ὁ Χριστὸς ἐδημηγόρησεν ἐπὶ τοῦ ὄρους· ἀλλ' οὐδεὶς οὐδὲν εἶπεν, ἕως ὅτε τὸν λόγον ἐτέλεσεν. Οὐκ ἀποστερῶ τοὺς βουλομένους κροτεῖσθαι, ἀλλὰ μᾶλλον θαυμάζεσθαι ποιῶ. Πολλῷ βέλτιον μετὰ σιγῆς ἀκούσαντα, διὰ τῆς μνήμης ἐν παντὶ τῷ χρόνῳ κροτεῖν, καὶ ἐν οἰκίᾳ καὶ ἐν ἀγορᾷ, ἢ πάντα ἀπολέσαντα ἀπέρχεσθαι οἴκαδε κενὸν, οὐκ ἔχοντα τῶν κρότων τὴν ὑπόθεσιν. Πῶς γὰρ οὐ καταγέλαστος ὁ ἀκροατής; πῶς οὐ κόλαξ καὶ εἴρων νομισθήσεται μᾶλλον, ὅτι μὲν καλῶς εἶπεν ὁ διδάσκαλος ἀποφαινόμενος, τί δὲ εἶπεν οὐκ ἔχων δεῖξαι; Τοῦτο κολακείας ἐστίν. Ὁ μὲν γὰρ κιθαρῳδῶν ἀκούσας καὶ τραγῳδῶν, εἰκότως ἂν τοῦτο πάθοι, ἅτε οὐκ εἰδὼς ὁμοίως τὴν ῥῆσιν εἰπεῖν· ἔνθα δὲ οὐ μέλους ἐπίδειξίς ἐστιν οὐδὲ φωνῆς, 60.227 ἀλλὰ νοημάτων καὶ φιλοσοφίας δύναμις, καὶ παντὶ ῥᾴδιον εἰπεῖν καὶ ἀπαγγεῖλαι, πῶς οὐκ ἄξιος κατηγορίας ὁ μὴ δυνηθεὶς εἰπεῖν τὴν αἰτίαν, δι' ἢν ἐπῄνεσε τὸν λέγοντα; Οὐδὲν οὕτω πρέπον ἐκκλησίᾳ ὡς σιγὴ, ὡς εὐταξία. Θεάτροις ἐπιτήδειος ὁ θόρυβος καὶ βαλανείοις καὶ πομπαῖς καὶ ἀγοραῖς· ἔνθα δὲ περὶ τοιούτων δογμάτων ἡ διδασκαλία, γαλήνη καὶ ἡσυχία καὶ φιλοσοφία, καὶ πολὺς ὁ λιμὴν εἶναι ὀφείλει. Ταῦτα δέομαι καὶ ἀντιβολῶ πάντας εἰδέναι. Περίειμι γὰρ καὶ αὐτὸς τρόπους παντοίους ἐπιζητῶν, δι' ὧν ὠφελῆσαι δυνήσομαι τὰς ὑμετέρας ψυχάς. Οὐ μικρὸς καὶ οὗτος ὁ τρόπος εἶναί μοι δοκεῖ· οὐχ ὑμᾶς ὠφελήσει μόνους, ἀλλὰ καὶ ἡμᾶς. Οὐκ ἀφήσει ἐκτραχηλίζεσθαι, οὐδὲ ἐπαίνων καὶ δόξης ἐρᾷν, οὐδὲ τὰ τέρποντα λέγειν, ἀλλὰ τὰ ὠφελοῦντα· οὐδὲ περὶ συνθήκας καὶ κάλλη λέξεων, ἀλλὰ περὶ νοημάτων δύναμιν πᾶσαν ἀπασχολεῖν τοῦ καιροῦ τὴν ῥοπήν. Εἴσελθε εἰς ζωγραφεῖον, καὶ ὄψει πολλὴν ἐκεῖ τὴν σιγήν. Οὐκοῦν καὶ ἐνταῦθα· καὶ γὰρ καὶ ἐνταῦθα εἰκόνας γράφομεν βασιλικὰς, καὶ οὐδεμίαν ἰδιωτικὴν, διὰ τῶν χρωμάτων τῆς ἀρετῆς. Τί τοῦτο; πάλιν κροτεῖτε; Οὐκ εὔκολον τὸ 60.228 πρᾶγμα δοκεῖ, καὶ τοῦτο οὐ φύσει, ἀλλὰ τῷ συνηθείᾳ πολλῇ μήπω κατορθοῦν αὐτὸ μεμαθηκέναι. Γραφὶς τοίνυν ἐστὶν ἡμῖν γλῶττα, τεχνίτης δὲ τὸ Πνεῦμα τὸ ἅγιον. Εἰπέ μοι, ἐν τοῖς μυστηρίοις, μή τις θόρυβος; μή τις ταραχή; Ὅταν βαπτιζώμεθα, ὅταν τὰ ἄλλα πάντα ποιῶμεν, οὐχ ἡσυχία καὶ σιγὴ τὰ πάντα κατέχει; Τοῦτο ἐν τῷ οὐρανῷ κατέσπαρται τὸ κάλλος. ∆ιὰ τοῦτο διαβεβλήμεθα καὶ παρ' Ἕλλησιν, ὡς πρὸς ἐπίδειξιν πάντα ποιοῦντες καὶ πρὸς φιλοτιμίαν. Ἀλλ' ἐὰν τοῦτο κωλυθῇ, καὶ τῶν προεδριῶν ὁ ἔρως σβεσθήσεται. Ἀρκεῖ, εἴ τις ἐπαίνων ἐρᾷ, τὸ μετὰ τὴν ἀκρόασιν τούτων τυγχάνειν, ὅταν τοὺς καρποὺς συλλέγῃ. Ναὶ παρακαλῶ, κυρώσωμεν τοῦτον τὸν νόμον, ἵνα πάντα κατὰ τὸ τῷ Θεῷ δοκοῦν πράττοντες, τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Μονογενοῦς αὐτοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΛΑʹ
Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαῤῥήξαντες τὰ ἱμάτια αὐτῶν, ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες, Ἄνδρες, τί ταῦτα ποιεῖτε; ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς.
αʹ. Ὅρα πάντα μετὰ σφοδρότητος τοὺς ἀποστόλους ποιοῦντας. ∆ιέῤῥηξαν τὰ ἱμάτια, ἐπήδησαν, ἔκραξαν, πάντα ἀπὸ διαθέσεως ψυχῆς, ἀποστρεφόμενοι τὰ γενόμενα, καὶ πένθους σημεῖα ποιοῦντες. Πένθος γὰρ ἦν, ὄντως πένθος ἀπαραμύθητον, εἴ γε ἔμελλον θεοὶ νομίζεσθαι, καὶ εἰδωλολατρείαν εἰσάγειν, ἣν ἦλθον καταλύσοντες. Καὶ τοῦτο τοῦ διαβόλου ἦν κατασκεύασμα. Οἱ δὲ οὐχ ἡσυχάζουσιν, ἀλλὰ τί; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν, φασὶν, ἄνθρωποι. Εὐθέως ἐκ προοιμίων ἀνέτρεψαν τὸ κακόν. Οὐκ εἶπον ἁπλῶς, Ἄνθρωποι, ἀλλὰ, Καθ' ὑμᾶς. Εἶτα ἵνα μὴ δόξωσι τιμᾷν τοὺς θεοὺς, ἄκουσον τί ἐπάγουσιν· Εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς. Ὅρα οὐδαμοῦ τῶν προφητῶν μνημονεύοντας αὐτοὺς, οὐδὲ λέγοντας, τίνος ἕνεκεν, πάντων δημιουργὸς ὢν, τὰ ἔθνη ἀφῆκεν αὐτόνομα; Ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν. Ὅτι μὲν εἴασε λέγει, διὰ τί δὲ εἴασεν, οὐκ ἔτι· τέως πρὸς τὸ κατεπεῖγον ἵσταται, οὐδαμοῦ τοῦ Χριστοῦ τὸ ὄνομα τιθείς. Καίτοι γε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν, ἀγαθοποιῶν οὐρανόθεν, ἡμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν. Ὅρα, οὐ βούλεται τὴν κατηγορίαν αὐτῶν αὐξῆσαι, ἀλλὰ μᾶλλον ἐπὶ τὸν Θεὸν τὸ πᾶν ἄγειν αὐτοὺς παιδεύει. Ἔμαθον γὰρ, ὅτι οὐχ οὕτω σπουδάζειν δεῖ ἄξιόν τι εἰπεῖν περὶ Θεοῦ, ὡς τὸ τοῖς ἀκούουσιν ὠφέλιμον. Ὅρα πῶς λανθανόντως τὴν κατηγορίαν τίθησι. Καὶ μὴν εἰ τοῦτο ἐποίει, ἔδει κολα 60.228 σθῆναι αὐτοὺς τοσούτων ἀπολαύοντας ἀγαθῶν, καὶ μηδὲ ὡς τροφέα γνωρίσαντας· ἀλλ' οὐ λέγει φανερῶς, ἀλλ' αἰνίττεται, Οὐρανόθεν ἡμῖν, λέγων, ὑετοὺς διδούς. Οὕτω καὶ ὁ ∆αυῒδ ἔλεγεν· Ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν· καὶ πολλαχοῦ περὶ δημιουργίας διαλεγόμενος, ταῦτα τίθησιν εἰς μέσον. Καὶ ὁ Ἱερεμίας δὲ τὴν δημιουργίαν πρώτην, εἶτα τὴν πρόνοιαν τὴν διὰ τῶν ὑετῶν φησιν· ὥστε ἐκεῖθεν πεπαιδευμένος διαλέγεται· Ἐμπιπλῶν, φησὶ, τροφῆς καὶ εὐφροσύνης. Μετὰ φιλοτιμίας ἡ τροφὴ, οὐ μόνον πρὸς αὐτάρκειαν, οὐδὲ πρὸς τὴν χρείαν. Καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς. Καὶ τούτῳ μάλιστα ἐθαυμάσθησαν. Ὁρᾷς ὅτι πρὸς τοῦτο ἵσταντο, ὥστε ἀνατρέψαι τὴν μανίαν ἐκείνην; Ἐπῆλθον δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον, ἔσυραν ἔξω τῆς πόλεως, νομίσαντες αὐτὸν τεθνάναι. Ὄντως διαβόλου τέκνα· οὐκ ἐν ταῖς πόλεσιν αὐτῶν μόνον, ἀλλὰ καὶ ἔξω τούτων ταῦτα ποιοῦντες, καὶ τοσαύτην ποιούμενοι σπουδὴν καθελεῖν τὸ κήρυγμα, ὅσην οἱ ἀπόστολοι στῆσαι ἐπειγόμενοι. Καὶ πείσαντες, φησὶ, τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον, ἔσυραν ἔξω τῆς πόλεως. Ἐνταῦθα πληροῦται τὸ, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Μεῖζον τοῦτο τοῦ τὸν χωλὸν ἐγεῖραι. Οἱ μὲν οὖν ἐθνικοὶ ὡς θεοὺς ἐνόμιζον, οὗτοι δὲ ἔσυρον πείσαντες τοὺς ὄχλους· οὐδὲ γὰρ πάντας εἰκὸς ἦν θαυμάζειν αὐτούς. Καὶ ὅρα, ἐν αὐτῇ τῇ πόλει, ἐν ᾗ οὕτως ἐθαυμάσθησαν, ἐν αὐτῇ τὰ δεινὰ πάσχουσι. Καὶ τοῦτο δὲ τοὺς ὁρῶντας ὠφέλει. Ὅτι δὲ καὶ διὰ τοῦτο συνεχωρεῖτο πάσχειν, ἄκουε τοῦτο αὐτὸ δηλοῦντος καὶ λέγοντος· Ἵνα μὴ εἰς ἐμὲ λογίσηταί τις ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι ἐξ ἐμοῦ. Κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν, ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. Ὁρᾷς προθυμίαν; ὁρᾷς πόθον ζέοντα καὶ πεπυρωμένον; Εἰς αὐτὴν πάλιν τὴν πόλιν εἰσῆλθεν, ὥστε δειχθῆναι, ὅτι εἴ που καὶ ὑπεχώ 60.229 ρει, διὰ τὸ τὸν λόγον βούλεσθαι σπεῖραι, καὶ διὰ τὸ μὴ δεῖν ἐκκαίειν αὐτῶν τὸν θυμόν. Ταῦτα τῶν σημείων οὐχ ἧττον καὶ λαμπροτέρους ἐποίει, καὶ μᾶλλον χαίρειν παρεσκεύαζεν. Οὐδαμοῦ δὲ λέγει, ὅτι ὑπέστρεψαν χαίροντες, ὅτι σημεῖα ἐποίησαν, ἀλλ' ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι. Καὶ τοῦτο γὰρ παρὰ τοῦ Χριστοῦ ἐδιδάχθησαν λέγοντος· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται. Ἡ γὰρ ὄντως χαρὰ καὶ εἰλικρινὴς αὕτη ἐστὶ, τὸ πάσχειν τι διὰ Χριστόν. Εἶτα τὰς πόλεις πάσας ἐπῄεσαν, ἐν αἷς ἐκινδύνευσαν. Καὶ τῇ ἐπαύριον ἐξῆλθε σὺν τῷ Βαρνάβᾳ εἰς ∆έρβην, εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην, καὶ μαθητεύσαντες ἱκανοὺς, ὑπέστρεψαν εἰς Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν, ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
βʹ. Τοῦτο ἔλεγον, τοῦτο ἐδείκνυον. Ἐπιστηρίζοντες, φησὶ, τὰς ψυχὰς τῶν μαθητῶν. Ὥστε ἐστηριγμένοι ἦσαν· μᾶλλον δὲ προσετίθεντο. Προὔλεγον τοίνυν, ἵνα μὴ σκανδαλισθῶσιν. Ὥσπερ ἐπίτηδες δὲ τὸ αὐτὸ γίνεται, οὐ διὰ τῶν ἀποστόλων μόνον, ἀλλὰ καὶ διὰ τῶν μαθητῶν· ἵνα μάθωσιν ἐκ προοιμίων εὐθέως καὶ τοῦ κηρύγματος τὴν δύναμιν, καὶ ὅτι καὶ αὐτοὺς δεῖ τοιαῦτα πάσχειν, καὶ ἵνα γενναίως στῶσι, μὴ μόνον πρὸς τὰ σημεῖα κεχηνότες, ἀλλὰ πολλῷ μᾶλλον πρὸς τοὺς πειρασμούς. ∆ιὰ τοῦτο καὶ αὐτὸς ἔλεγε· Τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοὶ καὶ ἠκούσατε. ∆ιωγμοὶ διωγμοὺς διεδέχοντο· πανταχοῦ πόλεμοι, μάχαι, λιθοβολίαι. Ποία προτροπή; πῶς ἔπειθον ἐν προοιμίοις θλίψεις λέγοντες; Εἶτα καὶ ἄλλη παραμυθία. Χειροτονήσαντες δὲ αὐτοῖς πρεσβυτέρους κατ' Ἐκκλησίαν, προσευξάμενοι μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ Κυρίῳ, εἰς ὃν πεπιστεύκεισαν. Εἶδες θερμότητα Παύλου; Προσευξάμενοι, φησὶ, μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ Κυρίῳ. Ὅρα, μετὰ νηστειῶν αἱ χειροτονίαι. Πάλιν νηστεία, τὸ καθάρσιον τῶν ἡμετέρων ψυχῶν. Καὶ διελθόντες τὴν Πισιδίαν, ἦλθον εἰς Παμφυλίαν· καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον, κατήντησαν εἰς Ἀττάλειαν. Ἵνα γὰρ μὴ καταπέσῃ τὰ φρονήματα τῶν μαθητῶν, ὅτι οἱ νομιζόμενοι θεοὶ τοιαῦτα πάσχουσιν, εἰσῆλθον πρὸς αὐτοὺς, καὶ διελέχθησαν. Καὶ ὅρα· πρῶτον εἰς ∆έρβην ἐξέρχεται, διδοὺς αὐτοῖς ἀναπνεῦσαι τοῦ θυμοῦ, καὶ τότε πάλιν εἰς Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν, θυμουμένοις μὲν αὐτοῖς εἴκων, πεπαυμένοις δὲ ἐπιτιθέμενος. Ὁρᾷς, ὅτι οὐ πάντα χάριτι, ἀλλὰ καὶ οἰκείᾳ σπουδῇ διῴκουν; Κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον, ὃ ἐπλήρωσαν. ∆ιὰ τί πάλιν ἔρχονται εἰς Ἀντιόχειαν; Ἵνα ἀπαγγείλωσι τὰ ἐκεῖ γενόμενα. Ἄλλως δὲ καὶ οἰκονομεῖται μέγα πρᾶγμα ἐντεῦθεν· ἔδει γὰρ λοιπὸν μετὰ παῤῥησίας τοῖς ἔθνεσι κηρύττειν. Ἔρχονται οὖν ταῦτα ἀπαγγέλλοντες, ἵνα εἰδέναι ἔχωσι. Καὶ οἰκονομεῖται τότε κατελθεῖν τοὺς κωλύοντας τοῖς ἔθνεσιν ὁμιλεῖν, ἵνα λοιπὸν ἀπὸ Ἱεροσολύμων πολλὴν λαβόντες ἄδειαν, μετὰ παῤῥησίας ἀπίωσιν. Ἢ καὶ ἄλλως, δείκνυσιν αὐτῶν τὸ ἦθος οὐκ αὔθαδες. Ἔρχονται γὰρ τήν τε παῤῥησίαν ἐνδεικνύμενοι, ὅτι καὶ χωρὶς ἐκείνων τοῖς ἔθνεσιν ἐκήρυξαν, καὶ τὴν 60.230 ὑπακοὴν, ὅτι αὐτοῖς ἀναφέρουσιν· οὐ γὰρ ὡς τοσαῦτα κατορθωκότες ἀπενοήθησαν. Ὅθεν ἦσαν παραδεδομένοι, φησὶ, τῇ χάριτι τοῦ Θεοῦ. Καὶ μὴν τὸ Πνεῦμα εἶπεν· ἀλλὰ τὰ τοῦ Πνεύματος οἶδεν ὄντα τοῦ Υἱοῦ· μία γὰρ ἐξουσία, ὥσπερ ἡ φύσις καὶ Υἱοῦ καὶ Πνεύματος μία. Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν Ἐκκλησίαν, ἀπήγγειλαν ὅσα ἐποίησεν ὁ Θεὸς μετ' αὐτῶν, καὶ ὅτι ἤνοιξεν ὁ Θεὸς τοῖς ἔθνεσι θύραν πίστεως. ∆ιέτριβον δὲ ἐκεῖ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς. Εἰκότως· μεγάλη γὰρ οὖσα ἡ πόλις, ἐδεῖτο διδασκάλων. Ἴδωμεν λοιπὸν ἄνωθεν τὰ εἰρημένα. Αὐτῇ τῇ ὄψει κατέπληξαν αὐτοὺς διαῤῥήξαντες τὰ ἱμάτια. Τοῦτο καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ ἐποίει ἐπὶ τῇ ἥττῃ τοῦ λαοῦ. Μὴ τοίνυν νομίσῃς ἀνάξιον αὐτῶν εἶναι τοῦτο, καὶ τῆς εὐσταθείας αὐτῶν· οὐκ ἂν γὰρ ἄλλως ἐπέσχον τὴν τοσαύτην ὁρμὴν, οὐκ ἂν ἄλλως τὴν πυρὰν ἔσβεσαν. Ὅταν οὖν τι δέῃ τῶν δεόντων γενέσθαι, μηδὲ ἡμεῖς παραιτώμεθα. Εἰ τοίνυν καὶ μετὰ ταῦτα μόλις ἔπεισαν, εἰ μὴ οὕτως εἰργάσαντο, τί οὐκ ἂν ἐγένετο; Εἰ γὰρ μὴ οὕτως ἐποίησαν, ἐνομίσθησαν ἄν πως ὑψηλοφρονεῖν, καὶ μᾶλλον ἐφίεσθαι τῆς τιμῆς. Καὶ ὅρα τὸν λόγον μεμετρημένον ἐν τῇ ἐπιπλήξει, καὶ θαύματος ὁμοῦ γέμοντα καὶ ἐπιπλήξεως. Τοῦτο μάλιστα αὐτοὺς ἐκώλυσε, τὸ εἰπεῖν, Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τῶν ματαίων τούτων ἐπιστρέφειν ἐπὶ τὸν Θεόν. Ὡσεὶ ἔλεγον· Ἄνθρωποι μέν ἐσμεν, φησὶ, τούτων δὲ μείζους· ταῦτα γὰρ νεκρά. Ὅρα αὐτοὺς οὐκ ἀνατρέποντας μόνον, ἀλλὰ καὶ διδάσκοντας, καὶ οὐδὲν περὶ ἀοράτων φθεγγομένους. Ὃς ἐποίησε, φησὶ, τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς. Μάρτυρας αὐτοὺς λέγει τοὺς ἐνιαυτούς. Ὢ τῆς μανίας τῆς Ἰουδαϊκῆς! εἰς δῆμον οὕτω τιμήσαντα τοὺς ἀποστόλους ἐτόλμησαν ἐμβῆναι καὶ λιθάσαι Παῦλον. Ἔξω δὲ τῆς πόλεως ἔσυραν, τάχα δεδοικότες ἐκεῖνον. Καὶ προσευξάμενοι, φησὶ, μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ Κυρίῳ. Καὶ νηστεύειν ἐδίδασκον ἐν τοῖς πειρασμοῖς. Οὐκ εἶπαν ὅσα αὐτοὶ ἐποίησαν, ἀλλ' ὅσα ὁ Θεὸς μετ' αὐτῶν, Ἐμοὶ δοκοῦσι τοὺς πειρασμοὺς λέγειν. Οὐχ ἁπλῶς ἦλθον ἐνταῦθα, οὐδὲ διαναπαυσόμενοι, ἀλλ' οἰκονομικῶς ὑπὸ τοῦ Πνεύματος ὁδηγούμενοι, ὥστε τὸ κήρυγμα τῶν ἐθνῶν βεβαιωθῆναι. Καὶ διὰ τί, φησὶν, ἐν Κύπρῳ οὐκ ἐποίησαν πρεσβυτέρους οὐδὲ ἐν Σαμαρείᾳ; Ὅτι ἐκείνη μὲν ἐγγὺς ἦν τῶν ἀποστόλων, αὕτη δὲ τῆς Ἀντιοχείας, καὶ ὁ λόγος ἐκράτει· ἐνταῦθα δὲ πολλῆς ἐδέοντο παραμυθίας, καὶ μάλιστα οἱ ἐξ ἐθνῶν, ὀφείλοντες πολλὰ διδάσκεσθαι. Ἦλθον διδάσκοντες, ὅτι εἰκότως ἐχειροτονήθησαν ὑπὸ τοῦ Πνεύματος. Καὶ ὅρα τὸ θερμὸν Παύλου. Οὐ πυνθάνεται εἰ δεῖ λαλῆσαι ἔθνεσιν, ἀλλ' εὐθέως λαλεῖ· διὰ τοῦτο ἔλεγεν. Οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι.
γʹ. Μέγα ὄντως ἀγαθὸν ἡ θλῖψις, καὶ μεγάλης ψυχῆς ἐστι, καὶ γενναίας κατόρθωμα. Πόσοι μετὰ τοῦτο ἐπίστευσαν, καὶ οὐδεὶς οὕτως ἔλαμψεν; Οὕτω προθυμίας ἡμῖν δεῖ πανταχοῦ, πυρώσεως πολλῆς, ψυχῆς πρὸς θάνατον παρατεταγμένης· ἄλλως γὰρ οὐκ ἔνι τῆς βασιλείας τυχεῖν, μὴ σταυρωθέντα. Μὴ ἀπατῶμεν ἑαυτούς. Εἰ γὰρ ἐν πολέμῳ σωθῆναι οὐ δυνατὸν τρυφῶντα καὶ χρηματιζόμενον καὶ καπηλεύοντα καὶ ῥᾳθυμοῦντα· πολλῷ μᾶλλον ἐν τῷ πολέμῳ τούτῳ. Ἢ οὐκ οἴεσθε πόλεμον εἶναι νῦν πάντων πολέμων χαλεπώτα τον; Οὐκ ἔστιν ἡμῖν, φησὶν, ἡ πάλη πρὸς αἷμα καὶ σάρκα. Καὶ ἀριστῶσι, καὶ βαδίζουσι, καὶ λουομένοις πάρεστιν ὁ ἐχθρός. Οὐ γὰρ οἶδε καιρὸν ἀνακωχῆς, εἰ μὴ τὸν τοῦ ὕπνου μόνον· πολλάκις δὲ καὶ τότε πολεμεῖ, καὶ λογισμοὺς ἐμβάλλων ἀκαθάρτους, καὶ ἀσελγεστέρους ἀπὸ τῶν ὀνειράτων ἐργαζόμενος. Ἡμεῖς δὲ ὡς περὶ μικροῦ τοῦ πράγματος ὄντος, ὑπὲρ οὗ ἐκεῖνος πολεμεῖ, οὐ νήφομεν, οὐδὲ διανιστάμεθα, οὐδὲ βλέπομεν εἰς τὸ πλῆθος τῶν ἀντικειμένων ἡμῖν δυνάμεων· οὐκ ἐννοοῦμεν, ὅτι τοῦτο αὐτὸ τῆς μεγίστης δυσπραγίας ἐστίν· ἀλλ' ὑπὸ τοσούτων κυκλούμενοι πολέμων, ὡς ἐν εἰρήνῃ τρυφῶμεν. Πιστεύσατέ μοι, ὧν Παῦλος ἔπαθε χαλεπώτερα ἔστι παθεῖν νῦν. Ἔβαλλον αὐτὸν τότε λίθοις ἐκεῖνοι· ἔστι ῥήμασι βάλλεσθαι καὶ νῦν λίθων χαλεπωτέροις. Τί οὖν δεῖ ποιεῖν; Ὅπερ ἐκεῖνος ἐποίησε· τοὺς βάλλοντας γὰρ οὐκ ἐμίσησεν, ἀλλὰ συράντων αὐτὸν εἰσῆλθε πάλιν εἰς τὴν πόλιν, εὐεργετήσων τοὺς τὰ τοιαῦτα ἠδικηκότας. Ἂν ἐνέγκῃς καὶ σὺ τὸν ὑβριστὴν τὸν τραχὺν, τὸν ἀδίκως σε ἐργασάμενον ταῦτα, ἐλιθάσθης καὶ σύ. Μὴ γὰρ εἴπῃς, ὅτι Οὐδὲν ἠδίκησα. Τί γὰρ Παῦλος ἠδίκησεν ἵνα λιθασθῇ; Βασιλείαν κατήγγελλε, πλάνης ἀπῆγε, τῷ Θεῷ προσῆγε· ταῦτα στεφάνων ἄξια, ταῦτα ἀνακηρύξεως, ταῦτα μυρίων ἀγαθῶν, οὐ λίθων· ἀλλ' ὅμως τἀναντία ἔπασχεν. Αὕτη γὰρ ἡ λαμπρὰ νίκη. Καὶ ἔσυραν αὐτὸν, φησί. Καί σε πολλάκις σύρουσιν· ἀλλὰ μὴ ὀργισθῇς, ἀλλὰ κήρυξον τὸν λόγον διὰ τῆς ἐπιεικείας. Ὕβρισέ σε; Σίγησον, καὶ εὐλόγησον εἰ δύνασαι, καὶ οὕτως ἐκήρυξας καὶ σὺ τὸν λόγον, ἐπαίδευσας ἐπιείκειαν, ἐπαίδευσας πραότητα. Οἶδα πολλοὺς οὐχ οὕτω τραύμασιν ἀλγοῦντας, ὡς πληγῇ τῇ διὰ ῥημάτων· τοῦτο μὲν γὰρ τὸ τραῦμα τὸ σῶμα δέχεται, ἐκεῖνο δὲ ἡ ψυχή. Ἀλλὰ μὴ ἀλγήσωμεν, μᾶλλον δὲ ἀλγήσαντες ἐνέγκωμεν. Οὐχ ὁρᾶτε τοὺς πυκτεύοντας, οἳ διατετρωμένοι τὰς κεφαλὰς, τοὺς ὀδόντας ἐνδακόντες, οὕτως ἡμέρως φέρουσι τὰς ἀλγηδόνας; Ἐνταῦθα δὲ οὐ χρεία βρύξαι τοὺς ὀδόντας, οὐ χρεία δακεῖν. Ἀναμνήσθητι τοῦ ∆εσπότου τοῦ σοῦ, καὶ τὸ φάρμακον εὐθέως ἐπέθηκας τῇ μνήμῃ· ἀναμνήσθητι Παύλου· ἐννόησον ὅτι σὺ ἐνίκησας ὁ πληττόμενος, ἐκεῖνος δὲ ἥττηται ὁ πλήξας, καὶ τὸ πᾶν ἰάσω διὰ τούτου. Ῥοπή ἐστι, μὴ συναρπαγῇς, καὶ τὸ πᾶν κατώρθωσας εὐθέως· μὴ κινηθῇς, καὶ τὸ πᾶν ἔσβεσας. Μεγάλη παραμυθία τὸ διὰ Χριστόν τι παθεῖν· οὐ κηρύττεις τὸν λόγον τῆς πίστεως, ἀλλὰ κηρύττεις τὸν λόγον τῆς φιλοσοφίας. Ἀλλ' ὅσῳ ἂν ἴδῃ τὴν ἐπιείκειαν, φησὶ, τοσούτῳ μᾶλλον ἐπιτίθεται. ∆ιὰ τοῦτο οὖν ἀλγεῖς, ὅτι μᾶλλόν σοι τοὺς μισθοὺς αὔξει; Ἀλλ' ἄχρηστος γίνεται, φησί. Τοῦτο σκῆψις τῆς ἰδίας μικροψυχίας· ἑτέρως ἄχρηστος γίνεται, ἂν ἀμύνῃ. Εἰ ᾔδει ὁ Θεὸς, ὅτι διὰ τοῦ μὴ ἀμύνεσθαι ἄχρηστοι ἐγίνοντο οἱ ἄδικοι, οὐκ ἂν τοῦτο ἐπέταξεν, ἀλλ' εἶπεν ἂν, Ἄμυνον σαυτῷ· ἀλλ' οἶδεν ὅτι οὕτω μᾶλλον ὠφελεῖται. Μὴ ἀντινομοθέτει τῷ Θεῷ· ἐκείνῳ πείθου. Οὐκ εἶ σὺ ἀγαθώτερος τοῦ ποιήσαντος ἡμᾶς. Εἶπεν, Ὑβριζόμενος φέρε· σὺ λέγεις. Ἀνθυβρίζω, ἵνα μὴ ἄχρηστος γένηται. Σὺ οὖν μᾶλλον αὐτοῦ φροντίζεις; Πάθους ταῦτα καὶ τραχύτητος τὰ ῥήματα καὶ ἀλαζονείας καὶ τοῦ ἀντινομοθετεῖν τῷ Θεῷ. Εἰ γὰρ καὶ ἐβλάπτετο, οὐχὶ πείθεσθαι ἐχρῆν; Ὅταν ὁ Θεός τι προστάττῃ, μὴ ἀντινομοθετῶμεν ἡμεῖς. Ἀπόκρισις, φησὶν, ὑποπίπτουσα 60.232 ἀποστρέφει ὀργάς. Ἄρα τοῦτο ποιεῖ ὑποπίπτουσα, οὐκ ἐναντιουμένη. Εἰ σὲ ὠφελεῖ, κἀκεῖνον ὠφελεῖ· εἰ δέ σε βλάπτει τὸν μέλλοντα διορθοῦσθαι ἐκεῖνον, πολλῷ μᾶλλον ἐκεῖνον. Ἰατρὲ, θεράπευσον σεαυτόν. Εἶπε κακῶς; Ἐπαίνεσον σύ· ἐλοιδόρησεν; Ἐγκωμίασον· ἐπεβούλευσεν; Εὐεργέτησον· τοῖς ἐναντίοις αὐτὸν ἀμείβου, εἴ γε ὅλως τῆς ἐκείνου σωτηρίας προνοεῖς, καὶ μὴ σαυτοῦ τὸ πάθος ἐκδικεῖν θέλε. Καὶ μὴν πολλάκις, φησὶν, ἀπολαύσας μακροθυμίας χείρων γέγονε. Τοῦτο οὐ παρὰ σὲ, ἀλλὰ παρ' αὐτόν. Βούλει μαθεῖν οἷα ἔπαθεν ὁ Θεός; Τὰ θυσιαστήρια αὐτοῦ κατέσκαψαν, τοὺς προφήτας ἀπέκτειναν, καὶ πάντα ἔφερεν. Οὐκ ἠδύνατο σκηπτὸν ἄνωθεν καταγαγεῖν; Ἀλλ' ὅτε τοὺς προφήτας ἀπέστειλε, καὶ ἀνεῖλον αὐτοὺς, τότε τὸν Υἱὸν ἔπεμψεν· ὅτε μείζονα ἠσέβησαν, τότε μειζόνως εὐηργέτησε; Καὶ σὺ ἂν ἴδῃς τραχυνόμενον, τότε μειζόνως εἶξον· μείζονος γὰρ ἡ μανία αὕτη δεῖται παραμυθίας. Ὅσῳ ἂν χαλεπώτερα ὑβρίζῃ, τοσούτῳ πλείονος ἐπιεικείας δεῖται· καὶ καθάπερ πυρετὸς ὅταν σφοδρὸν πνεύσῃ, τότε δεῖται τοῦ εἴκοντος· οὕτω καὶ ὁ θυμούμενος. Τὸ θηρίον ὅταν μάλιστα ἀγριαίνῃ, τότε φεύγομεν ἅπαντες· οὕτω καὶ τὸν ὀργιζόμενον. Μὴ νομίσῃς τοῦτο τιμὴν εἶναι· ἐπεὶ καὶ τὸ θηρίον τιμῶμεν, καὶ τοὺς μαινομένους γοῦν τιμῶμεν, ὅταν ἐκκλίνωμεν; Οὐδαμῶς· ἀτιμία τοῦτό ἐστι καὶ ὕβρις· μᾶλλον δὲ οὐκ ἀτιμία καὶ ὕβρις, ἀλλ' ἔλεος καὶ φιλανθρωπία. Οὐχ ὁρᾷς τοὺς ναύτας, ὅταν σφοδρὸν ἐμπνεύσῃ τὸ πνεῦμα, καθαιροῦντας τὰ ἱστία, ὥστε μὴ καταδῦσαι τὸ σκάφος; τοὺς ἵππους ὅταν συναρπάσωσι τὸν ἐπιβάτην, συνενδιδόντα, καὶ οὐ καθέλκοντα, ἵνα μὴ αὐτομάτως κενώσῃ τὴν δύναμιν;
δʹ. Τοῦτο καὶ σὺ ποίησον. Πῦρ ἐστιν ὁ θυμὸς, φλόξ ἐστιν ὀξεῖα δεομένη ὕλης· μὴ παράσχῃς τὴν τροφὴν τῷ πυρὶ, καὶ ταχέως ἔσβεσας τὸ κακόν. Οὐκ ἔχει καθ' ἑαυτὴν ἰσχὺν ἡ ὀργὴ, ἂν μὴ ἕτερος ὁ τρέφων αὐτὴν ᾖ. Οὐδεμία σοί ἐστιν ἀπολογία. Ἐκεῖνος κατέχεται τῇ μανίᾳ, καὶ οὐκ οἶδε τί ποιεῖ· σὺ θεωρῶν αὐτὸν, ὅταν τοῖς αὐτοῖς περιπέσῃς, καὶ μηδὲ ἐξ ἐκείνου σωφρονισθῇς, ποία συγγνώμη; Εἰ ἐν συμποσίῳ τις γενόμενος τινὰ ἐν προθύροις ἴδοι μεθύοντα καὶ ἀσχημονοῦντα, εἶτα καὶ αὐτὸς τοῖς ὁμοίοις περιπέσῃ, οὐ πολλῷ μᾶλλον μετ' ἐκεῖνον μεθύων ἀσύγγνωστος ἂν εἴη; Οὕτω καὶ ἐνταῦθα· μὴ νομίζωμεν εἶναι ἀπολογίαν τὸ λέγειν, ὅτι Οὐκ ἐγὼ κατῆρξα· τοῦτο καθ' ἡμῶν ἐστιν, ὅτι μηδὲ ἐκεῖνον ἰδόντες ἐσωφρονίσθημεν· ὥσπερ ἂν εἴποι τις, Οὐκ ἐγὼ ἐφόνευσα πρῶτος. ∆ιὰ γὰρ τοῦτο κολάσεως εἶ ἄξιος, ὅτι μηδὲ εἰς τὸ παράδειγμα ἰδὼν ἐπέσχες σαυτόν. Εἰ ἴδοις ἐμοῦντα τὸν μεθύοντα, διασπώμενον, διαῤῥηγνύμενον, τοὺς ὀφθαλμοὺς ἔχοντα διατεταμένους, ἀκαθαρσίας τὴν τράπεζαν πληροῦντα, πάντας αὐτὸν ἀποφεύγοντας, εἶτα τοῖς αὐτοῖς περιπέσῃς, οὐχὶ μᾶλλον ἔσῃ μισητός; Τοιοῦτός ἐστι καὶ ὁ ὀργιζόμενος· μᾶλλον τοῦ ἐμοῦντος διατείνει τὰς φλέβας, πυροῖ τοὺς ὀφθαλμοὺς, διασπᾶται τὰ σπλάγχνα, ἐμεῖ πολλῷ ῥήματα τῆς τροφῆς ἐκείνης ἀκαθαρτότερα, ἀδιαμάσητα πάντα φθέγγεται, οὐδὲν κατειργασμένον (οὐ γὰρ ἀφίησιν ὁ θυμός)· ἀλλ' ὥσπερ ἐκεῖ πολλάκις ἀμετρία χυμῶν διενοχλήσασα τὸν στόμαχον, πάντα ἐκένωσεν· οὕτω καὶ ἐνταῦθα ἀμετρία θερμότητος διενοχλήσασα τὴν ψυχὴν, οὐκ ἀφίησι στέγειν ἃ σιγᾷν καλὸν, ἀλλὰ ῥητὰ καὶ ἄῤῥητα λέγει, οὐχὶ τοὺς ἀκούοντας, ἀλλ' ἑαυτὸν αἰσχύνων. Ὥσπερ οὖν ἀπὸ τῶν ἐμούντων φεύγομεν, οὕτω καὶ ἀπὸ τῶν ὀργιζομένων. Τί ποιοῦντες; 60.233 Κόνιν ἐπιβάλωμεν αὐτῶν τῷ ἐμέτῳ, σιγῶντες τοὺς κύνας καλῶμεν, ὥστε αὐτὰ καταφαγεῖν τὰ ἐμεθέντα. Οἶδα ὅτι ναυτιᾶτε ἀκούοντες· ἀλλ' ὅταν ὁρᾶτε ταῦτα γινόμενα, βούλομαι τοῦτο παθεῖν ὑμᾶς, ἀλλὰ μὴ ἥδεσθαι τῷ πράγματι. Ἀκαθαρτότερος ὁ ὑβριστὴς τοῦ κυνὸς τοῦ ἐπιστρέφοντος ἐπὶ τὸν ἑαυτοῦ ἔμετον. Εἰ μὲν γὰρ ἅπαξ ἐμέσας ἐπαύετο, οὐκ ἦν κατ' ἐκεῖνον· εἰ δὲ πάλιν τὰ αὐτὰ ἐμεῖ, δῆλον ὅτι τὰ αὐτὰ φαγών. Τί οὖν βδελυκτότερον τοῦ τοιούτου; τί δὲ ἀκαθαρτότερον ἐκείνου τοῦ στόματος, τοῦ τοιαύτας διαμασωμένου τροφάς; καίτοι γε τοῦτο φύσεως ἔργον ἐστὶν, ἐκεῖνο δὲ οὐχί· μᾶλλον δὲ καὶ τοῦτο παρὰ φύσιν κἀκεῖνο. Πῶς; Οὐ γὰρ κατὰ φύσιν τὸ ὑβρίζειν εἰκῆ, ἀλλὰ παρὰ φύσιν· οὐδὲν γοῦν ὡς ἄνθρωπος φθέγγεται, ἀλλὰ τὰ μὲν ὡς θηρίον, τὰ δὲ ὡς μαινόμενος. Ὥσπερ οὖν ἡ τῶν σωμάτων νόσος παρὰ φύσιν, οὕτω καὶ τοῦτο. Καὶ ὅτι παρὰ φύσιν ἐστὶν, εἰ ἐγχρονίσει ἐν αὐτῷ, ἀπολεῖται κατὰ μικρόν· ἐν δὲ τῷ κατὰ φύσιν ἐγχρονίζων, οὐκ ἀπολεῖται. Ἑλοίμην ἂν ἀνθρώπῳ βόρβορον σιτουμένῳ κοινωνῆσαι τραπέζης, ἢ φθεγγομένῳ τοιαῦτα. Οὐχ ὁρᾶτε τοὺς χοίρους κόπρον διαμασωμένους; Οὕτω καὶ οὗτοι. Τί γὰρ δυσωδέστερον τῶν ῥημάτων ὧν οἱ ὑβρισταὶ φθέγγονται; Σπουδὴ τούτοις ἐστὶ μηδὲν εἰπεῖν ὑγιὲς, μηδὲν καθαρὸν, ἀλλ' εἴ τι αἰσχρὸν, εἴ τι ἄσχημον, τοῦτο καὶ ποιῆσαι καὶ φθέγξασθαι· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι ἑαυτοὺς μᾶλλον αἰσχύνοντες, ἑτέρους αἰσχύνειν οἴονται. Ὅτι γὰρ ἑαυτοὺς αἰσχύνουσι, δῆλον ἐκεῖθεν. Μὴ γάρ μοι τοὺς ψευδῆ λέγοντας εἴπῃς, ἀλλὰ ἔστω τις πόρνη περιφανὴς, ἢ καὶ ἀπὸ τῆς σκηνῆς ἕτερος, καὶ ποιείτω μετά τινος μάχην· εἶτα ἐκεῖνος αὐτῷ ταῦτα προφερέτω, κἀκεῖνος πάλιν ὁμοίως· τίς μᾶλλόν ἐστιν ὁ ὑβρισθεὶς τοῖς ῥήμασιν; Ἐκεῖνος μὲν γὰρ ἅπερ εἶχεν ἤκουσεν, οὗτος δὲ, ἅπερ οὐκ εἶχεν· ὥστε ἐκείνῳ μὲν οὐδὲν πλέον γέγονεν εἰς αἰσχύνης λόγον, τούτῳ δὲ πολλὴ τῆς ἀσχημοσύνης ἡ προσθήκη. Ἀλλ' ἔστω τινὰ πάλιν εἰργασμένα πράγματα, καὶ μόνος ὁ ὑβρίζων αὐτὰ γινωσκέτω· εἶτα πρὸ τούτου σιγῶν, ἐκπομπευέτω τὴν ὕβριν· καὶ οὕτως οὗτος ὕβρισται μᾶλλον. Πῶς; Κήρυξ γενόμενος κακίας, 60.234 ἀσυνειδησίας ἀπίστου δόξαν λαβών· καὶ πάντας εὐθέως ἐγκαλοῦντας ὄψει, καὶ τοιαῦτα πανταχοῦ λέγοντας· εἰ γὰρ δὴ φόνον συνῄδει, φησὶ, πάντα κενῶσαι ἐχρῆν· καὶ τὸν μὲν ὡς οὐδὲ ἄνθρωπον ὄντα ἀποστρέφονται, μισοῦσι, θηρίον εἶναί φασιν ὠμὸν καὶ ἀπηνές· τούτῳ δὲ συγγινώσκουσι μᾶλλον ἢ ἐκείνῳ. Οὐχ οὕτω γὰρ τοὺς τραύματα ἔχοντας μισοῦμεν, ὡς τοὺς ἐκκαλύπτειν αὐτὰ βιαζομένους καὶ δεικνύναι. Οὕτω καὶ οὗτος ὕβρισεν οὐκ ἐκεῖνον μόνον, ἀλλὰ καὶ ἑαυτὸν καὶ τοὺς ἀκούοντας καὶ τὴν κοινὴν φύσιν τῶν ἀνθρώπων· ἔπληξε τὸν ἀκροατὴν, οὐδὲν ἀγαθὸν εἰργάσατο. ∆ιὰ τοῦτό φησιν ὁ Παῦλος· Εἴ τις ἀγαθὸς λόγος πρὸς οἰκοδομὴν, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. Εὔφημον κτησώμεθα γλῶτταν, ἵνα ὦμεν ποθεινοὶ καὶ ἐπέραστοι. Ἀλλὰ γὰρ εἰς τοῦτο προῆλθε κακίας ἅπαντα, ὥστε ἐφ' οἷς ἐγκαλύπτεσθαι ἔδει, ἐπὶ τούτοις πολλοὺς γαυριᾷν. Ἃ γὰρ ἀπειλοῦσιν οἱ πολλοὶ τοιαῦτά ἐστιν· Οὐ δύναται ἐνεγκεῖν τὴν γλῶσσάν μου, φησί. Γυναικὸς τὰ ῥήματα, γραὸς μεθυούσης, ἀσχημονούσης, τῶν ἐπ' ἀγορᾶς συρομένων, προαγωγοῦ. Οὐδὲν αἰσχρότερον τούτων τῶν ῥημάτων, οὐδὲν ἀνανδρότερον, οὐδὲν γυναικωδέστερον, ἐν τῇ γλώττῃ τὴν ἰσχὺν ἔχειν, ἐπὶ τῷ λοιδορεῖν μέγα φρονεῖν, καθάπερ οἱ ἐν πομπαῖς, καθάπερ οἱ μῖμοι, καὶ παράσιτοι, καὶ κόλακες. Χοῖροι μᾶλλόν εἰσιν ἢ ἄνθρωποι, ὅσοι ἐπὶ τούτῳ σεμνύνονται. ∆έον κατορύξαι σαυτὸν, δέον εἰ καί τις ἕτερός σοι ταῦτα ἐμαρτύρει, φεύγειν τὴν μαρτυρίαν ὡς ἐχθρὰν, καὶ ἄνανδρον· σὺ δὲ κήρυξ ὕβρεων γέγονας. Ἀλλ' οὐδὲν τὸν κακῶς ἀκούοντα βλάψαι δυνήσῃ. ∆ιὸ παρακαλῶ, ἐννοήσαντες ὅση ἡ κακία, ὅτι καὶ ἐγκαυχῶνται πολλοὶ, ἀνανήψωμεν, διορθωσώμεθα τοὺς οὕτω μαινομένους, ἀνέλωμεν ταῦτα ἐκ τῆς πόλεως τὰ συνέδρια, καλλωπίσωμεν ἡμῶν τὴν γλῶτταν, πάσης κακηγορίας ἀπαλλάξωμεν, ἵνα δυνηθῶμεν καθαρεύοντες τῶν ἁμαρτημάτων, τὴν ἄνωθεν εὔνοιαν ἐπισπάσασθαι, καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΛΒʹ
∆ιέτριβον δὲ ἐκεῖ, φησὶ, χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς. Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰου δαίας, ἐδίδασκον τοὺς ἀδελφοὺς, ὅτι Ἐὰν μὴ περιτέμνησθε τῷ ἔθει Μωϋσέως, οὐ δύνασθε σω θῆναι.
αʹ. Ὅρα πανταχοῦ τῆς εἰς τὰ ἔθνη μεταβάσεως ἀναγκαίαν τὴν ἀρχὴν ἀπ' αὐτῶν εἰσαγομένην. Πρὸ τούτου ἐγκαλούμενος ἀπελογήσατο, καὶ ἐν τάξει ἀπολογίας τὸ πᾶν εἶπεν· ὅπερ εὐπαράδεκτον τὸν λόγον ἐποίει· ἔπειτα τῶν Ἰουδαίων ἀποστραφέντων, οὕτως ἦλθεν εἰς τὰ ἔθνη. Ἐνταῦθα πάλιν ἄλλην ἀμετρίαν ὁρῶν φερομένην, οὕτως ἵστησι τὸν νόμον. Ἐπειδὴ γὰρ, ἅτε παρὰ τοῦ Θεοῦ διδαχθέντες, ἀδιαφόρως διελέγοντο πᾶσι, τοῦτο εἰς ζῆλον ἤγαγε τοὺς ἀπὸ Ἰουδαίων. Καὶ οὐκ ἐδίδασκον ἁπλῶς περιτομὴν, ἀλλ' ὅτι οὐδὲ σωθῆναι δύνασθε. Οὗ τοὐναντίον εὔκαιρον ἦν λέγειν, ὅτι περιτεμνόμενοι σωθῆναι οὐ δύνασθε. Ὁρᾷς συνεχεῖς τοὺς πειρασμοὺς ἔνδοθεν, ἔξωθεν; Καλῶς δὲ οἰκονομεῖται τοῦτο Παύλου παρόντος, ἵνα ἀντείπῃ. Καὶ οὐκ εἶπεν ὁ Παῦλος· Τί γάρ; οὐκ εἰμὶ ἀξιόπιστος ἀπὸ τοσούτων σημείων; ἀλλ' ἐπείσθη δι' 60.234 ἐκείνους. Καὶ ὅρα μανθάνουσι λοιπὸν πάντες τὰ εἰς τὰ ἔθνη γεγενημένα καὶ Σαμαρεῖται, καὶ ἔχαιρον. Γενομένης οὖν στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτοὺς, ἔταξαν ἀναβαίνειν τὸν Παῦλον καὶ Βαρνάβαν, καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἱερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου. Οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς Ἐκκλησίας, διήρχοντο τὴν Φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν· καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς. Παραγενόμενοι δὲ εἰς Ἰερουσαλὴμ, ἀπεδέχθησαν ὑπὸ τῆς Ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ Θεὸς ἐποίησε μετ' αὐτῶν. Ὅρα πόση οἰκονομία γίνεται. Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες, ὅτι ∆εῖ περιτέμνειν αὐτοὺς, παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως. Συνήχθησαν δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ 60.235 λόγου τούτου. Πολλῆς δὲ συζητήσεως γενομένης, ἀναστὰς Πέτρος εἶπε πρὸς αὐτούς· Ἄνδρες ἀδελφοὶ, ὑμεῖς ἐπίστασθε, ὅτι ἀφ' ἡμερῶν ἀρχαίων ὁ Θεὸς ἐν ὑμῖν ἐξελέξατο διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου, καὶ πιστεῦσαι. Ὅρα τὸν Πέτρον ἄνωθεν κεχωρισμένον τοῦ πράγματος, καὶ μέχρι τοῦ νῦν ἰουδαΐζοντα. Ὑμεῖς ἐπίστασθε, φησί. Παρῆσαν ἴσως καὶ οἱ ἐγκαλέσαντες αὐτῷ ἐπὶ Κορνηλίου πάλαι, καὶ εἰσελθόντες μετ' αὐτοῦ· διὰ τοῦτο αὐτοὺς παράγει μάρτυρας. Ἀφ' ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ὁ Θεὸς ἐξελέξατο. Τί ἐστιν, Ἐν ὑμῖν; Ἤτοι ἐν Παλαιστίνῃ, φησὶν, ἢ παρόντων ὑμῶν. ∆ιὰ τοῦ στόματός μου. Ὅρα πῶς δείκνυσι τὸν Θεὸν δι' αὐτοῦ φθεγγόμενον, καὶ οὐδὲν ἀνθρώπινον. Καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς. Ἐπὶ τὴν πνευματικὴν ἀνάγει μαρτυρίαν αὐτούς. ∆οὺς αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καθὼς καὶ ἡμῖν. Ὅρα πῶς πανταχοῦ ἐξισοῖ τὰ ἔθνη. Καὶ οὐδὲν διέκρινε μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. Ἀπὸ τῆς πίστεως μόνης, φησὶ, τῶν αὐτῶν ἔτυχον. Κἀκείνων ταῦτα ἐντρεπτικά· μᾶλλον δὲ καὶ ἐκείνους διδάξαι δύναται, ὅτι πίστεως δεῖ μόνης, καὶ οὐκ ἔργων οὐδὲ περιτομῆς. Οὐ γὰρ δὴ ὑπὲρ τῶν ἐθνῶν ἀπολογούμενοι ταῦτα λέγουσι μόνον, ἀλλὰ κἀκείνους παιδεύοντες ἀποστῆναι τοῦ νόμου. Ἀλλὰ τέως οὔπω λέγουσι τοῦτο. Νῦν οὖν τί πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν, οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι, Ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι, καθ' ὃν τρόπον κἀκεῖνοι. Τί ἐστι, Πειράζετε τὸν Θεόν; Τί ἀπιστεῖτε, φησὶ, τῷ Θεῷ; τί πειράζετε αὐτὸν ὡς οὐκ ἰσχύοντα σῶσαι τῇ πίστει; Ἄρα ἀπιστίας ἐστὶ τὸ τὸν νόμον εἰσφέρειν. Εἶτα δείκνυσι καὶ αὐτοὺς οὐδὲν ὠφελουμένους, καὶ τὸ πᾶν ἐπὶ τὸν νόμον στρέφει, οὐκ ἐπ' αὐτοὺς, καὶ τὴν κατηγορίαν ὑποτέμνεται. Ὃν οὐκ ἰσχύσαμεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, φησὶ, βαστάσαι· ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ' ὃν τρόπον κἀκεῖνοι. Πόσης δυνάμεως γέμει ταῦτα τὰ ῥήματα! Ἅπερ ὁ Παῦλος διὰ πολλῶν ἐν τῇ πρὸς Ῥωμαίους εἶπε, ταῦτα καὶ οὗτος. Εἰ γὰρ Ἀβραὰμ, φησὶν, ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν. Ὁρᾷς, ὅτι τούτων μᾶλλόν ἐστι τοῦτο παιδευτικὸν, ἢ ἀπολογία ὑπὲρ τῶν ἐθνῶν; Ἀλλ' εἰ μὲν χωρὶς προφάσεως ταῦτα ἔλεγεν, ἴσως οὐδαμῶς ὕποπτος ἦν· ἀρχῆς δὲ λαβόμενος ἐντεῦθεν, λοιπὸν ἀδεῶς φθέγγεται. Καὶ ὅρα πανταχοῦ τὰ παρὰ τῶν ἐχθρῶν μετ' αὐτῶν γινόμενα. Εἰ μὴ γὰρ ἐκίνησαν ἐκεῖνοι, οὐκ ἂν ταῦτα ἐλέχθη, οὐδ' ἂν τὰ μετὰ ταῦτα. Ἐντεῦθεν μανθάνουσιν, ὅτι εἰ καὶ μὴ προσάγεσθαι ἤθελον τὰ ἔθνη, οὐ δεῖ αὐτοὺς παρορᾷν. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἐν ὑμῖν, φησὶν, ἐξελέξατο, καὶ ἀφ' ἡμερῶν ἀρχαίων. Τοῦτο εἶπε, δεικνὺς ὅτι πάλαι, οὐ νῦν. Οὐ μικρὸν δὲ τὸ καὶ Ἰουδαίων πιστευόντων τοῦτο ἀποστραφῆναι. ∆ύο τούτοις ὃ λέγει πιστοῦται, τῷ καιρῷ καὶ τῷ τόπῳ. Καὶ τὸ, Ἐξελέξατο, καλῶς· ὥσπερ ἐπ' αὐτῶν οὐκ εἶπεν, Ἠθέλησεν, ἀλλ', Ἐξελέξατο. Πόθεν τοῦτο δῆλον; Ἀπὸ τοῦ Πνεύματος, φησίν. Εἶτα δείκνυσιν οὐχὶ χάριτος ἁπλῶς, ἀλλ' ἀρετῆς μαρτύριον αὐτοῖς τοῦτο γινόμενον, καὶ οὐδὲν ἔλαττον αὐτοῖς παρασχόν. Οὐδὲν γὰρ, φησὶ, διέκρινε μεταξὺ ἡμῶν τε καὶ αὐτῶν. Ἄρα καρδίας δεῖ πανταχοῦ ζητεῖν. Καὶ εὐκαίρως εἶπεν· Ὁ καρδιογνώστης Θεὸς ἐμαρ τύρησεν αὐτοῖς· ὡς καὶ ἐκεῖ, Σὺ, Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον. Ὅτι γὰρ τοῦτο βούλεται, ὅρα τί ἐπάγει· ὅτι Οὐδὲν διέκρινε μεταξὺ ἡμῶν τε καὶ αὐτῶν. Ὅτε εἶπεν αὐτῶν τὴν μαρτυρίαν, τότε τὸ μέγα τοῦτο ἐφθέγξατο, ὅπερ Παῦλός φησιν· Οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία· καὶ, Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ. Πάντων τούτων τὰ σπέρματα ἐν τῇ Πέτρου δημηγορίᾳ κεῖται. Καὶ οὐκ εἶπε, Τῶν ἐκ περιτομῆς, ἀλλὰ, Μεταξὺ ἡμῶν, τουτέστι, τῶν ἀποστόλων. Εἶτα, ἵνα μὴ δόξῃ ὕβρις εἶναι τὸ Οὐδὲν, ἐπάγει· Πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. Καὶ ἀναιρεῖ τὴν ὑπόνοιαν διὰ τούτου. Ἐξεκάθαρε πρότερον τὸν λόγον, καὶ τότε δείκνυσιν οὐχὶ πονηρὸν τὸν νόμον, ἀλλ' αὐτοὺς ἀσθενεῖς.
βʹ. Ὅρα πῶς εἰς φοβερὸν κατέληξεν. Οὐδὲν ἀπὸ τῶν. προφητῶν αὐτοῖς διαλέγεται, ἀλλ' ἀπὸ τῶν παρόντων πραγμάτων, ὧν αὐτοὶ μάρτυρες ἦσαν. Εἰκότως καὶ αὐτοὶ λοιπὸν ἐπιμαρτυροῦσι, καὶ τὸν λόγον ἰσχυρότερον ποιοῦσι τοῖς ἤδη γενομένοις. Καὶ ὅρα, ἐν τῇ Ἐκκλησίᾳ συγχωρεῖ πρῶτον ζήτησιν γενέσθαι, καὶ τότε λέγει. Ἐπεὶ οὖν οὐκ εἶπε, Τῶν ἐκ περιτομῆς, ἀλλὰ, Τῶν ἐθνῶν (τοῦτο γὰρ κατὰ μικρὸν ἐπαγόμενον ἐγίνετο ἰσχυρότερον, ἐκεῖνο δὲ ἦν πειράζοντος, εἰ δύναται καὶ μετὰ νόμον σῶσαι), ὅρα τί ποιεῖ· δείκνυσιν αὐτοὺς ἐν κινδύνῳ, εἴ γε ὅπερ οὐκ ἴσχυσεν ὁ νόμος, ἴσχυσεν ἡ πίστις· ταύτης δὲ ἐκπιπτούσης, ἀνάγκη αὐτοὺς ἐν ἀπωλείᾳ εἶναι. Καὶ οὐκ εἶπεν, Ἀπιστεῖτε, ὅπερ ἦν φορτικώτερον, καὶ ταῦτα ἐληλεγμένου τοῦ πράγματος. Ἐν μὲν οὖν τοῖς Ἱεροσολύμοις οὐκ ἦσαν ἐξ ἐθνῶν τινες, ἐν δὲ Ἀντιοχείᾳ εἰκὸς εἶναι. ∆ιὰ τοῦτο καὶ ἀπέρχονται, καὶ διατρίβουσι χρόνον οὐκ ὀλίγον ἐκεῖ. Ἐξανέστησαν δέ τινες τῶν Φαρισαίων, ἔτι νοσοῦντες τὴν φιλαρχίαν, καὶ βουλόμενοι πρὸς αὐτοὺς ἔχειν τοὺς ἐξ ἐθνῶν. Καίτοι καὶ Παῦλος νομομαθὴς ἦν, ἀλλ' οὐκ ἔπασχε τοῦτο· ἐπειδὴ δὲ ἐκεῖθεν ἦλθε, καὶ τὸ δόγμα ἀκριβέστερον ἐγένετο. Εἰ γὰρ οἱ ἐν Ἱεροσολύμοις ὄντες οὐδὲν τοιοῦτον ἐπιτάττουσι, πολλῷ μᾶλλον οὗτοι. Ὁρᾷς ὅσοι μὴ φιλαρχοῦσι, χαίρουσιν ἐν τῇ πίστει; Οὐ φιλοτιμίας τοίνυν τὰ διηγήματα οὐδὲ ἐπιδείξεως ἦν, ἀλλὰ ἀπολογίας τοῦ εἰς τὰ ἔθνη κηρύγματος· διὸ καὶ οὐδὲν λέγουσι τῶν εἰς τοὺς Ἰουδαίους συμβεβηκότων. Πολλὴ ἡ ἐπιτριβὴ τῶν Φαρισαίων, καὶ μετὰ τὴν πίστιν ἔτι νομοθετούντων, καὶ οὐ πειθομένων τοῖς ἀποστόλοις. Ἀλλ' ὅρα ἐκείνους, πῶς ἐπιεικῶς καὶ οὐ μετὰ αὐθεντείας διαλέγονται· τὰ γὰρ τοιαῦτα ἐπιθυμητὰ, καὶ πέπηγε μᾶλλον. Ὁρᾷς οὐδαμοῦ λόγων ἐπίδειξιν, ἀλλὰ τὴν διὰ τῶν πραγμάτων, τὴν διὰ τοῦ Πνεύματος; Ἀλλ' ὅμως καὶ τοιαῦτα ἔχοντες τεκμήρια, ἔτι ἐπιεικῶς διαλέγονται. Καὶ ὅρα· οὐκ ἀπέρχονται διαβάλλοντες τοὺς ἐν Ἀντιοχείᾳ, ἀλλ' ἐκεῖθεν πάλιν λαμβάνουσιν ἀφορμήν. Οὕτως ἐμελέτων τὸ φιλαρχεῖν, οἳ καὶ οὐκ εἰδότων τῶν ἀποστόλων ἐμέμφθησαν. Ἀλλ' ὅμως οὐδὲν τούτων οὗτοι προήνεγκαν· ἀλλ' ὅτε ἀπέδειξαν, τότε σφοδρότερον γράφουσι. Μέγα γὰρ ἡ ἐπιείκεια πανταχοῦ καλόν· ἐπιείκεια λέγω, οὐ ψυχρότης· ἐπιείκεια, οὐ κολακεία· πολὺ γὰρ ταῦτα διέστηκεν ἀπ' ἀλλήλων. Οὐδὲν ἐτράχυνε Παῦλον, οὐδὲν Πέτρον. Ὅταν ἔχῃς ἀποδείξεις, τί ὀργίζῃ; ἢ ἵνα καὶ ταύτας ἀκύρους ποιήσῃς; Οὐκ ἔστι τὸν ὀργιζόμενον πεῖσαί ποτε. Καὶ χθὲς περὶ ὀργῆς διελέχθημεν· οὐδὲν δὲ κωλύει καὶ τήμερον· ἡ γὰρ συνέχεια ἴσως ἐργάσεταί τι. Καὶ γὰρ φάρμακον τὸ δύναμιν ἔχον ἀφανίσαι τραῦμα, ἂν μὴ 60.237 συνεχῶς ἐπιτεθῇ, τὸ πᾶν ἀπώλεσε. Μὴ δὴ νομίζετε, κατάγνωσιν ὑμῶν εἶναι, τὸ συνεχῶς περὶ τῶν αὐτῶν διαλέγεσθαι· εἰ γὰρ κατεγνώκειμεν, οὐκ ἂν διελέχθημεν· νῦν δὲ ἐλπίζοντες μεγάλα ἡμᾶς κερδαίνειν, ταῦτα φθεγγόμεθα. Εἴθε γὰρ συνεχῶς περὶ τῶν αὐτῶν ἐλέγομεν! εἴθε μηδὲ ἦν ἄλλη τις λόγων ὑπόθεσις ἢ φροντὶς, ἀλλ' ὅπως τῶν παθῶν κρατήσωμεν τῶν ἡμετέρων! Πῶς γὰρ οὐκ ἄτοπον, βασιλεῦσι μὲν ἐν τρυφῇ ζῶσι καὶ τοσαύτῃ τιμῇ μηδένα εἶναι λόγον, μήτε ἐπὶ τραπέζης, μηδὲ ἐν ἄλλῳ μηδενὶ καιρῷ, ἀλλὰ πῶς μόνον τῶν πολεμίων κρατῆσαι δεῖ, καὶ διὰ τοῦτο καθ' ἑκάστην ἡμέραν συλλόγους ποιεῖν, καὶ στρατηγοὺς καὶ στρατιώτας καταλέγειν, καὶ φόρους ἀπαιτεῖν, καὶ τῶν πολιτικῶν πραγμάτων ταύτας δύο αἰτίας ἀναγκαίας εἶναι ἡγεῖσθαι, ὅπως καὶ τῶν πολεμούντων κρατήσωσι, καὶ τοὺς οἰκείους ἐν εἰρήνῃ καταστήσωσιν· ἡμᾶς δὲ μηδὲ ὄναρ θέλειν τὰ τοιαῦτα διαλέγεσθαι, ἀλλ' ὅπως μὲν ἀγρὸν ὠνησώμεθα, καὶ ὅπως ἀνδράποδα, καὶ ὅπως πλείω τὴν οὐσίαν ποιήσωμεν, καθ' ἑκάστην ἡμέραν διαλεγόμενοι οὐ λαμβάνομεν κόρον· περὶ δὲ τῶν ἐν ἡμῖν πραγμάτων καὶ τῶν ὄντως ἡμῶν οὔτε αὐτοὶ λέγειν βουλόμεθα, οὐδὲ ἑτέρων λεγόντων ἀνεχόμεθα ἀκούειν; Περὶ τίνος οὖν, εἰπέ μοι, διαλέγεσθαι βούλει; περὶ ἀρίστου; Ἀλλὰ ταῦτα μαγείρων τὰ ῥήματα. Ἀλλὰ περὶ χρημάτων; Ἀλλὰ ταῦτα καπήλων καὶ ἐμπόρων. Ἀλλὰ περὶ κτισμάτων; Ἀλλὰ ταῦτα τεκτόνων καὶ οἰκοδόμων. Ἀλλὰ περὶ γῆς; Ἀλλὰ ταῦτα γεωργῶν. Ἡμῶν δὲ οὐδὲν ἕτερόν ἐστιν ἔργον, ἀλλ' ἢ πῶς πλοῦτον περιποιησόμεθα τῇ ψυχῇ. Μὴ τοίνυν προσκορὴς ὁ λόγος γινέσθω. ∆ιὰ τί γὰρ μηδεὶς ἐγκαλεῖ τῷ ἰατρῷ περὶ ἰατρικῆς ἀεὶ διαλεγομένῳ, μηδὲ τοῖς ἄλλοις τοῖς δημιουργοῖς περὶ τῶν οἰκείων τεχνῶν λέγουσιν; Εἰ μὲν γὰρ οὕτως ἡμῖν ἦν κατωρθωμένα τὰ τῶν παθῶν, ὡς μὴ δεῖσθαι ὑπομνήσεως, εἰκότως ἄν τις ἡμῖν ἐνεκάλεσε φιλοτιμίαν καὶ ἐπίδειξιν· μᾶλλον δὲ οὐδὲ οὕτως. Εἰ γὰρ καὶ κατώρθωτο, καὶ οὕτως ἐχρῆν διαλέγεσθαι, ὥστε μὴ ἀναπεσεῖν· ἐπεὶ καὶ ἰατροὶ οὐχὶ νοσοῦσιν, ἀλλὰ καὶ ὑγιαίνουσι διαλέγονται, καὶ ἔστιν αὐτοῖς βιβλία τοιαύτης πραγματείας, τοῖς μὲν, ἵνα τῆς νόσου ἀπαλλάττωσι, τοῖς δὲ, ἵνα τὴν ὑγείαν διαφυλάττωσιν. Ὥστε εἰ καὶ ὑγιαίνομεν, οὐδὲ οὕτως ἀποστῆναι ἐχρῆν, ἀλλὰ πάντα ποιεῖν ὥστε διατηρηθῆναι τὴν ὑγείαν ἡμῖν.
γʹ. Ὅταν δὲ καὶ νοσῶμεν, διπλῆ τῶν λόγων ἡ ἀνάγκη· μία μὲν, ἀπαλλαγῆναι τῆς νόσου· δευτέρα δὲ, ἀπαλλαγέντας μὴ περιπεσεῖν πάλιν. Οὐκοῦν θεραπευτικῇ μεθόδῳ διαλεγόμεθα νῦν, οὐχ ὑγιεινῇ πραγματείᾳ. Πῶς οὖν ἄν τις τὸ κακὸν τοῦτο ἐκκόψειε πάθος; πῶς τὸν σφοδρὸν ὑποστείλειε πυρετόν; Ἴδωμεν πόθεν ἐτέχθη, καὶ τὴν αἰτίαν ἀνέλωμεν. Πόθεν τίκτεσθαι εἴωθεν; Ἐξ ἀλαζονείας καὶ ἀπονοίας πολλῆς. Ταύτην οὖν ἀνέλωμεν τὴν αἰτίαν, καὶ συνανῄρηται καὶ τὸ νόσημα. Τί δὲ ἡ ἀλαζονεία; πόθεν τίκτεται; τάχα γὰρ πάλιν ἐφ' ἑτέραν ἀρχὴν κινδυνεύομεν ἀνελθεῖν. Οὐκοῦν ἣν ἂν ὁ λόγος ὑφηγήσηται, ταύτην βαδίζωμεν, ὅπως κάτωθεν καὶ πρόῤῥιζον ἀνασπασθῇ τὸ κακόν. Πόθεν οὖν ἡ ἀλαζονεία; Ἐκ τοῦ μὴ ἐπισκέπτεσθαι τὰ ἡμέτερα, ἀλλ' ὑπὲρ μὲν φύσεως γῆς, καίτοι οὐκ ὄντας γεωργοὺς, πολυπραγμονεῖν, καὶ ὑπὲρ φύσεως φυτῶν, καὶ ὑπὲρ φύσεως χρυσοῦ, καίτοι οὐκ ὄντας ἐμπόρους, καὶ ὑπὲρ ἱματίων, καὶ ὑπὲρ 60.238 πάντων· ὑπὲρ δὲ ἡμῶν καὶ τῆς ἡμετέρας φύσεως μηδέποτε ἀνέχεσθαι τοῦτο ποιεῖν. Καὶ τίς ἀγνοεῖ, φησὶ, τὴν οἰκείαν φύσιν; Πολλοί· τάχα δὲ πάντες πλὴν ὀλίγων· καὶ εἰ βούλεσθε, ἐντεῦθεν ποιήσω τὸν ἔλεγχον. Εἰπὲ γάρ μοι, τί ποτέ ἐστιν ἄνθρωπος; Εἴ τις ἐρωτηθείη, Τίνι τῶν ἀλόγων διέστηκε, πῶς συγγενής ἐστι τῶν ἐν οὐρανῷ, τί δύναται ἐξ ἀνθρώπου γενέσθαι; μὴ δυνήσεται ἐξ εὐθείας ἀποκριθῆναι; Οὐκ ἔγωγε οἶμαι. Καθάπερ γὰρ ἐπὶ ὕλης τινὸς, οὕτω καὶ ἐπὶ ἀνθρώπου τὸ μὲν ὑποκείμενον ἄνθρωπος· δύναται δὲ γενέσθαι καὶ ἄγγελος καὶ θηρίον. Ἆρα οὐ δοκεῖ ξένος εἶναι ὁ λόγος οὗτος; Καίτοι πολλάκις αὐτὸν ἐν ταῖς Γραφαῖς ἠκούσατε. Περὶ μὲν γάρ τινων ἀνθρώπων ἐλέγετο, ὅτι Ἄγγελος Κυρίου ἐστί· καὶ ἐκ χειλέων, φησὶ, αὐτοῦ, ζητήσουσι κρίσιν· καὶ πάλιν· Ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου· περὶ δέ τινων, Ὄφεις, γεννήματα ἐχιδνῶν. Λοιπὸν δὴ παρὰ τοὺς χρωμένους τὸ πᾶν δύναται γενέσθαι καὶ ἄγγελος, καὶ ἄνθρωπος. Τί λέγω, ἄγγελος; Καὶ Θεοῦ τέκνον· Ἐγὼ γὰρ εἶπα, φησὶ, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Καὶ τὸ δὴ μεῖζον, ὅτι τοῦ γενέσθαι καὶ θεὸς καὶ ἄγγελος καὶ Θεοῦ τέκνον τὴν ἐξουσίαν αὐτὸς ἐγκεχείρισται. Καὶ ἔστιν ἄνθρωπος ἀγγέλου δημιουργός. Τάχα ὑμᾶς ἐθορύβησε τὸ ῥῆμα; Ἀλλ' ἀκούετε τοῦ Χριστοῦ λέγοντος· Ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ' εἰσὶν ὡς ἄγγελοι· καὶ πάλιν, Ὁ δυνάμενος χωρεῖν χωρείτω. Ὅλως δὲ ἡ ἀρετὴ ἀγγέλους ποιεῖ· ταύτης δὲ ἡμεῖς κύριοι· ἄρα ἀγγέλους δυνάμεθα δημιουργεῖν, κἂν μὴ τῇ φύσει, ἀλλὰ τῇ προαιρέσει. Ταύτης μὲν γὰρ ἀπούσης, οὐδὲν ὄφελος ἄγγελον εἶναι τὴν φύσιν· καὶ δηλοῖ ὁ διάβολος τοῦτο ὢν πρὸ τούτου· ταύτης δὲ παρούσης, οὐδὲν βλάβος ἄνθρωπον εἶναι τὴν φύσιν· καὶ δηλοῖ Ἰωάννης ἄνθρωπος ὢν, καὶ Ἠλίας εἰς τὸν οὐρανὸν ἀνελθὼν, καὶ πάντες οἱ μέλλοντες ἀπιέναι ἐκεῖ. Οὗτοι μὲν γὰρ μετὰ σώματος οὐκ ἐκωλύθησαν τὸν οὐρανὸν οἰκεῖν· ἐκεῖνοι δὲ ἀσώματοι ὄντες, οὐκ ἠδυνήθησαν μεῖναι ἐν οὐρανῷ. Μηδεὶς τοίνυν ἀλγείτω μηδὲ ἀγανακτείτω πρὸς τὴν φύσιν ὡς ἐμποδίζουσαν, ἀλλὰ πρὸς τὴν προαίρεσιν. Λέων ἐκεῖνος ἐγένετο ἐξ ἀσωμάτου· Ἰδοὺ γὰρ, φησὶ, Ὁ ἐχθρὸς ἡμῶν ὡς λέων ὠρυόμενος περιέρχεται, ζητῶν τίνα καταπίῃ· ἡμεῖς ἄγγελοι ἀπὸ σωμάτων. Καθάπερ γὰρ εἴ τις ὕλην εὑρὼν πολύτιμον, οὐκ ὢν τεχνίτης, ἂν καταφρονήσῃ ταύτης, μεγάλως ζημιωθήσεται, οἷον ἢ μαργαρίτας, ἢ κόχλον, ἢ ἕτερόν τι τοιοῦτον· οὕτω δὴ καὶ ἡμεῖς ἐὰν ἀγνοήσωμεν τὴν ἡμετέραν φύσιν, σφόδρα αὐτῆς καταφρονήσομεν· ἂν δὲ γνῶμεν, πολλὴν ἐπιδειξόμεθα σπουδὴν, καὶ τὰ μέγιστα καρπωσόμεθα. Ἀπὸ γὰρ ταύτης ἱμάτιον γίνεται βασιλικὸν, ἀπὸ ταύτης οἰκία γίνεται βασιλικὴ, ἀπὸ ταύτης μέλη γίνεται βασιλικά· πάντα βασιλικά. Μὴ δὴ καταχρησώμεθα εἰς βλάβην τῇ οἰκείᾳ φύσει. Βραχύ τι παρ' ἀγγέλους ἡμᾶς ἠλάττωσε, τῷ θανάτῳ λέγω· ἀλλὰ καὶ τοῦτο ἀπειλήφαμεν τὸ βραχύ. Οὐδὲν οὖν τὸ κωλύον ἡμᾶς ἀγγέλων γενέσθαι ἐγγὺς, ἂν θέλωμεν. Θελήσωμεν τοίνυν, θελήσωμεν, καὶ ἐξασκήσαντες ἑαυτοὺς δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΛΓʹ
Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς, ἀπεκρίθη Ἰάκωβος, λέγων· Ἄνδρες ἀδελφοὶ, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ Καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν.
αʹ. Ἐπίσκοπος ἦν τῆς ἐν Ἱεροσολύμοις Ἐκκλησίας οὗτος· διὸ καὶ ὕστερος λέγει· καὶ τὸ, Ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα, ἐνταῦθα πληροῦται. Ὅρα δὲ καὶ τούτου τὴν σύνεσιν, ἀπό τε νέων, ἀπό τε παλαιῶν βεβαιουμένου τῶν προφητῶν τὸν λόγον. Οὐ γὰρ εἶχέ τι πρᾶγμα δεῖξαι καθάπερ Πέτρος, καθάπερ Παῦλος. Καὶ καλῶς οἰκονομεῖται δι' ἐκείνων ταῦτα γενέσθαι τῶν οὐ μελλόντων ἐπιχωριάζειν τοῖς Ἱεροσολύμοις, τοῦτόν τε τὸν διδάσκοντα αὐτοὺς μὴ εἶναι ὑπεύθυνον, μηδὲ μὴν ἀπεσχίσθαι τῆς γνώμης. Καὶ τί φησιν; Ἄνδρες ἀδελφοὶ, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο. Τινὲς τοῦτον εἶναί φασι τὸν ὑπὸ τοῦ Λουκᾶ εἰρημένον· ἄλλοι δὲ ἕτερον ὁμώνυμον τούτῳ. Εἴτε δὲ οὗτος, εἴτε ἐκεῖνός ἐστιν, οὐκ ἀκριβολογεῖσθαι χρὴ, ἀλλὰ μόνον ὡς ἀναγκαῖα δέχεσθαι, ἃ ἐξηγήσατο. Ἄνδρες, φησὶν, ἀδελφοί. Πολλὴ ἡ ἐπιείκεια τοῦ ἀνδρὸς, καὶ τελειοτέρα αὕτη ἡ δημηγορία, ὅπου γε καὶ τέλος ἐπιτίθησι τοῖς πράγμασι. Καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ. Καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν. Ἐπειδὴ ἐκεῖνος ἀπὸ μὲν τοῦ χρόνου δῆλος ἦν, τὸ δὲ ἀξιόπιστον οὐκ εἶχε διὰ τὸ μὴ παλαιὸς εἶναι, ἐπάγει καὶ παλαιὰν προφητείαν, λέγων· Καθὼς γέγραπται· Μετὰ ταῦτα ἀναστρέψω, καὶ ἀνοικοδομήσω τὴν σκηνὴν ∆αυῒδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω, καὶ ἀνορθώσω αὐτὴν, ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον, καὶ πάντα τὰ ἔθνη, ἐφ' οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτοὺς, λέγει Κύριος ὁ ποιῶν ταῦτα πάντα. Τί οὖν; ἠγέρθη τὰ Ἱεροσόλυμα, ἀλλ' οὐχὶ κατεσκάφη μᾶλλον; Ἀλλ' οὐ περὶ τούτων αὐτῷ εἴρηται ταῦτα. Καὶ ποίαν, φησὶ, λέγει ἔγερσιν; Τὴν μετὰ Βαβυλῶνα. Γνωστὰ ἀπ' αἰῶνός ἐστι τῷ Θεῷ πάντα τὰ ἔργα αὐτοῦ. Εἶτα τὸ ἀξιόπιστον τοῦ λόγου, ὅτι οὐδὲν καινὸν, ἀλλ' ἐξ ἀρχῆς ταῦτα προτετύπωτο. Καὶ τὸ ἀξίωμα πάλιν. ∆ιὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἀποστρέφουσιν ἐπὶ τὸν Θεὸν, ἀλλ' ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος. Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος. Ἐπειδὴ οὐκ ἦσαν ἀκηκοότες τοῦ νόμου, εἰκότως ταῦτα ἐπιτάττει ἀπὸ τοῦ νόμου, ἵνα μὴ δόξῃ ἀκυροῦν αὐτόν. Καὶ ὅρα πῶς οὐκ ἀφίησιν αὐτοὺς ἀπὸ τοῦ νόμου ταῦτα ἀκούειν, ἀλλὰ παρ' ἑαυτοῦ, εἰπών· Κρίνω ἐγὼ, τουτέστιν, ἐξ ἐμαυτοῦ, οὐχὶ παρὰ τοῦ νόμου ἀκούσας. Εἶτα λοιπὸν κοινὸν τὸ δόγμα γίνεται. Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ πρεσβυτέροις σὺν ὅλῃ τῇ Ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν Παύλῳ καὶ Βαρνάβᾳ, Ἰούδαν τὸν ἐπικαλούμενον Βαρσαβᾶν καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς, γράψαντες διὰ χειρὸς αὐτῶν τάδε. Ὅρα αὐτοὺς οὐχ ἁπλῶς ταῦτα νομοθετοῦντας· ὥστε δὲ ἀξιόπιστον γενέσθαι τὸ δόγμα, 60.240 πέμπουσι τοὺς παρ' αὐτῶν, καὶ ἵνα ἀνύποπτοι ὦσιν οἱ περὶ Παῦλον λοιπόν. Καὶ ὅρα πῶς φορτικῶς ἐκείνους διαβάλλοντες ἐπιστέλλουσιν. Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ τοῖς κατὰ Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν. Ἐπειδὴ ἠκούσαμεν, ὅτι τινὲς ἐξ ἡμῶν ἐτάραξαν ὑμᾶς, λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, λέγοντες περιτέμνειν αὐτοὺς τὰ τέκνα, καὶ τηρεῖν τὸν νόμον, οἷς οὐ διεστειλάμεθα. Ἀρκοῦσα αὕτη κατηγορία τῆς ἐκείνων προπετείας, καὶ ἀξία τῆς τῶν ἀποστόλων ἐπιεικείας οὐδὲν μακρότερον εἰρηκότων. Ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν, ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς, σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ, ἀνδράσι παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὥστε δεῖξαι, ὅτι οὐ τυραννικῶς, ὅτι πᾶσι ταῦτα δοκεῖ, ὅτι μετὰ ἐπισκέψεως ταῦτα γράφουσιν. Ἐκλεξάμενοι, εἶπεν, ἄνδρας ἐξ ἡμῶν. Εἶτα ἵνα μὴ δόξῃ διαβολὴ εἶναι Παύλου καὶ Βαρνάβα τὸ ἐκείνους ἀποσταλῆναι, ὅρα τὰ ἐγκώμια αὐτῶν· Ἀνθρώποις, φησὶ, παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. Ἔδοξε γὰρ τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν. Ἄρα οὐδὲν ἀνθρώπινον, εἰ Πνεύματι ταῦτα δοκεῖ. Μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος. Πάλιν βάρος τὸν νόμον καλεῖ. Εἶτα καὶ ὑπὲρ αὐτῶν τούτων ἀπολογεῖται. Πλὴν τῶν ἐπάναγκες τούτων, ἀπέχεσθαι εἰδωλοθύτων καὶ πνικτοῦ καὶ πορνείας καὶ αἵματος, ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, εὖ πράξετε. Ταῦτα ἡ Καινὴ οὐ διετάττετο· οὐδαμοῦ γὰρ περὶ τούτων διελέχθη ὁ Χριστός· ἀλλ' ἀπὸ τοῦ νόμου ταῦτα λαμβάνουσι. Καὶ πνικτοῦ, φησίν. Ἐνταῦθα τὸν φόνον ἀνείργει. Οἱ μὲν οὖν ἀπολυθέντες, ἦλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν. Ἀναγνόντες δὲ, ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. Εἶτα δηλῶν, ὅτι κἀκεῖνοι αὐτοὺς παρεκάλεσαν, ἐπήγαγεν· Ἰούδας τε καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς, καὶ ἐπεστήριξαν. Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετ' εἰρήνης ὑπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστόλους.
βʹ. Οὐκέτι στάσεις καὶ μάχαι· διὸ καὶ βεβαιώσαντες αὐτοὺς ἀπῆλθον μετ' εἰρήνης· πρὸς γὰρ Παῦλον φιλονεικότερον διέκειντο· καὶ λοιπὸν Παῦλος διδάσκει. Οὕτως οὐδεὶς τῦφος ἦν ἐν τῇ Ἐκκλησίᾳ, ἀλλὰ πολλὴ ἡ εὐταξία. Καὶ ὅρα, μετὰ Πέτρον Παῦλος φθέγγεται, καὶ οὐδεὶς ἐπιστομίζει· Ἰάκωβος ἀνέχεται, καὶ οὐκ ἀποπηδᾷ· ἐκεῖνος γὰρ ἦν τὴν ἀρχὴν ἐγκεχειρισμένος. Οὐδὲν Ἰωάννης ἐνταῦθα, οὐδὲν οἱ ἄλλοι ἀπόστολοι φθέγγονται, ἀλλὰ σιγῶσι, καὶ οὐκ ἀγανακτοῦσιν· οὕτω καθαρὰ δόξης ἦν αὐτῶν ἡ ψυχή. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς, φησὶν, ἀπεκρίθη Ἰάκωβος, λέγων· Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ἐπεσκέψατο ὁ Θεός· ἐξ ἀρχῆς σφοδρότερον μὲν ὁ Πέτρος διελέγετο, οὗτος δὲ ἡμερώτερον. Οὕτως ἀεὶ χρὴ τὸν ἐν μεγάλῃ δυναστείᾳ ποιεῖν, τὰ μὲν φορτικὰ ἑτέροις παραχωρεῖν, αὐτὸν δὲ ἀπὸ τῶν ἡμερωτέρων διαλέγεσθαι. Καλῶς εἶπε, Συμεὼν ἐξηγήσατο, ὡς κἀκεῖνον 60.241 ἑτέρων λέγειν γνώμην. Ὅρα πῶς δείκνυσι παλαιὸν ὂν τοῦτο. Λαβεῖν ἐξ ἐθνῶν λαὸν, φησὶ, τῷ ὀνόματι αὐτοῦ. Οὐχ ἁπλῶς ἐξελέξατο, ἀλλὰ τῷ ὀνόματι αὐτοῦ· τουτέστι, τῇ δόξῃ αὐτοῦ. Οὐκ αἰσχύνεται τὸ ὄνομα αὐτοῦ τῇ προλήψει τῶν ἐθνῶν δόξαν καλῶν. Τοῦτο γὰρ μείζων δόξα. Ἐνταῦθά τι καὶ μέγα αἰνίττεται. Ποῖον τοῦτο; Ὅτι, φησὶ, πρὸ πάντων οὗτοι. Μετὰ ταῦτα ἀναστρέψω, καὶ ἀνοικοδομήσω, φησὶ, τὴν σκηνὴν ∆αυῒδ τὴν πεπτωκυῖαν. Εἴ τις ἀκριβῶς σκοποίη, νῦν τὴν βασιλείαν ἱσταμένην τοῦ ∆αυῒδ εὕροι. Τοῦ ἐκγόνου γὰρ αὐτοῦ βασιλεύοντος, πανταχοῦ ἕστηκεν αὕτη. Τί γὰρ ὄφελος τῶν οἰκημάτων καὶ τῆς πόλεως, τῶν ὑπακουόντων οὐκ ὄντων; ποῖον δὲ βλάβος ἐκ τῆς καθαιρέσεως τῆς πόλεως, πάντων καὶ τὰς ψυχὰς βουλομένων ἐπιδοῦναι; Ὥστε οὐ μόνον ἕστηκεν, ἀλλὰ καὶ λαμπροτέρα πάντων γέγονε· πανταχοῦ γὰρ νῦν τῆς οἰκουμένης ᾄδεται. Ἐκεῖνο ἐξέβη· οὐκοῦν καὶ τοῦτο ἐκβῆναι δεῖ. Εἰπὼν δὲ, Καὶ ἀνοικοδομήσω, ἐπάγει καὶ τὴν αἰτίαν τοῦ διὰ τί, λέγων· Ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον. Εἰ τοίνυν διὰ τοῦτο ἐξανέστη ἡ πόλις διὰ τὸν ἐξ αὐτῶν, δῆλον ὅτι τῆς οἰκοδομῆς τῆς πόλεως αἴτιον γέγονε τὸ τὰ ἔθνη κληθῆναι. Τίνες εἰσὶν Οἱ κατάλοιποι; Οἱ ὑπολειπόμενοι τότε. Ἀλλ' ὅρα αὐτὸν καὶ τὴν τάξιν φυλάττοντα, καὶ δευτέρους αὐτοὺς εἰσάγοντα. Λέγει Κύριος, ὁ ποιῶν, φησὶ, ταῦτα πάντα. Οὐ λέγει μόνον, ἀλλὰ καὶ ποιεῖ· ἄρα Θεοῦ ἔργον ἡ κλῆσις τῶν ἐθνῶν. Ἄλλο ἦν τὸ ζητούμενον, ὅπερ σαφέστερον καὶ Πέτρος ἔλεγεν· οὐ δεῖ αὐτοὺς περιτέμνεσθαι. Τί τοίνυν ταῦτα δημηγορεῖς; Οὐ γὰρ δὴ τοῦτο ἔλεγον, ὅτι οὐ δεῖ αὐτοὺς δέχεσθαι πιστεύοντας, ἀλλ' ὅτι μετὰ νόμου. Καὶ τοῦτο ὁ Πέτρος καλῶς ἐδημηγόρησεν· ἀλλ' ἐπειδὴ τοῦτο ἐθορύβει μάλιστα πάντων τοὺς ἀκροατὰς, καὶ τοῦτο θεραπεύει πάλιν. Καὶ ὅρα, ὅπερ ἐχρῆν νομοθετηθῆναι, ὅτι οὐ δεῖ φυλάττειν τὸν νόμον, ὁ Πέτρος εἰσήγαγε· τὸ δὲ ἡμέτερον, καὶ πάλαι παραδεχθὲν, τοῦτο οὗτός φησι, καὶ ἐνδιατρίβει ἐκείνῳ, ὑπὲρ οὗ οὐδὲν γέγραπται, ἵνα αὐτῶν θεραπεύσας τὴν διάνοιαν τῷ συγκεχωρημένῳ, εὐκαίρως εἰσαγάγῃ καὶ τοῦτο. ∆ιὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσι· τουτέστι, μὴ ἀνατρέπειν. Εἰ γὰρ ὁ Θεὸς ἐκάλεσεν, αὗται δὲ αἱ παρατηρήσεις ἀνατρέπουσι, τῷ Θεῷ πολεμοῦμεν. Καὶ καλῶς εἶπε, Τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσι, δηλῶν καὶ τοῦ Θεοῦ τὴν ἄνωθεν περὶ αὐτοὺς οἰκονομίαν, καὶ τὸ τούτων καταπειθὲς καὶ ἕτοιμον εἰς τὴν κλῆσιν. Τί ἐστι, Κρίνω ἐγώ; Ἀντὶ τοῦ, μετ' ἐξουσίας λέγω τοῦτο εἶναι. Ἀλλ' ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι, φησὶν, ἀπὸ τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος. Αὗται γὰρ εἰ καὶ σωματικαὶ, ἀλλ' ἀναγκαῖαι φυλάττεσθαι, ἐπειδὴ μεγάλα εἰργάζοντο κακά. Καὶ ἵνα μή τις ἀνθυπενέγκῃ, ∆ιὰ τί μὴ καὶ Ἰουδαίοις τὰ αὐτὰ ἐπιστέλλομεν; ἐπήγαγε λέγων· Μωϋσῆς ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας ἑαυτὸν ἔχει; τουτέστι, Μωϋσῆς αὐτοῖς διαλέγεται συνεχῶς. Τοῦτο γάρ ἐστι τὸ, Κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος. Ὅρα πόση ἡ συγκατάβασις. Ἔνθα οὐδὲν ἔβλαπτεν, ἐπέστησεν αὐτοῖς διδάσκαλον, καὶ ἐχαρίσατο χάριν οὐδὲν ἐμποδίζουσαν, ἐπιτρέψας Ἰουδαίοις ἀκούειν αὐτοῦ κατὰ πάντα, καὶ ἀπάγων τοὺς ἐξ ἐθνῶν· εἶτα δι' ὧν ἔδοξεν αὐτὸν τιμᾷν, καὶ ἐφιστάναι τοῖς ἑαυτοῦ, διὰ τούτων ἀπήγαγε τὰ ἔθνη ἐξ αὐτοῦ. ∆ιὰ τί οὖν μὴ παρ' αὐτοῦ μανθάνουσι; ∆ιὰ 60.242 τὴν οἰκείαν ἀπείθειαν. Ἐντεῦθεν δείκνυσιν, ὅτι καὶ τούτους οὐδὲν πλέον δεῖ φυλάττειν. Εἰ δὲ οὐκ ἐπιστέλλομεν, οὐχ ὡς ὀφειλόντων αὐτῶν πλέον τι φυλάττειν, ἀλλ' ὡς ἐχόντων τὸν λέγοντα. Καὶ οὐκ εἶπε, Μὴ σκανδαλίζειν αὐτοὺς μηδὲ καταστρέφειν, ὅπερ Παῦλος λέγει Γαλάταις, ἀλλὰ, Μὴ παρενοχλεῖν· ὅπερ οὐδὲν δείκνυσιν ὃν τὸ κατόρθωμα, ἀλλ' ἢ μόνον ἐνόχλησιν. Οὕτως ἐξέλυσε τὸ πᾶν. Καὶ δοκεῖ μὲν καὶ τὸν νόμον τηρεῖν τῷ ἐξ αὐτοῦ ταῦτα λαβεῖν, ἔλυσε δὲ αὐτὸν τῷ μόνα λαβεῖν. Καίτοι γε πολλάκις αὐτοῖς ὑπὲρ τούτων διελέχθη· ἀλλ' ἵνα δόξῃ καὶ τὸν νόμον τιμᾷν, καὶ ταῦτα οὐχ ὡς ἀπὸ Μωϋσέως λέγων, ἀλλ' ὡς ἀπὸ τῶν ἀποστόλων, καὶ ἵνα πολλὰς ποιήσῃ τὰς ἐντολὰς, τὴν μίαν διεῖλε. Τοῦτο μάλιστα αὐτοὺς ἀνέπαυσεν. Οἰκονομικῶς δὲ γέγονε καὶ ἡ ἀντιλογία, ἵνα μετὰ τὴν ἀντιλογίαν βεβαιότερον ἦ τὸ δόγμα. Τότε ἔδοξε τοῖς ἀποστόλοις, φησὶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς πέμψαι. Οὐ τοὺς τυχόντας, ἀλλὰ τοὺς ἡγουμένους πέμπουσιν ἐκλεξάμενοι· Τοῖς κατὰ Ἀντιόχειαν, φησὶ, καὶ Συρίαν καὶ Κιλικίαν, ἔνθα τὸ νόσημα ἐτέχθη.
γʹ. Ὅρα μηδὲν φορτικὸν κατ' ἐκείνων λέγοντας, ἀλλ' εἰς ἓν ὁρῶντας μόνον, ὥστε ἀνατρέψαι τὸ γεγενημένον· τοῦτο γὰρ καὶ τοὺς ἐκεῖ στασιάζοντας ὁμολογῆσαι ἐποίει. Οὐκ εἶπον, ὅτι οἱ ἀπατεῶνες, οἱ λυμεῶνες, καὶ ὅσα τοιαῦτα· καίτοι ἔνθα ἐχρῆν, ποιεῖ αὐτὸ Παῦλος, ὡς ὅταν λέγῃ· Ὢ πλήρης παντὸς δόλου· ἐνταῦθα δὲ κατορθωθέντος, οὐκ ἔτι χρεία ἦν. Καὶ ὅρα, οὐ τιθέασιν, ὅτι τινὲς ἐξ ἡμῶν ἐκέλευσαν ὑμᾶς τὸν νόμον τηρεῖν· ἀλλ', Ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες. Οὐδὲν κυριώτερον τῆς λέξεως· οὐδεὶς οὕτως εἶπε. Τὰς ἤδη βεβαιωθείσας ψυχὰς, φησὶν, ἀνασκευάζοντες, καθάπερ ἐπὶ οἰκοδομῆς τὰ ὑπ' ἐκείνων γεγενημένα τιθέντες. Οἷς, φησὶν, οὐ διεστειλάμεθα. Ἔδοξεν οὖν ἡμῖν γενομένοις ὁμοθυμαδὸν σὺν τοῖς ἀγαπητοῖς. Εἰ ἀγαπητοὶ, οὐ καταφρονήσουσιν αὐτῶν· εἰ παρέδωκαν τὰς ψυχὰς, καὶ αὐτοὶ ἀξιόπιστοί εἰσιν. Ἀπεστάλκαμεν οὖν, φησὶν, Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. Ἔδει γὰρ μὴ τὴν ἐπιστολὴν παρεῖναι μόνον, ἵνα μὴ λέγωσιν, ὅτι συνήρπασαν, ὅτι ἄλλα ἀντ' ἄλλων εἶπαν. Τὸ ἐγκώμιον τὸ περὶ Παῦλον ἐνέφραξεν αὐτῶν τὰ στόματα. ∆ιὰ γὰρ τοῦτο οὔτε Παῦλος ἔρχεται μόνον οὔτε Βαρνάβας, ἀλλὰ καὶ ἄλλοι ἀπὸ τῆς Ἐκκλησίας, ἵνα μὴ ὕποπτος ᾖ, ἐπειδὴ αὐτὸς ἀντελαμβάνετο τοῦ δόγματος, οὔτε οἱ ἀπὸ Ἱεροσολύμων μόνοι. ∆είκνυσι πῶς ἀξιόπιστοί εἰσιν· οὐκ ἐξισοῦντες ἑαυτοὺς, φησίν· οὐχ οὕτω μαίνονται. ∆ιά τοι τοῦτο καὶ τὸ, Ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, προσέθηκε· καὶ τίνος ἕνεκεν εἶπεν, Ἔδοξε τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν, καίτοι ἤρκει εἰπεῖν, Τῷ ἁγίῳ Πνεύματι; Τὸ μὲν, Τῷ ἁγίῳ Πνεύματι, ἵνα μὴ νομίσωσιν ἀνθρώπινον εἶναι· τὸ δὲ, Ἡμῖν, ἵνα διδαχθῶσιν, ὅτι καὶ αὐτοὶ καὶ ἀποδέχονται, καὶ ἐν περιτομῇ ὄντες. Μηδὲν πλέον, φησὶν, ἐπιτίθεσθαι βάρος ὑμῖν. Ταῦτα λέγουσιν, ἐπειδὴ πρὸς ἀνθρώπους ἀσθενεῖς ἔτι ὁ λόγος ἦν, καὶ πεφοβημένους αὐτούς· διὰ τοῦτο καὶ τοῦτο πρόσκειται. ∆είκνυσι δὲ οὐχὶ συγκαταβάσεως ὄντα τὸν λόγον, οὐδὲ ἐπειδὴ ἐφείδοντο αὐτῶν οὐδὲ ὡς ἀσθενῶν· ἀλλὰ τοὐναντίον· πολλὴ γὰρ καὶ τῶν διδασκάλων αἰδὼς ἦν· ἐκεῖνο γὰρ περιττὸν βάρος ἦν. Ὅρα βραχεῖαν ἐπιστολὴν οὐδὲν πλέον ἔχουσαν, οὐδὲ κατασκευὰς οὐδὲ συλλογισμοὺς, ἀλλ' ἐπίταγμα· Πνεύματος γὰρ ἦν νομοθεσία. Ἄνω καὶ κάτω 60.243 βάρος καλοῦσι. Καὶ πάλιν συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν. Μετὰ τὴν ἐπιστολὴν καὶ αὐτοὶ παρακαλοῦσι τῷ λόγῳ· ἔδει γὰρ καὶ τοῦτο, ὥστε πάσης ὑποψίας ἀπαλλαγῆναι. Καὶ αὐτοὶ, φησὶ, προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφούς. Τὸ ἀξιόπιστον ἐνταῦθα δείκνυσιν. Ἐδύνατο μὲν γὰρ καὶ Παῦλος· ἀλλὰ τούτους ἔδει. Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετ' εἰρήνης. Οὐκ ἔτι στάσις, οὐκ ἔτι ἀποστροφή. Ἐνταῦθά μοι δοκεῖ τὴν δεξιὰν αὐτοὺς εἰληφέναι, καθὼς αὐτός φησι, ∆εξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας. Εἶτα λέγει, ὅτι Οὐδέν μοι προσανέθεντο. Τὴν γὰρ αὐτοῦ γνώμην ἐκύρωσαν· ἐπῄνεσαν αὐτὴν καὶ ἐθαύμασαν. ∆είκνυσιν, ὅτι καὶ ἀπὸ ἀνθρωπίνων λογισμῶν τοῦτο δυνατὸν συνιδεῖν, μήτι γε ἀπὸ Πνεύματος μόνον, ὅτι ἥμαρτον ἁμαρτίαν οὐκ εὔκολον διορθωθῆναι· τὰ γὰρ τοιαῦτα οὐ Πνεύματος δεῖται. ∆είκνυσιν, ὅτι τὰ ἄλλα οὐκ ἀναγκαῖα, ἀλλὰ περιττὰ, εἴ γε ταῦτα ἀναγκαῖα. Ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, φησὶν, εὖ πράξετε. ∆είκνυσιν, ὅτι οὐδὲν αὐτοῖς λείπει, ἀλλ' ἀρκεῖ τοῦτο. Ἠδύνατο μὲν γὰρ καὶ χωρὶς γραμμάτων, ἀλλ' ὥστε νόμον εἶναι ἔγγραφον, ἐπιστέλλουσι. Καὶ πάλιν, ὥστε πεισθῆναι τῷ νόμῳ, καὶ ἐκείνοις ἔλεγον, καὶ ἐκεῖνοι τοῦτο ἐποίουν, καὶ μετ' εἰρήνης. Μὴ δὴ σκανδαλιζώμεθα ἐπὶ τοῖς αἱρετικοῖς. Ὅρα γὰρ ἐν προοιμίοις τοῦ κηρύγματος πόσα σκάνδαλα· οὐ λέγω τὰ παρὰ τῶν ἔξωθεν· ταῦτα γὰρ οὐδὲν ἦν· ἀλλὰ τὰ ἔνδον. Οἷον πρῶτον, ὁ Ἀνανίας, ἔπειτα ὁ γογγυσμὸς, ἔπειτα Σίμων ὁ Μάγος, ἔπειτα οἱ ἐγκαλοῦντες Πέτρῳ διὰ Κορνήλιον, ἔπειτα ὁ λιμὸς, ἔπειτα αὐτὸ τοῦτο τὸ κεφάλαιον τῶν κακῶν. Οὐδὲ γὰρ ἔνι καλοῦ τινος γινομένου μὴ συνυφεστάναι καὶ πονηρόν. Μὴ δὴ θορυβώμεθα, εἴ τινες σκανδαλίζονται, ἀλλὰ καὶ ὑπὲρ τούτων εὐχαριστῶμεν τῷ Θεῷ, ὅτι εὐδοκιμωτέρους ἡμᾶς ποιεῖ. Οὐ γὰρ δὴ αἱ θλίψεις μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ πειρασμοὶ λαμπροτέρους ἡμᾶς ἐργάζονται. Ὁ μὲν γὰρ, μηδενὸς ὄντος τοῦ πλανῶντος, τῆς ἀληθείας ἐχόμενος, οὐκ ἂν εἴη σφοδρὸς ἐραστὴς τῆς ἀληθείας· ὁ δὲ πολλῶν ἀφελκόντων, οὗτος εὐδόκιμος. Τί οὖν; διὰ τοῦτο γίνεται τὰ σκάνδαλα; Οὐ λέγω, ὡς τοῦ Θεοῦ ταῦτα ποιοῦντος· μὴ γένοιτο· ἀλλὰ καὶ ὡς ἀπὸ τῆς ἐκείνων πονηρίας εὐεργετοῦντος ἡμᾶς· ἐπεὶ αὐτὸς οὐδέποτε ἐβούλετο γενέσθαι. ∆ὸς αὐτοῖς, φησὶν, ἵνα ἓν ὦσιν· ἐπειδὴ δὲ γίνεται τὰ σκάνδαλα, οὐδὲν τούτους βλάπτει, ἀλλὰ καὶ ὠφελεῖ. Ὥσπερ οὖν καὶ τοὺς μάρτυρας ἄκοντες ὠφελοῦσιν οἱ ἐπὶ τὸ μαρτύριον ἕλκοντες, οὐ μὴν ὑπὸ τοῦ Θεοῦ ὠθοῦνται πρὸς τοῦτο· οὕτω δὴ καὶ ἐνταῦθα, μὴ ἴδωμεν ὅτι σκανδαλίζονται. Τοῦτο αὐτὸ τεκμήριον τοῦ σπουδαῖον εἶναι τὸ δόγμα, τὸ πολλοὺς ὑποκρίνεσθαι καὶ μιμεῖσθαι· οὐ γὰρ ἂν, εἰ μὴ καλὸν ἦν, ὑπεκρίνοντο. Καὶ τοῦτο ἤδη ποιήσω ὑμῖν φανερόν.
δʹ. Τὰ μύρα τὰ εὐώδη ταῦτα ἔχει τοὺς νοθεύοντας αὐτὰ, οἷον φύλλον ἄμωμον. Ἐπειδὴ γὰρ σπάνιά ἐστι καὶ ἀναγκαῖα, πολλὰ καὶ νόθα γίνεται. Οὐδεὶς οὖν ἂν ἕλοιτο ἄλλο τι τῶν εὐτελῶν νοθεῦσαι. Ὁ βίος ὁ καθαρὸς πολλοὺς ἔχει τοὺς νοθεύοντας· οὐδεὶς δὲ ἂν ἕλοιτο ὑποκρίνεσθαι τὸν ἐν φαυλότητι, ἀλλὰ τὸν ἐν μοναδικῷ βίῳ. Τί οὖν ἂν εἴποιμεν πρὸς τοὺς Ἕλληνας; Ἔρχεται Ἕλλην καὶ λέγει, ὅτι Βούλομαι γενέσθαι Χριστιανὸς, ἀλλ' οὐκ οἶδα τίνι προσθῶμαι· μάχη παρ' ὑμῖν πολλὴ καὶ στάσις, πολὺς θόρυβος· ποῖον ἕλωμαι δόγμα; τί αἱρήσομαι; Ἕκαστος λέγει, ὅτι Ἐγὼ ἀληθεύω. Τίνι πεισθῶ, μηδὲν ὅλως εἰδὼς ἐν ταῖς Γραφαῖς; Κἀκεῖνοι τὸ αὐτὸ προβάλλονται. Πάνυ γε τοῦτο ὑπὲρ ἡμῶν. Εἰ μὲν 60.244 γὰρ λογισμοῖς ἐλέγομεν πείθεσθαι, εἰκότως ἐθορύβου· εἰ δὲ ταῖς Γραφαῖς λέγομεν πιστεύειν, αὗται δὲ ἁπλαῖ καὶ ἀληθεῖς, εὔκολόν σοι τὸ κρινόμενον. Εἴ τις ἐκείναις συμφωνεῖ, οὗτος Χριστιανός· εἴ τις μάχεται, οὗτος πόῤῥω τοῦ κανόνος τούτου. Τί οὖν, ἂν ἐκεῖνος ἐλθὼν εἴπῃ, τοῦτο ἔχειν τὴν Γραφὴν, σὺ δὲ ἕτερον λέγῃς, καὶ ἄλλως παρεξηγῆσθε τὰς Γραφὰς, τὰς διανοίας αὐτῶν ἕλκοντες; Σὺ οὖν, εἰπέ μοι, νοῦν οὐκ ἔχεις οὐδὲ κρίσιν; Καὶ πῶς ἂν δυναίμην, φησὶ, μηδὲ εἰδὼς κρίνειν τὰ ὑμέτερα; μαθητὴς βούλομαι γενέσθαι, σὺ δέ με ἤδη διδάσκαλον ποιεῖς. Ἂν ταῦτα λέγῃ, τί, φησὶν, ἀποκρινώμεθα; πῶς αὐτὸν πείσομεν; Ἐρωτήσωμεν, εἰ μὴ σκῆψις ταῦτα καὶ πρόφασις· ἐρωτήσωμεν, εἰ κατέγνω τῶν Ἑλλήνων. Πάντως τι ἐρεῖ· οὐ γὰρ δὴ μὴ καταγνοὺς, ἐπὶ τὰ ἡμέτερα ἥξει. Ἐρωτήσωμεν τὰς αἰτίας, δι' ἃς κατέγνω· οὐ γὰρ δὴ ἁπλῶς κατέγνω. Εὔδηλον ὅτι ἐρεῖ διὰ τὸ κτίσματα εἶναι καὶ μὴ εἶναι ἄκτιστον Θεόν. Καλῶς. Ἂν οὖν τοῦτο μὲν εὕρῃ παρὰ ταῖς ἄλλαις αἱρέσεσι, τὸ δὲ ἐναντίον παρ' ἡμῖν, ποίου λόγου χρεία; Πάντες ὁμολογοῦμεν, ὅτι ὁ Χριστὸς Θεός. Ἀλλ' ἴδωμεν τίνες μάχονται, καὶ τίνες οὐ μάχονται. Ἡμεῖς λέγοντες Θεὸν, ἄξια Θεοῦ καὶ φθεγγόμεθα, ὅτι ἐξουσίαν ἔχει, ὅτι οὐκ ἔστι δοῦλος, ὅτι ἐλεύθερος, ὅτι ἀφ' ἑαυτοῦ πάντα ποιεῖ· ἐκεῖνος δὲ τοὐναντίον. Πάλιν ἐρωτῶ, εἰ ἰατρὸς μέλλοις μανθάνειν, ἆρα ἁπλῶς καὶ ὡς ἔτυχεν, εἰπέ μοι, τὰ λεγόμενα καταδέχῃ; καίτοι πολλὰ παρ' ἐκείνοις δόγματα. Εἰ μὲν οὖν ἁπλῶς, ἅπερ ἂν ἀκούσῃς, καταδέχῃ, οὐκ ἔστι τοῦτο ἀνδρός· εἰ δὲ κρίσιν ἔχεις καὶ νοῦν, πάντως εἴσῃ τὸ καλόν. Υἱὸν λέγομεν ἡμεῖς, ἐπαληθεύομεν ὃ λέγομεν· ἐκεῖνοι δὲ λέγουσι μὲν, οὐχ ὁμολογοῦσι δέ. Ἵνα δὲ καὶ σαφέστερον εἴπω, ἐκεῖνοι ἔχουσί τινας ἀφ' ὧν καλοῦνται, αὐτοῦ τοῦ αἱρεσιάρχου δηλονότι τὸ ὄνομα, καὶ ἑκάστη αἵρεσις ὁμοίως· παρ' ἡμῖν ἀνὴρ μὲν οὐδεὶς ἔδωκεν ἡμῖν ὄνομα, ἡ δὲ πίστις αὐτή. Ἀλλὰ σκῆψις τοῦτο καὶ πρόφασις. ∆ιὰ τί γὰρ, εἰπέ μοι, ἂν μὲν ἱμάτιον μέλλῃς πρίασθαι, καίτοι γε ὑφαντικῆς ἄπειρος ὢν τέχνης, οὐ λέγεις ταῦτα τὰ ῥήματα, ὅτι Οὐκ οἶδα ἀγοράσαι, ἐμπαίζουσί μοι· ἀλλὰ πάντα ποιεῖς ὥστε μαθεῖν; Κἂν ἄλλο ὁτιοῦν βουληθῇς ὠνήσασθαι, πάντα ποιεῖς πολυπραγμονῶν· ἐνταῦθα δὲ ταῦτα λέγεις. Ὥστε ἐπὶ τῷ λόγῳ τούτῳ οὐδὲν ὅλως καταδέξῃ. Ἔστω γάρ τις μηδὲν ὅλως δόγμα ἔχων, ἂν κἀκεῖνος λέγῃ ὃ περὶ τῶν Χριστιανῶν σὺ, Τοσοῦτον πλῆθος ἀνθρώπων ἐστὶ, καὶ δόγματα ἔχουσι διάφορα· ὁ μὲν Ἕλλην ἐστὶν, ὁ δὲ Ἰουδαῖος, ὁ δὲ Χριστιανός· οὐδὲ ἓν δεῖ δόγμα καταδέξασθαι· ἀλλήλοις γὰρ πολεμοῦσιν· ἐγὼ δὲ μαθητής εἰμι, καὶ κριτὴς οὐ βούλομαι εἶναι, οὐδὲ ἕξω καταγινώσκειν ἑνὸς δόγματος· οὐκέτι σοι αὕτη λοιπὸν ἡ πρόφασις χώραν ἔχει. Καθάπερ γὰρ ἴσχυσαν τὸ νόθον ἐκβαλεῖν, οὕτως ἰσχύσεις καὶ ἐνταῦθα ἐλθὼν δοκιμάσαι τὸ λυσιτελές. Ὁ μὲν γὰρ μηδενὸς ὅλως δόγματος καταγνοὺς, εὐκόλως ταῦτα ἐρεῖ· ὁ δὲ καταγνοὺς, κἂν μηδὲν ᾑρημένος ᾖ, ὁδῷ προβαίνων δυνήσεται συνιδεῖν τὸ δέον. Μὴ δὴ σκηπτώμεθα μηδὲ προφασιζώμεθα· πάντα γὰρ ῥᾴδια. Βούλει σοι δείξω, ὅτι πρόφασίς ἐστι ταῦτα; Τὰ πρακτέα, καὶ τὰ μὴ πρακτέα οἶδας; διὰ τί οὖν τὰ πρακτέα μὴ πράττεις, ἀλλὰ τὰ μὴ πρακτέα; Πρᾶξον ἐκεῖνα, καὶ ὀρθῷ λογισμῷ ζήτησον παρὰ τοῦ Θεοῦ, καὶ αὐτός σοι πάντως ἀποκαλύψει. Οὐκ ἔστι προσωπολήπτης, φησὶν, ὁ Θεός· ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν, καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν. Οὐκ ἔστι τὸν χωρὶς προλήψεως ἀκούοντα μὴ πείθεσθαι. Ὥσπερ γὰρ εἰ κανών τις ἦν, πρὸς ὃν 60.245 πάντα ἀπευθύνεσθαι ἐχρῆν, οὐ πολλῆς ἔδει σκέψεως, ἀλλὰ τὸν παραμετροῦντα εὔκολον ἦν λαβεῖν· οὕτως καὶ νῦν. Πῶς οὖν οὐ συνορῶσι; Πολλὰ ποιεῖ, καὶ πρόληψις καὶ ἀνθρώπιναι αἰτίαι. Τοῦτο καὶ περὶ ἡμῶν, φησὶ, καὶ ἐκεῖνοι λέγουσι. Πῶς; Μὴ γὰρ ἀπεσχίσμεθα τῆς Ἐκκλησίας; μὴ γὰρ αἱρεσιάρχας ἔχομεν; μὴ γὰρ ἀπ' ἀνθρώπων καλούμεθα; μὴ γὰρ προηγούμενος ἡμῶν τίς ἐστιν, ὥσπερ τῷ μὲν Μαρκίων, τῷ δὲ Μανιχαῖος, τῷ δὲ Ἄρειος, τῷ δὲ ἄλλος τις αἱρέσεως ἀρχηγός; Εἰ δὲ καὶ ἡμεῖς προσηγορίαν τινὸς ἔχομεν, ἀλλ' οὐ τοὺς τῆς αἱρέσεως ἄρξαντας, ἀλλὰ τοὺς προστάντας ἡμῶν καὶ κυβερνήσαντας τὴν Ἐκκλησίαν. Οὐκ ἔχομεν διδασκάλους ἐπὶ τῆς γῆς· μὴ γένοιτο· ἕνα ἔχομεν τὸν ἐν τοῖς οὐρανοῖς. Κἀκεῖνοι, φησὶ, τὰ αὐτὰ προβάλλονται. Ἀλλ' ἐφέστηκε τὸ ὄνομα κατηγοροῦν αὐτῶν, καὶ ἐμφράττον τὰ στόματα. Πολλοὶ γεγόνασιν Ἕλληνες, καὶ οὐδεὶς ταῦτα 60.246 ἠρώτησε, καὶ παρὰ φιλοσόφοις ἦν ταῦτα, καὶ οὐδεὶς ἐκωλύθη τῶν τὴν ὀρθὴν αἵρεσιν ἐχόντων. ∆ιὰ τί μὴ εἶπον ὅτε ταῦτα ἐκίνουν, ὅτι καὶ οὗτοι κἀκεῖνοι Ἰουδαῖοι· τίνι δεῖ ἡμᾶς πείθεσθαι; Ἀλλ' ἐπείσθησαν ὡς ἔδει. Οὐκοῦν καὶ ἡμεῖς πειθώμεθα τοῖς τοῦ Θεοῦ νόμοις, καὶ πάντα πράττωμεν κατὰ τὸ αὐτῷ δοκοῦν, καὶ κατὰ τὴν αὐτοῦ βούλησιν πολιτευσώμεθα, ὡς ἔτι ἐσμὲν ἐν τῷ παρόντι βίῳ, ἵνα μετὰ ἀρετῆς τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν διανύσαντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν δυνησώμεθα, καὶ σὺν τοῖς εὐαρεστήσασιν αὐτῷ τιμῆς ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, καὶ τοῦ παναγίου καὶ ζωοποιοῦ Πνεύματος, τῆς μιᾶς καὶ ἀληθοῦς θεότητος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Λ∆ʹ
Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ Κυρίου Μετὰ δέ τινας ἡμέ ρας εἶπε Παῦλος πρὸς Βαρνάβαν· Ἐπιστρέψαν τες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πᾶσαν πόλιν, ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυ ρίου, πῶς ἔχουσιν.
αʹ. Ὅρα πάλιν αὐτῶν τὸ ταπεινὸν, πῶς καὶ ἑτέροις μεταδιδόασι τοῦ λόγου. Καὶ ἤδη μὲν τῶν ἀποστόλων τῶν λοιπῶν τὸ ἦθος ἀνέγραψεν ἡμῖν ὁ Λουκᾶς, δεικνὺς ὅτι ὁ μὲν ἁπαλώτερος ἦν καὶ μᾶλλον συγγνωμονικὸς, οὗτος δὲ ἀκριβέστερος καὶ αὐστηρότερος· διάφορα γάρ ἐστι τὰ χαρίσματα· ὅτι δὲ καὶ τοῦτο χάρισμα, δῆλον. Ἀλλ' ἐκεῖνο μὲν ἑτέροις ἤθεσιν ἀνθρώπων ἁρμόζει, τοῦτο δὲ ἑτέροις· κἂν μετασκευάσωνται, γέγονεν ἄχρηστον λοιπόν. Καὶ δοκεῖ μὲν εἶναί τις παροξυσμὸς, τὸ δὲ πᾶν οἰκονομία ἐστίν. Ὥστε γὰρ τοὺς προσήκοντας ἕκαστον τόπους ἀπολαβεῖν, τοῦτο γίνεται. Ἄλλως δὲ καὶ ἔδει πάντας οὐχ ὁμοτίμους εἶναι, ἀλλὰ τὸν μὲν ἄρχειν, τὸν δὲ ἄρχεσθαι· καὶ τοῦτο οἰκονομικόν. Κύπριοι μὲν γὰρ οὐδὲν τοιοῦτον ἐπεδείξαντο, οἷον οἱ ἐν Ἀντιοχείᾳ καὶ οἱ λοιποί· καὶ ἐκεῖνοι μᾶλλον ἐδέοντο τοῦ ἤθους τοῦ ἁπαλωτέρου, οὗτοι δὲ τούτου. Βαρνάβας δὲ ἐβουλεύσατο συμπαραλαβεῖν καὶ Ἰωάννην τὸν καλούμενον Μάρκον· Παῦλος δὲ ἠξίου τὸν ἀποστάντα ἀπ' αὐτῶν ἀπὸ Παμφυλίας, καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συμπαραλαβεῖν τοῦτον. Ἐγένετο οὖν παροξυσμὸς, ὥστε χωρισθῆναι αὐτοὺς ἀπ' ἀλλήλων, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον, ἐκπλεῦσαι εἰς Κύπρον· Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν, ἐξῆλθε παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν. Οὕτω καὶ ἐν τοῖς προφήταις εὑρίσκομεν διαφόρους γνώμας καὶ διάφορα ἤθη· οἷον ὁ Ἠλίας αὐστηρὸς, ὁ Μωϋσῆς πρᾶος. Καὶ ἐνταῦθα τοίνυν σφοδρότερός ἐστιν ὁ Παῦλος. Ἀλλ' ὅρα καὶ οὕτω τὸ ἐπιεικὲς αὐτοῦ. Ἠξίου, φησὶ, τὸν ἀποστάντα ἀπ' αὐτῶν ἀπὸ Παμφυλίας μὴ συμπαραλαβεῖν. Καθάπερ γάρ τις στρατηγὸς οὐκ ἂν ἕλοιτο τὸν σκευοφόρον ἔχειν ἀεὶ βάναυσον· οὕτως οὐδὲ ὁ ἀπόστολος. Τοῦτο καὶ τοὺς ἄλλους ἐπαίδευε, καὶ αὐτὸν ἐῤῥύθμιζεν ἐκεῖνον. Οὐκοῦν, φησὶ, κακὸς ὁ Βαρνάβας; Οὐδαμῶς· ἀλλὰ καὶ σφόδρα ἄτοπον τὸ νομίζειν τοῦτο. Πῶς δὲ οὐκ ἄτοπον ὑπὲρ οὕτω πράγματος μικροῦ τοῦτον λέγειν γενέσθαι κακόν; Ἀλλ' ὅρα, ὅτι πρῶτον μὲν κακὸν οὐδὲν γέγονεν, εἰ ὁλοκλήροις ἔθνεσιν ἀρκοῦντες, ἀπεσχίσθησαν ἀπ' ἀλλήλων, ἀλλὰ καὶ μέγα ἀγαθόν· ἔπειτα ὅτι εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν εἵλοντο εὐκόλως ἀφεῖναι ἀλλήλους. Σὺ δέ μοι θαύμασον 60.246 τοῦτον μηδὲ τοῦτο κρύψαντα. Ἀλλ' εἰ καὶ χωρισθῆναι ἔδει, φησὶ, χωρὶς παροξυσμοῦ. Μάλιστα μὲν οὖν καὶ ἐντεῦθεν δείκνυται τὰ ἀνθρώπινα. Εἰ γὰρ ἐπὶ τοῦ Χριστοῦ τοῦτο ἔδει γενέσθαι, πολλῷ μᾶλλον ἐνταῦθα. Ἄλλως δὲ ὁ παροξυσμὸς οὐκ ἂν εἴη φαῦλος, ὅταν ὑπὲρ τοιούτων ἕκαστος ἀμφισβητῇ, καὶ μετὰ δικαίου λόγου. Εἰ μὲν οὖν τις αὐτῶν τὸ ἑαυτοῦ ζητῶν παρωξύνετο, καὶ τὴν εἰς αὐτὸν τιμὴν, καλῶς· εἰ δὲ παιδεῦσαι καὶ διδάξαι ἑκάτερος βουλόμενος, ὁ μὲν ταύτην, ὁ δὲ ἐκείνην ὥδευον, τοῦτο ποῖον ἔγκλημα; Πολλὰ καὶ ἀνθρωπίνῃ διανοίᾳ ἐποίουν· οὐ γὰρ ἦσαν λίθοι ἢ ξύλα. Καὶ ὅρα Παῦλον κατηγοροῦντα, καὶ τὴν αἰτίαν λέγοντα. Ἠδεῖτο γὰρ τὸν Βαρνάβαν ἀπὸ ταπεινοφροσύνης πολλῆς, ἅτε κεκοινωνηκότα ἐν τοσούτοις αὐτῷ καὶ μετ' αὐτοῦ ὄντα· ἀλλ' οὐχ οὕτως ᾐδεῖτο, ὥστε καὶ παριδεῖν τὸ δέον. Τίς μὲν οὖν ἄμεινον ἐβουλεύσατο, οὐχ ἡμῶν ἀποφήνασθαι· τέως δὲ, ὅτι μεγάλη γέγονεν οἰκονομία, εἴ γε οὗτοι μὲν ἔμελλον δεύτερον ἐπισκέψεως ἀξιοῦσθαι, ἐκεῖνοι δὲ οὐδὲ ἅπαξ. Οὐχ ἁπλῶς διέτριβον ἐν Ἀντιοχείᾳ, ἀλλ' ἐδίδασκον. Τί ἐδίδασκον; τί δὲ εὐηγγελίζοντο; Τούς τε ἤδη πιστοὺς, τούς τε οὐδέπω. Ἐπειδὴ γὰρ μυρία σκάνδαλα ἦν, ἔδει τῆς αὐτῶν παρουσίας. Τὸ ζητούμενον, οὐχ ὅτι διηνέχθησαν ἐν ταῖς γνώμαις, ἀλλ' ὅτι συγκατέβησαν ἀλλήλοις ἰδεῖν. Οὕτω μεῖζον ἀγαθὸν γέγονε τὸ χωρισθῆναι, καὶ πρόφασιν ἐκ τούτου τὸ πρᾶγμα ἔλαβε. Τί οὖν; ἐχθροὶ ἀνεχώρησαν; Μὴ γένοιτο. Ὁρᾷς γὰρ μετὰ τοῦτο Βαρνάβαν πολλῶν ἐγκωμίων ἀπολαύοντα παρὰ Παύλου ἐν ταῖς Ἐπιστολαῖς. Παροξυσμὸς, φησὶν, ἐγένετο, οὐκ ἔχθρα οὐδὲ φιλονεικία. Τοσοῦτον ἴσχυσεν ὁ παροξυσμὸς, ὥστε χωρίσαι· καὶ εἰκότως. Ὅπερ γὰρ ἕκαστος ὑπέλαβεν εἶναι λυσιτελὲς, τοῦτο μετὰ ταῦτα οὐ προσήκατο διὰ τὴν πρὸς ἐκεῖνον κοινωνίαν.
βʹ. Ἐμοὶ δοκεῖ καὶ κατὰ σύνεσιν γεγενῆσθαι τὸν χωρισμὸν, καὶ πρὸς ἀλλήλους εἰπεῖν, ὅτι Ἐπειδὴ ἐγὼ οὐ βούλομαι σὺ δὲ βούλει, ἵνα μὴ μαχώμεθα, διανειμώμεθα τοὺς τόπους. Ὥστε πάνυ εἴκοντες ἀλλήλοις τοῦτο ἐποίουν. Ἐβούλετο γὰρ στῆναι τὸ Παύλου Βαρνάβας· διὰ τοῦτο καὶ ἀνεχώρησεν· ἐβούλετο καὶ Παῦλος ὁμοίως τὸ ἐκείνου· διὰ τοῦτο καὶ αὐτὸς τὸ ἴσον ποιεῖ καὶ ἀναχωρεῖ. Εἴθε καὶ ἡμεῖς τοιούτους ἐχωριζόμεθα χωρισμοὺς, ὥστε ἐπὶ κήρυγμα ἀπιέναι! Παῦλος δὲ, φησὶν, ἐπιλεξάμενος τὸν Σίλαν, ἐξῆλθε παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν. Θαυμαστός ἐστιν οὗτος ὁ ἀνὴρ, 60.247 καὶ σφόδρα μέγας. Πάνυ δὲ ὠφέλει τὸν Μάρκον ἡ μάχη αὕτη. Τὸ μὲν γὰρ Παύλου φοβερὸν ἐπέστρεψεν αὐτὸν, τὸ δὲ Βαρνάβα χρηστὸν ἐποίει μηκέτι ἀπολειφθῆναι· ὥστε μάχονται μὲν, πρὸς ἓν δὲ τέλος ἀπαντᾷ τὸ κέρδος. Καὶ γὰρ Παῦλον ὁρῶν αἱρούμενον ἀποστῆναι, πάνυ ἂν ἐφοβήθη καὶ κατέγνω ἑαυτοῦ· καὶ πάλιν Βαρνάβαν ὁρῶν οὕτως αὐτοῦ ἀντεχόμενον, πάνυ ἂν αὐτὸν ἐφίλησε· καὶ διωρθοῦτο ὁ μαθητὴς διὰ τῆς μάχης τῶν διδασκάλων· τοσοῦτον ἀπεῖχε τοῦ σκανδαλισθῆναι. Εἰ μὲν γὰρ διὰ τὴν εἰς ἑαυτοὺς τιμὴν τοῦτο ἔπραττον, εἰκότως· εἰ δὲ διὰ τὴν αὐτοῦ σωτηρίαν, καὶ δι' ἓν φιλονεικοῦσιν ὥστε δεῖξαι τὸν τιμήσαντα. αὐτὸν καλῶς βεβουλευμένον, τί ἄτοπον;
γʹ. Ὅρα τὴν σύνεσιν τοῦ Παύλου· οὐ πρότερον ἐπ' ἄλλας ἔρχεται πόλεις, πρὶν ἢ τὰς δεξαμένας τὸν λόγον ἐπισκέψασθαι. ∆ιήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν ἐπιστηρίζων τὰς Ἐκκλησίας. Κατήντησε δὲ εἰς ∆έρβην καὶ Λύστραν. Καὶ γὰρ ἀνοίας ἐστὶν εἰκῇ τρέχειν. Τοῦτο καὶ ἡμεῖς ποιῶμεν· τοὺς πρώτους πρῶτον παιδεύωμεν, ἵνα μὴ οὗτοι ἐμπόδιον γίνωνται τοῖς μετὰ ταῦτα. Ἐπισκεψώμεθα, φησὶ, τοὺς ἀδελφοὺς πῶς ἔχουσι. Καὶ τοῦτο ἠγνόει εἰκότως, ἵνα ἐλθὼν τοὺς ἀδελφοὺς ἐπισκέψηται. Ὅρα αὐτὸν ἀεὶ διεγηγερμένον, μεριμνῶντα, οὐκ ἀνεχόμενον καθῆσθαι, καίτοι μυρίους ὑπέμενε κινδύνους. Ὁρᾷς, ὅτι οὐ δειλίας ἦν τὸ εἰς Ἀντιόχειαν ἐλθεῖν; Καθάπερ γὰρ ἰατρὸς ἐπὶ τοὺς κάμνοντας ἀπῄει, καὶ τὴν ἀνάγκην τῆς ἐπισκέψεως ἐδήλωσεν εἰπὼν, Ἐν αἷς κατηγγείλαμεν τὸν λόγον. Ἀπέστη ὁ Βαρνάβας, καὶ οὐκέτι συνῆλθεν. Ἐπιλεξάμενος, φησὶ, τὸν Σίλαν, καὶ παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ. Τί τοῦτό ἐστιν; Ηὔξαντο, φησὶν, ἐδεήθησαν τοῦ Θεοῦ. Ὅρα πανταχοῦ μεγάλα δυναμένην τὴν εὐχὴν τῶν ἀδελφῶν. Καὶ λοιπὸν πεζῇ ὥδευε, καὶ διὰ τῆς ὁδοιπορίας ὠφελῆσαι τοὺς ὁρῶντας βουλόμενος· εἰκότως. Ὅτε μὲν γὰρ ἔσπευδον, ἔπλεον· νῦν δὲ οὐκ ἔτι. Καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος· ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκωνίῳ ἀδελφῶν. Τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν· καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις. Ἤδεσαν γὰρ ἅπαντες τὸν πατέρα αὐτοῦ, ὅτι Ἕλλην ὑπῆρχεν. Ἄξιον ἐκπλαγῆναι τοῦ Παύλου τὴν σύνεσιν. Ὁ τοσαῦτα μαχεσάμενος περὶ τῆς περιτομῆς, ὁ πάντα κινήσας, καὶ μὴ πρότερον ἀποστὰς, ἕως ὅτε κατώρθωσε, τοῦ δόγματος κυρωθέντος, περιτέμνει τὸν μαθητήν. Οὐ μόνον ἑτέρους οὐ κωλύει, ἀλλὰ καὶ αὐτὸς τοῦτο ἐργάζεται. Οὐδὲν Παύλου συνετώτερον· ὥστε πάντα πρὸς τὸ συμφέρον ἑώρα· οὐδὲν ἁπλῶς ἐποίει προλήψει. Τοῦτον ἠθέλησε, φησὶν, ἐξελθεῖν σὺν αὐτῷ. Τὸ θαυμαστὸν τοῦτο, ὅτι καὶ ἐπήγετο αὐτόν. ∆ιὰ τοὺς Ἰουδαίους, φησὶ, τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις. Αὕτη ἡ αἰτία τοῦ περιτεμεῖν· οὐ γὰρ ἂν ἠνέσχοντο παρὰ ἀκροβύστου τὸν λόγον ἀκοῦσαι. Καὶ τί; Ὅρα τὸ κατόρθωμα· περιέτεμεν, ἵνα περιτομὴν καθέλῃ· τὰ δόγματα γὰρ ἐκήρυττε τὰ τῶν ἀποστόλων. Ὁρᾷς μάχην, καὶ διὰ μάχης οἰκοδομήν; Οὐ παρ' ἑτέρων πολεμούμενοι, ἀλλὰ καὶ αὐτοὶ ἐναντία ποιοῦντες, οὕτω τὴν Ἐκκλησίαν ᾠκοδόμουν. ∆όγμα εἰσήνεγκαν μὴ περιτέμνειν, καὶ περιτέμνει. Καὶ ἐπερίσσευον, φησὶ, τῷ ἀριθμῷ καθ' ἡμέραν. Εἶδες τὸ κέρδος τῆς περιτομῆς; Εἶτα λοιπὸν οὐκ ἐνδιατρίβει τούτοις, ἅτε ἐπισκέψασθαι ἐλθών· ἀλλὰ τί; Πόῤῥω πρόεισιν. 60.248 Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων τῶν ἐν Ἱερουσαλήμ. Αἱ μὲν οὖν Ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει, καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ' ἡμέραν. ∆ιελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, τὴν Φρυγίαν καὶ τὴν Γαλατίαν ἀφέντες, εἰς τὴν μεσόγαιον ἔσπευδον. Ἐλθόντες κατὰ τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορεύεσθαι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα. ∆ιὰ τί μὲν οὖν ἐκωλύθησαν, οὐ λέγει· ὅτι δὲ ἐκωλύθησαν, εἶπε, παιδεύων ἡμᾶς πείθεσθαι μόνον καὶ μὴ ζητεῖν τὰς αἰτίας, καὶ δεικνὺς, ὅτι πολλὰ καὶ ἀνθρωπίνως ἐποίουν. Παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρωάδα. Καὶ ὅραμα διὰ τῆς νυκτὸς ὤφθη τῷ Παύλῳ· Ἀνήρ τις ἦν Μακεδὼν ἑστὼς, παρακαλῶν αὐτὸν καὶ λέγων· ∆ιαβὰς εἰς Μακεδονίαν, βοήθησον ἡμῖν. ∆ιὰ τί ὅραμα, καὶ μὴ τὸ Πνεῦμα τὸ ἅγιον ἐκέλευσεν; Ἐβούλετο αὐτοὺς καὶ οὕτως ἐφέλκεσθαι· ἐπεὶ καὶ τοῖς ἁγίοις ὄναρ ἐφάνη· καὶ ἐξ ἀρχῆς αὐτὸς ὅραμα εἶδεν, ἄνδρα εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρας. Εἶτα καὶ διὰ τοῦτο αὐτὸν ἐκεῖ ἕλκει, ἵνα ἐκτείνηται τὸ κήρυγμα. Ἄλλως δὲ καὶ διὰ τοῦτο κωλύεται ἐνδιατρῖψαι ταῖς ἄλλαις πόλεσιν, ἐπείγοντος αὐτὸν τοῦ Χριστοῦ. Οὗτοι μὲν γὰρ ἔμελλον ἀπολαύσεσθαι Ἰωάννου καὶ χρόνον πολὺν, καὶ ἴσως οὐδὲ πάνυ ἐδέοντο· ἐκεῖ δὲ ἀπελθεῖν ἔδει. Καὶ ἀντιπεράσας λοιπὸν ἔξεισιν. Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ Κύριος εὐαγγελίσασθαι αὐτούς. Ἀναχθέντες δὲ ἀπὸ Τρωάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ τε ἐπιούσῃ εἰς Νεάπολιν, ἐκεῖθέν τε εἰς Φιλίππους, ἥτις ἐστὶ πρώτη τῆς Μακεδονίας πόλις, κολώνεια. Ἦμεν δὲ ἐν αὐτῇ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς. Οὕτως αὐτῷ καὶ ὁ Χριστὸς φαίνεται λέγων, ὅτι Καίσαρί σε δεῖ παραστῆναι. Εἶτα λέγει καὶ τοὺς τόπους, ἅτε ἱστορίαν ἐξηγούμενος, καὶ δεικνὺς ποῦ ἐνεχρόνισε· καὶ δείκνυσιν, ὅτι ἐν ταῖς μείζοσι, τὰς δὲ ἄλλας παρῄει. Ἀξίωμά ἐστι πόλεως ἡ κολώνεια. Ἀλλ' ἄνωθεν ἴδωμεν τὰ εἰρημένα. Ἀνάγκην περιτίθησι τῷ Βαρνάβᾳ τῆς ἀποδημίας λέγων· Ἐπισκεψώμεθα τὰς πόλεις, ἐν αἷς κατηγγείλαμεν τὸν λόγον. Καίτοι οὐκ ἔδει ἀξιοῦν αὐτὸν μέλλοντα κατηγορεῖν μετὰ ταῦτα.
δʹ. Τοῦτο καὶ ἐπὶ τοῦ Θεοῦ γίνεται καὶ τοῦ Μωϋσέως· ὁ μὲν ἀξιοῖ, ὁ δὲ ὀργίζεται. Οἷον ὡς ὅταν λέγῃ· Εἰ ὁ πατὴρ αὐτῆς ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς· καὶ πάλιν, Ἄφες με, καὶ θυμωθεὶς ἐξαλείψω τὸν λαὸν τοῦτον· καὶ ὁ Σαμουὴλ, ὅταν πενθῇ τὸν Σαούλ· δι' ἑκατέρων γὰρ μεγάλα γίνεται ἀγαθά. Οὕτω δὴ καὶ ἐνταῦθα ὁ μὲν ὀργίζεται, ὁ δὲ οὐκ ἔτι. Τοῦτο καὶ ἐφ' ἡμῶν γίνεται. Καὶ ὁ παροξυσμὸς εἰκότως, ἵνα ἐκεῖνος παιδευθῇ, καὶ μὴ δόξῃ σκηνὴ τὸ πρᾶγμα εἶναι. Οὐ γὰρ ἂν ὁ πανταχοῦ εἴκων, ἐνταῦθα οὐκ εἶξεν, ὁ οὕτω Παῦλον φιλῶν, ὥστε καὶ πρὸ τούτου ζητῆσαι αὐτὸν ἐν Ταρσῷ, καὶ πρὸς τοὺς ἀποστόλους αὐτὸν ἀπενεγκεῖν, καὶ τὴν ἐλεημοσύνην κοινὴν ἐργάσασθαι, καὶ τὰ κατὰ τὸ δόγμα κοινῇ καταδέξασθαι. Οὐκ ἂν οὖν διὰ τοιοῦτον πρᾶγμα ὠργίσθη· ἀλλὰ χωρίζονται ἀπ' ἀλλήλων, ὥστε παιδεῦσαι καὶ ἀπαρτίσαι διὰ τοῦ χωρισμοῦ τοὺς δεομένους τῆς παρ' αὐτῶν διδασκαλίας· ὥσπερ οὖν καὶ ἀλλαχοῦ ποιεῖ λέ 60.249 γων· Ὑμεῖς δὲ μὴ ἐκκακεῖτε τὸ καλὸν ποιοῦντες. Καὶ ἐπιτιμᾷ μὲν ἑτέροις, κελεύει δὲ τὸ καλὸν ποιεῖν πρὸς πάντας. Τοῦτο καὶ ἐν τῇ συνηθείᾳ ποιοῦμεν. Ἐνταῦθά μοι δοκοῦσι καὶ ἄλλοι συναγανακτῆσαι τῷ Παύλῳ. Καὶ λοιπὸν κατ' ἰδίαν κἀκείνους λαβὼν πάντα ποιεῖ, καὶ παραινεῖ, καὶ νουθετεῖ. Πολλὰ ἡ ὁμόνοια δύναται, πολλὰ ἡ ἀγάπη· κἂν ὑπὲρ μεγάλου ἀξιοῖς, κἂν ἀνάξιος ᾖς, ἀπὸ τῆς προαιρέσεως ἀκουσθήσῃ, μὴ φοβοῦ. ∆ιήρχετο, φησὶ, τὰς πόλεις. Καὶ ἰδοὺ ἦν μαθητὴς ὀνόματι Τιμόθεος, ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν. Μεγάλη ἡ πίστις τοῦ Τιμοθέου, ὅτι ὑπὸ πάντων μαρτυρεῖται. Ὅτε ἀπέστη Βαρνάβας, ἕτερον ἀντίῤῥοπον εὑρίσκει. Περὶ τούτου φησὶ, Μεμνημένος σου τῶν δακρύων καὶ τῆς ἀνυποκρίτου σου πίστεως, ἥτις ἐνῴκησε πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι, καὶ τῇ μητρί σου Εὐνίκῃ. Καὶ λαβὼν, φησὶ, περιέτεμεν αὐτόν. Τίνος δὲ ἕνεκεν, αὐτὸς ἐπάγει λέγων· ∆ιὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις. ∆ιὰ τοῦτο τοίνυν περιτέμνεται· ἢ καὶ διὰ τὸν πατέρα· Ἕλλην γὰρ ἔμενεν ὤν. Ἄρα οὐκ ἦν ἐμπερίτομος. Ὅρα ἤδη τὸν νόμον λυόμενον. Τισὶ δὲ δοκεῖ μετὰ τὸ κήρυγμα αὐτὸν τεχθῆναι· ἀλλ' οὐκ ἔστι τάχα τοῦτο. Ἀπὸ βρέφους γὰρ, φησὶ, τὰ ἱερὰ Γράμματα οἶδας. Ἐκεῖνο τοίνυν ἔστιν εἰπεῖν, ἢ εἰ μὴ τοῦτο, ὅτι ἔμελλεν αὐτὸν ἐπίσκοπον ποιεῖν, καὶ οὐκ ἔδει ἀκρόβυστον εἶναι. Τέως δὲ ἔδει τὰ ἔθνη μηδὲν τοιοῦτον φυλάττειν. Οὐ μικρὸν καὶ τοῦτο ἦν, ὅπου γε μετὰ τοσοῦτον χρόνον καὶ τοῦτο αὐτοὺς ἐσκανδάλιζεν. Ἀρχὴ καταλύσεως ἦν τὸ τὰ ἔθνη μὴ τηρεῖν ταῦτα, καὶ μηδὲν βλάπτεσθαι, μηδὲ ἔλαττον ἔχειν κατὰ τὴν πίστιν· ἑκόντες λοιπὸν ἀφίσταντο. Ἐπεὶ οὖν ἔμελλε κηρύττειν, ἵνα μὴ διπλῇ πλήξῃ τοὺς Ἰουδαίους, περιέτεμε τοῦτον, καίτοι ἐξ ἡμισείας ἦν· ἀπὸ πατρὸς Ἕλληνος γὰρ ἦν, καὶ πιστῆς μητρός· ἀλλ' ὅμως ἐπειδὴ μέγα ἦν ἐκεῖνο τὸ κατόρθωμα τὸ ἐν τοῖς ἔθνεσιν, οὐκ ἐφρόντιζε τούτου· τὸν γὰρ λόγον ἔδει κατασπαρῆναι· διὰ τοῦτο καὶ αὐτὸς αὐτὸν περιέτεμεν. Ὅρα καὶ ἐνταῦθα ἀπὸ ἐναντιώσεως μέγα τι γενόμενον ἀγαθόν. Καὶ ἐπερίσσευον τῷ ἀριθμῷ, φησίν. Ὁρᾷς, ὅτι οὐ μόνον οὐδὲν ἔβλαψε περιτομὴ, ἀλλὰ καὶ τὰ μέγιστα ὠφέλησεν; Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως, φησὶν, ἐζητήσαμεν ἐξελθεῖν εἰς τὴν Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ Κύριος. Ὅρα, οὐκέτι δι' ἀγγέλου καθάπερ Φιλίππῳ, καθάπερ Κορνηλίῳ· ἀλλὰ τί; ∆ι' ὁράματος φαίνεται αὐτῷ λοιπὸν ἀνθρωπινώτερον, οὐκέτι θειότερον. Ἔνθα μὲν γὰρ εὐκολώτερον τὸ πεισθῆναι, ἀνθρωπινώτερον· ἔνθα δὲ πολλὴ ἡ βία, θειότερον. Ὅπου μὲν γὰρ κηρῦξαι ἠπείγετο μόνον, εἰς τοῦτο ὄναρ φαίνεται αὐτῷ· ὅπου δὲ μὴ κηρῦξαι οὐκ ἠνείχετο, εἰς τοῦτο Πνεῦμα ἅγιον ἀποκαλύπτει. Οὕτω καὶ ἐκεῖ τῷ Πέτρῳ· Ἀναστὰς κατάβηθι. Οὐ γὰρ δὴ καὶ τὰ εὔκολα εἰργάζετο τὸ Πνεῦμα, ἀλλ' ἤρκει καὶ ὄναρ αὐτῷ. Καὶ τῷ Ἰωσὴφ δὲ ῥᾳδίως πειθομένῳ ὄναρ φαίνεται, τοῖς δὲ ἄλλοις ὕπαρ. Οὕτω καὶ Κορνηλίῳ, καὶ αὐτῷ τούτῳ. Καὶ ἰδοὺ, φησὶν, ἀνὴρ Μακεδὼν ἑστὼς, παρακαλῶν καὶ λέγων. Οὐκ εἶπεν, Ἐπιτάττων, ἀλλὰ Παρακαλῶν· τουτέστιν, ὑπὲρ αὐτῶν τῶν δεομένων τῆς θεραπείας. Τί ἐστι, Συμβιβάζοντες; Στοχαζόμενοι, φησί. Τῷ τε γὰρ Παῦλον ἰδεῖν καὶ μηδένα ἕτερον, καὶ 60.250 τῷ κωλυθῆναι ὑπὸ τοῦ Πνεύματος, καὶ τῷ πρὸς τοῖς ὅροις εἶναι, ἀπὸ τούτων ἁπάντων ταῦτα συνῆγον. Ἄλλως δὲ καὶ ὁ πλοῦς τοῦτο ἐνέφαινεν· οὐ γὰρ ἐγένετο χρόνος πολὺς, ὅθεν εἰς αὐτὴν τὴν ῥίζαν τῆς Μακεδονίας παραγίνονται. Ὥστε ὁ παροξυσμὸς συμφερόντως οἰκονομεῖται γενέσθαι. Οὐκ ἂν γὰρ ἐνήργησε τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἂν τὸν λόγον Μακεδονία ἐδέξατο. Ἡ δὲ τοσαύτη προκοπὴ σημεῖον τοῦ μὴ εἶναί τι ἀνθρώπινον τὸ γεγονός. Καίτοι οὐκ ἔφη, ὅτι Βαρνάβας παρωξύνθη· ἀλλὰ, Μεταξὺ αὐτῶν παροξυσμὸς ἐγένετο. Εἰ οὗτος οὐ παρωξύνθη, οὐδὲ ἐκεῖνος.
εʹ. Ταῦτα εἰδότες, μὴ ἁπλῶς δὴ αὐτὰ ἐκλέγωμεν, ἀλλὰ μανθάνωμεν καὶ παιδευώμεθα· οὐ γὰρ εἰκῇ γέγραπται. Μέγα κακὸν ἀγνοεῖν Γραφάς· ἀφ' ὧν ὠφελεῖσθαι δεῖ, ἀπὸ τούτων βλαπτόμεθα. Οὕτω καὶ φάρμακα πολλάκις φύσιν ἔχοντα θεραπευτικὴν, οὐκ εἰδότων τῶν χρωμένων καλῶς χρῆσθαι αὐτοῖς, διαφθείρει καὶ ἀπόλλυσι· καὶ ὅπλα δυνάμενα φυλάξαι, ἂν μηδεὶς αὐτὰ εἰδῇ περιθέσθαι, ὑπ' αὐτῶν διαφθείρεται. Τὸ δὲ αἴτιον, ὅτι πάντα μᾶλλον ζητοῦμεν, ἢ τὸ τῆς ψυχῆς ὄφελος, καὶ τὰ ἀλλότρια μᾶλλον σκοποῦμεν, ἢ τὸ ἡμέτερον συμφέρον. Καὶ οἰκίας μὲν σύστασιν πολλάκις ζητοῦμεν, καὶ οὐκ ἂν ἀνασχοίμεθα παλαιουμένην αὐτὴν ἰδεῖν οὐδὲ καταπίπτουσαν οὐδὲ ὑπὸ χειμώνων ἐπηρεαζομένην· περὶ δὲ τῆς ψυχῆς οὐδεμία φροντὶς, ἀλλὰ κἂν τοὺς θεμελίους αὐτῆς ἴδωμεν σηπομένους, κἂν τὴν οἰκοδομὴν καὶ τὸν ὄροφον, οὐδεὶς ἡμῖν ὁ λόγος ἐστί. Πάλιν ἄλογα ἂν ἔχωμεν, τὸ συμφέρον αὐτῶν ζητοῦμεν, καὶ ἱπποφορβοὺς καὶ ἱππιατροὺς, καὶ πάντα κάλων κινοῦμεν· καὶ οἰκίας ἐπιμελούμεθα, καὶ τοῖς ἐμπεπιστευμένοις παραινοῦμεν, ὥστε μὴ ἁπλῶς μηδὲ ὡς ἔτυχεν ἐλαύνειν, μηδὲ βάρος ἐπιτιθέναι, μηδὲ ἀωρὶ τῶν νυκτῶν ἐξάγειν, μηδὲ τὰς τροφὰς ἀπεμπολεῖν, καὶ πολλοὶ νόμοι περὶ τοῦ συμφέροντος τῶν ἀλόγων κεῖνται παρ' ἡμῖν· τῆς δὲ ψυχῆς λόγος οὐδείς. Πάλιν τί λέγω περὶ ἀλόγων τῶν χρησίμων ἡμῖν; Εἰσὶ πολλοὶ οἳ στρουθοὺς ἔχουσιν οὐδὲν ἔχοντας χρήσιμον, ἀλλ' ἢ ἁπλῶς τέρποντας, καὶ πολλοὶ καὶ περὶ ἐκείνων νόμοι, καὶ οὐδὲν ἠμελημένον οὐδὲ ἄτακτόν ἐστι, καὶ πάντων μᾶλλον ἐπιμελούμεθα, ἢ ἡμῶν αὐτῶν. Οὕτω πάντων ἐσμὲν ἀτιμότεροι. Κἂν μέν τις ἡμᾶς ὑβρίζων εἴπῃ, κύων, ἀλγοῦμεν· ἡμεῖς δὲ ἡμᾶς αὐτοὺς ὑβρίζοντες οὐ λόγῳ, ἀλλ' ἔργῳ, καὶ μηδὲ τοσαύτης μεταδιδόντες ἐπιμελείας τῇ ψυχῇ ὅσης τοῖς κυσὶν, οὐδὲν ἡγούμεθα πάσχειν δεινόν. Ὁρᾶτε ὅσου σκότους τὰ πάντα ἐμπέπλησται; Πόσοι φροντίζουσι τῶν κυνῶν, ὥστε μὴ πλέον τοῦ δέοντος ἐμπλησθῆναι, ὥστε ὀξεῖς εἶναι καὶ θηρατικοὺς ὑπὸ τοῦ λιμοῦ καὶ τῆς πείνης ὠθουμένους· ἑαυτῶν δὲ οὐκ ἐπιμελοῦνται οὐδὲ ἐπιτάττουσιν ὥστε μὴ τρυφᾷν· καὶ τὰ μὲν ἄλογα φιλοσοφεῖν διδάσκουσιν, αὐτοὶ δὲ εἰς τὴν τῶν ἀλόγων θηριωδίαν ἀνέχονται καταγόμενοι. Αἴνιγμα τὸ πρᾶγμά ἐστι. Καὶ ποῦ τὰ ἄλογα φιλόσοφα, φησίν; Ἢ οὐ δοκεῖ σοι φιλοσοφίας εἶναι μεγάλης, ὅταν κύων δακνόμενος ὑπὸ τοῦ λιμοῦ, μετὰ τὸ λαβεῖν καὶ θηρεῦσαι, παρούσης ἀπέχηται τῆς τροφῆς, καὶ τράπεζαν ὁρῶν παρακειμένην, καὶ τοῦ λιμοῦ κατεπείγοντος ἀναμένοι τὸν δεσπότην; Αἰσχύνθητε ἑαυτούς· παιδεύσατε τὰς ὑμετέρας γαστέρας οὕτως εἶναι φιλοσόφους. Οὐκ ἔστιν ὑμῖν ἀπολογία. Ἀλόγῳ φύσει δυνηθεὶς ἐνθεῖναι οὔτε φθεγγομένῃ οὔτε λογισμὸν ἐχούσῃ τοσαύτην φιλοσοφίαν, πολλῷ μᾶλλον δυνήσῃ σαυτῷ. Ὅτι γὰρ ἐπιμελείας ἀνθρωπίνης ἐστὶ, καὶ οὐ φύσεως, ἐχρῆν ἅπαντας τοῦτο τοὺς κύνας ἔχειν. Γένεσθε οὖν κατὰ τοὺς κύνας. Ὑμεῖς με ἀναγκάζετε ἐκεῖθεν τὰ παραδείγματα φέρειν· ἔδει μὲν γὰρ ἀπὸ τῶν οὐρανίων· ἐπειδὴ δὲ, ἂν εἴπω τι τοιοῦτον, λέγετε ὅτι ἐκεῖνα μεγάλα εἰσὶ, διὰ τοῦτο οὐδὲν λέγω τῶν οὐρανίων. Κἂν εἴπω τὸν Παῦλον, λέγετε ὅτι ἐκεῖνος ἀπόστολος ἦν· διὰ τοῦτο οὐδὲ Παῦλον λέγω. Ἂν εἴπω ἄνθρωπον, λέγετε ὅτι ἐκεῖνος ἠδύνατο· διὰ τοῦτο οὐδὲ ἄνθρωπον λέγω, ἀλλὰ θηρίον, καὶ θηρίον οὐ φύσει τοῦτο ἔχον, ἵνα μὴ εἴπητε ὅτι φύσει, καὶ οὐ προαιρέσει τοῦτο κατώρθωσε· καὶ τὸ δὴ θαυμαστὸν, προαιρέσει οὐκ οἰκείᾳ, ἀλλὰ τῇ σῇ ἐπιμελείᾳ. Οὐχ ὅτι κατεκόπη, οὐχ ὅτι διεσπάσθη τῷ δρόμῳ, οὐχ ὅτι τοῖς οἰκείοις αὐτοῦ πόνοις ἔλαβεν, ἐννοεῖ· ἀλλὰ πάντα ταῦτα ῥίψας ἔξω, τὸ τοῦ δεσπότου πρόσταγμα φυλάττει καὶ γαστρὸς ἀνώτερον γίνεται. Ναὶ, φησί· προσδοκᾷ γὰρ ἐπαινεθήσεσθαι, προσδοκᾷ πλείονος ἀπολαύσεσθαι τραπέζης. Εἰπὲ οὖν καὶ σαυτῷ, ὅτι ὁ κύων ἐλπίδι μελλούσης ἡδονῆς, τῆς παρούσης καταφρονεῖ· σὺ δὲ οὐ βούλει ἐλπίδι τῶν μελλόντων ἀγαθῶν τῶν παρόντων καταφρονεῖν· ἀλλ' ἐκεῖνος μὲν οἶδεν ὅτι, ἂν ἀκαίρως καὶ παρὰ τὸ τῷ δεσπότῃ δοκοῦν τῆς τροφῆς ἀπογεύσηται, κἀκείνης ἀποστερηθήσεται, καὶ οὐδὲ τὴν ὡρισμένην ἕξει, πληγὰς λαβὼν ἀντὶ τῆς τροφῆς· σὺ δὲ οὐδὲ τοῦτο δύνασαι ἰδεῖν, καὶ ὅπερ ἀπὸ τῆς συνηθείας ἔμαθεν ἐκεῖνος, τοῦτο σὺ ἀπὸ λόγου οὐ κατορθοῖς. Μιμησώμεθα τοὺς κύνας. Τοῦτο λέγονται καὶ ἱέρακες ποιεῖν καὶ ἀετοί. Ὅπερ ἐπὶ τῶν ἀλόγων καὶ τῶν δορκάδων ἐκεῖνοι, τοῦτο ἐπὶ τῶν ὀρνίθων οὗτοι· καὶ οὗτοι δὲ πάλιν ἀπὸ φιλοσοφίας ἀνθρωπίνης. Ταῦτα ἡμᾶς καταδικάσαι ἔχει, ταῦτα ἡμᾶς ἑλεῖν. Εἴπω καὶ ἕτερον, ἵππους ἀγρίους καὶ ἀνημέρους λαβόντες, λακτίζοντας καὶ δάκνοντας, ἐν βραχεῖ χρόνῳ οὕτω παιδεύουσιν οἱ ἔμπειροι, ὡς τὸν ἐπιβάτην τρυφᾷν τὸν ἐπικαθήμενον τῷ τῆς βαδίσεως εὐτάκτῳ· τῆς δὲ ψυχῆς ἄτακτα βαδιζούσης οὐδεὶς ἐπιμελεῖται, ἀλλὰ καὶ πηδᾷ καὶ λακτίζει καὶ σύρεται χαμαὶ καθάπερ παιδίον, καὶ ἀσχημονεῖ μυρία, καὶ οὐδεὶς αὐτῇ ψαλίδας περιτίθησιν οὐδὲ ποδόστροφα οὐδὲ χαλινοὺς, οὐδ' ἐπικαθίζει τὸν ἔμπειρον ἐπιβάτην, τὸν Χριστὸν λέγω. ∆ιά τοι τοῦτο πάντα ἄνω καὶ κάτω γέγονεν. Ὅταν γὰρ καὶ γαστρὸς κρατεῖν κύνας παιδεύῃς, καὶ θυμὸν ἐν λέοντι δαμάζῃς, καὶ ἀταξίαν ἐν ἵπποις, καὶ εὐγλωττίαν ἐν ὄρνισι, πῶς οὐκ ἄτοπον ἐν μὲν ἀλόγοις φύσεσι λογικὰ ἐντιθέναι κατορθώματα, ἐν δὲ λογικαῖς τὰ τῶν ἀλόγων ἐπεισάγειν πάθη; Οὐκ ἔστιν ἡμῖν, οὐκ ἔστι συγγνώμη. Πάντες ἡμῶν κατηγορήσουσιν οἱ κατωρθωκότες, καὶ πιστοὶ καὶ ἄπιστοι· καὶ γὰρ καὶ ἄπιστοι κατώρθωσαν, καὶ θηρία καὶ κύνες, οὐκ ἄνθρωποι μόνον· καὶ ἡμεῖς ἡμῶν αὐτῶν κατηγορήσομεν, ὅταν μὲν βουλώμεθα, κατορθοῦντες, ὅταν δὲ ῥᾳθυμῶμεν, ὑποσυρόμενοι. Καὶ γὰρ τῶν ἐν σφοδρᾷ κακίᾳ ὄντων πολλοὶ πολλάκις θελήσαντες μετεβάλοντο. Τὸ δὲ αἴτιον, ὅπερ ἔφην, ὅτι περιερχόμεθα τὰ ἑτέρων συμφέροντα ζητοῦντες, οὐ τὰ ἡμέτερα. Ἂν οἰκίαν οἰκοδομήσῃς λαμπρὰν, τὸ τῆς οἰκίας συμφέρον εἶδες, οὐ τὸ σόν· ἂν ἱμάτιον λάβῃς καλὸν, τὸ τοῦ σώματος, οὐ τὸ σόν· ἂν ἵππον καλὸν, ὡσαύτως. Οὐδεὶς ὅπως ἔσται ψυχὴ καλὴ σκοπεῖ· καίτοι ταύτης οὔσης καλῆς, οὐδενὸς ἐκείνων δεῖ· οὐκ οὔσης δὲ, οὐδὲν ἐξ ἐκείνων ὄφελος. Καθάπερ γὰρ ἐπὶ νύμφης, κἂν παστάδες ὦσιν ἐκ παραπετασμάτων χρυσῶν κἂν χοροὶ ὦσι γυναικῶν εὐειδεστάτων καὶ καλῶν, κἂν ῥόδα κἂν στέμματα, κἂν ὁ νυμφίος καλὸς ᾖ, κἂν αἱ θεράπαιναι κἂν αἱ φίλαι κἂν πάντες εὐπρεπεῖς ὦσιν, ἐκείνη δὲ ἀμορφίας ᾖ, μεστὴ, ὄφελος οὐδέν· ὥσπερ οὖν οὐδὲ καλῆς οὔσης βλάβος τι γένοιτ' ἂν ἀπὸ τούτων, ἀλλὰ καὶ τοὐναντίον. Ἀπὸ μὲν γὰρ ἐκείνων ἀμόρφου οὔσης, ἀμορφοτέρα ἂν φανείη· ἀπὸ δὲ τούτων ὡραιοτέρα ἂν γένοιτο. Οὕτω δὴ καὶ ψυχὴ, ὅταν ᾖ καλὴ, οὐ μόνον οὐδενὸς δεῖται τούτων, ἀλλὰ καὶ συσκιάζει τὸ κάλλος αὐτῆς. Τὸν γὰρ φιλόσοφον οὐχ οὕτως ἐν πλούτῳ, ὡς ἐν πενίᾳ ὀψόμεθα λάμποντα. Ἐκεῖ μὲν γὰρ τοῖς χρήμασι τοῦτο πολλοὶ λογιοῦνται, καὶ τῷ μὴ ἐνδεᾶ χρημάτων εἶναι· ὅταν δὲ πενίᾳ συζῇ, καὶ διὰ πάντων λάμπῃ, καὶ μηδὲν αἰσχρὸν ἀναγκάζηται ποιεῖν, οὐκ ἔτι ἄλλος τις διανέμεται πρὸς αὐτὸν τὸν ἐπὶ τῇ φιλοσοφίᾳ στέφανον. Ταύτην οὖν καλλωπίζωμεν, εἴ γε βουλοίμεθα πλουτεῖν. Τί τὸ ὄφελος, ὅταν αἱ μὲν ἡμίονοι λευκαὶ ὦσι καὶ σφριγῶσαι καὶ εὐσωματοῦσαι, σὺ δὲ ὁ καθήμενος λεπτὸς καὶ ψωραλέος καὶ δυσειδής; τί δαὶ τὸ κέρδος, ὅταν τὰ μὲν στρώματα ἁπαλὰ καὶ καλὰ ᾖ, καὶ πολλῆς ποικιλίας γέμοντα καὶ τέχνης, ἡ δὲ ψυχὴ ῥάκια περιβεβλημένη ᾖ καὶ γυμνὴ καὶ αἰσχρά; τί τὸ κέρδος, ὅταν ὁ μὲν ἵππος εὔτακτα βαδίζῃ, καὶ χορεύοντι μᾶλλον ἐοικὼς ἢ βαδίζοντι, καὶ μετὰ τῆς χορείας κόσμῳ κεκοσμημένος ᾖ νυμφικῷ· ὁ δὲ ἐπικαθήμενος τῶν χωλῶν μᾶλλον ἀσκωλιάζῃ, καὶ τῶν μεθυόντων καὶ τῶν μαινομένων μᾶλλον διεστραμμένος ᾖ καὶ χεῖρας καὶ πόδας; Εἰπὲ δή μοι, εἴ τίς σοι ἵππον ἐδίδου καλὸν, καὶ τὸ σῶμα διέστρεφε, τί τὸ ὄφελος; Νῦν ψυχὴν διεστραμμένην ἔχεις, καὶ οὐδέν σοι μέλει; Φροντίσωμεν ἡμῶν αὐτῶν ποτε, παρακαλῶ. Μὴ δὴ πάντων ἀτιμοτέρους ἡμᾶς αὐτοὺς καταστήσομεν. Κἂν μὲν ῥήμασί τις ὑβρίζῃ, δακνόμεθα καὶ ἀλγοῦμεν· πράγμασι δὲ ἑαυτοὺς ὑβρίζοντες, οὐκ ἐπιστρεφόμεθα. Ἀνανήψωμεν ὀψὲ γοῦν ποτε, ἵνα δυνηθῶμεν, καὶ τῆς ψυχῆς πολλὴν τὴν ἐπιμέλειαν ποιούμενοι, καὶ τῆς ἀρετῆς ἐπιλαβόμενοι, τῶν αἰωνίων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΛΕʹ
Τῇ δὲ ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πό λεως παρὰ ποταμὸν, οὗ ἐνομίζετο προσευχὴ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελ θούσαις γυναιξί. Καί τις γυνὴ, ὀνόματι Λυδία, πορφυρόπωλις, πόλεως Θυατείρων, σεβομένη τὸν Θεὸν, ἤκουσεν· ἧς ὁ Κύριος ἤνοιξε τὴν καρδίαν προσέχειν τοῖς λαλουμένας ὑπὸ τοῦ Παύλου.
αʹ. Ὅρα πάλιν ἰουδαΐζοντα τὸν Παῦλον, καὶ ἀπὸ τοῦ καιροῦ καὶ ἀπὸ τοῦ τρόπου. Οὗ ἐνομίζετο, φησὶ, προσευχὴ εἶναι. Οὐ γὰρ δὴ ἔνθα συναγωγὴ ἦν μόνον, ἀλλὰ καὶ ἔξω ηὔχοντο, ὥσπερ τόπον τινὰ ἀφορίζοντες, ἅτε σωματικώτεροι ὄντες Ἰουδαῖοι. Τῇ ἡμέρᾳ δὲ τῶν σαββάτων, ὅτε καὶ ὄχλον εἰκὸς ἦν συνελθεῖν. Καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξί. 60.253 Καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις, πόλεως Θυατείρων, σεβομένη τὸν Θεὸν, ἤκουσεν· ἧς ὁ Κύριος διήνοιξε τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου. Ὅρα τὸ ἄτυφον πάλιν. Γυνὴ καὶ ταπεινὴ αὕτη, καὶ δῆλον ἀπὸ τῆς τέχνης· ἀλλ' ὅρα τὸ φιλόσοφον αὐτῆς. Πρῶτον μὲν γὰρ αὐτῇ ἐμαρτύρησε τοῦτο, τὸ σέβεσθαι τὸν Θεὸν, ἔπειτα τὸ καλέσαι τοὺς ἀποστόλους αὐτήν. Ὡς δὲ ἐβαπτίσθη αὐτὴ καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσε λέγουσα· Κύριοί μου, εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου μείνατε. Καὶ παρεβιάσατο ἡμᾶς. Ὡς δὲ ἐβαπτίσθη, φησὶν, αὐτὴ καὶ ἡ οἰκία αὐτῆς. Σκόπει πῶς ἅπαντας ἔπεισε· εἶτα βλέπε σύνεσιν, πῶς δυσωπεῖ τοὺς ἀποστόλους, πόσης ταπεινότητος γέμει τὰ ῥήματα, πόσης σοφίας. Εἰ κεκρίκατέ με, φησὶ, πιστὴν τῷ Κυρίῳ. Οὐδὲν ἐντρεπτικώτερον. Τίνα οὐκ ἂν ἐμάλαξε ταῦτα τὰ ῥήματα; Οὐκ ἠξίωσεν, οὐ παρεκάλεσεν ἁπλῶς, οὐκ ἀφῆκε κυρίους εἶναι, ἀλλὰ καὶ ἠνάγκασε σφοδρῶς· τοῦτο γάρ ἐστι τὸ, Παρεβιάσατο ἡμᾶς· τουτέστι, τούτοις τοῖς ῥήμασιν. Ὅρα πῶς εὐθέως καρποφορεῖ, καὶ κέρδος ἡγεῖται μέγα τὴν κλῆσιν. Ὅτι δὲ πιστὴν ἐκρίνατε, δῆλον ἐκ τοῦ ἐγχειρίσαι μοι τοιαῦτα μυστήρια, οὐκ ἂν ἐγχειρίσαντες, εἰ μὴ τοιαύτην ἐκρίνατε. Καὶ οὐκ ἐτόλμησε πρὸ τούτου καλέσαι, ἀλλ' ὅτε ἐβαπτίσθη· δῆλον ἐντεῦθεν ποιοῦσα, ὅτι οὐκ ἂν ἄλλως ἔπεισε. ∆ιὰ τί δὲ οὐκ ἐβούλοντο οἱ περὶ Παῦλον, ἀλλ' ἀνένευον ὥστε καὶ βιασθῆναι αὐτούς; Ἤτοι ἐκείνην ἐκκαλούμενοι εἰς μείζονα προθυμίαν· ἢ ἐπειδὴ εἶπεν ὁ Χριστὸς, Εἰς ἣν ἂν πόλιν εἰσέλθητε, τίς ἐστιν ἄξιος ἐρωτήσατε, καὶ ἐκεῖ μείνατε. Ὥστε πάντα δι' οἰκονομίαν ἐποίουν. Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς προσευχὴν, παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. Αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ ἡμῖν, ἔκραζε λέγουσα· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου εἰσὶν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας. Τί δήποτε καὶ ὁ δαίμων ταῦτα ἐφθέγγετο, καὶ ὁ Παῦλος ἐκώλυσε; Κἀκεῖνος κακούργως ἐποίει, καὶ οὗτος συνετῶς· ἐβούλετο γὰρ μὴ ἀξιόπιστον αὐτὸν ποιεῖν. Εἰ γὰρ προσήκατο αὐτοῦ τὴν μαρτυρίαν ὁ Παῦλος, πολλοὺς ἂν καὶ τῶν πιστῶν ἠπάτησεν, ἅτε ὑπ' ἐκείνου δεχθείς· διὰ τοῦτο ἀνέχεται τὰ καθ' ἑαυτοὺς εἰπεῖν, ἵνα στήσῃ τὰ ὑπὲρ αὐτοῦ, καὶ αὐτὸς συγκαταβάσει κέχρηται πρὸς τὴν ἀπώλειαν. Τὸ μὲν οὖν πρῶτον οὐ προσήκατο Παῦλος, ἀλλὰ διέπτυσεν, οὐ βουλόμενος ἑαυτὸν ἐπιῤῥίπτειν ἁπλῶς τοῖς σημείοις· ὡς δὲ ἐπέμενε τοῦτο ποιῶν ἐπὶ πολλὰς ἡμέρας, καὶ τὸ ἔργον ἐδείκνυ, Οὗτοι οἱ ἄνθρωποι, λέγων, δοῦλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου εἰσὶν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας· τότε ἐκέλευσεν αὐτῷ ἐξελθεῖν. ∆ιαπονηθεὶς δὲ ὁ Παῦλος, καὶ ἐπιστρέψας, τῷ πνεύματι εἶπε· Παραγγέλλω σοι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ, ἐξελθεῖν ἀπ' αὐτῆς. Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς, ὅτι ἐξῆλθεν ἡ ἐλπὶς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς, εἶπον· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες, καὶ καταγγέλλουσιν ἔθη, ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσι. Πανταχοῦ τὰ χρήματα αἴτια τῶν κακῶν. Ὢ τῆς 60.254 ὠμότητος τῆς Ἑλληνικῆς! ἐβούλοντο δαιμονᾷν τὸ κοράσιον, ὥστε χρηματίζεσθαι. Ἐπιλαβόμενοι, φησὶ, τὸν Παῦλον καὶ τὸν Σίλαν, ἔλεγον· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν. Τί ποιήσαντες; διὰ τί οὖν μὴ πρὸ τούτου εἱλκύσατε; Ἰουδαῖοι, φησὶν, ὑπάρχοντες· οὕτω τὸ ὄνομα διεβέβλητο. Καὶ καταγγέλλουσιν ἔθη, ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν. Εἰς καθοσίωσιν τὸ πρᾶγμα ἤγαγον. Καὶ συνεπέστη ὁ ὄχλος κατ' αὐτῶν. Ὢ τῆς ἀλογίας! οὐκ ἐξήτασαν, οὐ μετέδωκαν λόγου· καίτοι τοιούτου θαύματος γενομένου δέον προσκυνῆσαι, δέον ὡς σωτῆρας καὶ εὐεργέτας ἔχειν. Εἰ γὰρ χρήματα ἐβούλεσθε, διὰ τί τοιοῦτον πλοῦτον εὑρόντες, μὴ ἐπεδράμετε; Τοῦτο λαμπροτέρους ποιεῖ, τὸ δύνασθαι δαίμονας ἀπελαύνειν, ἢ τὸ αὐτοῖς πείθεσθαι. Ἰδοὺ καὶ σημεῖα, καὶ ἡ φιλοχρηματία πλέον ἴσχυσε. Καὶ οἱ στρατηγοὶ, περιῤῥήξαντες τὰ ἱμάτια αὐτῶν, ἐκέλευον ῥαβδίζειν· πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς, ἔβαλον εἰς φυλακὴν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς. Ὁ μὲν οὖν Παῦλος τὸ πᾶν εἰργάσατο, καὶ τὰ θαύματα καὶ τὴν διδασκαλίαν· τῶν δὲ κινδύνων καὶ ὁ Σίλας κοινωνεῖ. Τί ἐστι, ∆ιαπονηθεὶς δὲ ὁ Παῦλος; Τὴν κακουργίαν, φησὶν, ἰδὼν τοῦ δαίμονος, καθὼς αὐτὸς ἀλλαχοῦ λέγει· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. ∆ιὰ τί μὴ εἶπον, ὅτι Τὸν δαίμονα ἐξέβαλον, ὅτι εἰς Θεὸν ἠσέβησαν, ἀλλ' ἐπὶ καθοσίωσιν τρέπονται; Ἧττα αὐτοῖς τοῦτο ἦν. Οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ ἔλεγον· Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Πᾶς ὁ ἑαυτὸν ποιῶν βασιλέα, ἀντιλέγει τῷ Καίσαρι. Καὶ ἔβαλον αὐτοὺς, φησὶν, εἰς φυλακήν. Πολὺς ὁ θυμός. Ὃς παραγγελίαν τοιαύτην εἰληφὼς, ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν, καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον. Ὅρα, κἀκεῖνος πάλιν εἰς τὴν ἐσωτέραν φυλακὴν αὐτοὺς ἐνέβαλε, καὶ τοῦτο οἰκονομικῶς. Ἐπειδὴ γὰρ θαῦμα ἔμελλε γίνεσθαι μέγα, ἐπιτήδειος ὁ τόπος πρὸς τὴν ἀκρόασιν ὁ ἔξω τῆς πόλεως κρίνεται, πειρασμῶν ἀπηλλαγμένος καὶ κινδύνων. Ὅρα πῶς οὐκ αἰσχύνεται τὰ ἐπιτηδεύματα καταλέγειν ὁ τὴν ἱστορίαν γράφων. Ἅτε δὴ καὶ ἀργίας οὔσης, μᾶλλον προσεῖχον τοῖς λεγομένοις· καὶ οὐδὲ ἡ πόλις αὕτη μεγάλη ἡ τῶν Φιλιππησίων. Ταῦτα δὴ μαθόντες καὶ ἡμεῖς, μηδένα ἐπαισχυνώμεθα. Παρὰ βυρσεῖ μένει Πέτρος, παρὰ πορφυροπώλιδι Παῦλος. Ποῦ ὁ τῦφος; Ἄρα τοῦ Θεοῦ δεόμεθα, ὥστε ἀνοίξαι καρδίαν· ὁ Θεὸς δὲ ἀνοίγει καρδίας τὰς βουλομένας· ἔστι γὰρ καὶ πεπηρωμένας ἰδεῖν. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Γυνὴ, φησὶ, πορφυρόπωλις, ἧς ὁ Κύριος ἤνοιξε τὴν καρδίαν, προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου. Τὸ μὲν οὖν ἀνοῖξαι, τοῦ Θεοῦ· τὸ δὲ προσέχειν, αὐτῆς· ὥστε καὶ θεῖον καὶ ἀνθρώπινον ἦν. Ὡς δὲ ἐβαπτίσθη, φησὶ, παρεκάλεσε λέγουσα· Εἰ κεκρίκατέ με. Ὅρα, καὶ βαπτίζεται, καὶ δέχεται τοὺς ἀποστόλους μετὰ τοσαύτης ἱκετηρίας, μετὰ πλείονος ἢ ὁ Ἀβραάμ. Καὶ οὐκ εἶπεν οὐδὲν ἄλλο τεκμήριον, ἀλλ' ἐκεῖνο, ἀφ' οὗ ἐσώθη· οὐκ εἶπεν, εἰ μεγάλην γυναῖκα, εἰ εὐλαβῆ κεκρίκατέ με· ἀλλὰ τί; Πιστὴν τῷ Κυρίῳ· εἰ τῷ Κυρίῳ, πολλῷ μᾶλλον ὑμῖν, εἰ μὴ ἀμφισβητεῖτε. Καὶ οὐκ εἶπε, Παρ' ἐμοὶ, ἀλλ' Εἰς τὸν οἶκόν μου μείνατε, ὥστε δεῖξαι, ὅτι μετὰ πολλῆς τοῦτο ἐποίει προθυμίας. Ὄντως πιστὴ ἡ γυνή. Εἰπὲ δή μοι, τίς οὗτός ἐστιν ὁ δαίμων; Θεὸς, φησὶ, πύθων· ἀπὸ τοῦ τόπου οὕτω λέγεται. Ὁρᾷς, ὅτι καὶ ὁ Ἀπόλλων δαίμων ἐστί; Καὶ ἐπεὶ ἐβούλετο εἰς πειρασμοὺς αὐτοὺς ἐμβαλεῖν, ὥστε μᾶλλον παροξῦναι, παρώρμησε λέγειν.
βʹ. Ὦ μιαρὲ καὶ παμμίαρε· εἰ τοίνυν οἶδας, ὅτι ὁδὸν σωτηρίας καταγγέλλουσι, τί μὴ ἐξίστασαι ἑκών; Ἀλλ' ὅπερ Σίμων ἐβούλετο λέγων· ∆ότε μοι, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα ἅγιον· τοῦτο καὶ οὗτος ἐποίει· ἐπειδὴ εἶδεν εὐδοκιμοῦντας, καὶ ὧδε ὑποκρίνεται, ταύτῃ προσεδόκησεν ἑαυτὸν ἀφίεσθαι ἐν τῷ σώματι, εἰ τὰ αὐτὰ κηρύξειεν. Εἰ δὲ παρὰ ἀνθρώπου Οὐχ ὡραῖος ὁ αἶνος ἐν τῷ στόματι ἁμαρτωλοῦ, πολλῷ μᾶλλον παρὰ δαίμονος· εἰ παρὰ ἀνθρώπων τὴν μαρτυρίαν οὐ λαμβάνει ὁ Χριστὸς, οὐδὲ παρὰ Ἰωάννου, πολλῷ μᾶλλον παρὰ δαίμονος. Τὸ γὰρ κηρύττειν οὐκ ἀνθρώπων, ἀλλὰ Πνεύματος ἁγίου. Ἐπεὶ οὖν ἀλαζονικῶς ἐποίουν βοῶντες, τῇ κραυγῇ καταπλήξειν ἐνόμισαν, λέγοντες· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν. Τί λέγεις; πείθῃ τῷ δαίμονι; διὰ τί οὐχὶ καὶ ἐνταῦθα; Ἐκεῖνος λέγει, ὅτι ∆οῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου· σὺ λέγεις, ὅτι Ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν· ἐκεῖνος λέγει, ὅτι Καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας· σὺ λέγεις, Παραδιδόασιν ἡμῖν ἔθη, ἃ οὐκ ἔξεστι παραδέχεσθαι. Ὅρα οὐδὲ τῷ δαίμονι αὐτοὺς προσέχοντας, ἀλλὰ πρὸς ἓν ὁρῶντας, τὴν φιλαργυρίαν. Εἵλκυσάν τε αὐτοὺς, φησὶν, εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας· καὶ συνεπέστη ὁ ὄχλος κατ' αὐτῶν. Ὅρα αὐτοὺς οὐκ ἀποκρινομένους οὐδὲ ἀπολογουμένους, ἵνα μείζονος ἄξιοι θαύματος γένωνται. Ὅταν γὰρ, φησὶν, ἀσθενῶ, τότε δυνατός εἰμι. Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ὥστε καὶ ἀπὸ τῆς ἐπιεικείας θαυμασθῆναι αὐτοὺς ἐχρῆν. Ὅσῳ ἀκριβεστέρα ἡ φυλακὴ γίνεται, τοσούτῳ τὸ θαῦμα λαμπρότερον. Ἴσως τὴν σύστασιν ἐκκόψαι βουλόμενοι τοῦτο ἐποίουν ἐκεῖνοι. Ἐπειδὴ εἶδον τὸν ὄχλον ἐφεστῶτα, ταῖς μὲν πληγαῖς τὸν θυμὸν τέως στῆσαι ἐβούλοντο, τῷ δὲ εἰς δεσμωτήριον ἐμβαλεῖν καὶ παραγγεῖλαι ἀσφαλῶς τηρεῖν, ἀκοῦσαι ἤθελον τοῦ πράγματος. Καὶ ἠσφαλίσατο, φησὶν, εἰς τὸ ξύλον, ὡς ἂν εἴποι τις, Εἰς τὸν νέρβον. Πόσων δακρύων τὰ νῦν ἄξια; Ἐκεῖνοι μὲν ἔπαθον ὅσα καὶ ἔπαθον, ἡμεῖς δὲ ἐν τρυφῇ, ἡμεῖς δὲ ἐν θεάτροις. Ὅθεν καὶ ἀπολλύμεθα, καὶ καταποντιζόμεθα, ἄνεσιν ζητοῦντες πανταχοῦ, καὶ οὐδὲ μέχρις ὀνειδισμοῦ διὰ τὸν Χριστὸν ἀνεχόμενοι λυπηθῆναι, οὐδὲ μέχρι λόγου. Τούτοις συνεχῶς ἀναμιμνήσκωμεν ἑαυτοὺς, παρακαλῶ, ὅσα ἔπαθον, ὅσα ὑπέμειναν, πῶς οὐκ ἐθορυβοῦντο, πῶς οὐκ ἐσκανδαλίζοντο. Τὸ τοῦ Θεοῦ ἔργον ἐποίουν, καὶ ταῦτα ἔπασχον. Οὐκ ἔλεγον, Τί τοῦτο κηρύττομεν, καὶ οὐ προΐσταται ἡμῶν ὁ Θεός; Ἀλλὰ καὶ τοῦτο αὐτοὺς ὠφέλει, καὶ χωρὶς τῆς βοηθείας αὐτῷ τῷ πράγματι εὐτονωτέρους ἐποίει, ἰσχυροτέρους, ἀκαταπλήκτους. Ἡ θλῖψις, φησὶν, ὑπομονὴν κατεργάζεται. Μὴ δὴ τὸν ὑγρὸν καὶ διακεχυμένον ζητῶμεν βίον. Ὥσπερ γὰρ ἐνταῦθα διπλοῦν τὸ καλὸν, ὅτι τε ἰσχυροὶ γίνονται καὶ ὅτι μεγάλοι οἱ μισθοὶ, οὕτως ἐκεῖ διπλοῦν τὸ κακὸν, ὅτι τε μαλακώτεροι καθίστανται καὶ ὅτι ἐπ' οὐδενὶ χρηστῷ, ἀλλὰ καὶ ἐπὶ κακῷ. Οὐδὲν γὰρ ἀχρηστότερον ἀνθρώπου γένοιτ' ἂν ἐν ἀνέσει καὶ τρυφῇ τὸν ἅπαντα διατελοῦντος χρόνον. Ἀνὴρ γὰρ, φησὶν, ἀπείραστος, καὶ ἀδόκιμος· ἀδόκιμος, οὐκ ἐν τοῖς ἀγῶσι τού 60.256 τοις, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν. Ἄχρηστον πρᾶγμα ἡ ἄνεσις, καὶ ἐν αὐτῇ δὲ τῇ τρυφῇ οὐδὲν οὕτως ἀνεπιτήδειον, ὡς τὸ τρυφᾷν προσκορὲς γάρ ἐστιν. Οὔτε σιτίων ἡδονὴ τοσαύτη, οὔτε ἀνέσεως, ἀλλὰ πάντα ἐξίτηλα γίνεται καὶ διαῤῥεῖ. Μὴ δὴ ταύτην ἐπιζητῶμεν. Εἰ γὰρ σκοπεῖν θελήσομεν τίς ἥδιον διάγει, ὁ πονούμενος καὶ ταλαιπωρούμενος ἢ ὁ τρυφῶν· τοῦτον μᾶλλον εὑρήσομεν. Πρῶτον μὲν γὰρ τοῦ τοιούτου τὸ σῶμα αὐτὸ ἔκλυτον καὶ πεπλαδηκός· ἔπειτα καὶ αἱ τοῦ σώματος αἰσθήσεις οὔκ εἰσιν εἰλικρινεῖς οὐδὲ ὑγιεῖς, ἀλλὰ χαῦναι καὶ μαλακαί· τούτων δὲ οὐκ οὐσῶν, οὐδὲ τῆς ὑγιείας ἡδονὴ φαίνεται. Ποῖος ἵππος χρήσιμος, ὁ τρυφῶν ἢ ὁ γυμναζόμενος; ποία ναῦς, ἡ πλέουσα ἢ ἡ ἀργοῦσα· ποῖον ὕδωρ, τὸ τρέχον ἢ τὸ ἑστώς; ποῖος σίδηρος, ὁ κινούμενος ἢ ὁ μὴ ἐργαζόμενος; οὐχ ὁ μὲν ἀπολάμπει, καὶ ἀργύρῳ προσέοικεν, ὁ δὲ κατίωται πανταχοῦ ἄχρηστος ὢν, καὶ τῆς ὕλης ἀπολλύς τι τῆς οἰκείας; Τοιοῦτόν τι γίνεται καὶ ἐπὶ τῆς ἀργούσης ψυχῆς· ἰός τις αὐτῆς καταχεῖται, καὶ τρώγει τήν τε λαμπρότητα καὶ τὰ ἄλλα πάντα. Τίνι οὖν ἄν τις τοῦτον ἀποσμήξειε τὸν ἰόν; Τῇ τῶν θλίψεων ἀκόνῃ· αὗται χρήσιμον ἐργάζονται τὴν ψυχὴν καὶ ἐν πᾶσιν ἐπιτηδείαν. Πῶς γὰρ, εἰπέ μοι, δυνήσεται τὰ πάθη τέμνειν, τῆς ἀκμῆς ἀμβλυνθείσης, καὶ μολύβδου δίκην ἐπανακαμπτομένης; πῶς τὸν διάβολον τρώσει; Τίνι δὲ οὐκ ἔστιν ἀηδὴς ἄνθρωπος πολυσαρκίαν ἀσκῶν, φώκης δίκην συρόμενος;
γʹ. Οὐ περὶ τῶν φύσει ὄντων τοῦτο λέγω, ἀλλὰ περὶ τῶν ἐκ τῆς τρυφῆς τοιαῦτα κατασκευασάντων τὰ σώματα, περὶ τῶν λεπτῶν κατὰ φύσιν. Ἀνέτειλεν ὁ ἥλιος, λαμπρὰς ἀφῆκε πανταχοῦ τὰς ἀκτῖνας, ἤγειρεν ἕκαστον ἐπὶ τὰ ἔργα· ὁ γεωργὸς τὴν δίκελλαν λαβὼν ἔξεισιν, ὁ χαλκοτύπος τὴν σφῦραν, καὶ τὸ κατάλληλον ἕκαστος τῶν δημιουργῶν, καὶ εὑρήσεις ἕκαστον τὰ οἰκεῖα ὄργανα μεταχειριζόμενον· ἡ γυνὴ ἠλακάτην ἢ τὰ ὑφάσματα· αὐτὸς δὲ καθάπερ ὁ χοῖρος εὐθέως ἀπὸ πρωῒ ἐπὶ βοσκὴν ἔξεισι τῆς γαστρὸς, ζητῶν πῶς τράπεζαν πολυτελῆ κατασκευάσει. Καίτοι τῶν ἀλόγων ἐστὶ μόνον ἀπὸ πρωῒ τρέφεσθαι, ἐπειδὴ πρὸς οὐδέν ἐστι χρήσιμα, ἀλλὰ πρὸς τὸ σφάζεσθαι. Τὰ δὲ νωτοφόρα αὐτῶν καὶ ἐργασίαν ἀναδεχόμενα καὶ αὐτὰ ἀπὸ νυκτῶν ἐπὶ τὸ ἔργον ἔξεισιν. Οὗτος δὲ ἀπὸ τῆς εὐνῆς ἀναστὰς, τοῦ ἡλίου τὴν ἀγορὰν ἐμπλήσαντος, καὶ πάντων κορεσθέντων τῆς οἰκείας ἐργασίας, ἀνίσταται διατεινόμενος, καθάπερ ὄντως ὗς πιαινόμενος, τὸ κάλλιστον τῆς ἡμέρας ἐν σκότει καταναλώσας. Εἶτα κάθηται πολὺν ἐπὶ τῆς εὐνῆς καιρὸν, πολλάκις οὐδὲ ἀνενεγκεῖν δυνάμενος ἀπὸ τῆς ἑσπερινῆς μέθης, καταναλώσας τὸν πλείονα καιρὸν ἐν τούτοις. Εἶτα καλλωπίζει ἑαυτὸν, καὶ πρόεισιν ἀσχημοσύνης θέατρον, οὐδὲν ἔχων ἀνθρώπου, ἀλλὰ πάντα θηρίου ἀνθρωπομόρφου· οἱ ὀφθαλμοὶ δίυγροι, οἴνου τὸ στόμα ἀπόζον, ἡ ταλαίπωρος ψυχὴ καθάπερ ἐπὶ κλίνης βεβλημένη ὑπὸ τῆς ἀμέτρως ἐγχεομένης ἑωλοκρασίας, τὸ μέγεθος τῶν σαρκῶν περιφέρουσα καθάπερ ἐλέφας. Εἶτα ἐλθὼν κάθηται ἐν τόποις, καὶ λέγει τοιαῦτα καὶ ποιεῖ, ὡς βέλτιον εἶναι ἔτι καθεύδειν αὐτὸν ἢ ἐγρηγορέναι. Ἂν δεινὰ ἐπαγγελθῇ, παντὸς κορασίου μαλακώτερος γίνεται· ἂν χρηστὰ, παντὸς παιδίου χαυνότερος· χάσμης αὐτῷ ἡ ὄψις γέμει. Πᾶσι πρόκειται τοῖς βουλομένοις κακῶς ποιεῖν, εἰ καὶ μὴ τοῖς ἀνθρώποις, ἀλλὰ τοῖς πάθεσι· καὶ θυμὸς τὸν τοιοῦτον ἐγείρει ῥᾳδίως, καὶ ἐπιθυμία, καὶ βασκανία, καὶ πάντα. Πάντες κολακεύουσι, πάντες θεραπεύουσι, μαλακωτέραν ἤ ἐστιν ἐργαζόμενοι τὴν 60.257 ψυχήν· καὶ καθ' ἑκάστην ἡμέραν πρόεισι, πολύ τι τῆς νόσου προσλαμβάνων. Ἂν εἰς πραγμάτων ἐμπέσῃ περίστασιν, τέφρα καὶ κόνις γίνεται, καὶ οὐδὲν αὐτῷ τὰ σηρικὰ ἱμάτια συμβάλλεται. Ταῦτα ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ἵνα παιδεύσωμεν μηδένα ἀργῶς ζῇν μηδὲ εἰκῇ. Ἡ γὰρ ἀργία καὶ ἡ τρυφὴ πρὸς ἐργασίαν ἀνεπιτήδειον, πρὸς δόξαν μόνον, πρὸς ἡδονήν. Πῶς πάντες τὸν τοιοῦτον οὐ καταγνώσονται, καὶ οἰκεῖοι καὶ φίλοι καὶ συγγενεῖς; τίς δὲ οὐ δικαίως ἐρεῖ, ἄχθος οὗτος ἀρούρας, εἰκῇ παρῆλθεν εἰς τὸν κόσμον ὁ τοιοῦτος· μᾶλλον δὲ οὐκ εἰκῇ, ἀλλὰ καὶ ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς, ἐπὶ λύμῃ ἰδίᾳ, ἐπὶ βλάβῃ ἑτέρων; Τί οὖν ἥδιον αὐτῇ, ἴδωμεν· τοῦτο γάρ ἐστι τὸ ζητούμενον, σχολὴ καὶ ἀπραξία. Καὶ τί ἀηδέστερον γένοιτ' ἂν ἀνθρώπου οὐδὲν ἔχοντος ποιεῖν; τί μοχθηρότερον, τί ταλαιπωρότερον; μυρίων οὐ χεῖρον τοῦτο δεσμῶν, χασμᾶσθαι καὶ κεχηνέναι διαπαντὸς ἐπὶ τῆς ἀγορᾶς καθήμενον ὁρῶντα τοὺς παριόντας; Ἡ γὰρ ψυχὴ φύσιν ἔχουσα τοῦ κινεῖσθαι διαπαντὸς, οὐκ ἀνέχεται ἠρεμεῖν. Ἔμπρακτον τὸ ζῶον τοῦτο ἐποίησεν ὁ Θεὸς, καὶ κατὰ φύσιν αὐτῷ ἐστι τὸ ἐργάζεσθαι, παρὰ φύσιν δὲ τὸ ἀργεῖν. Μὴ ἀπὸ τῶν νοσούντων τὰ πράγματα δοκιμάζωμεν, ἀλλὰ τοῦ πράγματος πεῖραν λάβωμεν. Οὐδὲν σχολῆς μοχθηρότερον, οὐδὲν ἀργίας· ∆ιὰ τοῦτο εἰς ἀνάγκην ἡμᾶς κατέστησεν ἐργασίας ὁ 60.258 Θεός. Πάντα γὰρ ἡ ἀργία βλάπτει, καὶ τὰ μέλη τοῦ σώματος αὐτὰ βλάπτει πως ἡ ἀργία. Καὶ γὰρ καὶ ὀφθαλμὸς εἰ μὴ ἐργάζοιτο τὸ αὐτοῦ, καὶ στόμα, καὶ γαστὴρ καὶ πᾶν, ὅ τι ἂν εἴποι τις τῶν μελῶν, εἰς νόσον ἐμπίπτει τὴν ἐσχάτην· οὐδὲν δὲ οὕτως, ὡς ἡ ψυχή. Ὥσπερ δὲ ἀργία κακὸν, οὕτω καὶ ἐργασία ἡ μὴ προσήκουσα. Καθάπερ γὰρ εἴ τις μὴ ἐσθίει, εἰς τοὺς ὀδόντας βλάπτεται, κἂν ἐσθίῃ τὰ μὴ προσήκοντα, ποιεῖ αὐτοὺς αἱμωδιᾷν· οὕτω δὴ καὶ ἐνταῦθα, ἄν τε μὴ ἐργάζηται, ἄν τε ἐργάζηται τὰ μὴ προσήκοντα, τὴν οἰκείαν ἀπόλλυσιν ἰσχύν. Οὐκοῦν ἀμφότερα φεύγειν σπουδάζωμεν, καὶ ἀργίαν καὶ ἐργασίαν ἀργίας χαλεπωτέραν. Ποία δὲ αὕτη ἐστί; Πλεονεξίαι, θυμὸς, βασκανίαι, τὰ λοιπὰ τῶν παθῶν. Ἐν τούτοις τὴν ἀργίαν μεταδιώκωμεν, ἵνα τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν τύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Λς ʹ
Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευ χόμενοι ὕμνουν τὸν Θεόν· καὶ ἐπηκροῶντο αὐτῶν οἱ δέσμιοι. Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη.
αʹ. Τί τούτων ἴσον γένοιτ' ἂν τῶν ψυχῶν; Ἐμαστίχθησαν πολλὰς πληγὰς λαβόντες, ὑβρίσθησαν, περὶ τῶν ἐσχάτων ἐκινδύνευσαν, εἰς τὸ ξύλον ἦσαν ἐμβεβλημένοι, εἰς τὴν ἐσωτέραν φυλακήν· καὶ οὐδὲ οὕτω καθεύδειν ἠνείχοντο, ἀλλ' ἐπαννύχιζον. Ὁρᾶτε ὅσον ἡ θλῖψις ἀγαθόν; Ἡμεῖς δὲ οὐδὲ ἐν ἁπαλοῖς ὄντες στρώμασιν, οὐδένα δεδοικότες, ὅλην τὴν νύκτα καθεύδομεν. Τάχα διὰ τοῦτο ἐπαννύχιζον, ἐπειδὴ ἐν τούτοις ἦσαν. Οὐχ ἡ τοῦ ὕπνου τυραννὶς αὐτοὺς εἷλεν, οὐχ ἡ ἀλγηδὼν ἔκαμψεν, οὐχ ὁ φόβος εἰς ἀπορίαν ἐνέβαλεν, ἀλλ' αὐτὰ δὴ ταῦτα πολλῷ μᾶλλον ἦν τὰ διεγείροντα αὐτοὺς, καὶ ἡδονῆς πληροῦντα πολλῆς. Κατὰ δὲ τὸ μεσονύκτιον ὕμνουν τὸν Θεὸν, φησὶν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι. Ξένον γὰρ ἐδόκει εἶναι καὶ παράδοξον. Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἀνεῴχθησάν τε παραχρῆμα πᾶσαι αἱ θύραι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. Σεισμὸς ἐγένετο, ὥστε ἀφυπνισθῆναι ἐκεῖνον, καὶ αἱ θύραι ἀνεῴχθησαν, ὥστε θαυμάσαι τὸ γεγονός. Ταῦτα οἱ δεσμῶται οὐχ ἑώρων· ἦ γὰρ ἂν ἔφυγον ἅπαντες. Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. Ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος, λέγων· Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. Ἐθαύμασε μᾶλλον τὴν φιλανθρωπίαν Παύλου· ἐξεπλάγη τὴν ἀνδρείαν, ὅτι καὶ φυγεῖν δυνάμενος οὐκ ἔφυγε, καὶ ὅτι αὐτὸν ἐκώλυσε τῆς σφαγῆς. Αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος ὑπάρχων, προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, καὶ προαγαγὼν αὐτοὺς ἔξω, ἔφη· Κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; Εἶδες πῶς αὐτὸν εἷλε τὸ θαῦμα; Οἱ δὲ εἶπον, Πίστευσον ἐπὶ τὸν 60.258 Κύριον Ἰησοῦν Χριστὸν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου, καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Ἐκ τοῦ εὐθέως λαλῆσαι αὐτῷ ἐπεδείξαντο τὴν περὶ αὐτὸν φιλανθρωπίαν. Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς, ἔλουσεν ἀπὸ τῶν πληγῶν. Καὶ ἐβαπτίσθη αὐτὸς, καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα. Ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον, παρέθηκε τράπεζαν, καὶ ἠγαλλιᾶτο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ. Ἔλουσεν αὐτοὺς, ὥσπερ ἀμειβόμενος τὴν χάριν, καὶ τιμῶν αὐτοὺς δι' ὧν ἐποίει. Ἡμέρας δὲ γενομένης, ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους, λέγοντες· Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους. Ἔγνωσαν ἴσως τὸ γεγονὸς οἱ στρατηγοὶ, καὶ οὐκ ἐτόλμων ἀφ' ἑαυτῶν ἀφεῖναι. Ἀπήγγειλε δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτους πρὸς τὸν Παῦλον φήσας, ὅτι Ἀπεστάλκασιν οἱ στρατηγοὶ, ἵνα ἀπολυθῆτε. Νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ. Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· ∆είραντες ἡμᾶς δημοσίᾳ, ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλον εἰς φυλακήν. Καὶ νῦν λάθρα ἡμᾶς ἐκβάλλουσι; Οὐ γάρ· ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν. Ἀνήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· καὶ ἐφοβήθησαν ἀκούσαντες, ὅτι Ῥωμαῖοί εἰσι. Καὶ ἐξελθόντες παρεκάλεσαν αὐτοὺς, καὶ ἐξαγαγόντες ἠρώτων ἐξελθεῖν τῆς πόλεως. Ἐξελθόντες δὲ ἐκ τῆς φυλακῆς, εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες τοὺς ἀδελφοὺς παρεκάλεσαν αὐτοὺς, καὶ ἐξῆλθον. Καὶ τῶν στρατηγῶν δηλωσάντων ὁ Παῦλος οὐκ ἐξέρχεται· τάχα διὰ τὴν Λυδίαν, καὶ τοὺς ἄλλους ἀδελφούς· ἢ καὶ φοβῶν αὐτοὺς, ἵνα μὴ νομισθῶσιν ἠξιωκότες ἀπολελύσθαι, καὶ ἵνα καὶ τοὺς ἄλλους ἐν παῤῥησίᾳ καταστήσωσι. Τριπλοῦν, ἀγαπητοὶ, τὸ ἔγκλημα ἦν, ὅτι καὶ Ῥωμαίους, καὶ ἀκατακρίτους, καὶ δημοσίᾳ ἔβαλον εἰς φυλακήν. Ὁρᾷς, ὅτι καὶ ἀνθρώπινα κατεσκεύαζον πολλά. Ἐξετάσωμεν πρὸς ἐκείνην τὴν νύκτα ταύτας τὰς νύκτας, ἔνθα κῶμοι καὶ μέθαι καὶ ἀσέλγειαι, ἔνθα ὕπνος θανάτου οὐδὲν διεστηκὼς, ἔνθα ἀγρυπνίαι ὕπνου χαλεπώτεραι. Οἱ μὲν γὰρ καθεύδουσιν ἀνεπαισθήτως, οἱ δὲ ἐγρηγόρασιν ἐλεεινῶς καὶ ἀθλίως, δόλους ῥάπτοντες, ὑπὲρ χρημάτων φροντίζοντες, ὅπως ἀμύνωνται τοὺς ἀδικοῦντας σπουδάζοντες, ἔχθραν μελετῶντες, ῥήματα ὑβριστικὰ μεθ' ἡμέραν ἀναλεγόμενοι· οὕτω τὸ πῦρ σκαλεύουσι τῆς ὀργῆς, τὰ ἀφόρητα ἐργαζόμενοι. Σκόπει πῶς Πέτρος ἐκάθευδεν. Οἰκονομικῶς ἐκεῖνο γέγονεν· ὁ ἄγγελος γὰρ παρεγένετο, καὶ οὐδένα ἐχρῆν ἰδεῖν τὸ γενόμενον· καὶ τοῦτο πάλιν καλῶς, ἵνα κωλυθῇ ὁ δεσμοφύλαξ ἀνελεῖν ἑαυτόν. Καὶ διὰ τί μὴ ἄλλο σημεῖον γέγονεν; Ὅτι τοῦτο μάλιστα αὐτὸν ἐφελκύσαι καὶ πεῖσαι ἱκανὸν ἦν, ὅπου γε καὶ αὐτὸς ἐκινδύνευσεν ἂν, εἰ μὴ γέγονεν· οὐ γὰρ οὕτω τὰ θαύματα ἡμᾶς αἱρεῖ, ὡς τὰ εἰς σωτηρίαν ἡμετέραν ἥκοντα. Ἵνα μὴ δόξῃ ἀπὸ ταὐτομάτου γεγενῆσθαι ὁ σεισμὸς, ἐπηκολούθησε καὶ τοῦτο ἐκείνῳ μαρτυροῦν. Καὶ ἐν νυκτὶ φαίνεται· οὐδὲν γὰρ πρὸς ἐπίδειξιν, ἀλλὰ πρὸς σωτηρίαν ἐποίουν. Οὐκ ἦν πονηρὸς ὁ δεσμοφύλαξ· ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν, παραγγελίαν τοιαύτην λαβὼν, οὐκ ἀφ' ἑαυτοῦ. Καὶ διὰ τί μὴ πρὸ τούτου ἐβόησεν ὁ Παῦλος; Θορύβου μεστὸς ὁ ἄνθρωπος ἦν καὶ ταραχῆς, καὶ οὐκ ἂν παρεδέξατο. ∆ιὰ τοῦτο, ὅτε εἶδεν ἑαυτὸν μέλλοντα ἀναιρεῖν, προκαταλαμβάνει καὶ βοᾷ, λέγων· Πάντες ἐσμὲν ἐνθάδε. ∆ιὰ τοῦτο καὶ Αἰτήσας φῶτα εἰσεπήδησε, καὶ προσέπεσε τῷ Παύλῳ, φησὶ, καὶ τῷ Σίλᾳ. Εἰς τοὺς πόδας προσπίπτει τοῦ δεσμώτου ὁ φύλαξ. Καὶ προάγει αὐτοὺς ἔξω καὶ λέγει· Κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ, Τί γὰρ εἶπον; Ὅρα αὐτὸν οὐκ ἐπειδὴ διεσώθη ἐπὶ τούτῳ στέργοντα, ἀλλὰ τὴν δύναμιν ἐκπλαγέντα.
βʹ. Εἶδες τί ἐκεῖ γέγονε, καὶ τί ἐνταῦθα; Ἐκεῖ παιδίσκη ἀπηλλάγη πνεύματος, καὶ εἰς δεσμωτήριον ἐνέβαλον αὐτοὺς, ὅτι ἠλευθέρωσαν αὐτὴν τοῦ δαίμονος· ἐνταῦθα μόνον ἔδειξαν θύρας ἀνεῳγυίας, καὶ ἤνοιξεν αὐτοῦ τῆς καρδίας τὰς θύρας, ἔλυσε δεσμὰ διπλᾶ, ἧψεν ἐκεῖνο τὸ φῶς· τὸ γὰρ ἐν τῇ καρδίᾳ αὐτοῦ φῶς ἔλαμπε. Καὶ εἰσεπήδησε καὶ προσέπεσε, καὶ οὐκ ἐρωτᾷ, Πῶς τοῦτο γέγονε; Τί γέγονεν; ἀλλ' εὐθέως φησί· Τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; Τί οὖν ὁ Παῦλος· Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ σωθήσῃ, φησὶ, σὺ καὶ ὁ οἶκός σου. Μάλιστα τοῦτο τοὺς ἀνθρώπους ἐφέλκεται τὸ καὶ τὸν οἶκον αὐτοῦ σωθῆναι. Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον, καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Ἔλουσεν αὐτοὺς, καὶ ἐλούθη· ἐκείνους μὲν ἀπὸ τῶν πληγῶν ἔλουσεν, αὐτὸς δὲ ἀπὸ τῶν ἁμαρτιῶν ἐλούθη· ἔθρεψε καὶ ἐτράφη. Καὶ ἠγαλλιᾶτο, φησί· καίτοι οὐδὲν ἦν, ἀλλὰ ῥήματα μόνον καὶ ἐλπίδες χρησταί. Τοῦτο σημεῖον ἦν τοῦ πεπιστευκέναι αὐτὸν, ὅτι πάντων ἀφέθη. Τί δεσμοφύλακος χεῖρον; τί δὲ ὠμότερον; τί δὲ ἀγριώτερον; Ἀλλ' ὅμως μετὰ πολλῆς αὐτοὺς ὑπεδέξατο τῆς τιμῆς. Οὐκ ἐπειδὴ ἐσώθη, εὐφράνθη, ἀλλὰ Πεπιστευκὼς τῷ Θεῷ. Πίστευσον, φησὶν, ἐπὶ τὸν Κύριον. ∆ιὰ τοῦτο εἶπε, Πεπιστευκὼς τῷ Θεῷ, ἵνα μὴ δόξῃ ὡς κατάδικος ἀπολύεσθαι, καὶ ὡς ἡμαρτηκώς. ∆ιὰ τοῦτο λέγουσι· ∆είραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους ἀνθρώπους, ἔβαλον εἰς φυλακὴν, ἵνα μὴ μόνον τῆς χάριτος, ἀλλὰ καὶ αὐτῶν ᾖ τὸ πρᾶγμα. Ὅρα διάφορα τὴν χάριν οἰκονομοῦσαν, πῶς ἐκεῖνος ἐξῆλθε, πῶς οὗτος, καίτοι ἀμφότεροι ἀπόστολοι. Ἐφοβήθησαν, φησί. Φοβοῦνται, ὅτι Ῥωμαῖοί εἰσιν, οὐχ ὅτι ἀδίκως ἐνέβαλον. Καὶ ἠρώτων αὐτοὺς ἐξελθεῖν ἀπὸ τῆς πόλεως. Χάριν ᾔτησαν ταύτην. Οἱ δὲ ἐλθόντες πρὸς τὴν Λυδίαν, καὶ βεβαιώσαντες 60.260 αὐτὴν, οὕτως ἐξῆλθον. Οὐ γὰρ ἔδει τὴν ξενοδόχον ἀφεῖναι ἐν ἀγῶνι καὶ μερίμνῃ. Ἐξῆλθον δὲ, οὐκ ἐκείνοις πειθόμενοι, ἀλλὰ ἐπὶ τὸ κήρυγμα σπεύδοντες, τῆς πόλεως διὰ τοῦ θαύματος ἱκανῶς ὠφεληθείσης· ἔδει γὰρ μὴ παραμένειν λοιπόν. Τὸ γὰρ θαῦμα μεῖζον φαίνεται, τῶν ἐργασαμένων ἀποδημησάντων αὐτὸ μᾶλλον βοῶν· ἡ γὰρ τοῦ δεσμοφύλακος πίστις ἀντὶ φωνῆς ἦν. Τί τούτου ἴσον; ∆εσμεῖται καὶ λύει δεδεμένος, λύει διπλοῦν δεσμόν· τὸν δήσαντα ἔλυσε διὰ τοῦ δεθῆναι. Ὄντως ταῦτα χάριτος ἔργα. Νῦν οὖν, φησὶν, ἐξελθόντες, πορεύεσθε ἐν εἰρήνῃ· τουτέστι, μετὰ ἀσφαλείας, μηδὲν δεδοικότες. Ἄλλως δὲ καὶ τοῦτον ἔξω κινδύνου βούλονται γενέσθαι, ἵνα μὴ μετὰ ταῦτα ἐγκαλῆται. Καὶ οὐ λέγουσι, ∆είραντες ἡμᾶς ἔβαλον εἰς φυλακὴν, θαύματα ἐργασαμένους· οὐδὲ γὰρ τούτοις προσεῖχον· ἀλλ' ὃ μάλιστα αὐτῶν σεῖσαι τὴν διάνοιαν ἐδύνατο, Ἀκατακρίτους, φησὶ, καὶ Ῥωμαίους ὑπάρχοντας. Τούτου μνημονεύωμεν τοῦ δεσμώτου διαπαντὸς, μὴ τοῦ θαύματος. Τί ἐροῦσιν Ἕλληνες, πῶς δεσμώτης ὢν τὸν δεσμοφύλακα ἔπεισε; Καὶ τίνα, φησὶ, πεισθῆναι ἐχρῆν, ἢ μιαρὸν ἄνθρωπον καὶ ταλαίπωρον καὶ οὐκ ἔχοντα νοῦν, μυρίων γέμοντα κακῶν καὶ εὐπαράγωγον; Ἔτι καὶ ταῦτα προφέρουσι· Τίς γὰρ, ἢ βυρσεὺς, πορφυρόπωλις, εὐνοῦχος, δεσμοφύλαξ, δοῦλοι καὶ γυναῖκες ἐπίστευσαν; Τί οὖν εἰπεῖν δυνήσονται, ὅταν καὶ τοὺς ἐν ἀξιώμασι παραγάγωμεν, τὸν ἑκατόνταρχον, τὸν ἀνθύπατον, τοὺς ἐξ ἐκείνου μέχρι τοῦ νῦν, αὐτοὺς τοὺς κρατοῦντας, τοὺς βασιλεῖς; Ἐγὼ δὲ ἕτερον λέγω τούτου μεῖζον· αὐτοὺς τοὺς εὐτελεῖς ἴδωμεν. Καὶ ποῦ τὸ θαυμαστὸν, φησί; Τοῦτο μὲν οὖν θαυμαστόν· ἂν μὲν γὰρ πεισθῇ τις περὶ τῶν τυχόντων, οὐδὲν θαυμαστόν· ὅταν δὲ περὶ ἀναστάσεως, περὶ βασιλείας οὐρανῶν, περὶ βίου φιλοσόφου ἀνδράσιν εὐτελέσι διαλέγηται καὶ πείθῃ, θαυμαστότερον ἔσται, ἢ εἰ σοφοὺς ἔπειθεν. Ὅταν γὰρ μὴ ᾖ κίνδυνος, καὶ πείθῃ τις, καλῶς τὴν ἄνοιαν εἰς μέσον φέρουσιν· ὅταν δὲ λέγῃ τῷ δούλῳ κατὰ σὲ, ὅτι, Ἂν πεισθῇς ἐμοὶ, κινδυνεύεις, πάντας ἕξεις πολεμίους, δεῖ σε ἀποθανεῖν, μυρία παθεῖν κακὰ, εἶτα οὕτως ἕλῃ τὴν ψυχὴν ἐκείνου, οὐκ ἔτι τοῦτο ἀνοίας. Εἰ μὲν γὰρ τὰ δόγματα ἡδονὴν εἶχεν, εἰκότως ἄν τις τοῦτο εἶπεν· εἰ δὲ, ὅπερ οὐκ ἂν εἵλοντο φιλόσοφοι μαθεῖν, τοῦτο ὁ δοῦλος μανθάνει μεῖζον τὸ θαῦμα. Καὶ εἰ βούλεσθε, τὸν βυρσοδέψην αὐτὸν εἰς μέσον ἐνέγκωμεν, καὶ ἴδωμεν τί αὐτῷ διελέγετο ὁ Πέτρος· ἢ εἰ θέλεις αὐτὸν τοῦτον τὸν δεσμοφύλακα. Τί οὖν αὐτῷ εἶπεν ὁ Παῦλος; Ὅτι ὁ Χριστὸς ἀνέστη, φησὶν, ὅτι ἀνάστασίς ἐστι νεκρῶν, ὅτι βασιλεία· καὶ ἔπεισεν εὐκόλως εὐπαράγωγον ὄντα. Τί οὖν; περὶ βίου οὐδὲν εἶπεν, ὅτι σωφρονεῖν δεῖ, ὅτι χρημάτων κρατεῖν, ὅτι μὴ εἶναι ὠμὸν, ὅτι τὰ αὑτοῦ διδόναι ἑτέροις; Οὐ γὰρ δὴ καὶ τὸ ταῦτα πεισθῆναι ἀνοίας ἦν, ἀλλὰ καὶ μεγάλης ψυχῆς. Ἔστω γὰρ τὰ δόγματα ὑπὸ ἀνοίας μᾶλλον αὐτοὺς παραδέχεσθαι· τὸ βίον οὕτω φιλόσοφον καταδέχεσθαι, ποίας ἀνοίας ἦν! Ὥστε ὅσῳ ἂν ἀνόητος ᾖ ὁ πειθόμενος, πείθηται δὲ ταῦτα, ἃ μηδὲ φιλόσοφοι πεῖσαι ἴσχυσαν τοὺς φιλοσόφους, μεῖζον τὸ θαῦμα γίνεται, μάλιστα δὲ ὅταν καὶ γυναῖκες καὶ δοῦλοι πείθωνται, καὶ διὰ τῶν ἔργων ταῦτα ἐπιδείκνυνται, ἅπερ Πλάτωνες καὶ πάντες ἐκεῖνοι οὐδένα πεῖσαι ἴσχυσαν. Καὶ τί λέγω, ὅτι οὐδένα; Οὐδὲ ἑαυτούς. Ὅτι γὰρ χρημάτων οὐ δεῖ καταφρονεῖν, Πλάτων ἔπεισε, τοσαύτην περιουσίαν καὶ πλῆθος χρημάτων καὶ δακτυλίους χρυσοῦς καὶ φιάλας περι 60.261 ποιησάμενος· ὅτι δὲ δόξης οὐ χρὴ καταφρονεῖν τῆς παρὰ τῶν πολλῶν, Σωκράτης αὐτοῖς, κἂν μυρία φιλοσοφῇ περὶ τούτου, δείκνυσι· πάντα γὰρ πρὸς δόξαν ὁρῶν ἐποίει. Καὶ εἴ γε τῶν ἐκείνου λόγων ἔμπειροι ἦτε, πολὺν ἂν τὸν ὑπὲρ τούτων ἐκίνησα λόγον, καὶ ἔδειξα πολλὴν παρ' αὐτοῖς τὴν εἰρωνείαν, εἴ γε οἷς ὁ μαθητὴς αὐτοῦ λέγει πείθεσθαι χρὴ, καὶ πῶς ἀπὸ κενοδοξίας πάντα αὐτῷ τὰ γράμματα τὴν ὑπόθεσιν ἔχει. Ἀλλ' ἐκείνους ἀφέντες, πρὸς ἡμᾶς αὐτοὺς διαλεχθῶμεν. Μετὰ γὰρ τῶν εἰρημένων, καὶ τοῦτο ἔστιν εἰπεῖν, ὅτι καὶ μετὰ κινδύνων ταῦτα ἐπείθοντο. Μὴ οὖν ἀναισχύντει, ἀλλ' ἐννοήσωμεν ἐκείνην τὴν νύκτα, τὸ ξύλον, τοὺς ὕμνους, καὶ τοῦτο ποιεῖν σπουδάζωμεν καὶ ἡμεῖς, καὶ ἀνοίξομεν ἡμῖν οὐχὶ δεσμωτήριον, ἀλλ' οὐρανόν. Ἂν εὐχώμεθα, καὶ τὸν οὐρανὸν ἀνοῖξαι δυνησόμεθα. Ἠλίας καὶ ἔκλεισε καὶ ἤνοιξε τὸν οὐρανὸν τῇ εὐχῇ. Ἔστι καὶ ἐν οὐρανῷ δεσμωτήριον. Ὅσα ἂν, φησὶ, δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ. Εὐχώμεθα κατὰ νύκτα, καὶ λύσομεν ταῦτα τὰ δεσμά. Ὅτι γὰρ εὐχαὶ ἁμαρτήματα λύουσι, πειθέτω ἡμᾶς ἡ χήρα, πειθέτω ἡμᾶς ἐκεῖνος ὁ φίλος ὁ ἀωρὶ τῶν νυκτῶν ἐπιμένων καὶ κρούων, πειθέτω ἡμᾶς Κορνήλιος· Αἱ προσευχαί σου γὰρ, φησὶ, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ· πειθέτω ἡμᾶς Παῦλος, λέγων· Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν καὶ προσμένει ταῖς δεήσεσι νυκτὸς καὶ ἡμέρας. Εἰ περὶ χήρας ἐκεῖνος δὲ ταῦτα λέγει, ἀσθενοῦς γυναικὸς, πολλῷ μᾶλλον περὶ ἀνδρῶν. Καὶ ἤδη διελέχθην ὑμῖν, καὶ νῦν ἐρῶ· ∆ιεγειρώμεθα τὴν νύκτα· κἂν μὴ πολλὰς εὐχὰς ποιῇς, μίαν ποίησον μετὰ νήψεως, καὶ ἀρκεῖ· οὐδὲν πλέον ἀπαιτῶ· κἂν μὴ μεσονύκτιον, πρὸς αὐτὸν γοῦν τὸν ὄρθρον. ∆εῖξον, ὅτι οὐ τοῦ σώματος μόνον ἐστὶν ἡ νὺξ, ἀλλὰ καὶ τῆς ψυχῆς· μὴ ἀνάσχῃ παρελθεῖν αὐτὴν ἀργῶς, ἀλλ' ἄμειψαι τὸν ∆εσπότην ἀμοιβὴν ταύτην· μᾶλλον δὲ καὶ αὐτὴ εἰς σὲ περιέρχεται. Εἰπὲ δή μοι, εἰ πράγματι περιπέσοιμεν χαλεπῷ, τίνα οὐκ ἀξιοῦμεν; κἂν ταχέως τῆς αἰτήσεως τύχωμεν, ἀναπνέομεν. Τίς σοι δῷ ἕτοιμον εἶναι τὸν ἀξιούμενον χάριν σοι ἔχειν ὅτι ἀξιοῖς; τίς σοι δῷ μὴ περιιέναι καὶ ζητεῖν τίνα ἀξιώσεις, ἀλλ' εὑρεῖν ἕτοιμον; μὴ ἑτέρων δεῖσθαι, ἵνα δι' ἐκείνων ἀξιώσῃς; Τί τούτου μεῖζον; Οὗτος γὰρ τότε μάλιστα ποιεῖ, ὅταν μὴ ἑτέρων δεηθῶμεν· καθάπερ φίλος γνήσιος τότε μάλιστα ἡμῖν ἐγκαλεῖ ὡς οὐ θαῤῥοῦσιν αὐτοῦ τῇ φιλίᾳ, ὅταν ἑτέρων πρὸς αὐτὸν δεηθῶμεν τῶν ἀξιούντων. Οὕτω καὶ ἡμεῖς ποιοῦμεν ἐπὶ τῶν ἡμᾶς ἀξιούντων· τότε μάλιστα αὐτοῖς χαριζόμεθα, ὅταν δι' ἑαυτῶν ἡμῖν, καὶ οὐ δι' ἑτέρων προσίωσι. Τί οὖν, φησὶν, ἂν προσκεκρουκὼς ὦ; Παῦσαι προσκρούων καὶ δάκρυσον, καὶ οὕτω πρόσελθε, καὶ ταχέως ἐπὶ τοῖς προτέροις αὐτὸν ἵλεων ποιήσεις. Εἰπὲ μόνον, ὅτι Προσέκρουσα· εἰπὲ ἐκ ψυχῆς καὶ γνησίας διανοίας, καὶ πάντα λέλυται. Οὐκ ἐπιθυμεῖς οὕ 60.262 τως ἀφεθῆναι σὺ τὰς ἁμαρτίας σου, ὡς αὐτὸς ἐπιθυμεῖ ἀφεῖναί σου τὰ ἁμαρτήματα. Ὅτι γὰρ οὐκ ἐπιθυμεῖς σὺ, ἐννόησον ὅτι οὐδὲ ἀγρυπνεῖν καταδέχῃ οὐδὲ χρήματα προΐεσαι· αὐτὸς δὲ, ἵνα ἀφῇ ἡμῶν τὰς ἁμαρτίας, τοῦ Μονογενοῦς οὐκ ἐφείσατο, τοῦ γνησίου Παιδὸς, τοῦ συνθρόνου. Ὁρᾷς, ὅτι αὐτὸς μᾶλλον ἐπιθυμεῖ ἀφεῖναί σοι τὰ ἁμαρτήματα; Μὴ δὴ ὀκνῶμεν, μηδὲ ἀναβαλλώμεθα. Φιλάνθρωπός ἐστι καὶ ἀγαθός· μόνον ἀφορμὴν αὐτῷ δῶμεν, καὶ τοῦτο, ἵνα ἡμεῖς μὴ ἄχρηστοι γενώμεθα, ἐπεὶ καὶ χωρὶς τούτου ἀπέλυσεν ἄν· ἀλλ' ὥσπερ ἡμεῖς ἐπὶ τῶν οἰκετῶν τῶν ἡμετέρων μυρία πλάττομεν καὶ συντίθεμεν· οὕτω καὶ αὐτὸς ἐπὶ τῆς ἡμετέρας σωτηρίας ποιεῖ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ὅτι χρηστός ἐστι καὶ ἐπιεικής. Ἐὰν δὲ μὴ ἐπικαλῇ ἐν ἀληθείᾳ, μηδὲ θέλῃς εἰπεῖν ἐκ καρδίας ὅτι Ἄφες, ἀλλ' ἀπὸ στόματος, τί ποιήσει αὐτός; Τί ἐστιν, ἐν ἀληθείᾳ καλεῖν; Μετὰ προαιρέσεως, μετὰ προθυμίας, μετὰ διανοίας εἰλικρινοῦς· οἷον ἐπὶ τῶν μύρων λέγουσιν, ἀληθινόν ἐστιν, οὐδὲν ἔχει νόθον· οὕτω καὶ ἐκεῖ. Ὁ ὄντως αὐτὸν καλῶν, καὶ ὁ ὄντως αὐτοῦ δεόμενος, προσεδρεύει διαπαντὸς, οὐκ ἀφίσταται ἕως ἂν λάβῃ· ὁ δὲ ἁπλῶς ἀφοσιούμενος, καὶ αὐτῷ τούτῳ νόμον πληρῶν, οὐκ ἐν ἀληθείᾳ καλεῖ. Πᾶς ὅστις ἂν ᾖς, μὴ λέγε, ὅτι Ἁμαρτωλός εἰμι, μόνον, ἀλλὰ καὶ σπούδαζε ἀπαλλάξαι σαυτὸν ταύτης τῆς δόξης· μὴ λέγε, ἀλλὰ καὶ ἄλγει. Εἰ ἀλγεῖς, σπουδάζεις· εἰ μὴ σπουδάζεις, οὐκ ἀλγεῖς· εἰ μὴ ἀλγεῖς, χλευάζεις. Τίς λέγων ὅτι Νοσῶ, οὐ πάντα ποιεῖ ὥστε ἀπαλλαγῆναι; Μέγα ὅπλον εὐχή. Εἰ ὑμεῖς οἴδατε, φησὶ, δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν; ∆ιὰ τί οὐ θέλεις προσελθεῖν; Φιλεῖ σε, δύναται πάντων πλέον· καὶ βούλεται καὶ δύναται, τί τὸ κωλύον; Οὐδέν. Οὐκοῦν προσίωμεν μετὰ πίστεως, προσίωμεν τὰ δῶρα προσφέροντες ἃ βούλεται, ἀμνησικακίαν, χρηστότητα, πραότητα· Κἂν ἁμαρτωλὸς ᾖς, μετὰ παῤῥησίας αὐτὸν ἀπαιτήσεις τὴν συγχώρησιν τῶν ἁμαρτημάτων, ἔχων δεῖξαι παρὰ σαυτῷ τοῦτο γεγενημένον· ἂν δὲ δίκαιος ᾖς, καὶ τοῦτο μὴ ἔχῃς τὸ ἀμνησικακεῖν, οὐδὲν ὤνησας. Οὐκ ἔστιν ἄνθρωπον ἀφέντα τῷ πλησίον, μὴ ἀκριβοῦς τυχεῖν τῆς ἀφέσεως· φιλανθρωπότερος γὰρ ἡμῶν ἀσυγκρίτως ἐστὶν ὁ Θεός· τοῦτο παντὶ δῆλον. Τί λέγεις; Ἐὰν εἴπῃς, Ἠδικήθην, ὀργῆς ἐκράτησα, θυμοῦ ἐπήρειαν ἔπαθον διὰ τὸ σὸν πρόσταγμα, οὐκ ἀφήσει καὶ αὐτός; Πάντως γοῦν ἀφήσει. Ὥστε καθαρίσωμεν τὴν ψυχὴν τῆς μνησικακίας. Ἀρκεῖ τοῦτο ἡμῖν πρὸς τὸ ἀκουσθῆναι, καὶ μετὰ νήψεως προσευχώμεθα, καὶ πολλῆς τῆς προσεδρίας, ἵνα δαψιλοῦς τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἀπολαύσαντες, καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΛΖʹ
∆ιοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν ἡ συναγωγὴ τῶν Ἰουδαίων. Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ, εἰσῆλθε πρὸς αὐτοὺς, καὶ ἐπὶ σάββατα τρία δι ελέγετο αὐτοῖς ἀπὸ τῶν Γραφῶν, διανοίγων καὶ πα ρατιθέμενος, ὅτι τὸν Χριστὸν ἔδει παθεῖν, καὶ 60.262 ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι Οὗτός ἐστι Χριστὸς Ἰησοῦς, ὃν ἐγὼ καταγγέλλω ὑμῖν.
αʹ. Πάλιν τὰς μὲν μικρὰς παρατρέχουσι πόλεις, ἐπὶ δὲ τὰς μείζους ἐπείγονται, ἐκεῖθεν καθάπερ ἔκ τινος πηγῆς μέλλοντος τοῦ λόγου διαῤῥέειν εἰς τὰς πλη 60.263 σίον. Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ, εἰσῆλθεν εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων. Καίτοι εἰπὼν, ὅτι Στρεφόμεθα εἰς τὰ ἔθνη, οὐκ ἠφίει τούτους· πολὺν γὰρ πρὸς αὐτοὺς εἶχε πόθον. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν, ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν· καὶ, Εὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου. Ἐποίει δὲ τοῦτο διὰ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ καὶ τὴν δόξαν, καὶ ἵνα μὴ σκάνδαλον ᾖ τοῦτο τοῖς Ἕλλησι. Καὶ ἐπὶ σάββατα τρία διελέγετο αὐτοῖς ἀπὸ τῶν Γραφῶν, διανοίγων καὶ παρατιθέμενος, ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι Οὗτός ἐστιν Ἰησοῦς ὁ Χριστὸς, ὃν ἐγὼ καταγγέλλω ὑμῖν. Ὁρᾷς, ὅτι πρὸ πάντων τὸ πάθος κηρύττει· οὕτως οὐκ ᾐσχύνοντο, ἀλλ' ᾔδεσαν τοῦτο σωτήριον ὄν. Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν, καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων Ἑλλήνων πλῆθος πολὺ, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. Τὸ κεφάλαιον εἶπε τῆς διαλέξεως· οὕτως ἀπέριττός ἐστιν, οὐ πανταχοῦ τὰς δημηγορίας αὐτοῦ λέγων. Ζηλώσαντες δὲ οἱ ἀπειθοῦντες Ἰουδαῖοι, καὶ προσλαβόμενοι τῶν ἀγοραίων τινὰς ἄνδρας πονηροὺς καὶ ὀχλοποιήσαντες, ἐθορύβουν τὴν πόλιν· ἐπιστάντες τε τῇ οἰκίᾳ Ἰάσονος, ἐζήτουν αὐτοὺς ἀγαγεῖν εἰς τὸν δῆμον· μὴ εὑρόντες δὲ αὐτοὺς, ἔσυραν τὸν Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες, ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισιν, οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ἕτερον λέγοντες εἶναι Ἰησοῦν. Ὢ τῆς κατηγορίας! πάλιν εἰς καθοσίωσιν διέβαλλον αὐτοὺς, λέγοντες εἶναι, φησὶν, ἕτερον βασιλέα Ἰησοῦν. Ἐτάραξαν δὲ τὸν ὄχλον, καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα· καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς. Θαυμαστὸς ὁ ἀνὴρ, εἰς κίνδυνον ἑαυτὸν ἐκδοὺς καὶ ἐκπέμψας αὐτούς. Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ τῆς νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς Βέροιαν· οἵτινες παραγενόμενοι, εἰς τὴν συναγωγὴν ἀπῄεσαν τῶν Ἰουδαίων. Οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, τὸ καθ' ἡμέραν ἀνακρίνοντες τὰς Γραφὰς, εἰ ἔχοι ταῦτα οὕτως. Εὐγενέστεροι, φησί· τουτέστιν, ἐπιεικέστεροι. Καὶ ὅρα, οὐχ ἁπλῶς, ἀλλὰ μετὰ ἀκριβείας ἀνηρεύνων τὰς Γραφὰς (τοῦτο γάρ ἐστι τὸ, Ἀνέκρινον), βουλόμενοι ἀπ' αὐτῶν πληροφορίαν μᾶλλον περὶ τοῦ πάθους λαβεῖν· ἤδη γὰρ ἦσαν πιστεύσαντες. Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι, ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλθη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες τοὺς ὄχλους. Εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ὡς ἐπὶ τὴν θάλασσαν· ὑπέμενον δὲ ὅ τε Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ. Ὅρα αὐτὸν καὶ ὑποχωροῦντα καὶ ἐνιστάμενον, καὶ πολλὰ ἀνθρωπίνως ποιοῦντα. Οἱ δὲ καθιστῶντες τὸν Παῦλον, ἤγαγον αὐτὸν ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ Τιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτὸν, ἐξῄεσαν. Ἴδωμεν δὲ ἄνωθεν τὰ εἰρημένα. Ἐπὶ σάββατα τρία, φησὶ, διελέχθη αὐτοῖς, διανοίγων ἀπὸ 60.264 τῶν Γραφῶν. Καλῶς, ὅτε ἤργουν. Τοῦτο γὰρ καὶ ὁ Χριστὸς ἐποίει, ἄνω καὶ κάτω ἀπὸ τῶν Γραφῶν διαλεγόμενος, καὶ οὐ πανταχοῦ ἀπὸ τῶν σημείων. Ἐπειδὴ γὰρ πρὸς τοῦτον ἐναντίως εἶχον, καὶ ὡς πλάνον καὶ γόητα διέβαλλον, διὰ τοῦτο καὶ αὐτὸς ἀπὸ τῶν Γραφῶν διαλέγεται. Ὁ μὲν γὰρ ἀπὸ τῶν σημείων ἐπιχειρῶν μόνων πείθειν, εἰκότως ὑποπτεύεται· ὁ δὲ ἀπὸ τῶν Γραφῶν, πείθων, οὐκ ἔχει ταύτην τὴν ὑπόνοιαν. Καὶ πολλαχοῦ εὑρίσκομεν ἀπὸ διδασκαλίας αὐτὸν πείσαντα· καὶ ἐν Ἀντιοχείᾳ δὲ πᾶσα διδάσκοντι αὐτῷ συνήχθη ἡ πόλις· οὕτω μέγα τι καὶ τοῦτό ἐστι, καὶ οὐ μικρὸν σημεῖον, ἀλλὰ καὶ σφόδρα ἐστὶ μέγα τοῦτο. Καὶ ἵνα μὴ νομίσωσιν, ὅτι αὐτοὶ ἴσχυσαν τὸ πᾶν, συγχωρεῖ αὐτοὺς ὁ Θεὸς ἐλαύνεσθαι. ∆ύο γὰρ ἐκ τούτου συνέβαινεν· οὔτε μέγα ἐφρόνουν ὡς αὐτοὶ καθελόντες, οὔτε πάλιν ἐφοβοῦντο ὡς ὑπεύθυνοι· οὕτως οἰκονομίας ἦν καὶ τὸ καλεῖσθαι. Τῶν τε σεβομένων Ἑλλήνων, φησὶ, πολὺ πλῆθος, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων ἐπίστευσαν καὶ ἀνδρῶν οὐκ ὀλίγοι. Ἐκεῖνοι δὲ τοὐναντίον. Πῶς δὲ λέγων, Ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομὴν, διελέγετο τοῖς Ἰουδαίοις; Ἐκ περιουσίας τοῦτο ποιῶν. Ἐπεὶ εἰ Ἰουδαίοις διαλέγεσθαι ἐχρῆν, πῶς ἔλεγε πάλιν· Ὁ γὰρ ἐνεργήσας ἐκείνῳ εἰς τὴν περιτομὴν, ἐνήργησε καὶ ἐμοὶ εἰς τὰ ἔθνη; Ὥσπερ ἐκεῖνοι καὶ ἔθνεσιν ὡμίλησαν, καίτοι γε εἰς τὴν περιτομὴν ἀφωρισμένοι· οὕτω καὶ οὗτος. Τὸ μὲν οὖν πλέον ἐν αὐτοῖς· πλὴν οὐδὲ ἐκείνων ἠμέλησεν, ἵνα μὴ δόξωσι διεσχίσθαι.
βʹ. Καὶ πῶς, φησὶ, προηγουμένως εἰς τὰς συναγωγὰς εἰσῄει; Ἀλλ' Ἕλληνας ἔπειθε διὰ τῶν Ἰουδαίων, ἐξὧν Ἰουδαίοις διελέγετο. Ἤδει δὲ, ὅτι τοῦτο μάλιστα ἔθνεσιν ἦν πρὸς πίστιν προσαγωγόν. ∆ιὰ τοῦτο ἔλεγεν, Ἐφ' ὅσον εἰμὶ ἐγὼ ἐθνῶν ἀπόστολος. Καὶ αἱ ἐπιστολαὶ δὲ αὐτοῦ πρὸς Ἰουδαίους πᾶσαί εἰσιν ἀπομαχόμεναι. Ὅτι τὸν Χριστὸν, φησὶν, ἔδει παθεῖν. Εἰ παθεῖν ἔδει, πάντως καὶ ἀναστῆναι· πολλῷ γὰρ ἐκείνου θαυμασιώτερον τοῦτο. Εἰ γὰρ τὸν οὐδὲν ἠδικηκότα εἰς θάνατον ἐξέδωκε, πολλῷ μᾶλλον ἀνέστησεν αὐτόν. Προσλαβόμενοι δέ τινας τῶν ἀγοραίων οἱ ἀπειθοῦντες Ἰουδαῖοι, ἐθορύβουν τὴν πόλιν, φησίν. Ὥστε πλείους ἦσαν οἱ Ἕλληνες. Καὶ προσλαμβάνουσί τινας, ἐπειδὴ οὐκ ἐνόμισαν ἑαυτοὺς ἀρκεῖν πρὸς τὴν στάσιν οἱ Ἰουδαῖοι, καὶ ἐπειδὴ οὐκ εἶχον αἰτίαν εὔλογον. Θορύβῳ ἀεὶ τὰ τοιαῦτα ἀνύουσι, καὶ προσλήψει ἀνδρῶν πονηρῶν. Μὴ εὑρόντες δὲ αὐτοὺς, φησὶν, ἔσυραν τὸν Ἰάσονα. Ὢ τῆς τυραννίδος! ἀπὸ τῶν οἰκιῶν εἷλκον αὐτοὺς ἁπλῶς. Οὗτοι πάντες ἀπέναντι τῶν τοῦ Καίσαρος δογμάτων πράσσουσι, βασιλέα, φησὶ, λέγοντες ἕτερον εἶναι Ἰησοῦν. Ἐπειδὴ οὐδὲν ἐναντίον ἔλεγον τοῖς δεδογμένοις, οὐδὲ παρεκίνουν τὴν πόλιν, ἐφ' ἕτερον ἔγκλημα αὐτοὺς ἄγουσι, καὶ εἰς καθοσίωσιν διαβάλλουσι. Καὶ τί φοβεῖσθε, εἴ γε τέθνηκεν; Ὅρα τοὺς διωγμοὺς πανταχοῦ τὸ κήρυγμα ἐκτείνοντας. Οὗτοι μὲν οὖν, φησὶν, εὐγενέστεροι ἦσαν τῶν ἐν Θεσσαλονίκῃ· τουτέστιν, οὐδὲν πονηρὸν πράττοντες· ἀλλ' οἱ μὲν ἐπείσθησαν, οὗτοι δὲ καὶ τὸ ἐναντίον ποιοῦσι θορυβοῦντες αὐτούς. Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν καὶ τῶν Ἑλληνίδων, φησὶ, γυναικῶν. Πάλιν ἐνταῦθα πιστεύουσιν Ἕλληνες. Σὺ δέ μοι θέα, ὅτι οἰκονομικῶς ἔφυγον οὐ δειλιῶντες· ἦ γὰρ ἂν ἐπαύσαντο κηρύττοντες, καὶ οὐχὶ μᾶλλον παρώξυναν. Ἀλλ' ἐκ τούτου δύο ἐγένετο· καὶ ἐκείνων ὁ θυμὸς ἐσβέννυτο, καὶ τὸ κήρυγμα ἐπεδίδου. Ἀξίως δὲ τῆς ἀταξίας αὐτῶν εἶπεν· ὅτι ἦλθον κἀκεῖ 60.265 σαλεύοντες τοὺς ὄχλους, τὴν ἀκάθεκτον μανίαν αὐτῶν αἰνιττόμενος. Εὐθέως δὲ ἐξαπέστειλαν τὸν Παῦλον οἱ ἀδελφοὶ πορεύεσθαι, φησὶν, ὡς ἐπὶ τὴν θάλασσαν. Ἐνταῦθα λοιπὸν τὸν Παῦλον πέμπουσι μόνον· περὶ γὰρ αὐτοῦ ἐδεδοίκεισαν, μή τι πάθῃ, τὸ κεφάλαιον αὐτῶν αὐτὸ ὄν· οὕτως οὐ πανταχοῦ ἡ χάρις ἐνήργει, ἀλλ' εἴα αὐτοὺς καὶ ἀνθρώπινα ποιεῖν, διανιστῶσα αὐτοὺς καὶ διυπνίζουσα, καὶ εἰς μέριμναν ἐμβάλλουσα. Ὅρα γοῦν, ἕως Φιλίππων ἔσωσε μόνον, ἐντεῦθεν δὲ οὐκ ἔτι. Καὶ λαβόντες ἐντολὴν, φησὶ, πρὸς τὸν Σίλαν καὶ τὸν Τιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτὸν, ἐξῄεσαν. Καὶ τοῦτο εἰκότως. Εἰ γὰρ καὶ Παῦλος ἦν, ὅμως ἐδεῖτο ἐκείνων. Ἄρα καλῶς ἠπείγοντο εἰς Μακεδονίαν ὑπὸ τοῦ Θεοῦ· λαμπρὰ γὰρ ἦν καὶ ἡ Ἑλλὰς λοιπόν· ἐπεὶ καὶ ἄλλα περιττὰ ἐποίει. Ὁ Χριστὸς διέταξεν ἐκ τοῦ εὐαγγελίου ζῇν, οὗτος δὲ αὐτὸ οὐκ ἐποίει· ὁ Χριστὸς οὐκ ἀπέστειλεν αὐτὸν βαπτίζειν, οὗτος δὲ ἐβάπτιζεν. Ὅρα πῶς ἀντίῤῥοπος πάντων ἦν Πέτρος εἰς τὴν περιτομὴν, οὗτος εἰς τὰ ἔθνη, εἰς τὸ πλέον μέρος. Καὶ λαβόντες τὸ ἱκανὸν, φησὶ, παρὰ τοῦ Ἰάσονος, ἀπέλυσαν αὐτούς. Ὅρα πῶς ἱκανὰ δοὺς Ἰάσων ἐξέπεμψε Παῦλον, ὥστε τὴν ψυχὴν αὐτοῦ ἔδωκεν ὑπὲρ αὐτοῦ. Οὗτοι, φησὶν, ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ· τουτέστι, κατὰ τὴν ἀρετὴν ὄντες τοῦτο καὶ τὴν πρὸς τὸν Θεὸν πίστιν. Οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, φησὶ, τὸ καθ' ἡμέραν ἀνακρίνοντες τὰς Γραφὰς, εἰ ἔχοι ταῦτα οὕτως. Οὐχ ἁπλῶς ῥύμῃ οὐδὲ ζήλῳ. Καίτοι μείζων ἡ πόλις ἦν, ἀγοραῖοι ἄνθρωποι ἦσαν ἐν αὐτῇ· θαυμαστὸν δὲ οὐδὲν καὶ εἰ ἐν μείζονι χείρους εἰσί. Μάλιστα μὲν οὖν εἰς τὴν μείζονα χείρους εἶναι εἰκὸς, ἔνθα πολλαὶ τῶν ταραχῶν αἱ ἀφορμαί. Καθάπερ γὰρ ἐν σώματι, ὅταν ἡ νόσος χαλεπωτέρα ᾖ, πλείονα ἔχει τὴν ὕλην καὶ τὴν τροφήν· οὕτω δὴ καὶ ἐνταῦθα, ὅπερ ἐν Ἰκονίῳ γέγονε, καὶ νῦν γίνεται. Καὶ ἐξέρχεται ὁ Παῦλος, ἵνα καὶ τῆς ἑτέρων ἀπωλείας δίκην δῶσι. ∆ιὰ τοῦτο καὶ Παῦλος ἔλεγε· Κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλεῖν. Καὶ διὰ τί μὴ ἐνέμειναν, φησὶν, ἐνταῦθα; διὰ τί μὴ σημεῖα ἐποίησαν; Εἰ γὰρ ἐκεῖ, ἔνθα ἐλιθάζετο, ἔμενεν ἱκανὸν χρόνον, πολλῷ μᾶλλον ἐνταῦθα. ∆ιὰ τί; Οὐκ ἀεὶ ἐβούλετο τούτους σημεῖα ποιεῖν Θεός· τοῦ γὰρ σημεῖα ποιεῖν οὐχ ἧττον σημεῖον τὸ διωκομένους περιγενέσθαι χωρὶς σημείων. Ὥστε καθάπερ νῦν χωρὶς σημείων κρατεῖ, οὕτω καὶ τότε πολλαχοῦ ἐβούλετο κρατεῖν. Οὐ τοίνυν οὐδὲ οἱ ἀπόστολοι ἐπέτρεχον τοῖς σημείοις, ὅπερ οὖν καὶ αὐτός φησιν· Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον. Τοῖς σημεῖα ζητοῦσι, τοῖς σοφίαν, ταῦτα διδόαμεν, ἃ μηδὲ μετὰ σημείων δύναται πεῖσαι, καὶ πείθομεν. Ὥστε μέγα τοῦτο σημεῖον ἦν. Ὅρα γοῦν ἐπιταθέντος τοῦ κηρύγματος, πῶς ταχέως ἐπιτρέχουσι τοῖς σημείοις. Ἔδει γὰρ λοιπὸν διὰ τοὺς πιστεύσαντας μείζονα εἶναι σημεῖα τῶν λοιπῶν· διὸ καὶ γίνονται· ἀλλὰ τῷ ὑποχωρεῖν καὶ ἐπιέναι ταῦτα ἐποίουν. Ἐξαπέστειλαν αὐτὸν, φησὶν, ὡς ἐπὶ τὴν θάλασσαν. Τί δήποτε; Ὥστε μὴ γενέσθαι αὐτοῖς εὔκολον τὴν κατάληψιν. Οὕτω γὰρ καθ' ἑαυτοὺς μέγα τι ἔπραξαν ἂν, καὶ μετ' ἐκείνου πολλὰ ἤνυσαν καὶ κατώρθωσαν. Τέως ἐκεῖνον ἐξαρπάσαι ἐβούλοντο.
γʹ. Ὅρα πόσῃ καὶ οἱ λοιποὶ μαθηταὶ περὶ τοὺς κορυφαίους ἐχρῶντο τῇ σπουδῇ· ἀλλ' οὐχ ὥσπερ νῦν κεχωρίσμεθα, διῃρήμεθα μεγάλοι καὶ μικροί· οἱ μὲν ἐπαιρόμεθα, οἱ δὲ φθονοῦμεν· διὰ τοῦτο κἀκεῖνοι φθονοῦσιν, ὅτι ἡμεῖς τετυφώμεθα, οὐκ ἀνεχόμεθα ἰσηγορεῖσθαι μετ' αὐτῶν. ∆ιὰ τοῦτο ἐν τῷ σώματι ἡ συμφωνία ἐστὶν, ἐπειδὴ οὐκ ἔστι φυσίωσις· οὐκ ἔστι δὲ φυσίωσις, ἐπειδὴ εἰς ἀνάγκην τοῦ χρείαν ἀλλήλων ἔχειν τὰ μέλη καθέστηκε· καὶ ἡ κεφαλὴ τῶν ποδῶν δεῖται, καὶ οἱ πόδες τῆς κεφαλῆς. Καὶ ἡμῖν τοῦτο ἐποίησεν ὁ Θεὸς, καὶ οὐδὲ οὕτως ἀνεχόμεθα· ἔδει μὲν γὰρ καὶ χωρὶς τούτου ἀγάπην εἶναι. Ἢ οὐκ ἀκούετε αὐτῶν τῶν ἔξω διαβαλλόντων ἡμᾶς, ὅταν λέγωσιν· αἱ χρεῖαι φιλίαι; Οἱ λαϊκοὶ δέονται ἡμῶν· ἡμεῖς δὲ πάλιν δι' αὐτούς ἐσμεν. Οὕτω καὶ διδάσκαλος καὶ ἄρχων οὐκ ἂν εἴη, μὴ τῶν διδασκομένων ὄντων καὶ τῶν ἀρχομένων, οὐδ' ἂν ἐπιδείξαιτο τὰ αὐτοῦ· οὐ γὰρ ἂν δύναιτο. Καθάπερ ἡ γῆ τοῦ γεωργοῦ, καὶ ὁ γεωργὸς δεῖται τῆς γῆς· οὕτω καὶ ἐνταῦθα. Ποῖον γὰρ ἔχει μισθὸν διδάσκαλος, οὐκ ἔχων ἐπιδεῖξαι τοὺς διδαχθέντας; ποῖον δὲ οἱ διδασκόμενοι, μὴ ἀπολαύσαντες διδασκαλίας ἀρίστης; Ὥστε ὁμοίως ἀλλήλων χρῄζομεν πάλιν, καὶ ἄρχοντες ἀρχομένων, καὶ ἡγούμενος ὑπηκόων· ἄρχοντες μὲν γὰρ πολλῶν ἕνεκεν. Οὐδεὶς γὰρ ἀρκεῖ καθ' ἑαυτόν τι πρᾶξαι, ἄν τε χειροτονῆσαι δέῃ, ἄν τε βουλὰς σκέψασθαι καὶ γνώμας, ἀλλὰ τιμιώτεροι γίνονται ἀπὸ τῆς συνόδου καὶ τοῦ πλήθους. Οἷον, οἱ πένητες τῶν διδόντων χρῄζουσιν, οἱ διδόντες τῶν λαμβανόντων πάλιν. Ἀλλήλους, φησὶ, κατανοοῦντες εἰς παροξυσμὸν ἀγάπης, καὶ καλῶν ἔργων. ∆ιὰ τοῦτο μείζονα δύναται τὸ κοινὸν τῆς Ἐκκλησίας, καὶ ἅπερ καθ' ἑαυτὸν οὐ δύναταί τις, μετὰ τῶν ἄλλων γινόμενος ἰσχύει. ∆ιὰ τοῦτο μάλιστα ἀναγκαῖαι αἱ εὐχαὶ ἐνταῦθα γίνονται ὑπὲρ τῆς οἰκουμένης, ὑπὲρ τῆς Ἐκκλησίας τῆς ἐπὶ περάτων, ὑπὲρ τῆς εἰρήνης, ὑπὲρ τῶν ἐν συμφοραῖς. Καὶ τοῦτο ὁ Παῦλος δηλοῖ λέγων· Ἵνα τὸ εἰς ἡμᾶς χάρισμα ἐν πολλῷ προσώπῳ διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν· τουτέστιν, ἵνα πολλοῖς χαρίσηται. Καὶ πολλάκις αὐτῶν τὰς εὐχὰς ἐπιζητεῖ. Ὅρα καὶ ἐπὶ τῶν Νινευϊτῶν τί φησιν ὁ Θεός· Ἐγὼ δὲ οὐ φείσομαι τῆς πόλεως, ἐν ᾖ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες; Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι, φησὶν, εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Εἰ δὲ δύο μέγα ἰσχύουσι, πόσῳ μᾶλλον πλείους; Εἰ δὲ καὶ εἷς ὢν ἰσχύσεις, ἀλλ' οὐχ ὁμοίως. ∆ιὰ τί δὲ καὶ εἷς εἶ; διὰ τί οὐκ ἐργάζῃ πολλούς; διὰ τί μὴ γίνῃ δημιουργὸς ἀγάπης; διὰ τί μὴ κατασκευάζεις φιλίαν; Τὸ μέγιστον τῆς ἀρετῆς ἐγκώμιον οὐκ ἔχεις. Ὥσπερ γὰρ τὸ ἐκ συνθήκης εἶναι κακοὺς, μᾶλλον παροξύνει τὸν Θεόν· οὕτω καὶ τὸ ἐν ὁμονοίᾳ εἶναι ἀγαθοὺς, μᾶλλον εὐφραίνει. Οὐκ ἔσῃ, φησὶ, μετὰ πολλῶν ἐπὶ κακίᾳ. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ ἐγένοντο ὡς ᾄδοντες ἐν ταῖς κακίαις αὐτῶν. Κατασκεύασόν σοι φίλους πρὸ τῶν οἰκείων, πρὸ τῶν ἄλλων ἁπάντων. Εἰ ὁ εἰρηνοποιὸς, υἱὸς Θεοῦ· ὁ καὶ φίλους κατασκευάζων, πόσῳ μᾶλλον; εἰ ὁ καταλλάττων μόνον, υἱὸς Θεοῦ καλεῖται· ὁ τοὺς καταλλαττομένους φίλους ποιῶν, τίνος οὐκ ἔσται ἄξιος; Ταύτην ποιώμεθα τὴν ἐμπορίαν, φίλους ποιῶμεν ἀλλήλοις τοὺς ἐχθροὺς, καὶ τοὺς οὐκ ἐχθροὺς μὲν, οὐ φίλους δὲ, καὶ τούτους συναγάγωμεν, καὶ πρὸ πάντων ἡμᾶς αὐτούς. Καθάπερ γὰρ ὁ ἐν τῇ οἰκίᾳ ἔχθραν ἔχων, καὶ πρὸς τὴν γυναῖκα τὴν ἑαυτοῦ διεστηκὼς, οὐκ ἔστιν ἀξιόπιστος ἑτέρους καταλλάττων, ἀλλ' ἀκούσεται· Ἰατρὲ, Θεράπευσον σεαυτόν· οὕτω δὴ καὶ ἐνταῦθα ἀκούσεται. Τίς οὖν ἐστιν ἡμῖν ἡ ἔχθρα; Ἡ τῆς ψυχῆς πρὸς τὸ σῶμα, ἡ τῆς κακίας πρὸς τὴν ἀρετήν. Ταύτην καταλύσωμεν, τοῦτον ἀνέλωμεν τὸν πόλεμον, καὶ τότε μετ' εἰρήνης καὶ τοῖς ἄλλοις διαλεξόμεθα μετὰ πολλῆς τῆς παῤῥησίας, οὐ κατηγοροῦντος ἡμῶν τοῦ συνειδότος. Μάχεται θυμὸς ἐπιεικείᾳ, μάχεται χρημάτων ἔρως ὑπεροψίᾳ 60.267 χρημάτων, μάχεται βασκανία χρηστότητι. Τοῦτον λύσωμεν τὸν πόλεμον, τούτους κατενέγκωμεν τοὺς ἐχθροὺς, ταῦτα στήσωμεν τὰ τρόπαια, ἐν τῇ πόλει τῇ ἡμετέρᾳ κατασκευάσωμεν εἰρήνην. Πόλις γὰρ ἡμῖν ἐστι καὶ πολιτεία, καὶ πολῖται καὶ ξένοι πολλοί· ἀλλὰ ξενηλασίαν ποιήσωμεν, ὥστε μὴ τοὺς οἰκείους φθείρεσθαι. Μηδὲν ἀλλότριον μηδὲ νόθον ἐπεισίτω δόγμα, μηδὲν φρόνημα σαρκικόν. Οὐχ ὁρῶμεν, ὅτι τῶν πολεμίων τις ἐν ταῖς πόλεσιν ἂν ἁλῷ, ὡς κατάσκοπος κρίνεται; Οὐκοῦν ξενηλασίαν ποιώμεθα· μᾶλλον δὲ μὴ ξενηλασίαν μόνον, ἀλλὰ καὶ τοὺς πολεμίους ἀπελαύνωμεν. Ἂν ἴδωμέν τινα, παραδῶμεν τῷ ἄρχοντι τῷ νῷ, τὸν λογισμὸν ἐκεῖνον, τὸν βεβαρβαρωμένον μὲν, κατεσκευασμένον δὲ ἐσθῆτι πολιτικῇ. Πολλοὶ παρ' ἡμῖν λογισμοὶ τοιοῦτοι, φύσει μὲν ἐχθροὶ, περιβεβλημένοι δὲ δορὰν προβάτων. Καθάπερ οἱ Πέρσαι τὴν τιάραν περιελόντες καὶ τὰς ἀναξυρίδας καὶ τὰ ὑποδήματα τὰ βαρβαρικὰ, τὴν ἄλλην στολὴν τὴν ἡμῖν ἐπιχώριον ὑπελθόντες, καὶ κειράμενοι ἐν χρῷ, καὶ τῇ συνήθει γλώττῃ διαλεγόμενοι, κρύπτουσι τῷ σχήματι τὸν πόλεμον· ἂν δὲ βασάνους εὐθέως προσαγάγῃς, τὸ κρυπτόμενον ἔδειξας· οὕτω καὶ ἐνταῦθα, βασάνισον μυριάκις τὸν τοιοῦτον λογισμὸν, καὶ ταχέως ὄψει τὸ βαρβαρικὸν φρόνημα. Ἵνα δὲ καὶ ἐπὶ ὑποδείγματος ὑμῖν δείξω τοὺς τοιούτους κατασκόπους, οὓς προκαθίησιν ὁ διάβολος ἰδεῖν τὰ ἐν ἡμῖν, φέρε ἕνα ἀποδύσωμεν, καὶ ἐπὶ τοῦ δικαστηρίου ἐξετάσωμεν μετὰ ἀκριβείας· καὶ εἰ βούλεσθε, τῶν ὑπὸ Παύλου φωραθέντων τινὰς παραγάγωμεν. Ἅτινά ἐστι, φησὶ, λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδείᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός. Οἷον, ἐβούλετο Ἰουδαϊσμὸν εἰσαγαγεῖν ὁ διάβολος· εἰ μὲν οὖν αὐτόθεν αὐτὸν εἰσήγαγεν, οὐκ ἂν ἔπεισεν. Ὅρα τοίνυν πῶς αὐτὸν κατεσκεύασε. ∆εῖ τοῦ σώματος ἀφειδεῖν, φησί. Φιλοσοφία τοῦτό ἐστι, τὸ μὴ προσίεσθαι βρῶμα, ἀλλὰ παρατηρεῖν· ταπεινοφροσύνη τοῦτό ἐστι. Καὶ νῦν δὲ πάλιν ἐπὶ τῶν αἱρετικῶν ἐβούλετο ἡμᾶς εἰς τὴν κτίσιν καταγαγεῖν. Ὅρα γοῦν πῶς κατεσκεύασε τὸν δόλον· Εἰ εἶπεν, ὅτι Κτίσιν προσκύνει, ἑάλω ἄν· ἀλλὰ τί; Ὁ Θεὸς, φησὶ, κτιστός ἐστιν. Ἀλλὰ ἀποδύσωμεν παρὰ τῇ ψήφῳ τῶν δικαζόντων τὸν νοῦν τῶν Γραφῶν τῶν ἀποστολικῶν· ἐκεῖ αὐτὸν ἀγάγωμεν· αὐτοὶ ἐπιγνώσονται καὶ τὸ κήρυγμα καὶ τὴν λαλιάν. Πολλοὶ κέρδη κερδαίνουσιν, ἵνα ἔχωσι διδόναι πένησι, κέρδη ἄδικα· καὶ οὗτος χαλεπὸς ὁ λογισμός. Ἀλλ' ἀποσκευασώμεθα αὐτὸν, ἐλέγξωμεν, ἵνα μὴ ἁλῶμεν, ἀλλὰ πάσας διαφυγόντες τὰς μηχανὰς τοῦ διαβόλου δυνηθῶμεν μετὰ ἀκριβείας τὰ ὑγιῆ δόγματα κατέχοντες, μετὰ ἀσφαλείας καὶ τὸν παρόντα βίον διανύσαι, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΛΗʹ
Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεω ροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. ∆ιελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.
αʹ. Ὅρα αὐτὸν μείζους ἔχοντα πειρασμοὺς παρὰ Ἰουδαίοις, ἢ παρ' Ἕλλησιν. Ἐν γοῦν Ἀθήναις οὐδὲνπάσχει τοιοῦτον, ἀλλὰ μέχρι γέλωτος τὸ πᾶν προὐχώρησε, καίτοι γε ἔπεισεν· ἐν δὲ Ἰουδαίοις πολλὰ τὰ δεινά· οὕτως ἦσαν ἐκπεπολεμωμένοι μᾶλλον. ∆ιὸ καί φησιν· Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. Εἰκότως παροξύνεται· οὐ γὰρ ἦν ἀλλαχοῦ τοσαῦτα ἰδεῖν εἴδωλα. ∆ιελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. Ὅρα, πάλιν Ἰουδαίοις διαλέγεται, πανταχόθεν ἐπιστομίζων τοὺς καταλιπεῖν αὐτοὺς λέγοντας διὰ τὸ πρὸς τὰ ἔθνη ἐπιστραφῆναι. Θαυμαστὸν πῶς οὐ κατεγέλασαν οἱ φιλόσοφοι, οὕτως αὐτοῦ φθεγγομένου, ὑβριστικῶς εὐθέως, οὐδὲ ἀπεπήδησαν ἀπὸ τοῦ κηρύγματος, εἰπόντες· Μακρὸν τοῦτο φιλοσοφίας. Ὅτι οὐδένα τῦφον εἶχεν· ἄλλως δὲ, ὅτι οὐκ ἐνόουν οὐδὲ συνίεσάν τι τῶν λεγομένων. Πῶς γὰρ οἱ μὲν σῶμα τὸν Θεὸν λέγοντες, οἱ δὲ ἡδονὴν τὴν μακαριότητα; Τινὲς δὲ καὶ τῶν Ἐπικουρείων καὶ τῶν Στωϊκῶν φιλοσόφων συνέβαλον αὐτῷ, καί τινες ἔλεγον; Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; Οἱ δέ· Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο. Καὶ γὰρ τὴν ἀνάστασιν Θεόν τινα εἶναι ἐνόμιζον, ἅτε εἰωθότες καὶ θηλείας σέβειν. Ἐπιλαβόμενοί τε αὐτοῦ, ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον, λέγοντες· ∆υνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή, ξενί 60.268 ζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τί ἂν θέλοι ταῦτα εἶναι. Ἦγον αὐτὸν ἐπὶ τὸν Ἄρειον πάγον, οὐχ ὥστε μαθεῖν, ἀλλ' ὥστε κολάσαι, ἔνθα αἱ φονικαὶ δίκαι. Ὅρα γοῦν πῶς καὶ ἐν ἐλπίδι τοῦ μαθεῖν καὶ πανταχοῦ τὴν καινοτομίαν ἐγκαλοῦσι. Λάλων πόλις ἡ πόλις ἐκείνων ἦν. Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι, εἰς ἕτερον οὐδὲν εὐκαίρουν, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου, ἔφη· Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. ∆ιερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν, ἐν ᾧ ἐπεγέγραπτο· Ἀγνώστῳ Θεῷ. Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὥσπερ ἐγκωμιάζων αὐτοὺς, δοκεῖ οὐδὲν λέγειν βαρύ. Ὡς δεισιδαιμονεστέρους ὑμᾶς, φησὶ, θεωρῶ· τουτέστιν εὐλαβεστέρους. Ἐν ᾧ ἐπεγέγραπτο· Ἀγνώστῳ Θεῷ. Τί ἐστι τοῦτο; Οἱ Ἀθηναῖοι, ἐπειδὴ κατὰ καιροὺς πολλοὺς ἐδέξαντο θεοὺς καὶ ἀπὸ τῆς ὑπερορίας, οἷον τὸ τῆς Ἀθηνᾶς ἱερὸν, τὸν Πᾶνα, καὶ ἄλλους ἀλλαχόθεν, δεδοικότες, μή ποτε καὶ ἄλλος τις ᾖ αὐτοῖς μὲν οὐδέπω γνώριμος, θεραπευόμενος δὲ ἀλλαχοῦ, ὑπὲρ πλείονος δῆθεν ἀσφαλείας καὶ τούτῳ βωμὸν ἔστησαν· καὶ ἐπειδὴ οὐκ ἦν δῆλος ὁ Θεὸς, ἐπεγέγραπτο· Ἀγνώστῳ Θεῷ. Τοῦτον οὖν Χριστὸν Ἰησοῦν εἶναι Παῦλος λέγει, μᾶλλον δὲ τῶν πάντων Θεόν. Ὃν οὖν ἀγνοοῦντες, φησὶν, εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὅρα πῶς δείκνυσι προειληφότας αὐτόν. Οὐδὲν ξένον, φησὶν, οὐδὲν καινὸν εἰσφέρω. Ἄνω καὶ κάτω τοῦτο ἔλεγον ἐκεῖνοι· Τίς ἡ καινὴ αὕτη ἡ λαλουμένη ὑπὸ σοῦ διδαχή; ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν. Εὐθέως οὖν ἀναιρεῖ αὐτῶν τὴν ὑπόληψιν, καί φησιν· Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ, 60.269 οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων. Εἶτα, ἵνα μὴ νομίσωσιν ἕνα τῶν πολλῶν εἶναι, διορθοῦται λοιπὸν ἐπάγων· Οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται, προσδεόμενός τινος. Ὁρᾷς ὅπως κατὰ μικρὸν εἰσάγει τὴν φιλοσοφίαν; πῶς καταγελᾷ τῆς Ἑλληνικῆς πλάνης; ∆οὺς ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Τοῦτο Θεοῦ ἴδιον. Ὅρα τοίνυν εἰ μὴ καὶ ἐπὶ τοῦ Υἱοῦ ταῦτα λέγεσθαι δύναται. Οὐρανοῦ, φησὶ, καὶ γῆς Κύριος ὑπάρχων, ἅπερ ἐνόμιζον εἶναι θεούς. Καὶ τὴν δημιουργίαν ἐδήλωσε καὶ τοὺς ἀνθρώπους. Ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸν Θεὸν, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καίτοι γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, ὡς καί τινες τῶν καθ' ὑμᾶς ποιητῶν εἰρήκασι· Τοῦ γὰρ καὶ γένος ἐσμέν. Τοῦτο Ἄρατος εἶπεν ὁ ποιητής. Ὅρα καὶ ἀπὸ τῶν ὑπ' αὐτῶν γινομένων, καὶ ἀπὸ τῶν εἰρημένων τὰς ἀποδείξεις παρέχοντα. Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου τὸ Θεῖον εἶναι ὅμοιον. Καὶ μὴν διὰ τοῦτο, φησὶν, ὀφείλομεν. Οὐδαμῶς· οὐ γὰρ δὴ ἡμεῖς ὅμοιοι, οὐδὲ αἱ ψυχαὶ αἱ ἡμέτεραι. Τί δήποτε οὐκ ἔστη πρὸς φιλοσοφίαν εὐθὺς, καὶ εἶπεν· Ὁ Θεὸς ἀσώματος φύσει, ἀόρατος καὶ ἀσχημάτιστος; Ὅτι περιττὸν τέως ἐδόκει ταῦτα λέγειν πρὸς ἀνθρώπους μήπω μαθόντας, ὅτι ἔστι μόνος Θεός. ∆ιὰ τοῦτο ἐκεῖνα εἰπεῖν ἀφεὶς, πρὸς τὸ ζητούμενον ἵσταται, καί φησι· Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν, διότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Ὅρα, κατασείσας αὐτῶν τὴν διάνοιαν τῷ εἰπεῖν, Ἔστησεν ἡμέραν, καὶ φοβήσας, τότε εὐκαίρως ἐπάγει τοῦτο τὸ, Ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο, φησὶ, τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ. Οὐκ ὀργὴν ἐνταῦθα οὐδὲ ἀγανάκτησιν ὁ παροξυσμὸς, ἀλλὰ διέγερσιν καὶ ζῆλον δηλοῖ, καθάπερ καὶ ἀλλαχοῦ· Ἐγένετο, φησὶ, παροξυσμὸς μεταξὺ αὐτῶν.
βʹ. Ὅρα δὲ πῶς οἰκονομεῖται, καὶ ἄκοντα μεῖναι ἐκεῖ ἐκδεχόμενον ἐκείνους. Τί οὖν ἐστι, Παρωξύνετο; Ἀντὶ τοῦ, ∆ιηγείρετο· ὀργῆς γὰρ καὶ ἀγανακτήσεως πόῤῥω τὸ χάρισμα. Οὐκ ἔφερεν, ἀλλ' ἐτήκετο. ∆ιελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις, φησὶ, καὶ τοῖς σεβομένοις. Ὅρα πάλιν αὐτὸν πρὸς Ἰουδαίους διαλεγόμενον. Σεβομένους δὲ τοὺς προσηλύτους λέγει. ∆ιεσπάρησαν γὰρ οἱ Ἰουδαῖοι πανταχοῦ ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας, ἅμα μὲν ἐξ ἐκείνου τοῦ νόμου λυομένου, ἅμα δὲ διδάσκοντες εὐσέβειαν τοὺς ἀνθρώπους. Ἀλλ' οὐδὲν ἐκέρδαναν ἐκεῖνοι, ἀλλ' ἢ μόνον μαρτυρίας ἔσχον τῶν οἰκείων συμφορῶν. Τινὲς δὲ, φησὶ, τῶν Ἐπικουρείων καὶ τῶν Στωϊκῶν φιλοσόφων συνέβαλον αὐτῷ. Οὐκέτι Ἀθηναῖοι τοῖς οἰκείοις νόμοις ἐχρῶντο, ἅτε ὑποπεσόντες ἤδη τοῖς Ῥωμαίοις. Καὶ πόθεν ἠθέλησαν οὗτοι συμβαλεῖν; Ἐπεὶ καὶ ἄλλους ἑώρων διαλεγομένους, 60.270 καὶ δόξαν ἔχοντα τὸν ἄνθρωπον. Καὶ ὅρα, εὐθέως ὑβριστικῶς· Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Ξένων δαιμονίων, φησὶ, δοκεῖ καταγγελεὺς εἶναι· δαιμόνια τοὺς θεοὺς αὐτῶν ἐκάλουν· ἦσαν γὰρ αἱ πόλεις εἰδώλων πλήρεις. Ἐπιλαβόμενοί τε αὐτοῦ, ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον, λέγοντες. ∆ιὰ τί εἰς Ἄρειον πάγον αὐτὸν εἷλκον; Ὡς καταπλήξοντες, ἔνθα τὰς φονικὰς δίκας ἐδίκαζον. ∆υνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν. Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι, εἰς οὐδὲν ἕτερον εὐκαίρουν, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. Ἐνταῦθα ἐκεῖνο ἐπισημαίνεται, ὅτι καίτοι ἀεὶ ἐν τούτῳ ἀσχολούμενοι, τῷ λαλεῖν καὶ ἀκούειν, ὅμως ξενίζοντα ἐνόμιζον εἶναι ἐκεῖνα, ἅπερ οὐδέποτε ἤκουσαν. Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου ἔφη· Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. ∆ιερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν. Οὐκ εἶπε τοὺς δαίμονας ἁπλῶς, ἀλλὰ προοδοποιεῖ τῷ λόγῳ. ∆ιὰ τοῦτο εἶπε· ∆εισιδαιμονεστέρους ὑμᾶς θεωρῶ, διὰ τὸν βωμόν. Ὁ Θεὸς, φησὶν, ὁ ποιήσας τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ. Ἐφθέγξατο φωνὴν μίαν, δι' ἧς πάντα κατέστρεψε τὰ τῶν φιλοσόφων. Οἱ μὲν γὰρ Ἐπικούρειοι αὐτόματά φασιν εἶναι τὰ πάντα, καὶ ἀπὸ ἀτόμων συνεστάναι· οἱ δὲ Στωϊκοὶ, σῶμα καὶ ἐκπύρωσιν· ὁ δὲ ἔργον Θεοῦ λέγει τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ. Ὁρᾷς συντομίαν, καὶ ἐν συντομίᾳ σαφήνειαν; Καὶ σκόπει τίνα ἦν ξενίζοντα αὐτούς· ὅτι ὁ Θεὸς τὸν κόσμον ἐποίησεν. Ἃ καὶ τῶν τυχόντων ἴσασί τινες νῦν, ταῦτα οὐκ ᾔδεσαν Ἀθηναῖοι, καὶ Ἀθηναίων οἱ σοφοί. Εἰ γὰρ ἐποίησε, δῆλον ὅτι καὶ Κύριος. Ὅρα τί φησι θεότητος εἶναι γνώρισμα, τὸ δημιουργικόν· ὅπερ ἔχει καὶ ὁ Υἱός. Καὶ γὰρ οἱ προφῆται πανταχοῦ τοῦτο λέγουσι, Θεοῦ εἶναι τὸ δημιουργεῖν· οὐχ ὥσπερ ἐκεῖνοι, ἄλλον μὲν εἶναι τὸν ποιητὴν, οὐ κύριον δὲ, τὴν δὲ ἀγένητον ὕλην ὑποτιθέντες. Ἐνταῦθα λοιπὸν αἰνιγματωδῶς εἶπε τὸ αὐτοῦ καὶ ἔστησε, καὶ καθαιρεῖ τὸ ἐκείνων. Οὐκ ἐν χειροποιήτοις, φησὶ, κατοικεῖ. Οἰκεῖ μὲν γὰρ ἐν ναοῖς, ἀλλ' οὐκ ἐν τοιούτοις, ἀλλ' ἐν ἀνθρωπίνῃ ψυχῇ. Ὅρα, τὴν σωματικὴν ἀνεῖλε λατρείαν. Τί οὖν; οὐ κατῴκει ἐν τῷ ναῷ τῷ ἐν Ἱεροσολύμοις; Οὐ δῆτα, ἀλλ' ἐνήργει. Πῶς οὖν ἐθεραπεύετο ὑπὸ χειρῶν ἀνθρώπων παρὰ Ἰουδαίοις; Οὐχ ὑπὸ χειρῶν, ἀλλ' ὑπὸ διανοίας, ἐπεὶ ἐκεῖνά γε οὐκ ἐζήτει οὕτως, ὡς προσδεόμενος. Μὴ φάγομαι, γὰρ, φησὶ, κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; Εἶτα εἰπὼν, Οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται, προσδεόμενός τινος· ἐπεὶ οὐδὲ τοῦτο ἤρκει, τὸ μηδενὸς δεῖσθαι, ὅπερ ἀπεφήνατο· θεῖον μὲν γὰρ καὶ τοῦτο, ἀλλὰ δεῖ καὶ ἕτερον προσεῖναι· ἐπάγει τὸ, Αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν, καὶ τὰ πάντα. ∆ύο τεκμήρια θεότητος δείκνυσι, τὸ αὐτόν τε μηδενὸς δεῖσθαι, καὶ πᾶσι πάντα παρέχειν. Πάραγε ἐνταῦθα ὅσα περὶ Θεοῦ Πλάτων ἐφιλοσόφησεν, ὅσα Ἐπίκουρος, καὶ τὰ πάντα λῆρος πρὸς ταῦτα. ∆ιδοὺς, φησὶ, ζωὴν καὶ πνοήν. Ἰδοὺ καὶ τῆς ψυχῆς δημιουργὸν αὐτὸν ποιεῖ, οὐ γεννήτορα. Ὅρα πάλιν πῶς καθαιρεῖ τὸν περὶ τῆς ὕλης λόγον, Ἐποίησέ τε, εἰπὼν, ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀν 60.271 θρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Ταῦτα βελτίω ἐκείνων, καὶ κατηγορία τῶν τε ἀτόμων καὶ τῆς ὕλης. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐκ ἔστι μερικὴ, οὐδὲ ἡ ψυχὴ τοῦ ἀνθρώπου. Ὅπερ δὲ ἐκεῖνοί φασιν, οὐκ ἔστι τοῦτο δημιουργὸν εἶναι. Λέγων δὲ μὴ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεσθαι τὸν Θεὸν, αἰνίττεται, ὅτι διανοίᾳ καὶ νῷ θεραπεύεται. Οὗτος, φησὶν, οὐρανοῦ καὶ γῆς Κύριος. Οὐκοῦν οὐχ οἱ μερικοὶ δαίμονες. Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ. Πῶς οὐρανὸς γέγονε, πρότερον δείξας, τότε ἀπεφήνατο, ὅτι οὐκ ἐν χειροποιήτοις κατοικεῖ, ὡσεὶ ἔλεγεν· Εἰ Θεὸς, πάντα ἐποίησε δηλόνοτι· εἰ δὲ μὴ ἐποίησεν, οὐ Θεός. Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν, φησὶν, οὐκ ἐποίησαν, ἀπολέσθωσαν. Πολλῷ μείζονα ἐκείνων δόγματα εἰσάγει (καίτοι οὐδέπω τὰ μεγάλα εἶπεν· οὔπω γὰρ καιρός· ἀλλ' ὡς παισὶ διελέγετο), τὴν δημιουργίαν, τὴν κυριότητα, τὸ ἀνενδεές.
γʹ. Εἰπὼν δὲ, ὅτι πᾶν ἔθνος ἀνθρώπων ἐξ ἑνὸς αἵματος ἐποίησε, τὸ πάντων αἴτιον τῶν ἀγαθῶν ἐδήλωσε. Τί τούτου τοῦ ὑψηλοῦ ἴσον; Θαυμαστὸν μὲν γὰρ καὶ τὸ ἐξ ἑνὸς ποιῆσαι τοσούτους· τὸ δὲ πάντας αὐτὸν συγκρατεῖν, ἔτι πολλῷ θαυμαστότερον. ∆ιδοὺς γὰρ, φησὶ, πᾶσι πνοὴν καὶ ζωήν. Τί ἐστιν, Ὁρίσας προστεταγμένους καιροὺς, καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸν Θεὸν, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν; Ὅτι οὐκ ἠναγκάζετό τις, φησὶ, περιιέναι καὶ ζητεῖν τὸν Θεόν· ἢ εἰ μὴ τοῦτο, ὅτι ὥρισε ζητῆσαι τὸν Θεόν. Ἀλλ' οὐ διαπαντὸς τοῦτο ὥρισεν, ἀλλὰ Προστεταγμένους καιρούς. Τοῦτο δὲ λέγει, δεικνὺς ὅτι οὐδὲ νῦν ζητήσαντες εὗρον, καίτοι οὕτως ἦν φανερὸς πρὸς τὸ εὑρίσκεσθαι, ὥσπερ ἂν εἰς μέσον τι ψηλαφώμενον. Οὐδὲ γὰρ ἐνταῦθα μὲν ἦν οὐρανὸς, ἀλλαχοῦ δὲ οὔ· οὐδὲ ἐν τούτῳ τῷ χρόνῳ ἦν, ἐν ἄλλῳ δὲ οὔ. Ὥστε καὶ κατὰ πάντα καιρὸν, καὶ κατὰ πᾶσαν ὁροθεσίαν δυνατὸν αὐτὸν εὑρεῖν. Οὕτως ᾠκονόμησε τὸ ζητεῖσθαι, ὥστε μήτε τόπῳ κωλύεσθαι, μήτε χρόνῳ. Καὶ αὐτὸ δὴ τοῦτο μάλιστα αὐτοῖς συνεβάλλετο, εἴ γε ἠβούλοντο, τὸ πανταχοῦ εἶναι τὸν οὐρανὸν, τὸ ἐν παντὶ χρόνῳ ἑστάναι. ∆ιὸ καὶ οὕτως εἶπε· Καίτοι γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα, ἀλλ' ἐγγὺς ὄντα πᾶσιν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ μόνον τὴν ζωὴν ἔδωκε καὶ τὴν πνοὴν καὶ τὰ πάντα· ἀλλὰ καὶ τὸ κεφάλαιον ἁπάντων, εἰς γνῶσιν ἤγαγεν αὑτοῦ, δοὺς ταῦτα, δι' ὧν δυνάμεθα εὑρεῖν αὐτὸν καὶ καταλαβεῖν. Ἀλλ' οὐκ ἠθελήσαμεν ζητῆσαι, καίτοι πρὸ ποδῶν ὄντα. Οὐ μακρὰν, φησὶν, ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. Βαβαί! πᾶσιν ἐγγὺς εἶναι λέγει τοῖς πανταχοῦ τῆς οἰκουμένης οὖσι. Τί τούτου μεῖζον; Ὅρα πῶς καὶ καθαιρεῖ τοὺς μερικούς. Τί λέγω μακράν; Οὕτως ἐγγύς ἐστιν, ὡς χωρὶς αὐτοῦ μὴ ζῇν. Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Ὡς ἐν σωματικῷ ὑποδείγματι τοιοῦτόν τι λέγει· Ὥσπερ ἀδύνατον ἀγνοῆσαι τὸν ἀέρα πανταχοῦ κεχυμένον, καὶ οὐ μακρὰν ἀφ' ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα, μᾶλλον δὲ καὶ ἐν ἡμῖν ὄντα· οὕτω δὴ καὶ τὸν τῶν ὅλων δημιουργόν. Ὅρα πῶς πάντα αὐτοῦ λέγει εἶναι· τὴν πρόνοιαν αὐτοῦ, φησὶ, καὶ τὴν συγκράτησιν, τὸ εἶναι παρ' αὐτοῦ, τὸ ἐνεργεῖν, τὸ μὴ ἀπολέσθαι. Καὶ οὐκ εἶπε, ∆ι' αὐτοῦ, 60.272 ἀλλ' ὃ ἐγγύτερον ἦν, Ἐν αὐτῷ. Οὐδὲν ἴσον εἶπεν ὁ ποιητὴς ἐκεῖνος, Τοῦ γὰρ καὶ γένος, εἰπὼν, ἐσμέν· ἀλλ' ἐκεῖνος μὲν περὶ τοῦ ∆ιὸς εἶπε, οὗτος δὲ περὶ ∆ημιουργοῦ αὐτὸ λαμβάνει, οὐ τὸν αὐτὸν ἐκείνῳ λέγων, μὴ γένοιτο, ἀλλὰ τὰ κυρίως ἐπ' αὐτῷ εἰρημένα ἁρμόζων· ἐπεὶ καὶ βωμὸν τούτου εἶπεν, οὐκ ἐκείνου, ὃν ἐσέβοντο. Εἴρηται μὲν γάρ τινα καὶ πράττεται εἰς τοῦτον, ἀλλ' οὐκ ἴσασιν Ἕλληνες ὅτι εἰς αὐτὸν, ἀλλ' εἰς ἕτερον αὐτὰ νενοήκασιν. Εἰπὲ γάρ μοι περὶ τίνος ἂν λεχθείη κυρίως, Ἀγνώστῳ Θεῷ, περὶ τοῦ ∆ημιουργοῦ, ἢ περὶ τοῦ δαίμονος; ∆ῆλον ὅτι περὶ τοῦ ∆ημιουργοῦ, εἰ καὶ τὸν μὲν ἠγνόουν, τὸν δὲ ᾔδεσαν. Ὁμοίως καὶ ὅτι πάντα πεποίηκε, περὶ τοῦ Θεοῦ ἂν εἰρῆσθαι κυρίως ἁρμόσειεν, ἢ τοῦ ∆ιὸς, μιαροῦ τινος ἀνθρώπου καὶ καταπτύστου καὶ γόητος. Οὕτως οὐχ ὁμοίως ἐκείνῳ Παῦλος εἶπε, μὴ γένοιτο, καὶ τὸ, Τοῦ γὰρ καὶ γένος ἐσμέν· ἀλλ' ἑτέρῳ νῷ. Γένος γὰρ Θεοῦ εἶπεν ἡμᾶς εἶναι· τουτέστιν, οἰκείους, ἐγγυτάτους· ἢ ὡς ἄν τις εἴποι, παροίκους καὶ γείτονας. Ἵνα γὰρ μὴ πάλιν λέγωσι, Ξενίζοντα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν (οὐδὲν γὰρ οὕτως ἀνθρώποις ἐναντίον), ἄγει τὸν ποιητὴν εἰς μέσον. Καὶ οὐκ εἶπεν· Οὐκ ὀφείλετε νομίζειν χρυσῷ ἢ ἀργύρῳ τὸ Θεῖον εἶναι ὅμοιον, ὢ μιαροὶ καὶ παμμίαροι· ἀλλὰ ταπεινότερον, Τοῦτο οὐκ ὀφείλομεν νομίζειν, φησὶν, ἀλλ' ὑπὲρ τοῦτο, Τί δαὶ τὸ ὑπὲρ τοῦτο; Θεός· ἀλλ' οὐδὲ τοῦτο (ἐνεργείας γάρ ἐστιν ὄνομα), ἀλλὰ τέως τοῦτο· πλὴν οὐ λέγομεν τούτῳ τὸ Θεῖον εἶναι ὅμοιον· τίς γὰρ ἂν εἴποι; Ὅρα πῶς τὸ ἀσώματον εἰσήγαγεν. Ἡ γὰρ διάνοια ὅταν ὑποπτεύσῃ σῶμα, καὶ διάστημα ὑπονοεῖ. Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν, φησὶ, χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ Θεῖον εἶναι ὅμοιον. Ἀλλ' εἴποι ἄν τις· Οὐ τοῦτο νομίζομεν· τί οὖν ταῦτα λέγει; Ἀλλὰ πρὸς τοὺς πολλοὺς ὁ λόγος ἦν αὐτῷ· καλῶς οὕτως εἶπεν. Εἰ γὰρ ἡμεῖς οὐκ ἐσμὲν ὅμοιοι ἐκείνοις τὸ κατὰ ψυχὴν, πολλῷ μᾶλλον ὁ Θεός. Τέως ἀπάγει αὐτοὺς τῆς ὑπονοίας. Οὐ μόνον δὲ χαράγματι τέχνης τὸ Θεῖον οὐκ ἔστιν ὅμοιον, ἀλλ' οὐδὲ ἄλλῃ τινὶ ἀνθρωπίνῃ ὑπονοίᾳ ὑποβάλλεται· ἢ γὰρ τέχνη ἢ διάνοια εὗρε. ∆ιὰ τοῦτο οὕτως εἶπεν· Ὅπερ οὖν τέχνη ἀνθρωπίνη ἢ διάνοια εὗρε, τοῦτο ὁ Θεὸς, καὶ ἐν λίθῳ οὐσία Θεοῦ· πῶς οὖν, εἰ ἐν αὐτῷ ζῶμεν, οὐχ εὑρίσκομεν αὐτόν; ∆ιπλοῦν τὸ ἔγκλημα, ὅτι τε ἐκεῖνον οὐχ εὗρον, καὶ ὅτι τοιούτους εὗρον. Οὐδαμοῦ ἡ διάνοια ἀξιόπιστος καθ' ἑαυτήν. Ἀλλ' ἐπειδὴ κατέσεισε αὐτῶν τὴν ψυχὴν δείξας ἀναπολογήτους, ὅρα τί ἐπάγει· Τοὺς μὲν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν, τανῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν. Τί οὖν; οὐδεὶς κολάζεται τούτων; Οὐδεὶς τῶν θελόντων μετανοεῖν. Περὶ τούτων λέγει, οὐ περὶ τῶν ἀπελθόντων, ἀλλ' οἷς παραγγέλλει. Οὐκ ἀπαιτεῖ λόγον ὑμᾶς, φησίν. Οὐκ εἶπεν, Ἐκεῖνος παρεῖδεν· οὐκ εἶπεν, Εἴασεν· ἀλλ' Ὑμεῖς ἠγνοήσατε. Ὑπερεῖδεν· τουτέστιν, οὐκ ἀπαιτεῖ κόλασιν ὡς ἀξίους ὄντας κολάσεως. Ἠγνοήσατε. Καὶ οὐ λέγει, Ἑκόντες ἐκακουργήσατε, ἀλλὰ τοῦτο διὰ τῶν ἄνω ἔδειξε, Πανταχοῦ μετανοεῖν, εἰπών. Ἐνταῦθα πᾶσαν τὴν οἰκουμένην αἰνίττεται.
δʹ. Ὅρα πῶς αὐτοὺς ἀπάγει τῶν μερικῶν. ∆ιότι ἔστησεν ἡμέραν, φησὶν, ἐν ᾖ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Ὅρα· πάλιν τὴν οἰκουμένην εἶπεν, οὕτω τοὺς ἀνθρώπους καλῶν. Ἐν ἀνδρὶ ᾧ ὥρισεν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Ὅρα πῶς πάλιν τὸ πάθος ἐδήλωσεν, ἀναστάσεως μνημονεύσας. Ὅτι δὲ ἀληθὴς ἡ κρίσις, δῆλον ἐκ τῆς ἀναστάσεως· συγκατασκευάζεται γάρ· καὶ ὅτι πάντα ἀληθείᾳ εἶπε, δῆλον ἐξ ὧν ἀνέστη. Ὅτι δὲ καὶ πᾶσι ταύτην παρεῖχον πίστιν, τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν, καὶ τοῦτο λοιπὸν δῆλον. Ταῦτα εἴρηται μὲν πρὸς Ἀθηναίους· καιρὸν δ' ἂν ἔχοι καὶ πρὸς ἡμᾶς λέγεσθαι, ὅτι πάντας πανταχοῦ μετανοεῖν δεῖ, ὅτι ὥρισεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην. Ὅρα πῶς καὶ δικαστὴν αὐτὸν εἰσάγει, καὶ προνοοῦντα τοῦ κόσμου καὶ φιλάνθρωπον καὶ συγγνωμονικὸν καὶ δυνατὸν καὶ σοφὸν, καὶ πάντα ἁπλῶς ∆ημιουργοῦ ἔχοντα. Ἀπόδειξιν ἔδωκε τοῦ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν τὰ εἰρημένα. Μετανοήσωμεν οὖν· πάντως γὰρ κριθῆναι δεῖ. Εἰ μὴ ἀνέστη ὁ Χριστὸς, οὐ κρινόμεθα· εἰ δὲ ἀνέστη, πάντως κρινόμεθα. Εἰς τοῦτο γὰρ καὶ ἀπέθανεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ, φησί· καὶ πάλιν· Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα ἕκαστος κομίσηται πρὸς ἃ ἔπραξε. Μὴ δὴ νομίσητε ῥήματα μόνον εἶναι ταῦτα· ἰδοὺ καὶ τὸν περὶ τῆς ἀναστάσεως τῶν πάντων εἰσήγαγε λόγον· οὐ γὰρ ἄλλως κρίνεται ἡ οἰκουμένη. Καὶ τὸ, Ἀναστήσας δὲ αὐτὸν ἐκ νεκρῶν, περὶ σώματός ἐστιν εἰρημένον· τοῦτο γὰρ καὶ νεκρὸν, τοῦτο καὶ πέπτωκε. Παρὰ Ἕλλησιν ὥσπερ τὰ τῆς δημιουργίας, οὕτω καὶ τὰ τῆς κρίσεως ἀθετεῖται. Ταῦτα δὲ παίδων εὑρήματα, καὶ μεθυόντων ἀνθρώπων ἐστίν. Ἀλλ' ἡμεῖς οἱ περὶ τούτων ἀκριβῶς εἰδότες, πράττωμέν τι τῶν χρησίμων, καὶ σπουδάζωμεν οἰκειωθῆναι τῷ Χριστῷ. Μέχρι πότε ἐχθραίνομεν πρὸς αὐτόν; μέχρι πότε πρὸς αὐτὸν ἀηδῶς ἔχομεν; Μὴ γένοιτο, φησί· τί ταῦτα λέγεις; Οὐκ ἐβουλόμην ταῦτα λέγειν, εἰ μὴ ταῦτα ἐπράττετε ὑμεῖς· νυνὶ δὲ τί τὸ κέρδος τῆς τῶν λόγων σιγῆς, τῶν πραγμάτων οὕτω βοώντων μετὰ πάσης περιφανείας; Πῶς οὖν αὐτὸν φιλήσομεν; Εἶπον μὲν μυριάκις μυρία, ἐροῦμεν δὲ καὶ νῦν. Τρόπον ἕνα εὑρηκέναι μοι δοκῶ, πολὺ μέγαν καὶ θαυμαστόν· μετὰ τοῦ τὰ κοινῇ γινόμενα λογίζεσθαι ὑπὸ τοῦ Θεοῦ τοσαῦτα ὄντα, ὅσα οὐδὲ ἀριθμεῖν τις δύναται, καὶ ὑπὲρ τούτων ἁπάντων χάριτας εἰδέναι αὐτῷ, καὶ τὰ ἑκάστῳ ἡμῶν γεγενημένα ἐννοῶμεν πάντες, καὶ καθ' ἑκάστην ἀναλογιζώμεθα τὴν ἡμέραν. Ἐπειδὴ τοίνυν μεγάλην ἔχει τὴν ἰσχὺν ταῦτα, ἕκαστος ἡμῶν ἀναλογιζέσθω παρ' ἑαυτῷ, καὶ μετὰ ἀκριβείας ἀνερευνάτω, εἴ ποτε εἰς κινδύνους προπεσὼν διέφυγε τὰς τῶν ἐναντίων χεῖρας, καὶ καθάπερ ἐν βίβλῳ τὰς εὐεργεσίας ἀναγράπτους ἐχέτω τοῦ Θεοῦ· οἷον, εἴ ποτε ἐξελθὼν εἰς ὁδὸν ἀωρίᾳ, διέφυγε κίνδυνον· εἴ ποτε πονηροῖς ἀνθρώποις συμβαλὼν, ἀνώτερος αὐτῶν γέγονεν· εἴ ποτε νόσῳ περιπεσὼν, πάντων ἀπεγνωκότων ἀνήνεγκε· μέγα γὰρ τοῦτο δύναται πρὸς τὸ οἰκειοῦν ἡμᾶς τῷ Θεῷ. Εἰ γὰρ δὴ Μαρδοχαῖος ἐκεῖνος τὰ ὑπ' αὐτοῦ γεγενημένα ἀγαθὰ ἔργα εἰς μνήμην ἐλθόντα τοῦ βασιλέως, οὕτως ἔσχε προϊστάμενα, ὡς πάλιν ἐπὶ τὴν λαμπρότητα ἐκείνην ἐλθεῖν· πολλῷ μᾶλλον ἡμεῖς, ἂν ἀναμνησθῶμεν, καὶ δύο τούτων ἀκριβῆ ποιησώμεθα ἐξέτασιν τῶν πραγμάτων, τί μὲν ἡμάρτομεν ἡμεῖς εἰς Θεὸν, τί δὲ αὐτὸς εἰς ἡμᾶς ἀγαθὸν εἴργασται· οὕτω καὶ εὐχά 60.274 ριστοι ἐσόμεθα, καὶ πάντα προησόμεθα. Ἀλλ' οὐδεὶς τούτων οὐδενὸς ποιεῖται μνήμην· ἀλλ' ὥσπερ περὶ ἁμαρτημάτων λέγομεν, ὅτι ἁμαρτωλοί ἐσμεν, οὐ κατ' εἶδος αὐτὰ ἐξετάζοντες, οὕτω καὶ περὶ τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ὅτι εὐηργέτησεν ἡμᾶς, λέγοντες, ὁ Θεὸς, οὐ κατ' εἶδος αὐτὰ ἐξετάζομεν, οὐ λέγομεν, ποῦ καὶ πόσα καὶ ἐν ποίῳ καιρῷ. Ἀλλ' ἀπὸ τοῦ νῦν πολλὴν ποιησώμεθα τὴν ἀκρίβειαν. Εἰ μὲν γάρ τις καὶ τὰ πάλαι ἀναλαβεῖν δύναται, πάντα ἀναλογιζέσθω ἀκριβῶς, ὡς μέγαν εὑρήσων θησαυρόν. Τοῦτο καὶ πρὸς τὸ μὴ ἀπογινώσκειν χρήσιμον ἡμῖν. Ὅταν γὰρ ἴδωμεν, ὅτι προέστη πολλάκις ἡμῶν, οὐκ ἀπογνωσόμεθα οὐδὲ ἡγησόμεθα ἀπεῤῥῖφθαι· ἀλλ' ἐνέχυρον αὐτοῦ μέγα ληψόμεθα τῆς περὶ ἡμῶν κηδεμονίας, ὅταν ἐννοήσωμεν, ὅτι ἁμαρτόντες οὐ κολαζόμεθα, ἀλλὰ καὶ προστασίας ἀπολαύομεν.
εʹ. Εἴπω δή τι κἀγὼ, ὅπερ ἀκήκοα παρά τινος· Γέγονέ πού τις παῖς, καί ποτε συνέβη αὐτὸν εἶναι ἐν ἀγρῷ μετὰ τῆς μητρὸς, οὔπω πεντεκαιδεκαέτη γεγονότα. Τότε δὴ χαλεποῦ τινος ἀέρος συμβάντος, πυρετὸς ἐπέπεσεν ἀμφοτέροις· καὶ γὰρ τὸ μετόπωρον ἦν. Τότε δὴ ἡ μὲν μήτηρ ἔφθασεν εἰσελθεῖν ἐπὶ τῆς πόλεως· ὁ δὲ παῖς, τῶν ἰατρῶν ἐκεῖ κελευόντων μένειν, καὶ τοῦ πυρετοῦ καίοντος, ἀνακογχυλίζειν ἤρξατο δῆθεν φιλοσοφῶν, μᾶλλον τὸ πῦρ σβεννύναι οἰόμενος, εἰ μηδ' ὁτιοῦν λάβοι. Ἅτε δὴ οὖν παῖς, ὑπὸ φιλονεικίας ἀκαίρου οὐ προσήκατο. Ὡς δὲ ἐπέβη τῆς πόλεως, παρέθη τὰ τῆς γλώττης, καὶ ἄλαλος ἦν ἐπὶ πολὺ, οὐδὲν ἔναρθρον φθεγγόμενος· ἀλλὰ ἀνεγίνωσκε μὲν, καὶ εἰς διδασκάλους ἐφοίτα ἐπὶ πολὺν χρόνον, ἁπλῶς δὲ καὶ ἄσημα. Πάντα οὖν αὐτῷ τὰ τῆς ἐλπίδος ἐκκέκοπτο, καὶ ὀδύνης ἦν ἡ μήτηρ μεστή· καὶ πολλὰ μὲν ἐπενόησαν ἰατροὶ, πολλὰ δὲ ἄλλα πολλοὶ, ἴσχυε δὲ οὐδεὶς, ἕως ὅτε ὁ φιλάνθρωπος Θεὸς ἰάσατο τὸν τῆς γλώττης δεσμὸν, καὶ τότε ἀνήνεγκε, καὶ εἰς τὴν προτέραν ἐπανήγαγεν εὐγλωττίαν αὐτὸν καὶ τρανότητα. ∆ιηγήσατο δὲ αὐτοῦ ἡ μήτηρ, καὶ ὅτι δὴ καὶ παιδίον ὃν σφόδρα μικρὸν, περὶ τὴν ῥῖνα πάθος ἔσχεν, ὃ καλοῦσι πολύπουν· καὶ πάλιν ἰατροὶ ἀπεγνώκεισαν, καὶ τελευτῆσαι ηὔχετο ἡ μήτηρ, καὶ ὁ πατὴρ αὐτῷ κατηρᾶτο (ἔτι γὰρ ἔτυχε ζῶν), καὶ πάλιν πάντα ἐν ἀπορίᾳ ἦν. Ὁ δὲ εὐθέως βήξας, ἀπὸ μύγματος τὸ θηρίον ἐκεῖνο τῇ ῥύμῃ τοῦ πνεύματος ἐξέωσεν ἀπὸ τῶν ῥινῶν, καὶ πάντα λέλυτο τὰ δεινά. Τούτου δὲ σβεσθέντος, ῥεῦμα κατὰ τῶν ὀφθαλμῶν δριμὺ καὶ γλίσχρον ἐπιῤῥέον ἀεὶ, τοσαύτας ἐποίει τὰς λήμας καὶ οὕτω παχείας, ὡς ἀντὶ διαφράγματος γενέσθαι τῇ κόρῃ, καὶ τὸ δεινὸν, πήρωσιν ἐμελέτα, καὶ πάντες ἔλεγον τοῦτο συμβήσεσθαι. Ἀλλὰ καὶ τούτου χάριτι τοῦ Θεοῦ ταχέως ἀπηλλάγη τοῦ πάθους. Καὶ ταῦτα μὲν ἅπερ ἤκουσα· ἃ δὲ αὐτὸς ἐπίσταμαι, ἐρῶ πρὸς ὑμᾶς· Ἐκινήθη ποτὲ τυράννων ὑποψία ἐν τῇ πόλει τῇ ἡμετέρᾳ (τότε δὲ ἔτι μειράκιον ἤμην)· καὶ πάντων ἔξωθεν τὴν πόλιν παρακαθημένων τῶν στρατιωτῶν, τυχὸν ἀπλάστως βιβλία ἐζήτουν γοητικὰ καὶ μαγικά. Καὶ ὁ γράψας τὸ βιβλίον, ῥίψας ἀκατασκεύαστον εἰς ποταμὸν, ἑάλω, καὶ ἀπαιτούμενος οὐκ εἶχε δοῦναι, ἀλλὰ περιήγετο τὴν πόλιν ἅπασαν δέσμιος· ὡς δὲ τῶν ἐλέγχων ἐπιτεινομένων δέδωκε δίκην, τότε ἐγὼ εἰς μαρτύριον ἀπιέναι βουλόμενος, ἐπανῄειν διὰ τῶν κήπων παρὰ ποταμὸν μετὰ καὶ ἑτέρου τινός. Ἰδὼν δὲ ἐκεῖνος τὸ βιβλίον ἄνω ἐπιπλέον, τὸ μὲν πρῶτον ἐνόμιζεν ὀθόνην εἶναι, γενόμενος δὲ ἐγγὺς, ἔγνω ὅτι βιβλίον ἦν, καὶ καταβὰς ἀνείλετο. Ἐγὼ δὲ ἐφιλονείκουν, ὥστε κοινὴν 60.275 εἶναι τὴν εὕρεσιν, καὶ ἐγέλων. Ἀλλ' ἴδωμεν, φησὶν, ὅ τί ποτε καὶ ἔστιν. Ἀνακλᾷ μέρος τῆς σελίδος, καὶ εὑρίσκει ἐγγεγραμμένα μαγικά. Συνέβη δὲ κατὰ ταυτὸν στρατιώτην παριέναι. Εἶτα ἔνδοθεν λαβὼν ἀπῄει, καὶ ἐπεπήγει τῷ δέει. Τίς γὰρ ἂν καὶ ἐπίστευσεν, ὅτι ἀπὸ τοῦ ποταμοῦ λαβόντες ἀνειλόμεθα, πάντων τότε καὶ τῶν ἀνυπόπτων κατεχομένων; Καὶ ῥῖψαι οὐκ ἐτολμῶμεν, μὴ ὀφθῶμεν, καὶ καταμερίσαι αὐτὸ πάλιν ὅμοιον δέος ἦν. Ἔδωκε γοῦν ὁ Θεὸς, καὶ ἐῤῥίψαμεν, καὶ ἔσχατον ἀπηλλάγημεν τότε τῶν κινδύνων. Καὶ μυρία ἂν ἔχοιμι λέγειν, εἰ πάντα καταλέγειν ἐθέλοιμι. Καὶ ταῦτα δὲ ὑμῶν ἕνεκεν εἶπον, ὥστε εἴ τις κἂν μὴ τοιαῦτα, ἀλλ' ἕτερά τινα ἔχοι, ταῦτα μεμνήσθω διηνεκῶς· οἷον, εἴ ποτε λίθος τις ἐνεχθεὶς, μέλλων ἐπὶ σὲ ἔρχεσθαι, καὶ οὐκ ἐπὶ σὲ ἦλθε, τοῦτο ἀείμνηστον ἔχε· μεγάλην ταῦτα ποιεῖ πρὸς Θεὸν φιλίαν ἡμῖν. Εἰ γὰρ ἀνθρώπων ἀναμνησθέντες τῶν διασωσάντων ἡμᾶς, πάνυ δακνόμεθα, ὅταν αὐτοὺς ἀμείψασθαι μὴ δυνηθῶμεν· πολλῷ μᾶλλον ἐπὶ Θεοῦ. Τοῦτο καὶ ἀλλαχοῦ χρήσιμον. Ὅταν οὖν βουλώμεθα μὴ ἀλύειν, λέγωμεν δή· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, 60.276 τὰ κακὰ οὐχ ὑποίσομεν; Καὶ Παῦλος διὰ τοῦτο ἔλεγεν ὅθεν ἐῤῥύσθη, ἵνα κἀκείνους ἀναμνήσῃ. Ὅρα καὶ ὁ Ἰακὼβ πῶς πάντα ταῦτα ἐν νῷ εἶχε· διὸ καὶ ἔλεγεν· Ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητός μου. Καὶ μὴ μόνον, ὅτι ἐῤῥύσατο, ἀλλὰ πῶς καὶ ἐπὶ τίνι ἐννοῶμεν. Ὅρα γοῦν κἀκεῖνον ἰδικῶς μνημονεύοντα τῶν εὐεργεσιῶν. Ἐν τῇ ῥάβδῳ μου, φησὶ, διῆλθον τὸν Ἰορδάνην. Οἱ δὲ Ἰουδαῖοι καὶ τῶν ἐπὶ προγόνων μέμνηνται ἀεὶ, τὰ κατὰ τὴν Αἴγυπτον στρέφοντες. Οὐκοῦν πολλῷ μᾶλλον ἡμεῖς τῶν οἰκείων καὶ εἰς ἡμᾶς συμβεβηκότων, ποσάκις εἰς ἐπηρείας καὶ συμφορὰς ἐμπεπτώκαμεν· καὶ εἰ μὴ ὁ Θεὸς χεῖρα ὑπερέσχε, πάλαι ἂν ἀπολώλειμεν. Ταῦτα ἐννοοῦντες ἅπαντες, καὶ ἀναλεγόμενοι καθ' ἑκάστην, χάριν εἰδῶμεν διηνεκῶς τῷ Θεῷ, καὶ πάντες κοινῇ δόξαν αὐτῷ ἀναπέμψωμεν, καὶ δοξάζοντες αὐτὸν μὴ διαλιμπάνωμεν, ἵνα τῆς εὐγνωμοσύνης πολλὴν τὴν ἀμοιβὴν κομισώμεθα, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΛΘʹ
Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύα ζον, οἱ δὲ εἶπον· Ἀκουσόμεθά σου πάλιν περὶ τούτου. Καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν.
αʹ. Τί δήποτε πείσαντος οὕτως αὐτοῦ ὡς καὶ εἰπεῖν Ἀθηναίους, Ἀκουσόμεθά σου πάλιν περὶ τούτου, καὶ κινδύνων οὐκ ὄντων, ἐπείγεται τὰς Ἀθήνας ἀφεῖναι ὁ Παῦλος; Ἴσως ᾔδει οὐ μέγα ὀνήσων· ἄλλως τε καὶ ὑπὸ τοῦ Πνεύματος εἰς Κόρινθον ἤγετο. Τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ, ἐπίστευσαν, ἐν οἷς καὶ ∆ιονύσιος ὁ Ἀρεοπαγίτης, καὶ γυνὴ ὀνόματι ∆άμαρις, καὶ ἕτεροι σὺν αὐτοῖς. Μετὰ δὲ ταῦτα χωρισθεὶς ὁ Παῦλος ἐκ τῶν Ἀθηνῶν, ἦλθεν εἰς Κόρινθον. Καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ (διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἐκ τῆς Ῥώμης), προσῆλθεν αὐτοῖς· καὶ διὰ τὸ ὁμότεχνον εἶναι, ἔμεινε παρ' αὐτοῖς, καὶ εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ. Εἰκότως εἰς Κόρινθον, ὡς ἔφην, ὑπὸ τοῦ Πνεύματος ἤγετο, ἐν ᾗ μένειν ἔδει. Οἱ γὰρ Ἀθηναῖοι, καίτοι ξένης ὄντες ἀκροάσεως ἐρασταὶ, ὅμως οὐ προσεῖχον· οὐ γὰρ τοῦτο ἐσπούδαζον, ἀλλ' ὥστε ἀεί τι ἔχειν εἰπεῖν· ὅπερ αὐτοὺς καὶ ἀποσχέσθαι ἐποίησεν. Εἰ δὲ τοῦτο ἦν αὐτοῖς ἔθος, πῶς ἐγκαλοῦσιν, ὅτι Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι; Ἀλλὰ ταῦτα σφόδρα ἦν ἄπορα. Ἀλλ' ὅμως ἔπεισε τὸν ∆ιονύσιον τὸν Ἀρεοπαγίτην καὶ ἑτέρους τινάς. Οἱ μὲν γὰρ ἐπιμελούμενοι βίου, ταχέως ἐδέξαντο τὸν λόγον, οἱ δὲ λοιποὶ οὐκ ἔτι. Ἱκανῶς οὖν ἔχειν ἔδοξε τῷ Παύλῳ τὸ καταβαλεῖν τέως τὰ σπέρματα· τὸ γὰρ πλέον αὐτοῦ τῆς ζωῆς ἐνταῦθα προκεχωρήκει. Ἐπὶ μὲν γὰρ Νέρωνος ἐτελειώθη, ἀπὸ δὲ Κλαυδίου ἀνεῤῥιπίζετο λοιπὸν ὁ πρὸς 60.276 Ἰουδαίους πόλεμος, μακρόθεν μὲν, οὐκ ἀπεικὸς δὲ, ὥστε κἂν οὕτω σωφρονῆσαι, καὶ ἀπὸ Ῥώμης ὡς λυμεῶνες ἐλαύνοντο. ∆ιὰ τοῦτο οἰκονομεῖται τοῦτον ὡς δέσμιον ἀπαχθῆναι ἐκεῖ, ἵνα μὴ ὡς Ἰουδαῖος ἀπελαύνηται, ἀλλ' ὡς ὑπὸ τῇ τάξει πράττων καὶ φυλάττηται ἐκεῖ. Καὶ ἔμεινε, φησὶ, παρ' αὐτοῖς. Βαβαὶ, ποῖον δικαίωμα τοῦ συνοικῆσαι εὗρεν! Ἐπειδὴ γὰρ ἐνταῦθα μάλιστα ἔδει αὐτὸν μὴ λαβεῖν, καθώς φησιν, Ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσι καθὼς καὶ ἡμεῖς, οἰκονομεῖται αὐτὸν μένειν ἐκεῖ. ∆ιελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέ τε Ἰουδαίους καὶ Ἕλληνας. Ὡς δὲ κατῆλθονἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ Πνεύματι ὁ Παῦλος διαμαρτυρόμενος τοῖς Ἰουδαίοις τὸν Χριστὸν Ἰησοῦν. Τουτέστιν, ἐπηρέαζον αὐτῷ, ἐφίσταντο αὐτῷ. Ἀλλ' οἱ μὲν οὕτω· τί δὲ ὁ Παῦλος; Ἀφίσταται αὐτῶν, καὶ μετὰ πολλοῦ τοῦ φόβου. Οὐκ ἔτι γὰρ ὑμῖν, φησὶν, ἦν ἀναγκαῖον λαληθῆναι τὸν λόγον· ἀλλὰ καὶ αἰνίττεται αὐτούς. Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια, εἶπε πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν. Καθαρὸς ἐγὼ, ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Ἰούστου σεβομένου τὸν Θεὸν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ· καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες, ἐπίστευον καὶ ἐβαπτίζοντο. Ὅρα πῶς πάλιν εἰπὼν, Ἀπὸ τοῦ νῦν, οὐδὲ οὕτως αὐτῶν ἀμελεῖ· ὥστε τοῦ διεγεῖραι ἕνεκεν εἶπε τοῦτο. Καὶ λοιπὸν ἦλθε πρὸς Ἰοῦστον, οὗ ἦν ἡ οἰκία ὁμοροῦσα τῇ συναγωγῇ. Ἐγειτνίαζεν ὥστε καὶ ζῆλον ἔχειν ἀπὸ τῆς γειτνιάσεως, 60.277 εἴπερ ἤθελον. Κρίσπος δὲ, φησὶν, ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Καὶ τοῦτο μάλιστα ἱκανὸν πρὸς τὸ ἐπαγαγέσθαι. Εἶπε δὲ ὁ Κύριος δι' ὁράματος ἐν νυκτὶ τῷ Παύλῳ· Μὴ φοβοῦ, ἀλλὰ λάλει, καὶ μὴ σιωπήσῃς, διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαὸς ἔστι μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. Ὅρα διὰ πόσων αὐτὸν πείθει, καὶ πῶς ὃ μάλιστα αὐτὸν ᾕρει, τοῦτο ὕστερον αὐτῷ λέγει· Ὅτι λαὸς ἔστι μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. Πῶς οὖν συνεπέθεντο αὐτῷ, εἴποι τις ἄν; Καὶ μὴν οὐδὲν ἴσχυσαν, ἀλλ' ἤγαγον αὐτὸν μόνον πρὸς τὸν ἀνθύπατον. Ἐκάθισέ τε ἐνιαυτὸν καὶ μῆνας ἓξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ. Γαλλίωνος δὲ ἀνθυπατεύοντος τῆς Ἀχαΐας, κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, λέγοντες, ὅτι Παρὰ τὸν νόμον οὗτος ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν. Ὁρᾷς διὰ τί ἐκεῖνοι ἀεὶ δημοσίᾳ ἔπλεκον κατηγορήματα; Ὅρα γοῦν ἐνταῦθα εἰπόντων τούτων, ὅτι παρὰ τὸν νόμον ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεὸν, οὐδὲν τούτων ἐμέλησε τῷ ἀνθυπάτῳ, ἀλλ' ὑπὲρ Παύλου μᾶλλον ἀπολογεῖται. Καὶ ἄκουε πῶς ἀποκρίνεται· Εἰ μὲν ἦν τῶν τῆς πόλεως ἁπτόμενον ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρὸν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν. Ἐπιεικής τις ἄνθρωπος οὗτος εἶναί μοι δοκεῖ· καὶ δῆλον ἐξ ὧν ἀποκρίνεται συνετῶς. Μέλλοντος δὲ τοῦ Παύλου, φησὶν, ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρὸν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν· εἰ δὲ ζήτημά ἐστι περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ' ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς γὰρ ἐγὼ τούτων οὐ βούλομαι εἶναι. Καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. Ἐπιλαβόμενοι δὲ πάντες οἱ Ἕλληνες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος, καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελε. Καὶ ἐντεῦθεν πάλιν τὸ ἐπιεικὲς τοῦ ἀνδρὸς δείκνυται. Τυπτομένου γὰρ αὐτοῦ, οὐχ ἡγήσατο ἰδίαν ὕβριν εἶναι· οὕτως ἦσαν ἰταμοὶ οἱ Ἰουδαῖοι.
βʹ. Ἴδωμεν δὲ ἄνωθεν τὰ ἀνεγνωσμένα. Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπον· Ἀκουσόμεθά σου πάλιν. Πόσα μεγάλα καὶ ὑψηλὰ ἀκούσαντες, οὐδὲ προσεῖχον, ἀλλ' ἐχλεύαζον! Τὴν ἀνάστασιν δὲ ἐχλεύαζον· Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Καὶ οὕτω, φησὶν, ἐξῆλθεν ὁ Παῦλος ἐκ μέσου αὐτῶν. Οὕτω· πῶς; Τοὺς μὲν πείσας, ὑπὸ δὲ τῶν γελώμενος. Χωρισθεὶς δὲ ἀπὸ Ἀθηνῶν, φησὶν, ἦλθεν εἰς Κόρινθον. Καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, ἔμεινε παρ' αὐτοῖς καὶ εἰργάζετο. Ὅρα, πῶς ὁ νόμος ἄρχεται καταλύεσθαι λοιπόν. Κειράμενος γὰρ, Ἰουδαῖος ὢν, οὗτος ἐν Κεγχρεαῖς μετὰ ταῦτα, εἰς Συρίαν συναπέρχεται Παύλῳ. Ποντικὸς ὢν, οὐκ ἐν Ἱεροσολύμοις οὐδὲ πλησίον ἔσπευδεν ἐλθεῖν, ἀλλὰ μακροτέρω. Παρ' αὐτῷ γοῦν μένει, καὶ οὐκ αἰσχύνεται μένων, ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο μένει, ὡς ἐπιτήδειον εὑρὼν καταγώγιον· πολλῷ γὰρ αὐτῷ τῶν βασιλείων ἐπιτηδειότερον ἦν. Καὶ μὴ γελάσῃς ἀκούων, ἀγαπητέ. Καθάπερ γὰρ ἀθλητῇ ἡ παλαίστρα τῶν ἁπαλῶν στρωμάτων μᾶλλον χρήσιμον· οὕτω καὶ τῷ πολεμιστῇ τὸ ξίφος τὸ σιδηροῦν, ἀλλ' οὐ τὸ χρυσοῦν. Καὶ εἰργάζετο κηρύττων. Αἰσχυνθῶμεν ἡμεῖς οἱ καὶ χωρὶς τοῦ κηρύττειν ἀργῶς ζῶντες. ∆ι 60.278 ελέγετο δὲ ἐν τῇ συναγωγῇ, φησὶ, κατὰ πᾶν σάββατον, ἔπειθέ τε Ἰουδαίους τε καὶ Ἕλληνας. Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἀπέστη. Ταύτῃ προσδοκῶν αὐτοὺς ἕλξειν μᾶλλον, ἀφίσταται. ∆ιὰ τί γὰρ ἀφεὶς ἐκείνην τὴν οἰκίαν, ἦλθε πλησίον τῆς συναγωγῆς; ἆρ' οὐχὶ διὰ τοῦτο; οὐδὲ γὰρ κίνδυνον ἑώρα ἐνταῦθα. ∆ιαμαρτυρόμενος αὐτοῖς, φησίν. Οὐκ ἔτι διδάσκει, ἀλλὰ διαμαρτύρεται. Ἀντιτασσομένων δὲ αὐτῶν, φησὶ, καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια εἶπε· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν. Τοῦτο ποιεῖ, ὥστε μὴ ῥήματι μόνον, ἀλλὰ καὶ πράγματι φοβῆσαι· καὶ σφοδρότερον διαλέγεται, ἅτε καὶ πολλοὺς πεπεικώς. Καθαρός εἰμι, φησὶν, ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. Ἄρα καὶ ἡμεῖς ὑπεύθυνοί ἐσμεν τοῦ αἵματος τῶν ἡμῖν ἐγκεχειρισμένων, ἀμελοῦντες αὐτῶν. Ὥστε καὶ ὅταν λέγῃ, Τὸ λοιπὸν κόπους μοι μηδεὶς παρεχέτω, φοβῶν φησιν· οὐ γὰρ οὕτως αὐτοὺς ἐφόβει ἡ τιμωρία, ὡς ἔδακνε τοῦτο. Καὶ μεταβὰς ἐκεῖθεν, ἦλθεν εἰς οἰκίαν Ἰούστου. Μεταβαίνει βουλόμενος αὐτοὺς πεῖσαι, ὅτι πρὸς τὰ ἔθνη ἠπείγετο. Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος, φησὶν, ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Ὅρα τοὺς πιστοὺς τότε μετὰ τῆς οἰκίας τοῦτο ποιοῦντας ὁλοκλήρου. Τούτου δὲ γενομένου, εὐθέως καὶ ἕτεροι πολλοὶ πιστεύσαντες ἐβαπτίσθησαν. Τοῦτον Κρίσπον λέγει τὸν ἀρχισυνάγωγον, περὶ οὗ φησι γράφων· Οὐδένα ἄλλον ἐβάπτισα, εἰ μὴ Κρίσπον καὶ Γάϊον. Οἶμαι δὲ τοῦτον καὶ Σωσθένην λέγεσθαι, ὃς τοσοῦτον ἀνὴρ πιστὸς ἦν, ὥστε καὶ τύπτεσθαι καὶ παρεῖναι ἀεὶ τῷ Παύλῳ. Εἶπε δὲ, φησὶ, ὁ Κύριος δι' ὁράματος τῷ Παύλῳ· Μὴ φοβοῦ, ἀλλὰ λάλει. ∆ιὰ τοῦτο πολὺν χρόνον μένει ἐκεῖ· ἔπειθε μὲν γὰρ αὐτὸν καὶ τὸ πλῆθος, ἡ δὲ οἰκείωσις τοῦ Χριστοῦ πλέον. Μείζων γὰρ ὁ κίνδυνος ἐγένετο λοιπὸν καὶ τῶν πλειόνων πιστευόντων καὶ τοῦ ἀρχισυναγώγου. Μὴ φοβοῦ, φησί. Τοῦτο ἱκανὸν αὐτὸν διαναστῆσαι, ὅτι ἠλέγχθη φοβούμενος ἢ οὐκ ἠλέγχθη μὲν, ἀλλ' ὥστε μηδὲ τοῦτο παθεῖν, παραθαῤῥύνεται. Οὐ γὰρ ἀεὶ αὐτοὺς πάσχειν εἴα κακῶς, ὥστε μὴ ἀσθενεστέρους γενέσθαι. Οὐδὲν γὰρ οὕτως ἐλύπει τὸν Παῦλον, ὡς οἱ ἀπειθοῦντες, ὡς οἱ ἀντιτασσόμενοι. Τοῦτο καὶ τῶν κινδύνων αὐτῷ χαλεπώτερον ἦν. Καὶ μὴ σιωπήσῃς, φησὶ, διότι λαὸς πολὺς ἔστι μοι ἐν τῇ πόλει ταύτῃ. Τάχα διὰ τοῦτο αὐτῷ καὶ φαίνεται ὁ Χριστός. Γαλλίωνος δὲ, φησὶν, ἀνθυπατεύοντος τῆς Ἀχαΐας, κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ. Ὅρα, μετὰ τὸν ἐνιαυτὸν καὶ τοὺς ἓξ μῆνας ἐπιτίθενται, ὅτε οὐκ ἔτι ἴσχυον νόμοις χρῆσθαι ἰδίοις. Τοῦτο μάλιστα ἐπῆρε Κορινθίους, τὸ μάλιστα πεισθῆναι, ὅτι οὐδὲ καθίησιν ἑαυτὸν ὁ ἄρχων. Οὐ γὰρ ἦν ἴσον ἐξ ἀντιλογίας νικῆσαι, καὶ μαθεῖν ἐκείνους, ὅτι οὐδὲν μέλει αὐτῷ τὰ τοῦ πράγματος. Καὶ σκόπει ἐκεῖνος πῶς ἦν συνετός. Οὐ γὰρ εἶπεν εὐθέως ἀποκρινόμενος· Οὐ μέλει μοι· ἀλλὰ τί; Εἰ μὲν ἦν τι ἀδίκημα ἢ ῥᾳδιούργημα πονηρὸν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν· εἰ δὲ ζήτημά ἐστι περὶ λόγου καὶ ὀνομάτων, καὶ νόμου τοῦ καθ' ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς γὰρ ἐγὼ τούτων οὐ βούλομαι εἶναι. Ἀπετείχισεν αὐτοῖς τὸ δικαστήριον. Λαμπρὰ γέγονεν ἡ νίκη. Ἐπιλαβόμενοι δὲ Σωσθένην τὸν ἀρχισυνάγωγον, ἔτυπτον ἔμπροσθεν τοῦ βήματος, καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν. Ὢ τῆς αἰσχύνης, ἣν ᾐσχύνθησαν. Καὶ οὐδὲν τούτων, φησὶ, τῷ Γαλλίωνι ἔμελε· 60.279 καίτοι εἰς τὴν ἑαυτοῦ ὕβριν τὸ πᾶν ἦν· ἀλλ' ὡς δῆθεν ἐξουσίαν λαβόντες αὐτοὶ τύπτουσιν, ἔργον ἀκρίτου θυμοῦ διὰ τὴν αἰσχύνην ποιοῦντες. Καὶ διὰ τί μὴ ἐκεῖνος ἀντετύπτησε, καίτοι καὶ αὐτὸς ἐξουσίαν εἶχεν; Ἀλλ' ἐπαιδεύοντο φιλοσοφεῖν. Οὐκ ἀντιτύπτει δὲ, ὥστε καὶ τὸν δικαστὴν μαθεῖν, τίς ἦν ὁ ἐπιεικέστερος. Οὐ μικρὰ τοῦτο ὤνησε τοὺς παρόντας· ἐδίδαξε γὰρ ἥ τε τούτων ἐπιείκεια καὶ ἡ ἐκείνων θρασύτης, ὅτι τὰ τοιαῦτα δικαστικῆς ψήφου δεῖται. Ἀλλ' οὗτοι πάντα ἀτάκτως ποιοῦσι. Καὶ οὐκ εἶπεν, Οὐ δεῖ, ἵνα μὴ πάλιν κόπτωσιν αὐτόν· ἀλλ', Οὐ θέλω. Κριτὴς γὰρ, φησὶν, ἐγὼ τούτων εἶναι οὐ βούλομαι· οὕτως ἐπιεικὴς ἦν ὁ ἀνήρ. Τοῦτο καὶ Πιλᾶτος ἔλεγεν ἐπὶ τοῦ Χριστοῦ· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε. Ὁ μὲν κατὰ τὸν νόμον ἠξίου κρίνειν αὐτοὺς, οἱ δὲ, ὥσπερ οἱ μεθύοντες καὶ οἱ μαινόμενοι, οὕτω διέκειντο. ∆ιὰ τοῦτο ἐχωρίζετο τῶν Ἀθηνῶν, Ἐπειδὴ λαὸς ἦν ἐκεῖ πολύς. Ἐτύπτετο, καὶ οὐδὲν ἔλεγε.
γʹ. Τοῦτον καὶ ἡμεῖς μιμώμεθα· ἀντιτυπτήσωμεν τοὺς τύπτοντας τῇ ἐπιεικείᾳ, τῇ σιγῇ, τῇ μακροθυμίᾳ. Χαλεπώτερα ταῦτα τὰ τραύματα, μείζων ἡ πληγὴ καὶ φορτικωτέρα· οὐ γὰρ τὸ πλήττεσθαι τὸ σῶμα, ἀλλὰ τὸ τὴν διάνοιαν, χαλεπόν. Πολλοὺς πλήττομεν, ἀλλὰ ἐπειδὴ ἐν τάξει φιλίας, καὶ ἥδονται· ἂν δὲ τὸν τυχόντα πλήξῃς ὑβριστικῶς, ἐπειδὴ τῆς καρδίας ἥψω, σφόδρα ἐλύπησας· οὕτω μᾶλλον τὴν καρδίαν αὐτῶν πλήττομεν. Ὅτι δὲ μειζόνως ἐπιείκεια πλήττει θρασύτητος, φέρε ἀποδείξωμεν ὡς δυνατὸν τῷ λόγῳ. Ἡ μὲν γὰρ σαφὴς ἀπόδειξις διὰ τῶν ἔργων καὶ τῆς πείρας ἐστίν· εἰ δὲ δοκεῖ, καὶ τῷ λόγῳ τὴν ἐξέτασιν ποιησώμεθα, καίτοι πολλάκις ἤδη ἐποιησάμεθα. Ἐν γὰρ ταῖς ὕβρεσιν οὐδὲν οὕτως ἡμᾶς λυπεῖ, ὡς ἡ παρὰ τῶν ὁρώντων ψῆφος· οὐ γὰρ ἴσον δημοσίᾳ τε ὑβρίζεσθαι καὶ ἰδίᾳ, ἀλλ' ἐκείνας μὲν καὶ φέρομεν εὐκόλως τὰς ὕβρεις, ὅταν ἐπ' ἐρημίας, ὅταν μηδενὸς ὄντος τοῦ μαρτυροῦντος τοῦτο πάθωμεν, μηδὲ τοῦ συνειδότος. Οὕτως οὐχ ἡ τῆς ὕβρεως φύσις ἐστὶν ἡ δάκνουσα, ἀλλὰ τὸ ἐπὶ πάντων τοῦτο παθεῖν· ὡς εἴ γέ τις τιμῶν ἐπὶ πάντων, ὑβρίζοι κατ' ἰδίαν, καὶ χάριν εἰσόμεθα. Οὐκοῦν οὐκ ἐν τῇ τῆς ὕβρεως φύσει τὸ λυπηρόν ἐστιν, ἀλλ' ἐν τῇ ψήφῳ τῶν ὁρώντων, ὥστε μὴ δόξαι εὐκαταφρόνητον εἶναι. Τί οὖν, ἂν αὕτη ὑπὲρ ἡμῶν ᾖ; οὐχὶ μᾶλλον ὁ ὑβρίζων ὕβρισται, ὅταν ὑπὲρ ἡμῶν τὰς ψήφους φέρωσιν; Εἰπέ μοι, τίνος καταφρονοῦσιν οἱ παρόντες; τοῦ ὑβρίζοντος, ἢ τοῦ ὑβρισθέντος καὶ σιγῶντος; Ὁ μὲν γὰρ θυμὸς ὑποβάλλει, ὅτι τοῦ ὑβριζομένου· νῦν δὲ, ὅτε καθαροὶ τοῦ πάθους ἐσμὲν, ἴδωμεν, ἵνα μὴ τότε συναρπασθῶμεν. Τίνος οὖν καταγινώσκομεν ἅπαντες; Εὔδηλον ὅτι τοῦ ὑβρίζοντος· κἂν μὲν ἐλάττων ᾖ, καὶ μαίνεσθαι αὐτὸν φήσομεν, ἂν δὲ ὁμότιμος, ἀνοηταίνειν, ἂν δὲ μείζων, οὐδ' οὕτως ἀποδεξόμεθα. Τίς γὰρ, εἰπέ μοι, ἀποδοχῆς ἄξιος; ὁ ταραττόμενος, ὁ χειμαζόμενος, ὁ ἐκθηριούμενος, ὁ πρὸς τὴν κοινὴν φύσιν οὕτω διακείμενος, ἢ ὁ ἐν γαλήνῃ καὶ λιμένι καὶ φιλοσοφίᾳ πολλῇ; οὐχ ὁ μὲν ἀγγέλῳ προσέοικεν, ὁ δὲ οὐδὲ ἀνθρώπῳ; Ὁ μὲν γὰρ οὐδὲ τὰ οἰκεῖα δύναται βαστάσαι κακὰ, ἐκεῖνος δὲ καὶ τὰ ἀλλότρια· οὗτος οὐδὲ ἑαυτὸν ἐνεγκεῖν ἐδυνήθη, ἐκεῖνος δὲ καὶ ἕτερον· ὁ μὲν ἐν ναυαγίῳ ἐστὶν, οὗτος δὲ ἐν ἀσφαλείᾳ πλεῖ, ἐξ οὐρίων αὐτῷ τῆς νηὸς φερομένης· οὐ γὰρ εἴασε τὸ τοῦ θυμοῦ πνεῦμα τοῖς ἱστίοις ἐμπεσὸν ἀνατρέψαι τῆς διανοίας τὸ σκάφος· ἀλλὰ λεπτή τις αὔρα καὶ ἡδεῖα προσπνεύσασα, τῆς ἀνεξικακίας ἡ πνοὴ, μετὰ πολλῆς αὐτῷ τῆς ἡσυχίας ἐπὶ τὸν 60.280 τῆς φιλοσοφίας ἄγει λιμένα. Καὶ καθάπερ ἐν πλοίῳ ναυαγοῦντι οἱ ναῦται οὐκ ἴσασιν ἃ ῥίπτουσιν, ἄν τε τῶν οἰκείων ἄν τε τῶν ἀλλοτρίων λάβωσι παρακαταθήκας, ἀλλὰ πάντων ὁμοίως ἐκβολὴν ποιοῦνται τῶν ἐγκειμένων, τῶν τε τιμίων τῶν τε οὐ τοιούτων· ἐπειδὰν δὲ ὁ χειμὼν παύσηται, τότε ἀναλογιζόμενοι ὅσα ἐξέβαλον, δακρύουσι καὶ τῆς γαλήνης οὐκ αἰσθάνονται διὰ τὴν ζημίαν τῆς ἐκβολῆς· οὕτω δὴ καὶ ἐνταῦθα, ὅταν ὁ θυμὸς πνεύσῃ, καὶ ὁ χειμὼν αἴρηται, οὐκ ἴσασιν ἐν τάξει ἐκβάλλειν τὰ δέοντα· ὅταν δὲ παύσηται ὁ θυμὸς, τότε ἀναλογιζόμενοι ποῖα ἐξέβαλον, ἐννοοῦσι τὴν ζημίαν καὶ οὐκ αἰσθάνονται τῆς ἀναπαύσεως, τῶν ῥημάτων μεμνημένοι, δι' ὧν κατῄσχυναν ἑαυτοὺς καὶ τὰ μέγιστα ἐζημιώθησαν, οὐ περὶ χρήματα, ἀλλὰ περὶ δόξαν ἐπιεικείας καὶ πραότητος. Ὄντως σκότος ἐστὶν ὁ θυμός. Εἶπεν ἄφρων, φησὶν, ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Τάχα καὶ περὶ τοῦ θυμουμένου τοῦτο εἰπεῖν εὔκαιρον, ὅτι εἶπεν ὁ θυμούμενος· Οὐκ ἔστι Θεός. Κατὰ γὰρ τὸ πλῆθος, φησὶ, τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει. Ὃς γὰρ ἂν ἐπεισέλθῃ λογισμὸς εὐσεβὴς, πάντας διωθεῖται καὶ διακρούεται, πάντας ῥίπτει πλαγίους. Εἰ μὴ σὺ μᾶλλον ἀλγεῖς τοῦ ὑβρισθέντος, ὕβριζε, κἂν μηδεὶς ὁ ἐγκαλῶν· εἰ μὴ τὸ τοῦ συνειδότος δικαστήριον ἰδίᾳ σε λαβὸν μαστίζει μυρία. Ὅταν οὖν ἀκούσῃς, ὅτι ὁ ὑβριζόμενος οὐδὲν ἐξέβαλε ῥῆμα πικρὸν, οὐχὶ ταύτῃ μᾶλλον ἀλγεῖς; Εἰπέ μοι, πῶς ἄνθρωπον πρᾶον καὶ ταπεινὸν, καὶ ἐπιεικῆ μυρίαις ἔπλυνας λοιδορίαις; Ταῦτα λέγομεν συνεχῶς, οὐχ ὁρῶμεν δὲ ἐπιδεικνύμενα διὰ τῶν ἔργων. Ἄνθρωπος ὢν ἄνθρωπον ὑβρίζεις; δοῦλος ὢν τὸν ὁμόδουλον; Ἀλλὰ τί τοῦτο θαυμάζω, ὅπου γε καὶ Θεὸν ὑβρίζουσι πολλοί;
δʹ. Τοῦτο πρὸς ὑμᾶς ἔστω παραμυθία τοὺς ὑβριζομένους. Ὑβρίζεσθε; ὑβρίζεται καὶ Θεός. Ὀνειδίζεσθε; ὀνειδίζεται καὶ Θεός. ∆ιαπτύεσθε; καὶ γὰρ καὶ ὁ ∆εσπότης ὁ ἡμέτερος. Ἐν μὲν οὖν τούτοις ἡμῖν κοινωνεῖ, ἐν δὲ τοῖς ἐναντίοις οὐκ ἔτι. Οὐ γὰρ ὕβρισεν ἀδίκως ποτέ· μὴ γένοιτο· οὐδὲ ὠνείδισεν ἁπλῶς, οὐδὲ ἠδίκησεν. Ὥστε ἡμεῖς ἐσμεν οἱ κοινωνοῦντες, οὐχ ὑμεῖς. Τὸ μὲν γὰρ ὑβριζόμενον φέρειν, Θεοῦ· τὸ δὲ ὑβρίζειν ἁπλῶς, δαίμονος. Ἴδετε τὰς δύο μερίδας. ∆αιμόνιον ἔχεις, ἤκουσεν ὁ Χριστός· ἐῤῥαπίσθη ἀπὸ τοῦ δούλου τοῦ ἀρχιερέως. Οἱ ὑβρίζοντες τοίνυν ἀδίκως, μετ' ἐκείνων ἑστήκασιν· εἰκότως. Εἰ γὰρ ὁ Πέτρος καὶ Σατανᾶς ἤκουσε δι' ἓν ῥῆμα, πολλῷ μᾶλλον οὗτοι Ἰουδαῖοι ἀκούσονται, ὅταν τὰ Ἰουδαίων ποιῶσιν, ὥσπερ κἀκεῖνοι διαβόλου τέκνα, ἐπειδὴ τὰ τοῦ διαβόλου εἰργάζοντο. Ὑβρίζεις, τίς ὢν, εἰπέ μοι; Μᾶλλον δὲ διὰ τοῦτο ὑβρίζεις, ἐπειδὴ οὐδὲν εἶ· οὐδεὶς γὰρ ἄνθρωπος ὢν ὑβρίζει. Ὥστε ὃ λέγεται ἐν ταῖς μάχαις, Σὺ τίς εἶ; ἐξ ἐναντίας ἔδει λέγεσθαι· οἷον, Ὕβριζε, λέγειν ἐχρῆν· οὐδὲν γὰρ εἶ· νῦν δὲ λεγόντων ἡμῶν, Ὡς τίς ὑβρίζεις; Ὡς βελτίων σου, διὰ πάντων ἀκούειν ἔστι. Καὶ μὴν τὸ ἐναντίον ἔδει λέγειν· ἀλλ' ἐπειδὴ ἡμεῖς κακῶς ἐρωτῶμεν, διὰ τοῦτο κἀκεῖνοι κακῶς ἀποκρίνονται· ὥστε ἡμεῖς αἴτιοι. Ὡς μεγάλων γὰρ ἀνδρῶν ὄντων τῶν ὑβριζόντων, οὕτω λέγομεν· Ὡς τίς ὑβρίζεις; ∆ιὰ τοῦτο κἀκεῖνοι οὕτως ἀποκρίνονται. Τοὐναντίον δὲ ἐχρῆν λέγειν· Ὑβρίζεις; ὕβριζε· οὐδεὶς γὰρ εἶ. Πρὸς δὲ τοὺς οὐχ ὑβρίζοντας τοῦτο μᾶλλον ἔδει λέγεσθαι· Ὡς τίς οὐχ ὑβρίζεις; ὑπερέβης τὴν ἀνθρωπίνην φύσιν. Τοῦτο εὐγένεια, τοῦτο ἐλευθερία, μηδὲν ἀνελεύθερον φθέγγεσθαι, κἂν ἄξιος ᾖ τις ἀκούειν. Εἰπὲ δή μοι, πόσοι οὐχὶ ἄξιοί εἰσιν ἀναιρεῖσθαι; Ἀλλ' ὅμως οὐ 60.281 ποιεῖ τοῦτο δι' ἑαυτοῦ ὁ δικαστὴς, ἀλλ' ἐρωτᾷ· καὶ οὐδὲ τοῦτο δι' ἑαυτοῦ. Εἰ δὲ διαλέγεσθαι ἀνθρώπῳ πονηρῷ οὐκ ἀνεκτὸν δικάζοντα, ἀλλὰ μέσῳ τινὶ κέχρηται, πολλῷ μᾶλλον ἡμᾶς τοὺς ὁμοτίμους ὑβρίζειν οὐ χρή· οὐ γὰρ οὕτω τῷ ὑβρίσαι πλεονεκτήσομεν αὐτῶν, ὡς τῷ διδαχθῆναι, ὅτι ὑβρίσαμεν ἑαυτούς. Τοὺς μὲν οὖν πονηροὺς διὰ τοῦτο οὔτε ὑβρίζειν χρὴ, τοὺς δὲ ἀγαθοὺς καὶ δι' ἕτερον, ὅτι οὐκ ἄξιοι· καὶ τρίτον, ὅτι ὑβριστὴν εἶναι οὐ χρή. Νῦν δὲ, ὅρα ὅσα γίνεται· ὑβρίζεται καὶ ἐπηρεάζεται ἄνθρωπος, καὶ ὁ ἐπηρεάζων ἄνθρωπος, καὶ οἱ θεωροῦντες ἄνθρωποι. Τί οὖν; τὰ θηρία δεῖ εἰς μέσον ἐλθεῖν καὶ διαλῦσαι; τοῦτο γὰρ λείπεται. Ὅταν γὰρ οἱ τερπόμενοι τῇ ἀδικίᾳ ἄνθρωποι ὦσι, τοῖς θηρίοις ἡ καταλλαγὴ λείπεται· ὥσπερ οὖν δεσποτῶν μαχομένων ἐν οἰκίᾳ, λείπεται τοὺς οἰκέτας καταλλάττειν (τοῦτο γὰρ ἡ τοῦ πράγματος φύσις ἀπαιτεῖ, εἰ καὶ ταύτῃ τάχα μὴ γίνεται)· οὕτω καὶ ἐνταῦθα. Ὑβρίζεις; εἰκότως· οὐδὲ γὰρ ἄνθρωπος εἶ. ∆ιὰ τοῦτο ἔδοξε μέγα τι εἶναι ἡ ὕβρις, καὶ ἔδοξε τοῖς μεγάλοις προσήκειν· τὸ δὲ ἀνδραπόδοις μᾶλλον προσήκει, ὥσπερ τὸ εὐφημεῖν ἐλευθέροις ἐμπρέπει. Ὥσπερ γὰρ τὸ κακῶς ποιεῖν ἐκείνων, οὕτω τὸ κακῶς πάσχειν τούτων. Οἷόν ἐστι κλέπτρια δούλη τὰ τοῦ δεσπότου λαθραίως ὑφαιροῦσα, τοιοῦτόν τί ἐστι καὶ ἡ ὕβρις· καὶ ὡς ἂν εἴποι τις, καθά 60.282 περ ὁ κλέπτης σπουδῇ εἰσιὼν πανταχοῦ περιβλέπεται ὑφελέσθαι τι σπουδάζων· οὕτω καὶ οὗτος πάντα περισκοπεῖ. ἐκβάλλειν τι θέλων. Τάχα ἑτέρῳ τινι παραδείγματι αὐτὸν διαγράψωμεν. Ὥσπερ γὰρ εἴ τις σκεύη ἀκάθαρτα κλέπτων ἐξ οἰκίας, καὶ ἐξάγων πάντων ἔμπροσθεν, οὐχὶ τὰ ὑφαιρεθέντα ᾔσχυνε τοσοῦτον, ὅσον αὐτὸς ἑαυτὸν, ταῦτα ὑφελόμενος καὶ ἐξάγων· οὕτω δὴ καὶ οὗτος, ἐκβαλὼν ἔμπροσθεν πάντων ἀκάθαρτα ῥήματα, οὐχὶ ἑτέρους ᾔσχυνεν, ἀλλ' ἑαυτὸν διὰ τῶν ῥημάτων, προαγαγὼν τοιαῦτα καὶ καταῤῥυπάνας αὐτοῦ καὶ τὴν γλῶτταν καὶ τὴν διάνοιαν. Ταυτὸν γὰρ γίνεται, ὅταν πρὸς τοὺς πονηροὺς μαχώμεθα, ὥσπερ ἂν εἴ τις ἄνθρωπος τὸν ἐν σηπεδόνι ὄντα ὑπὲρ τοῦ πλῆξαι μολύνῃ ἑαυτὸν, καθεὶς αὐτοῦ τὰς χεῖρας εἰς τὸν βόρβορον. Ταῦτα δὴ, παρακαλῶ, πάντα ἀναλογιζόμενοι, φεύγωμεν τὴν ἐντεῦθεν βλάβην, καὶ εὔφημον ἔχωμεν γλῶτταν, ἵνα καθαρεύοντες πάσης ὕβρεως, δυνηθῶμεν μετὰ ἀκριβείας τὸν παρόντα βίον διανύσαι, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Μʹ
Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος τὴν κεφαλὴν ἐν Κεγχρεαῖς· εἶχε γὰρ εὐχήν.
αʹ. Ὅρα πῶς ὁ νόμος καταλέλυται, ὅρα πῶς τῷ συνειδότι κατείχοντο. Τοῦτο Ἰουδαϊκὸν ἦν τὸ κείρασθαι τὰς κεφαλὰς κατ' εὐχήν. Πλὴν ἔδει καὶ θυσίαν γενέσθαι, ἥτις οὐκ ἐγένετο μετὰ τὸ τυπτηθῆναι τὸν Σωσθένην. Ἔδει ἀπελθεῖν αὐτόν. ∆ιὸ καὶ ἐπείγεται. Καὶ παρακαλούμενος μεῖναι παρ' αὐτοῖς ἐν Ἐφέσῳ, οὐκ ἀνέχεται. Τίνος οὖν ἕνεκεν πάλιν τὴν Ἀντιόχειαν καταλαμβάνει; Ἀναβὰς γὰρ, φησὶ, καὶ ἀσπασάμενος τὴν Ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν. Ἐπιθυμίαν εἶχε τῆς πόλεως, παθών τι ἀνθρώπινον πρὸς αὐτήν· ἐνταῦθα γὰρ ἐχρηματίσθησαν οἱ μαθηταὶ καλεῖσθαι Χριστιανοὶ, ἐνταῦθα παρεδόθη τῇ χάριτι τοῦ Θεοῦ, ἐνταῦθα ἤνυσε πράγματα τὰ κατὰ τὸ δόγμα. Καὶ ὁ μὲν εἰς Συρίαν ἐξέπλει· τούτους δὲ ἀφῆκεν εἰς Ἔφεσον, εἰκότως, ὡς διδάξοντας. Τοσοῦτον αὐτῷ συγγενόμενοι χρόνον, πολλὰ ἔμαθον· καὶ ὅμως τῆς συνηθείας αὐτοὺς οὐκ ἀπήγαγεν οὐδέπω τῆς Ἰουδαϊκῆς. Ἰδοὺ καὶ γυνὴ τὸ ἴσον ἀνδράσι ποιοῦσα καὶ διδάσκουσα. ∆ιὰ τοῦτο ἐκωλύετο εἰς τὴν Ἀσίαν ἐλθεῖν, πρὸς τὰ κατεπείγοντα, οἶμαι, ἐλαυνόμενος. Ὅρα γοῦν ἐνταῦθα καὶ παρακαλούμενον αὐτὸν μεῖναι, καὶ οὐκ ἀνεχόμενον, ἐπειδὴ ἠπείγετο ἀπελθεῖν. Οὐ μὴν ἁπλῶς αὐτοὺς εἴασεν, ἀλλὰ μετὰ ὑποσχέσεως· καὶ ὅπως, ἄκουε· Κατήντησε δὲ, φησὶν, εἰς Ἔφεσον, καὶ ἐκείνους κατέλιπεν αὐτοῦ· αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν, διελέχθη τοῖς Ἰουδαίοις. Ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι παρ' αὐτοῖς, οὐκ ἐπένευσεν, ἀλλ' ἀπετάξατο αὐτοῖς, εἰπών· ∆εῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα· πάλιν δὲ ἀνακάμψω πρὸς ὑμᾶς τοῦ Θεοῦ θέλοντος. Καὶ ἀνήχθη ἀπὸ τῆς Ἐφέσου, καὶ κατελ θὼν εἰς Καισάρειαν, ἀναβὰς, καὶ ἀσπασάμενος τὴν Ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν· καὶ ποιήσας χρόνον τινὰ, ἐξῆλθε διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς. Καὶ ὅρα, ἐκείνους τοὺς τόπους κατελάμβανεν, οἷς ἐπέβη πρὸ τούτου. Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς Γραφαῖς. Ἰδοὺ καὶ λόγιοι ἠπείγοντο κηρύττειν, καὶ ἀποδημοῦσι λοιπὸν οἱ μαθηταί. Ὁρᾷς ἐπίδοσιν τοῦ κηρύγματος; Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ Πνεύματι ἐλάλει, καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου. Οὗτός τε ἤρξατο παῤῥησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα, προσελάβοντο αὐτὸν, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν τοῦ Θεοῦ ὁδόν. Εἰ τὸ βάπτισμα Ἰωάννου μόνον ἠπίστατο οὗτος, πῶς τῷ Πνεύματι ἔζει; τὸ γὰρ Πνεῦμα οὐχ οὕτως ἐδίδοτο. Εἰ δὲ καὶ οἱ μετὰ τοῦτον ἐδεήθησαν τοῦ βαπτίσματος τοῦ Χριστοῦ· πολλῷ μᾶλλον οὗτος ἐδεήθη ἄν. Τί οὖν ἔστιν εἰπεῖν; οὐδὲ γὰρ ἁπλῶς ἐφεξῆς ἔθηκεν ἀμφότερα ὁ συγγραφεύς. Ἐμοὶ δοκεῖ εἷς οὗτος εἶναι τῶν ἑκατὸν εἴκοσι τῶν μετὰ τῶν ἀποστόλων βαπτισθέντων· ἢ εἰ μὴ τοῦτο, ὅπερ ἐπὶ τοῦ Κορνηλίου γέγονε, γεγένηται καὶ ἐπὶ τούτου. Ἀλλ' οὐ βαπτίζεται, ἀλλ' ὅτε ἀκριβέστερον αὐτῷ ἐξέθεντο. Τοῦτο δὲ εἶναί μοι ἀληθὲς φαίνεται, ὅτι καὶ βαπτισθῆναι αὐτὸν ἔδει· ἐπεὶ οἱ δώδεκα οἱ ἄλλοι οὐδὲν ᾔδεσαν ἀκριβὲς, οὐδὲ τὰ περὶ τοῦ Ἰησοῦ. Εἰκὸς δὲ αὐτὸν καὶ βαπτισθῆναι. Πλὴν εἰ καὶ αὐτοὶ οἱ Ἰωάννου μετὰ τὸ βάπτισμα πάλιν ἐβαπτίζοντο, ἔδει καὶ τοὺς μαθητὰς τοῦτο ποιῆσαι. Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν 60.283 τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν. Ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος. Εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς διὰ τῶν Γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν. Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη, ἐλθεῖν εἰς Ἔφεσον. Καὶ εὑρών τινας μαθητὰς, εἶπε πρὸς αὐτούς· Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Οἱ δὲ εἶπαν πρὸς αὐτόν· Ἀλλ' οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν, ἠκούσαμεν. Εἶπέ τε πρὸς αὐτούς· Εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον· Εἰς τὸ Ἰωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων, εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν ἵνα πιστεύσωσι· τουτέστιν, εἰς τὸν Χριστὸν Ἰησοῦν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτούς· ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. Πολλῷ οὗτοι ἐκείνου διεστήκασιν, οἱ μηδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν εἰδότες. Οὗτοι οὖν, οἳ καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Κυρίου, καὶ προπέμπουσι, καὶ γράμματα ἐπιδιδόασιν. Ἐβούλετο μὲν οὖν καὶ αὐτὸς ἀπελθεῖν εἰς Ἀχαΐαν· πρὸ δὲ τοῦ προτρέψαι, καὶ γράμματα δοῦναι αὐτῷ τοὺς ἀδελφοὺς, οὐκ ἀναχωρεῖ. Ὃς παραγενόμενος συνεβάλετο, φησὶ, τοῖς πεπιστευκόσιν· εὐτόνως γὰρ διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνύων διὰ τῶν Γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν. Ἐντεῦθεν πῶς ἦν δυνατὸς ἐν ταῖς Γραφαῖς Ἀπολλὼς δείκνυσι. Τοὺς μὲν γὰρ Ἰουδαίους σφόδρα ἐπεστόμιζε (τοῦτο γάρ ἐστι τὸ, ∆ιακατηλέγχετο), τοὺς δὲ πιστεύοντας θαῤῥεῖν μᾶλλον ἐποίει, καὶ ἵστασθαι πρὸς τὴν πίστιν. Ἐγένετο δὲ, φησὶ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον. Ταῦτα δὴ τὰ κατὰ Καισάρειαν καὶ τὰ λοιπά. Καὶ εὑρών τινας μαθητὰς, εἶπε πρὸς αὐτούς· Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Ὅτι οὐδὲ εἰς Χριστὸν ἐπίστευον οὗτοι, δῆλον ἐκ τοῦ εἰπεῖν· Εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν, ἵνα πιστεύσωσι. Καὶ οὐκ εἶπεν, Οὐδέν ἐστι τὸ βάπτισμα Ἰωάννου· ἀλλ' ὅτι ἀτελές. Καὶ οὐδὲ τοῦτο προσέθηκεν ἁπλῶς, ἀλλ' ἵνα διδάξῃ καὶ πείσῃ αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ βαπτισθῆναι· ὃ καὶ ποιοῦσι, καὶ τὸ Πνεῦμα λαμβάνουσι τῇ ἐπιθέσει τῶν χειρῶν Παύλου. Ἐπιθέντος γὰρ, φησὶν, αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτούς. Ὥστε οἷς ἐπετίθει τὰς χεῖρας, τὸ Πνεῦμα ἐλάμβανον. Εἰκὸς τοίνυν ἦν Πνεῦμα μὲν αὐτοὺς ἔχειν, μὴ φαίνεσθαι δέ· ἀλλ' ἐκ τῆς ἐνεργείας καὶ ἀφ' ὧν γλώσσαις ἐλάλουν, τοῦτο ἐνέφαινον.
βʹ. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ ἀνεγνωσμένα. Ὁ δὲ Παῦλος ἐξέπλει εἰς τὴν Συρίαν, φησὶ, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, οὓς καὶ καταντήσας εἰς Ἔφεσον κατέλιπεν αὐτοῦ. Ἢ ὅτι οὐκ ἐβούλετο περιάγειν αὐτοὺς, καὶ διὰ τοῦτο κατέλιπεν· ἢ μᾶλλον ἵνα διδάσκαλοι μένωσι τοῖς ἐν Ἐφέσῳ. Αὐτοὶ δὲ μετὰ ταῦτα τὴν Κόρινθον ᾤκησαν, οἷς καὶ μεγάλα μαρτυρεῖ, καὶ Ῥωμαίοις ἐπιστέλλων προσαγορεύει αὐτούς. Ὅθεν μοι δοκεῖ μετὰ ταῦτα αὐτοὺς εἰς Ῥώμην ἀπελθεῖν, ἅτε ἐμφιλοχωροῦντας τοῖς τόποις ἐκείνοις, ὅθεν ἐξέπεσον ἐπὶ Νέρωνος. Καὶ καταβὰς, φησὶν, εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν Ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν, καὶ ποιήσας χρόνον τινὰ, ἐξῆλθε, διερ 60.284 χόμενος τὴν Γαλατικὴν καθεξῆς χώραν καὶ Φρυγίαν. Ἐμοὶ δοκοῦσι καὶ οἱ πιστοὶ ἔτι ἐκεῖ συνάγεσθαι· οὐ γὰρ εὐθέως αὐτοὺς ἀπέσπων. Ὅρα δὲ πῶς αὐτοὺς ἐπείγεται. Καὶ ταύτας τὰς χώρας πάλιν διέρχεται, ὥστε τῇ παρουσίᾳ βεβαιῶσαι τοὺς μαθητάς. Ἰουδαῖος δέ τις, φησὶν, Ἀπολλὼς ὀνόματι, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς Γραφαῖς. ∆ιεγηγερμένος ἦν ὁ ἄνθρωπος· διὸ καὶ ἀποδημίας στέλλεται ὑπὲρ τούτου αὐτοῦ. Ὃς παραγενόμενος, φησὶν, εἰς Ἀχαΐαν, εὐτόνως διακατηλέγχετο τοῖς Ἰουδαίοις δημοσίᾳ. Περὶ τούτου γράφων ἔλεγε· Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ. Τῷ μὲν οὖν δημοσίᾳ ἐλέγχειν, ἡ παῤῥησία ἐδείκνυτο· τῷ δὲ εὐτόνως, ἡ δύναμις ἐδηλοῦτο· τῷ δὲ ἐκ τῶν θείων Γραφῶν ἐπιδεικνύειν, ἡ ἐμπειρία. Οὔτε γὰρ ἡ παῤῥησία τι συντελεῖ καθ' ἑαυτὴν, οὐκ οὔσης δυνάμεως, οὔτε ἡ δύναμις, οὐκ οὔσης παῤῥησίας. Ἄρα οὐκ εἰκῆ Ἀκύλαν κατέλιπεν εἰς Ἔφεσον, ἀλλὰδιὰ τὸν Ἀπολλὼ τάχα τὸ Πνεῦμα τοῦτο ᾠκονόμησεν, ὥστε ἰσχυρότερον ἐπιβῆναι τῇ Κορίνθῳ. Καὶ τί δήποτε τούτῳ μὲν οὐδὲν ἐποίησαν, Παύλῳ δὲ ἐπιτίθενται; Ἤδεσαν, ὅτι ἐκεῖνος ὁ κορυφαῖος ἦν· ἢ καὶ ὅτι πολὺ τὸ ὄνομα τοῦ ἀνδρὸς ἦν· Προλαβόμενοι δὲ, φησὶν, αὐτὸν Ἀκύλας καὶ Πρίσκιλλα, ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν τοῦ Θεοῦ ὁδόν. Ὅρα πῶς πάντα πίστει ἐγίνετο, καὶ οὐδαμοῦ φθόνος, οὐδαμοῦ βασκανία· Ἀκύλας διδάσκει, μᾶλλον δὲ καὶ οὗτος διδάσκεται. Καὶ γὰρ χρόνον αὐτῷ συγγενόμενοι οὕτως ἐδιδάχθησαν, ὡς καὶ ἄλλους ἱκανοὺς εἶναι διδάσκειν. Βουλομένου δὲ αὐτοῦ διελθεῖν, φησὶν, εἰς τὴν Ἀχαΐαν, ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν. Τίνος ἕνεκεν γράμματα πέμπουσιν, ἑρμηνεύει· Ἵνα, φησὶν, αὐτὸν ἀποδέξωνται. Καὶ πόθεν δῆλον ἐκείνους ἐν Ἐφέσῳ ὄντας τὸ βάπτισμα ἔχειν Ἰωάννου; Ὅτι ἐρωτώμενοι, Εἰς τί ἐβαπτίσθητε; Εἰς τὸ Ἰωάννου, λέγουσι, βάπτισμα. Ἴσως ἐπεδήμησαντοῖς Ἱεροσολύμοις τότε, καὶ ἀπῆλθον, καὶ ἐβαπτίσαντο· ἀλλὰ καὶ βαπτισθέντες, τὸν Ἰησοῦν οὐκ ἠπίσταντο. Καὶ οὐ λέγει αὐτοῖς· Πιστεύετε εἰς τὸν Ἰησοῦν; ἀλλὰ τί; Εἰ Πνεῦμα ἅγιον ἐλάβετε; ᾔδει γὰρ, ὅτι οὐκ εἶχον. Καὶ βούλεται αὐτοὺς εἰπεῖν, ἵνα μαθόντες ὧν ἀπεστέρηνται, αἰτήσωσι. Καὶ ἐπιθέντος αὐτοῖς, φησὶ, τὰς χεῖρας τοῦ Παύλου, ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτοὺς, καὶ ἐλάλουν γλώσσαις, καὶ προεφήτευον. Ἀπ' αὐτοῦ τοῦ βαπτίσματος προφητεύουσι. Τοῦτο δὲ τὸ Ἰωάννου βάπτισμα οὐκ εἶχε· διὸ καὶ ἀτελὲς ἦν. Ἵνα δὲ τῶν τοιούτων ἀξιωθῶσι, προπαρεσκεύαζε μᾶλλον αὐτούς. Ὥστε τοῦτο ἐβούλετο Ἰωάννης βαπτίζων, πιστεῦσαι εἰς τὸν ἐρχόμενον μετ' αὐτόν. Ἐντεῦθεν δείκνυται δόγμα μέγα, ὅτι τελείως καθαίρονται τῶν ἁμαρτημάτων οἱ βαπτιζόμενοι. Εἰ μὴ γὰρ ἐκαθαίροντο, οὐκ ἂν τὸ Πνεῦμα ἐδέχοντο οὗτοι, οὐκ ἂν χαρισμάτων εὐθὺς ἠξιοῦντο. Καὶ ὅρα, ὅτι διπλοῦν τὸ χάρισμα ἦν, καὶ γλῶσσαι καὶ προφητεῖαι. Καλῶς δὲ εἶπε βάπτισμα μετανοίας τὸ Ἰωάννου, καὶ οὐκ ἀφέσεως, ἀνάγων αὐτοὺς καὶ πείθων, ὅτι τούτου ἔρημον ἦν ἐκεῖνο· τοῦ γὰρ ὕστερον δοθέντος ἔργον ἡ ἄφεσις γέγονε. Καὶ πῶς οἱ λαβόντες τὸ Πνεῦμα οὐκ ἐδίδασκον, ἀλλ' Ἀπολλὼς μήπω τὸ Πνεῦμα λαβών; Ὅτι οὐκ ἦσαν οὕτω ζέοντες, οὐδὲ κατηχημένοι· ἐκεῖνος δὲ καὶ κατηχημένος ἦν, καὶ σφόδρα
ζέων. Ἐμοὶ δὲ δοκεῖ, ὅτι καὶ πολλὴ ἦν ἡ παῤῥησία τοῦ ἀνδρός. Ἀλλ' εἰ καὶ ἀκριβῶς ἐλάλει τὰ περὶ τοῦ Ἰησοῦ, ὅμως ἐδεῖτο ἔτι ἀκριβεστέρας διδασκαλίας. Οὕτω καίτοι οὐκ εἰδὼς πάντα, ἀπὸ τῆς προθυμίας ἐπεσπάσατο τὸ Πνεῦμα τὸ ἅγιον, καθάπερ οἱ περὶ Κορνήλιον. Τάχα πολλοὶ ποθοῦσιν, εἰ καὶ νῦν ἦν, τὸ τοῦ Ἰωάννου βάπτισμα. Ἀλλὰ πολλοὶ ἂν ἠμέλησαν βίου ἐναρέτου, ἢ καὶ ἐνομίσθη ἂν ἕκαστος διὰ τοῦτο, καὶ οὐ διὰ βασιλείαν οὐρανῶν, ἐφίεσθαι τῆς ἀρετῆς. Ἄλλως δὲ πολλοὶ ἂν ἐγένοντο ψευδοπροφῆται, καὶ οὐκ ἂν λοιπὸν οἱ δόκιμοι σφόδρα ἐφάνησαν, οὐδ' ἂν ἐμακαρίσθησαν οἱ τὴν πίστιν ἁπλῶς παραδεξάμενοι. Ὥσπερ οὖν Οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες μακάριοι, οὕτως οἱ χωρὶς σημείων πιστεύοντες. Εἰπὲ δή μοι, οὐκ ὀνειδίζων Ἰουδαίοις ἔλεγεν ὁ Χριστός· Ἐὰν μὴ σημεῖα ἴδητε, οὐ μὴ πιστεύσητε; Οὐκοῦν οὐδὲν παρεβλάβημεν, εἰ θέλοιμεν προσέχειν ἑαυτοῖς. Τὸ κεφάλαιον ἔχομεν τῶν ἀγαθῶν διὰ τοῦ βαπτίσματος· ἄφεσιν ἁμαρτημάτων ἐλάβομεν, ἁγιασμὸν, Πνεύματος μετάληψιν, υἱοθεσίαν, ζωὴν αἰώνιον. Τί βούλεσθε πλέον; σημεῖα; Ἀλλὰ καταργεῖται. Πίστιν ἔχεις, ἐλπίδα, ἀγάπην, τὰ μένοντα· ταῦτα ζήτει, ταῦτα σημείων μείζω. Οὐδὲν ἀγάπης ἴσον· Μείζων πάντων ἡ ἀγάπη, φησί. Νῦν δὲ ἡ ἀγάπη κινδυνεύει· ὄνομα γὰρ αὐτῆς ὑπολέλειπται μόνον, τὸ δὲ ἔργον οὐδαμοῦ, ἀλλὰ διῃρήμεθα ἀπ' ἀλλήλων.
γʹ. Τί οὖν ἄν τις ἐργάσαιτο ὥστε συνάψαι; τὸ μὲν γὰρ ἐγκαλέσαι εὔκολον, ἀλλὰ τοῦτο ἥμισύ ἐστιν. Οὐκοῦν δεικνύναι δεῖ πῶς ἂν ἐργασθείη φιλία· τοῦτο γάρ ἐστι τὸ σπουδαζόμενον, πῶς τὰ μέλη τὰ διεσπασμένα συναγάγωμεν. Οὐ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον ἁπλῶς, εἰ μίαν Ἐκκλησίαν ἔχομεν, ἢ ἓν δόγμα· ἀλλὰ τὸ δεινὸν τοῦτό ἐστιν, ὅτι ἐν τοῖς ἄλλοις κοινωνοῦντες ἀλλήλοις, ἐν τοῖς ἀναγκαίοις οὐ κοινωνοῦμεν, καὶ μετὰ πάντων εἰρηνεύοντες, ἐν ἀλλήλοις στασιάζομεν. Μὴ γὰρ, εἰ μὴ μάχας καθ' ἑκάστην ποιοῦμεν, σκόπει, ἀλλ' ὅτι οὐδὲ ἀγάπην γνησίαν ἔχομεν καὶ ἀκλινῆ. Ἐπιδέσμων χρεία καὶ ἐλαίου. Ἐννοήσωμεν, ὅτι γνώρισμά ἐστιν ἡ ἀγάπη τῶν μαθητῶν τοῦ Χριστοῦ, ὅτι ταύτης χωρὶς οὐδὲν ἰσχύει τὰ ἄλλα· ὅτι ἄπονόν ἐστι πρᾶγμα, ἐὰν θέλωμεν. Ναὶ, φησὶν, οἴδαμεν ταῦτα, ἀλλὰ πῶς, ἵνα κατορθωθῇ; Τί, ἵνα γένηται; πῶς, ἵνα φιλῶμεν ἀλλήλους; Πρότερον τὰ ἀναιρετικὰ τῆς ἀγάπης ἐξέλωμεν, καὶ τότε στήσομεν ταύτην. Μηδεὶς ἔστω μνησίκακος, μηδεὶς ἔστω βάσκανος, μηδεὶς χαιρέκακος· ταῦτά ἐστι τὰ κωλυτικά· τὰ δὲ ποιητικὰ ἕτερα. Οὐκ ἀρκεῖ τὰ κωλύοντα ἀνελεῖν, ἀλλὰ καὶ τὰ ἱστῶντα χρὴ ὑποδεικνύναι. Ὁ μὲν οὖν Σιρὰχ λέγει τὰ ἀναιρετικὰ, καὶ οὐκ ἔτι τὰ συνάπτοντα, ὀνειδισμὸν φάσκων καὶ μυστηρίου ἀποκάλυψιν καὶ πληγὴν δολίαν. Ἀλλ' ἐπ' ἐκείνων μὲν εἰκότως ταῦτα, ἅτε σαρκικῶν ὄντων· ἐφ' ἡμῶν δὲ μὴ γένοιτο· οὐκ ἀπὸ τούτων ὑμᾶς ἐνάγομεν, ἀλλ' ἀπὸ τῶν ἄλλων. Οὐδὲν ἡμῖν ἐστι χρηστὸν φιλίας χωρίς. Ἔστω μυρία ἀγαθὰ, ἀλλὰ τί τὸ ὄφελος; ἔστω πλοῦτος, ἔστω τρυφὴ φίλων χωρὶς, ἀλλὰ τί τὸ κέρδος; Οὐδὲν κτῆμα τούτου κάλλιον καὶ ἐν τοῖς βιωτικοῖς πράγμασιν, ὥσπερ οὖν τῶν ἐχθραινόντων οὐδὲν χαλεπώτερον. Ἀγάπη καλύπτει πλῆθος ἁμαρτημάτων· ἡ δὲ ἔχθρα καὶ τὰ οὐκ ὄντα ὑποπτεύει. Οὐκ ἀρκεῖ μὴ εἶναι ἐχθρὸν, ἀλλὰ δεῖ καὶ φιλεῖν. Ἐννόησον, ὅτι ὁ Χριστὸς ἐκέλευσε, καὶ ἀρκεῖ τοῦτο. Καὶ θλῖψις ποιεῖ φιλίας, καὶ συνάγει. Τί οὖν, φησὶ, νῦν, ὅτε θλῖψις οὐκ ἔστιν; εἰπὲ, πῶς, ἵνα γενώμεθα φίλοι; Οὐκ ἔχετε φίλους ἄλλους, εἰπέ μοι; πῶς αὐτῶν ἐστε φίλοι; πῶς διαμένετε; Τέως μηδεὶς μηδένα ἐχθρὸν ἐχέτω· οὐκ ἔστι τοῦτο μικρόν· μηδεὶς φθονείτω· οὐκ ἔνι τὸν μὴ φθονοῦντα κατηγορεῖν. Μίαν οἰκοῦμεν οἰκουμένην ἅπαντες, τοῖς αὐτοῖς τρεφόμεθα καρποῖς. Ἀλλὰ ταῦτα μικρά· τοῖς αὐτοῖς μυστηρίοις, τῆς αὐτῆς πνευματικῆς τροφῆς ἀπολαύομεν. Ταῦτα δήπου ἐστὶ δικαιώματα τοῦ φιλεῖν. Πῶς οὖν θερμῶς διακεισόμεθα, φησί; Τί ποιεῖ σωμάτων ἔρωτα; Λαμπρότης σώματος. Οὐκοῦν καὶ τὰς ψυχὰς καλὰς ἐργασώμεθα, καὶ ἐσόμεθα ἀλλήλοις ἐπέραστοι· οὐ γὰρ δὴ φιλεῖν δεῖ μόνον, ἀλλὰ καὶ φιλεῖσθαι. Πρῶτον τοῦτο κατορθώσωμεν, ὥστε φιλεῖσθαι, καὶ ἐκεῖνο εὔκολον ἔσται. Πῶς οὖν ἔσται ἵνα φιλώμεθα; Γενώμεθα καλοὶ, καὶ τοῦτο ἐργαζώμεθα, ὥστε ἐραστὰς ἔχειν ἀεί. Μηδεὶς σπουδαζέτω μὴ χρήματα κτᾶσθαι, μὴ ἀνδράποδα, μὴ οἰκίας, ὡς τὸ φιλεῖσθαι, ὡς ὄνομα χρηστὸν ἔχειν. Κρεῖττον ὄνομα, ἢ πλοῦτος πολύς. Τὸ μὲν γὰρ μένει, ὁ δὲ ἀπόλλυται· καὶ τὸ μὲν δυνατὸν κτήσασθαι, ἐκεῖνο δὲ ἀδύνατον. Ὁ μὲν γὰρ πονηρὰν δόξαν λαβὼν, δυσκόλως αὐτὴν ἀποθήσεται· ὁ δὲ πένης ταχέως ἀπὸ τοῦ ὀνόματος ἔσται πλούσιος. Ἔστω τις μυρία τάλαντα ἔχων, ὁ δὲ φίλους ἑκατόν· οὗτος ἐκείνου εὐπορώτερος. Μὴ τοίνυν ἁπλῶς τοῦτο ποιῶμεν, ἀλλ' ἐργαζώμεθα ὡς εὐπορίαν τινά. Καὶ πῶς δυνάμεθα, φησί; Λάρυγξ γλυκὺς πληθύνει φίλους αὐτοῦ, καὶ γλῶσσα εὐχάριστος. Στόμα εὔφημον κτησώμεθα, καὶ τρόπους καθαρούς. Οὐκ ἔνι λαθεῖν τὸν οὕτω διακείμενον.
δʹ. Ὅρα πόσα οἱ ἔξωθεν ἐπενόησαν φιλικὰ, συντεκνίαν, γειτονίαν, συγγενείας. Ἀλλὰ τούτων πάντων τὰ παρ' ἡμῖν μείζονα· ἡ τράπεζα αὕτη αἰδεσιμωτέρα. Πολλοὶ δὲ τῶν προσιόντων οὐδὲ ἴσμεν ἀλλήλους. Τὸ πλῆθος τοῦτο ποιεῖ, φησίν. Οὐδαμῶς, ἀλλ' ἡ ἡμετέρα νωθεία. Τρισχίλιοι ἦσαν καὶ πεντακισχίλιοι, καὶ πάντες εἶχον ψυχὴν μίαν· νῦν δὲ ἕκαστος τὸν ἀδελφὸν ἀγνοεῖ, καὶ οὐκ αἰσχύνεται τὸ πλῆθος αἰτιώμενος. Ὁ μέντοι πολλοὺς φίλους ἔχων, ἀνάλωτος ἅπασίν ἐστι, τυράννου παντὸς οὗτος ἰσχυρότερος. Οὐχ οὕτως ἐκεῖνον οἱ δορυφόροι φυλάττουσιν, ὡς τοῦτον οἱ φίλοι· καὶ λαμπρότερος οὗτος ἐκείνου. Ὁ μὲν γὰρ παρὰ τῶν αὐτοῦ δούλων φυλάττεται, ὁ δὲ παρὰ τῶν ὁμοτίμων· καὶ ὁ μὲν παρὰ ἀκόντων καὶ δεδοικότων, οὗτος δὲ παρὰ ἑκόντων, καὶ οὐ δεδοικότων· καὶ ἔστιν ἰδεῖν πρᾶγμα θαυμαστὸν, ἐν πολλοῖς ἕνα, καὶ ἐν ἑνὶ πολλούς. Καὶ καθάπερ ἐπὶ κιθάρας διάφοροι μὲν οἱ φθόγγοι, μία δὲ ἡ συμφωνία, εἷς δὲ ὁ μουσικὸς ὁ τὴν κιθάραν μεταχειρίζων· οὕτως ἐνταῦθα, κιθάρα μὲν ἔστιν αὐτὴ ἡ ἀγάπη, φθόγγοι δὲ ἠχοῦντες τὰ δι' ἀγάπης προφερόμενα ῥήματα φιλικὰ, μίαν καὶ τὴν αὐτὴν ἅπαντες ἀφιέντες ἁρμονίαν καὶ συμφωνίαν· ὁ δὲ μουσικὸς ἡ τῆς ἀγάπης δύναμις· αὕτη κρούει τὸ μέλος τὸ ἡδύ. Ἐβουλόμην ὑμᾶς ἀγαγεῖν εἰς πόλιν τοιαύτην, εἴ γε δυνατὸν, ἔνθα μία ψυχὴ, ἦν, καὶ εἶδες ἂν ὅπως πάσης κιθάρας καὶ παντὸς αὐλοῦ ἁρμοδιωτέρα ἡ ἐκεῖ συμφωνία, οὐδὲν ἀπηχὲς ᾄδουσα μέλος. Τοῦτο καὶ ἀγγέλους καὶ τὸν ἀγγέλων ∆εσπότην Θεὸν εὐφραίνει τὸ μέλος· τοῦτο ὅλον τὸ ἐν τῷ οὐρανῷ θέατρον διανίστησι· τοῦτο καὶ δαιμόνων κηλεῖ θυμὸν, παθῶν καταθέλγει ὁρμάς. Τοῦτο τὸ μέλος οὐ μόνον πάθη κηλεῖ, ἀλλ' οὐδὲ διαναστῆναι ἀφίησι, καὶ πολλὴν τὴν σιγὴν ἐργάζεται. Καθάπερ γὰρ ἐν θεά 60.287 τρῳ χοροῦ μουσικῶν πάντες μετὰ σιγῆς ἐπακούουσι, καὶ οὐδεὶς ἐκεῖ θόρυβος· οὕτω καὶ ἐν τοῖς φίλοις, τῆς ἀγάπης κρουούσης, πάντα ἠρεμεῖ τὰ πάθη καὶ κατακοιμίζεται, καθάπερ θηρία κηλούμενα καὶ θελγόμενα, ὥσπερ οὖν ἔνθα ἔχθρα, πάντα τὰ ἐναντία. Ἀλλὰ μηδὲν περὶ ἔχθρας τέως εἴπωμεν· περὶ φιλίας λέγωμεν μόνον. Ἂν εἴπῃς τι προπετὲς, οὐδεὶς ὁ ἐπιλαμβανόμενος, ἀλλὰ πάντες συγγινώσκουσιν· ἂν πράξῃς, οὐδεὶς ὑποπτεύει, ἀλλὰ πολλὴ ἡ συγγνώμη· πάντες οἱ χεῖρα ὀρέγοντες πίπτοντι πρόχειροι· πάντες οἱ βουλόμενοι στῆναι πρόθυμοι. Τεῖχος ὄντως ἀῤῥαγὲς ἡ φιλία, καὶ οὐδὲ τῷ διαβόλῳ ἁλώσιμον, μήτι γε ἀνθρώποις. Οὐκ ἔνι κινδύνῳ περιπεσεῖν τὸν φίλους κεκτημένον πολλούς· οὐκ ἔνι ὀργῆς ὑπόθεσιν σχεῖν, ἀλλὰ θυμηδίας· ἐν γέλωτι ἀεί ἐστι καὶ τρυφῇ· οὐκ ἔνι βασκανίας ὑπόθεσιν σχεῖν· οὐκ ἔνι μνησικακίας ἀφορμήν. Ὅρα τὸν τοιοῦτον καὶ τὰ πνευματικὰ καὶ τὰ σαρκικὰ κατορθοῦντα μετ' εὐκολίας. Τί δὴ οὖν τούτου ἴσον γένοιτ' ἄν; Ὥσπερ πόλις τετειχισμένη πάντοθεν οὗτός ἐστιν, ἐκεῖνος δὲ ὥσπερ πόλις ἀτείχιστος. Μεγάλης σοφίας τὸ δύνασθαι φιλίας εἶναι δημιουργόν. Ἄνελε τὴν φιλίαν, καὶ πάντα ἀνεῖλες, πάντα συνέχεες. Εἰ δὲ εἰκὼν φιλίας τοσαύτην ἔχει τὴν ἰσχὺν, αὐτὴ ἡ ἀλήθεια πόση τις ἂν εἴη; Κατασκευάσωμεν τοίνυν ὑμῖν φίλους, παρακαλῶ, καὶ ταύτην ἕκαστος ἐχέτω τὴν τέχνην. Ἀλλ' ἰδοὺ, φησὶν, ἐγὼ σπουδάζω, ἐκεῖνος δὲ οὐ σπουδάζει. Πλείων ὁ μισθὸς οὕτως ἔσται σοι. Ναὶ, φησὶν, ἀλλὰ τὸ πρᾶγμα δυσκολώτερον. Πῶς, εἰπέ μοι; Ἰδοὺ διαμαρτύρομαι καὶ λέγω, ὅτι δέκα μόνον ἐὰν συμφράξητε ἑαυτοὺς, καὶ ἔργον τοῦτο θῆτε καθάπερ οἱ ἀπόστολοι τὸ 60.288 κηρύττειν, καθάπερ οἱ προφῆται τὸ διδάσκειν, οὕτω καὶ ἡμεῖς τὸ φίλους ποιεῖν, μισθὸς ἔσται μέγας. Βασιλικὰς εἰκόνας ἡμῖν αὐτοῖς κατασκευάζωμεν· τοῦτο γνώρισμα μαθητῶν. Καὶ πῶς οὐ μεῖζον ἐργαζόμεθα, ἢ εἰ δύναμιν αὐτοῖς ἐνετίθεμεν νεκροὺς ἀνιστᾷν; Τὸ διάδημα καὶ ἡ ἁλουργὶς δείκνυσι τὸν βασιλέα, καὶ τούτων οὐκ ὄντων, κἂν χρυσᾶ ἔχῃ ἱμάτια, οὔπω ὁ βασιλεὺς δῆλος. Οὕτω δὴ καὶ νῦν, τὸ γνώρισμα σὺ ἐργάζου, καὶ ποιήσεις σεαυτῷ φίλους καὶ ἄλλοις. Οὐδείς ἐστιν ὅστις φιλούμενος θελήσει μισεῖν. Μάθωμεν τὰ χρώματα, δι' ὧν κεράννυνται, δι' ὧν αὕτη συντίθεται ἡ εἰκών· εὐπροσήγοροι ὦμεν· μὴ περιμένωμεν τοὺς πλησίον. Μὴ εἴπῃς· Ἐὰν ἴδω τινὰ περιμένοντα, χείρων αὐτοῦ γίνομαι· ἀλλὰ μᾶλλον ὅταν ἴδῃς, πρόλαβε καὶ σβέσον αὐτοῦ τὸ πάθος. Ὁρᾷς κάμνοντα, καὶ ἐπιτείνεις τὴν νόσον; Τοῦτο μάλιστα πρὸ πάντων κατορθώσωμεν, τὸ προηγεῖσθαι τῇ τιμῇ ἀλλήλους· τὸ ἡγεῖσθαι ἀλλήλους ὑπερέχοντας ἑαυτῶν, μὴ νομίσῃς ἐλαττοῦσθαι. Ἂν ἄρα προηγήσῃ τῇ τιμῇ, σαυτὸν ἐτίμησας πλέον, εἰς τὸ πλέον τιμηθῆναι ἐπισπώμενος. Πανταχοῦ τῶν πρωτείων ἑτέροις παραχωρῶμεν. Μηδὲν τῶν εἰς ἡμᾶς εἰργασμένων δεινῶν μνημονεύωμεν, ἀλλ' εἴ τι ἀγαθόν. Οὐδὲν οὕτω ποιεῖ φίλον, ὡς γλῶσσα εὐχάριστος, στόμα εὔφημον, ψυχὴ ἄτυφος, κενοδοξίας ὑπεροψία, τιμῆς καταφρόνησις. Ἂν ταῦτα κατορθώσωμεν, δυνησόμεθα γενέσθαι ἀχείρωτοι ταῖς παγίσι τοῦ διαβόλου, καὶ μετὰ ἀκριβείας τὴν ἀρετὴν διανύσαντες τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΜΑʹ
Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν, ἐπαῤῥησιάζετο ἐπὶ μῆνας τρεῖς, διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.
αʹ. Ὅρα πανταχοῦ ἑαυτὸν εἰσωθοῦντα εἰς τὰς συναγωγὰς, καὶ οὕτως ἐξιόντα· πανταχοῦ γὰρ παρ' αὐτῶν ἐβούλετο λαβεῖν ἀφορμὴν, ὅπερ ἔφην. Τά τε γὰρ ἔθνη παρεζήλου λοιπὸν, καὶ προθύμως ἀπεδέχοντο αὐτὸν, οἵ τε Ἰουδαῖοι, τῶν ἐθνῶν δεχομένων, μετενόουν. Ἐβούλετο ἀποστῆσαι τοὺς μαθητὰς ἐκεῖθεν καὶ παρ' αὐτῶν λαβεῖν τὴν ἀρχὴν, ὥστε μὴ συνάγεσθαι· καὶ οὐχ ἁπλῶς τοῦτο ἐποίει. ∆ιὰ τοῦτο διελέγετο αὐτοῖς συνεχῶς, ὅτι ἔπειθε. Μὴ οὖν ἐπειδὴ παῤῥησίαν ἤκουσας, τραχύτητα νομίσῃς· περὶ χρηστῶν πραγμάτων διελέγετο, περὶ βασιλείας· τίς οὐκ ἂν ἤκουσεν; Ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ' αὐτῶν, ἀφώρισε τοὺς μαθητὰς, καθ' ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός. Τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου Ἰησοῦ, Ἰουδαίους τε καὶ Ἕλληνας. Ὁδὸν τὸ κήρυγμα εἰκότως ἐκάλουν. Ὄντως γὰρ αὕτη ἡ ὁδὸς ἦν ἡ ἀπάγουσα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐν τῇ σχολῇ, φησὶ, Τυράννου τινὸς διελέγετο. Καὶ τοῦτο ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας ἀκοῦσαι τὸν λόγον Ἰουδαίους τε καὶ Ἕλληνας. Ὁρᾷς πόσον ἤνυσεν ἡ ἐπιστασία; Καὶ Ἰουδαῖοι καὶ Ἕλληνες ἤκουον. ∆υνάμεις τε οὐ τὰς τυχού 60.288 σας ἐποίει ὁ Θεὸς διὰ τῶν χειρῶν Παύλου, ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, παὶ ἀπαλλάσσεσθαι ἀπ' αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐξέρχεσθαι ἀπ' αὐτῶν. Οὐχὶ φοροῦντες ἥπτοντο μόνον, ἀλλὰ καὶ λαμβάνοντες ἐπετίθεσαν. ∆ιὰ τοῦτο οὐκ εἴα ὁ Χριστὸς ἀπελθεῖν αὐτὸν εἰς τὴν Ἀσίαν, τηρῶν τοῦτον τὸν καιρὸν, ὡς ἔγωγε οἶμαι. Ἐπεχείρησαν δέ τινες ἀπὸ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν, ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, λέγοντες· Ὁρκίζομεν ὑμᾶς τὸν Ἰησοῦν, ὃν Παῦλος κηρύσσει. Οὕτω πάντα ἐποίουν πραγματείας ἕνεκεν. Ὅρα· πιστεῦσαι μὲν οὐκ ἤθελον, διὰ δὲ τοῦ ὀνόματος ἤθελον ἐκβάλλειν τοὺς δαίμονας. Βαβαί! τὸ ὄνομα τοῦ Παύλου πόσον ἦν! Ἦσαν δέ τινες υἱοὶ Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ οἱ τοῦτο ποιοῦντες. Ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν, εἶπεν αὐτοῖς· Τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ; Καὶ ἐφαλλόμενος ἐπ' αὐτοὺς ὁ ἄνθρωπος, ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν, καὶ κατακυριεῦσαν αὐτῶν, ἴσχυσε κατ' αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. Τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησι τοῖς κατοικοῦσι τὴν Ἔφεσον. Οὐκοῦν λανθανόντως ἐποίουν, εἶτα ἐκπομπεύεται αὐτῶν ἡ ἀσθένεια. Καὶ ἐπέπεσε φόβος ἐπὶ πάντας αὐτοὺς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, πολλοί τε τῶν πεπιστευκότων ἤρ 60.289 χοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. Ἐπειδὴ γὰρ τοσαύτην ἰσχὺν ἔσχον, ὥστε διὰ τῶν δαιμονίων τοιαῦτα ποιεῖν, εἰκότως ταῦτα γίνεται. Ἱκανοί τε τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους, κατέκαιον ἐνώπιον πάντων, καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. Οὕτω κατὰ κράτος ὁ λόγος τοῦ Κυρίου ηὔξανε καὶ ἴσχυεν. Ἰδόντες, ὅτι οὐδὲν αὐτῶν ὄφελος λοιπὸν ἦν, κατακαίουσι τὰς βίβλους· ὅτε καὶ αὐτοὶ οἱ δαίμονες ταῦτα ποιοῦσιν. Οὐκ ἄρα τὸ ὄνομά τι ποιεῖ, ἂν μὴ μετὰ πίστεως λέγηται. Καλῶς ἄρα ἔλεγεν, Ὁ πιστεύων εἰς ἐμὲ, μείζονα ποιήσει, τοῦτο τὸ τῶν σκιῶν αἰνιττόμενος. Ὅρα πῶς τοῖς ὅπλοις καθ' ἑαυτῶν ἐχρήσαντο Καὶ διελέγετο, φησὶν, ἐν τῇ σχολῇ Τυράννου τινὸς ἐπὶ ἔτη δύο. Ἔνθα πιστοὶ ἦσαν, καὶ σφόδρα πιστοί. Οὕτως οὐδὲν μέγα ἐνόμιζον τὸν Ἰησοῦν, ὅτι καὶ τὸν Παῦλον προσετίθεσαν, ὡς αὐτὸν ταύτῃ μέγα τι νομίζοντες εἶναι. Ἄξιον ἐνταῦθα θαυμάσαι, πῶς ὁ δαίμων οὐ συνέπραξεν ἐκεῖνος τῇ τῶν ἐξορκιστῶν πλάνῃ, ἀλλὰ διήλεγξεν αὐτοὺς, καὶ τὴν σκηνὴν αὐτῶν φανερὰν ἐποίησεν. Ἐμοὶ δοκεῖ σφόδρα θυμωθεὶς, ὥσπερ ἂν εἴ τις περὶ τῶν ἐσχάτων κινδυνεύων, ὑπό τινος οἰκτροῦ καὶ ταλαιπώρου διελέγχοιτο, καὶ πάντα εἰς ἐκεῖνον ἀφεῖναι βούλεται τὸν θυμόν. Ἵνα γὰρ μὴ δόξῃ καταφρονεῖσθαι τὸ ὄνομα τοῦ Ἰησοῦ, πρότερον ὁμολογήσας, τοῦτο ἔλαβεν ἐξουσίαν. Ὅτι γὰρ οὐ τοῦ ὀνόματος ἦν ἀσθένεια, ἀλλὰ τῆς ἐκείνων ἀπάτης τὸ πᾶν, ἐπὶ Παύλου διὰ τί μὴ ταῦτα γεγένηται; Καὶ ἐφαλλόμενος, φησὶν, ὁ ἄνθρωπος ἐπ' αὐτούς. Ἴσως διέῤῥηξεν αὐτῶν τὰ ἱμάτια, καὶ προσήραξεν αὐτῶν τὰς κεφαλάς· τοῦτο γὰρ ἐδήλωσε τῷ εἰπεῖν, Ἐφαλλόμενος· τουτέστι μετὰ ῥύμης ἐπιπηδήσας, ὥστε ἱκανὸν ἦν τοῦτο ἐργάσασθαι. Τί ἐστιν, Ἀποστὰς ἀπ' αὐτῶν ἀφώρισε τοὺς μαθητάς; Ἐνέκοψεν αὐτῶν, φησὶ, τὴν κακολογίαν. Τοῦτο δὲ ποιεῖ καὶ ἀφίσταται, ἐπεὶ οὐκ ἠβούλετο ἐκκαῦσαι αὐτῶν τὸν φθόνον, οὐδὲ εἰς ἔριν ἐμβαλεῖν πλείονα. Τὸ δὲ, Ἐπαῤῥησιάζετο, λέγει, δηλῶν ὅτι καὶ πρὸς κινδύνους ἦν παρατεταγμένος, καὶ φανερώτερον διελέγετο, οὐ συσκιάζων τὰ δόγματα. Ἐντεῦθεν μανθάνομεν, μὴ ὁμόσε χωρεῖν τοῖς κακολογοῦσιν, ἀλλ' ἀφίστασθαι αὐτῶν. Οὐκ ἐκακολόγησε κακῶς ἀκούων καὶ αὐτὸς, ἀλλὰ μᾶλλον διελέγετο καθ' ἡμέραν, καὶ ταύτῃ μάλιστα οἰκειούμενος τοὺς πολλοὺς τῷ κακῶς καίτοι ἀκούσας μὴ ἀποπηδῆσαι μηδὲ χωρισθῆναι. Καὶ σκόπει, ἐπειδὴ ὁ τῶν ἔξω πειρασμὸς ἐπαύσατο, ἀπὸ τῶν δαιμόνων ἤρξατο. Ὁρᾷς πώρωσιν Ἰουδαϊκήν; Τὰ ἱμάτια αὐτοῦ ἰδόντες ἐνεργοῦντα, οὐ προσεῖχον. Τί τούτου μεῖζον ἂν γένοιτο; Τοῖς δὲ μᾶλλον εἰς τοὐναντίον περιέστη. Εἴ τις Ἑλλήνων ἀπιστεῖ, τὴν σκιὰν ὁρῶν ταῦτα ἐργαζομένην πιστευέτω. Οὕτω τῷ ἐξ αὐτῶν ἀποστῆναι οἱ μὲν κακολογοῦντες καὶ διαβάλλοντες τὸ δόγμα ἡττῶνται (τοῦτο γὰρ ἐκάλεσεν ὁδόν)· αὐτὸς δὲ ἀφίσταται, ὡς μήτε τοὺς μαθητὰς ἀναχωρῆσαι, μήτε ἐκείνους εἰς θυμὸν ἐγεῖραι, δεικνὺς πανταχοῦ διωθουμένους τὴν σωτηρίαν. Καὶ λοιπὸν ἐνταῦθα οὐδὲ ἀπολογεῖται αὐτοῖς, ἅτε πανταχοῦ τῶν ἐθνῶν πιστευσάντων. Καὶ διαλέγεται, οὐχ ἁπλῶς τὸν τόπον ζητήσας, ἀλλ' ἔνθα σχολὴ ἦν, ὡς ἐπιτηδειότερον διὰ τὸ ἐκεῖ συνάγεσθαι.
βʹ. Βαβαί! πόση τῶν πιστευσάντων ἡ δύναμις, ὅτι καὶ ἑτέροις τοῦ τὰ αὐτὰ ποιεῖν γίνεται! πόση δὲ πώρωσις τῶν καὶ μετὰ τὴν ἀπόδειξιν τῆς δυνάμεως ἔτι μενόντων τῇ ἀπιστίᾳ! Ὥσπερ οὖν Σίμων ἐμπορίας ἕνεκεν ἐζήτει τοῦ Πνεύματος τὴν χάριν, οὕτω καὶ οὗτοι τοῦ αὐτοῦ τούτου ἕνεκεν τοῦτο ἐποίουν. Πόση πώρωσις! Καὶ τί δήποτε ὁ Παῦλος οὐκ ἐπιτιμᾷ; Ὅτι ἔδοξεν ἂν βασκανίας εἶναι τὸ πρᾶγμα· διὰ τοῦτο οἰκονομεῖται οὕτω. Τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονεν· ἀλλὰ τότε μὲν οὐ κωλύεται (ἀρχὴ γὰρ τῶν πραγμάτων ἦν)· ἐπεὶ καὶ Ἰούδας κλέπτων οὐκ ἐκωλύετο· Ἀνανίας δὲ καὶ Σάπφειρα καὶ ἀνῃρέθησαν· καὶ πολλοὶ Ἰουδαῖοι μὲν καὶ ἀνθιστάμενοι οὐδὲν ἔπασχον, Ἐλύμας δὲ ἐτυφλώθη. Οὐ γὰρ ἦλθον, φησὶν, ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος. Ὅρα μιαρίαν! Ἰουδαῖοι μένοντες ἔτι, ἀπὸ τοῦ ὀνόματος χρηματίζειν ἤθελον· ὥστε πάντα πρὸς δόξαν ἐποίουν καὶ πορισμόν. Θέα πανταχοῦ οὐχ οὕτω τοὺς ἀνθρώπους ἐπιστρεφομένους ἀπὸ τῶν χρηστῶν, ὡς ἀπὸ τῶν φοβερῶν. Ἐπὶ Σαπφείρας φόβος ἐπέπεσεν ἐπὶ τὴν Ἐκκλησίαν, καὶ οὐκ ἐτόλμων κολλᾶσθαι αὐτοῖς· ἐνταῦθα σουδάρια καὶ σιμικίνθια ἐλάμβανον καὶ ἰῶντο, καὶ μετὰ τοῦτο τότε ἦλθον ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἀπὸ τοῦ ἐφάλλεσθαι δείκνυται τῶν δαιμόνων ἡ δύναμις μεγάλη τις οὖσα, ὅταν πρὸς ἀπίστους ἔχῃ. Καὶ διὰ τί μὴ εἶπε, τίς ἐστιν ὁ Ἰησοῦς, τὸ πνεῦμα τὸ πονηρὸν, ἀλλ' εἶπε μᾶλλον τὰ ἀνόνητα ῥήματα; Ἐφοβεῖτο, μὴ καὶ αὐτὸς δίκην δῷ· ᾔδει γὰρ, ὅτι τὸ συγχωρηθῆναι αὐτῷ ἐκείνους ἀμύνασθαι τοὺς καταπαίζοντας αὐτοῦ τοῦτο τὸ ὄνομα πεποίηκε. ∆ιὰ τί δὲ καὶ οἱ ἄθλιοι μὴ εἶπον αὐτῷ, Πιστεύομεν; Ἐδεδοίκεσαν Παῦλον· καίτοι πόσῳ μᾶλλον λαμπρότεροι ἂν ἦσαν τοῦτο εἰπόντες, εἴ γε ᾠκειώσαντο αὐτοῦ τὴν δεσποτείαν; Ἄλλως τε καὶ τὸ ἐν Φιλίπποις γενόμενον καὶ τούτους ἐσωφρόνισε. Σὺ δέ μοι σκόπει τοῦ συγγραφέως ἐνταῦθα τὸ ἀνεπαχθὲς, καὶ πῶς ἱστορίαν μόνον γράφει, καὶ οὐ διαβάλλει. Τοῦτο τοὺς ἀποστόλους ἐποίει θαυμαστούς. Ἀλλὰ τίνος ἦσαν υἱοὶ, τὸ ὄνομα λέγει καὶ τὸν ἀριθμόν· διδοὺς τοῖς τότε τεκμήριον ἀξιόπιστον ὧν ἔγραφε. Τίνος δὲ ἕνεκεν καὶ περιήρχοντο; Ἐμπορίας χάριν· οὐ γὰρ δὴ τὸν λόγον καταγγέλλοντες· πῶς γάρ; Καλῶς δὲ ἔτρεχον λοιπὸν, κηρύττοντες δι' ὧν ἔπασχον. Ὅθεν τοῦτο δηλῶν, Καὶ ἐγένετο, φησὶ, γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησι τοῖς κατοικοῦσι τὴν Ἔφεσον. Τοῦτο οὐχὶ καὶ τοὺς σκληρυνομένους ἐπιστρέψαι ὤφειλεν, εἰπέ μοι; Ἀλλ' οὐκ ἐπέστρεψε. Καὶ μὴ θαυμάσῃς· τὴν γὰρ κακίαν οὐδὲν πείθει. Φέρε δὲ καὶ αὐτὸ τὸ τῶν ἐξορκιστῶν ἴδωμεν ὅσης ἐστὶ κακίας. Τίνος δὲ ἕνεκεν ἐπὶ τοῦ Χριστοῦ τοῦτο μὴ γέγονεν, ἑτέρου καιροῦ, καὶ οὐ τοῦ παρόντος ζητῆσαι· πλὴν ὅτι καλῶς τοῦτο ἐνταῦθα γέγονε καὶ χρησίμως. Ἐμοὶ δὲ δοκεῖ χλευάζοντας αὐτοὺς τοῦτο ποιεῖν· ὅθεν τιμωροῦνται, ὥστε καὶ ἀπὸ τούτου μηδένα τολμᾷν μηδὲ ὡς ἔτυχε τὸ ὄνομα ὀνομάζειν λοιπόν. Τοῦτο πολλοὺς τῶν πιστευσάντων εἰς ἐξομολόγησιν ἤγαγε· τοῦτο καὶ φόβον αὐτοῖς ἐνέβαλε, καὶ τοῦ πάντα εἰδέναι τὸν Θεὸν μέγιστον τοῦτο τεκμήριον γέγονε. Πρὶν ἢ ὑπὸ τῶν δαιμόνων ἐλεγχθῆναι, ἑαυτῶν κατηγόρουν, φοβούμενοι μὴ τὰ αὐτὰ πάθωσιν· εἰκότως. Ὅταν γὰρ οἱ βοηθοῦντες δαίμονες κατήγοροι αὐτῶν ὦσι, καὶ οὐ σύμμαχοι, ποία λοιπὸν ἐλπὶς, ἢ διὰ τῶν ἔργων ἐξομολόγησις; Ὅρα δὲ οἷα μετὰ μικρὸν γίνεται κακὰ, τοιούτων σημείων γενομένων. Τοιαύτη 60.291 γὰρ ἡ ἀνθρωπίνη φύσις· ταχέως ἐπιλανθάνεται ὧν εὐεργετεῖται. Ἢ οὐ μέμνησθε, ὅτι καὶ ἐπὶ τῶν καθ' ἡμᾶς γενομένων τὸ αὐτὸ τοῦτο γέγονεν; Εἰπὲ γάρ μοι, οὐ πέρυσιν ἐτίναξεν ὁ Θεὸς τὴν πόλιν πᾶσαν; Τί δαί; οὐχὶ πάντες ἐπὶ τὸ φώτισμα ἔδραμον; οὐχὶ πόρνοι καὶ μαλακοὶ καὶ διεφθαρμένοι, οἰκήματα ἀφέντες καὶ τοὺς τόπους ἐν οἷς διέτριβον, μετετέθησαν, καὶ γεγόνασιν εὐλαβεῖς; Ἐπειδὴ δὲ τρεῖς ἡμέραι παρῆλθον, πάλιν ἐπὶ τὴν οἰκείαν ἐπανῆλθον κακίαν. Πόθεν δὲ τοῦτο γίνεται; Ἀπὸ τῆς πολλῆς νωθείας. Καὶ τί θαυμαστὸν, εἰ τῶν πραγμάτων παρελθόντων, ὅπου γε τῶν εἰκόνων διηνεκῶς μενουσῶν τὸ αὐτὸ γίνεται; Τὰ ἐν Σοδόμοις, εἰπέ μοι, οὐχὶ διηνεκῆ τυγχάνει; Τί οὖν; οἱ προσοικοῦντες ἀπὸ τούτων γεγόνασι βελτίους; Οὐδαμῶς. Τί δαὶ ὁ τοῦ Νῶε υἱός; οὐχὶ τοιοῦτος ἦν; οὐχὶ ἐν ὄψεσι βλέπων ἐρημίαν τοσαύτην κακὸς ἦν; Μὴ δὴ θαυμάζωμεν πῶς οὐκ ἐπίστευσαν τούτων γενομένων, ὅπου γε αὐτὴ ἡ πίστις πολλάκις εἰς τοὐναντίον αὐτοῖς περιτρέπεται, εἰς κακίαν· οἷον ὡς ὅταν δαιμονῶντα λέγωσι τὸν Υἱὸν τοῦ Θεοῦ. Ἢ οὐχ ὁρᾶτε καὶ νῦν ταῦτα γινόμενα, καὶ ὀφιώδεις ἀνθρώπους ὄντας πολλοὺς, ἀπίστους τε καὶ ἀγνώμονας, οἳ καὶ κατὰ τὰς ἔχεις, ὅταν ἀπολαύσωσιν εὐεργεσίας, καὶ θαλφθῶσιν ὑπό τινων, τότε λυποῦσι τοὺς εὐεργέτας; Ταῦτα ἡμῖν εἴρηται, ἵνα μή τις θαυμάζῃ πῶς τοιούτων σημείων γενομένων οὐ πάντες ἐπέστρεψαν.
γʹ. Ἰδοὺ γὰρ ἐπὶ τῶν καιρῶν τῶν ἡμετέρων τὰ κατὰ τὸν μακάριον Βαβύλαν γέγονε, τὰ κατὰ τὰ Ἱεροσόλυμα, τὰ κατὰ τὴν καθαίρεσιν τῶν ἱερῶν, καὶ οὐ πάντες ἐπέστρεψαν. Τί δεῖ τὰ παλαιὰ λέγειν; Πέρυσιν εἶπον ὑμῖν οἷον γέγονε, καὶ οὐδεὶς προσέσχεν, ἀλλὰ πάλιν κατὰ μικρὸν ὑπεῤῥύησαν καὶ κατέπεσον. Ἕστηκε διηνεκῶς ὁ οὐρανὸς βοῶν, ὅτι δεσπότην ἔχει, καὶ τεχνίτου τινός ἐστι τόδε τὸ πᾶν (τὸν κόσμον λέγω), καὶ λέγουσί τινες, ὅτι οὐχί. Τὰ κατὰ Θεόδωρον ἐκεῖνον γεγενημένα πέρυσι, τίνα οὐκ ἐξέπληξε; Καὶ ὅμως οὐδὲν πλέον γέγονεν, ἀλλὰ πρὸς καιρὸν γενόμενοι εὐλαβεῖς, πάλιν ἐπανῆλθον ὅθεν γεγόνασιν εὐλαβεῖς. Τοῦτο καὶ ἐπὶ τῶν Ἑβραίων τότε συνέβη· διὸ καὶ ἔλεγεν ὁ προφήτης· Ὅταν ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Καὶ τί δεῖ λέγειν τὰ καθολικά; πόσοι νόσοις περιέπεσον; πόσοι ἐπηγγείλαντο ἀναστάντες πολλὴν τὴν μεταβολὴν ἐργάσασθαι, καὶ πάλιν οἱ αὐτοὶ γεγόνασι; Τοῦτο μάλιστα δείκνυσιν ἡμῖν τὴν προαίρεσιν, καὶ τὴν ἐλευθερίαν τῆς ἡμετέρας φύσεως, ἡ ἀθρόα μεταβολή. Εἰ γὰρ φυσικὰ ἦν τὰ κακὰ, οὐδ' ἂν αὕτη γέγονε· τῶν γὰρ κατὰ φύσιν καὶ ἀνάγκην οὐ δυνάμεθα μεθίστασθαι. Καὶ μὴν μεθιστάμεθα, φησί. Οὐ βλέπομεν γάρ τινας φύσει μὲν ἔχοντας βλέπειν, ὑπὸ τοῦ φόβου δὲ τυφλουμένους; Ἐπειδὴ καὶ τοῦτο φύσεώς ἐστι συστέλλεσθαι, ὅταν φύσις ἑτέρα προσέλθῃ· ὥστε κατὰ φύσιν ἡμῖν ἐστι τὸ πεφοβημένοις μὴ βλέπειν, κατὰ φύσιν δὲ καὶ τὸ, μείζονος παραγενομένου φόβου, τὸν ἕτερον ὑπεξίστασθαι. Τί οὖν, ἂν καὶ ἡ σωφροσύνη, φησὶ, κατὰ μὲν φύσιν ᾖ, ὁ δὲ φόβος κρατήσας ταύτην 60.292 ἐκβάλῃ; Τί οὖν, ἂν δείξω τινὰς μηδὲ τότε σωφρονιζομένους, ἀλλὰ καὶ ἐν τούτοις τοῖς φόβοις ὄντας ἰταμούς, οὐ φυσικὸν τοῦτό ἐστιν. Εἴπω τὰ παλαιά; ἀλλὰ τὰ νέα; Πόσοι δὴ ἐν αὐτοῖς ἐκείνοις τοῖς φόβοις ἐναπέμειναν γελῶντες, χλευάζοντες, καὶ οὐδὲν ἔπαθον τοιοῦτον; Εἰπέ μοι, ὁ Φαραὼ οὐκ εὐθέως μεθίστατο, καὶ ἐπὶ τὴν προτέραν κακίαν ἀνέτρεχε; Ἐνταῦθα δὲ, ἐπὶ τῶν τὰ δαιμόνια ἐχόντων, καίτοι οὐκ ἀγνοούντων αὐτῶν, προσετίθεσαν ἁπλῶς οἱ λέγοντες. Τὸν Ἰησοῦν ὁρκίζομεν ὑμᾶς, ὃν Παῦλος κηρύσσει· δι' ὧν γὰρ ἀπολογοῦνται, δείκνυται, ὅτι ἴσασι. Τὸν Ἰησοῦν δὲ λέγουσιν ἐκεῖνοι ἁπλῶς, δέον εἰπεῖν τὸν τῆς οἰκουμένης Σωτῆρα, τὸν ἀναστάντα· ἀλλ' οὐκ ἤθελον ὁμολογῆσαι τὴν δόξαν αὐτοῦ. ∆ιὸ καὶ ἐλέγχει αὐτοὺς ὁ δαίμων ἐπιπηδήσας αὐτοῖς, καὶ εἰπών· Τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι. Ὡσεὶ ἔλεγεν· Ὑμεῖς οὐ πιστεύετε,ἀλλ' ἀποκεχρημένοι τῷ ὀνόματι ταῦτά φατε. Οὐκοῦν ἔρημος ὁ ναὸς, εὐκαταγώνιστον τὸ σκεῦος· ὥστε οὐκ ἐστὲ κήρυκες, ἀλλ' ἐμοὶ, φησὶν, ἐστέ. Πολὺς ὁ θυμὸς τοῦ δαίμονος. Ἠδύναντο ταῦτα αὐτοὺς ἐργάσασθαι οἱ ἀπόστολοι, ἀλλ' οὐκ ἐποίουν τέως. Οἱ γὰρ τῶν ἐργαζομένων αὐτοὺς ταῦτα κρατοῦντες, πολλῷ μᾶλλον αὐτῶν. Ὅρα πῶς δείκνυται αὐτῶν ἡ ἐπιείκεια, ὅτι οἱ μὲν ἐλαυνόμενοι τοιαῦτα ποιοῦσιν, οἱ δὲ θεραπευόμενοι δαίμονες τἀναντία. Τὸν Ἰησοῦν, φησὶ, γινώσκω. Οὐκοῦν αἰσχύνθητε οἱ ἀγνοοῦντες ὑμεῖς. Καὶ τὸν Παῦλον ἐπίσταμαι. Καλῶς καὶ τοῦτο· ᾔδει γὰρ Θεοῦ ὄντα κήρυκα. Εἶτα ἐφάλλεται ἐπ' αὐτοὺς, καὶ διαῤῥήγνυσι τὰ ἱμάτια· δι' ὧν ἐποίει αὐτοῖς, τοῦτο μονονουχὶ λέγων· Μὴ νομίσητε, ὅτι καταφρονῶν ἐκείνων ταῦτα ποιῶ. Πολὺς ὁ φόβος τοῦ δαίμονος. Καὶ διὰ τί χωρὶς τῶν ῥημάτων τούτων οὐ διέῤῥηξεν αὐτῶν τὰ ἱμάτια; οὕτω γὰρ ἂν καὶ τὸν θυμὸν ἐπλήρωσε, καὶ τὴν πλάνην ἔστησεν. Ἐφοβεῖτο, ὅπερ ἔφην, τὴν ἀπρόσιτον δύναμιν, καὶ οὐκ ἂν τοσοῦτον ἴσχυσεν, εἰ μὴ τοῦτο εἶπεν. Ὅρα δὲ πανταχοῦ τοὺς δαίμονας εὐγνωμονεστέρους τῶν Ἰουδαίων, καὶ οὐ τολμῶντας ἀντειπεῖν, οὐδὲ κατηγορῆσαι τῶν ἀποστόλων, οὐδὲ τοῦ Χριστοῦ. Ἐκεῖ λέγουσιν, Οἴδαμέν σε τίς εἶ· καὶ, Τί ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; καὶ πάλιν, Οἶδά σε τίς εἶ, ὁ Υἱὸς τοῦ Θεοῦ· ἐνταῦθα δὲ, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσί· καὶ πάλιν, Τὸν μὲν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι. Πάνυ γὰρ ἐδεδοίκεσαν καὶ ἔτρεμον τοὺς ἁγίους ἐκείνους. Τάχα τις ὑμῶν ἀκούων, ποθεῖ ἐπὶ ταύτης γενέσθαι τῆς ἐξουσίας, ὥστε μὴ δύνασθαι δαίμονας ἀντιβλέπειν αὐτῷ, καὶ μακαρίζει τοὺς ἁγίους ἐκείνους διὰ τοῦτο, ὅτι τοσαύτην εἶχον ἰσχύν. Ἀλλ' ἀκουέτω τοῦ Χριστοῦ λέγοντος· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται· ἐπειδὴ ᾔδει πάντας ἀνθρώπους μάλιστα τούτῳ χαίροντας διὰ κενοδοξίαν. Εἰ γὰρ τὸ τῷ Θεῷ δοκοῦν ζητεῖς καὶ τὸ κοινῇ συμφέρον, ἑτέρα μείζων ἐστὶν ὁδός. Οὐκ ἔστιν οὕτω μέγα δαίμονος ἀπαλλάξαι, ὡς ἁμαρτίας ἐξελέσθαι. ∆αίμων οὐ κωλύει βασιλείας οὐρανῶν ἐπιτυχεῖν, ἀλλὰ καὶ συμπράττει, ἄκων μὲν, συμπράττει δὲ, σωφρονέστερον τὸν ἔχοντα ποιῶν· ἁμαρτία δὲ ἐκβάλλει.
δʹ. Ἀλλ' ἴσως ἐρεῖ τις· Μὴ γένοιτό μοι τοιούτου τυχεῖν σωφρονισμοῦ. Οὐδὲ ἐγὼ βούλομαι, ἀλλ' ἑτέρου, ἀπὸ τοῦ πόθου τοῦ Χριστοῦ πάντα ποιεῖν. Εἰ δὲ, ὃ μὴ γένοιτο, συμβαίη καὶ ὑπὲρ τούτου παρακαλεῖν. Εἰ τοίνυν οὗτος μὲν οὐκ ἐκβάλλει, ἐκείνη δὲ ἐκβάλλει, τὸ ἐκείνης ἀπαλλάξαι μείζονος εὐεργεσίας. Οὐκοῦν ταύτης σπουδάζωμεν ἀπαλλάττειν τοὺς πλησίον καὶ πρὸ τῶν πλησίον ἡμᾶς αὐτούς. Ἴδωμεν, μὴ δαίμονα ἔχωμεν· ἐξετάσωμεν ἑαυτοὺς ἀκριβῶς. ∆αίμονος χαλεπώτερον ἁμαρτία· ἐκεῖνος μὲν γὰρ ταπεινοὺς ποιεῖ. Ἢ οὐχ ὁρᾶτε τοὺς δαιμονῶντας, ὅταν ἀνενέγκωσιν ἀπὸ τῆς νόσου, πῶς εἰσι κατηφεῖς, πῶς σκυθρωποί; πῶς αἰσχύνης τὰ πρόσωπα αὐτῶν γέμει; πῶς οὐδὲ ἀντιβλέψαι τολμῶσιν; Ὅρα τὴν ἀτοπίαν· ἐκεῖνοι μὲν ὑπὲρ ὧν πάσχουσιν αἰσχύνονται, ἡμεῖς δὲ ὑπὲρ ὧν πράττομεν οὐκ αἰσχυνόμεθα· ἐκεῖνοι ἀδικούμενοι αἰδοῦνται, ἡμεῖς ἀδικοῦντες οὐκ αἰδούμεθα· καίτοι τὰ ἐκείνων οὐκ αἰσχύνης ἄξια, ἀλλ' ἐλέου καὶ φιλανθρωπίας καὶ συγγνώμης, καὶ πολλοῦ τοῦ θαύματος καὶ μυρίων τῶν ἐπαίνων, ὅταν καὶ τοιούτῳ προσπαλαίοντες δαίμονι, πάντα εὐχαρίστως φέρωσι· τὰ δὲ ἡμέτερα γέλωτος ὄντως, αἰσχύνης, κατηγορίας, κολάσεως, τιμωρίας, τῶν ἐσχάτων κακῶν καὶ γεέννης, ἀλλ' οὐδεμιᾶς ἄξια συγγνώμης. Ὁρᾷς, ὅτι χαλεπώτερον δαίμονος ἁμαρτία; Καὶ ἐκεῖνοι μὲν ἐξ ὧν πάσχουσι κακῶς, κερδαίνουσι κέρδος διπλοῦν· ἓν μὲν τὸ σωφρονίζεσθαι καὶ φιλοσοφώτεροι εἶναι, δεύτερον δὲ τὸ τὴν κόλασιν ἐνταῦθα τῶν οἰκείων ἁμαρτημάτων δόντες, καθαροὶ πρὸς τὸν ∆εσπότην ἀπελθεῖν. Καὶ γὰρ ὑπὲρ τούτου διελέχθημεν πολλάκις, καὶ ἐδείξαμεν, ὅτι τοὺς ἐνταῦθα κολαζομένους, ἂν εὐγνωμόνως φέρωσι, πολλὰ τῶν ἁμαρτημάτων ἀποτίθεσθαι εἰκός. Ἀπὸ δὲ τῶν ἁμαρτημάτων διπλᾶ τὰ δεινὰ, ἓν μὲν ὅτι προσκρούομεν, ἕτερον δὲ ὅτι χείρους γινόμεθα. Προσέχετε ᾧ λέγω. Οὐ τοῦτο μόνον ἀδικούμεθα ἀπὸ τῆς ἁμαρτίας, ὅτι ἁμαρτάνομεν, ἀλλὰ καὶ ἕτερον, ὅτι ἕξιν δέχεται ἡ ψυχὴ, οἷον ὡς ἐπὶ σώματος· σαφέστερον γὰρ ἔσται ἐπὶ ὑποδείγματος λεγόμενον. Καθάπερ γὰρ ὁ πυρέξας οὐ τοῦτο μόνον ἠδίκηται, ὅτι νοσεῖ, ἀλλ' ὅτι μετὰ τὴν νόσον ἀσθενέστερος γίνεται λοιπὸν, κἂν εἰς ὑγείαν ἐπανέλθοι ἀπὸ νόσου μακρᾶς· οὕτω δὴ καὶ ἐπὶ τῆς ἁμαρτίας, κἂν ὑγιαίνωμεν, ἔτι πολλῆς δεόμεθα τῆς ἰσχύος. Ἴδε γάρ μοι ὑβρίσαντά τινα, καὶ μὴ τιμωρηθέντα· οὐ διὰ τοῦτο μόνον δακρύειν, ὅτι οὐ τῆς ὕβρεως δίκην δίδωσιν, ἀλλὰ καὶ δι' ἕτερον πενθεῖν ἄξιον. Ποῖον δὴ τοῦτο; Ὅτι ἀναισχυντοτέρα γέγονε λοιπὸν ἡ ψυχή. Ἑκάστου γὰρ τῶν ἁμαρτημάτων, καὶ τῆς ἁμαρτίας ἐργασθείσης καὶ παυσαμένης, ἐναποτίθεταί τις ἡμῶν ἰὸς τῇ ψυχῇ. Οὐκ ἀκούεις λεγόντων τινῶν, ὅταν ἐκ νόσου ὑγιάνωσιν, ὅτι Οὐκ ἔτι τολμῶ ὕδωρ πιεῖν; καίτοι γε ὑγίανεν· ἀλλ' ἡ νόσος καὶ τοῦτο ἠδίκησε. Κἀκεῖνοι μὲν κακῶς πάσχοντες, εὐχαριστοῦσιν· ἡμεῖς δὲ εὖ πράττοντες, βλασφημοῦμεν τὸν Θεὸν, καὶ ἀποδυσπετοῦμεν· πλείονας γὰρ εὕροις ἂν ἐν ὑγείᾳ καὶ πλούτῳ τοῦτο ποιοῦντας, ἢ ἐν πενίᾳ καὶ ἀῤῥωστίᾳ. Ἐφέστηκε γὰρ ὁ δαίμων ὡς δήμιος ὄντως σφοδρὸς ἀπειλῶν πολλὰ, καθάπερ τις παιδαγωγὸς τὸν ἱμάντα ἀνατείνων, καὶ οὐδαμόθεν ἀναχυθῆναι ἀφιείς. Εἰ δέ τινες μηδ' οὕτω νήφοιεν, ἀλλ' οὖν ἐκεῖνοι διδύασι δίκην. Οὐ μικρὸν δὲ καὶ τοῦτο· καθάπερ γὰρ οἱ μωροὶ, καθάπερ οἱ μαινόμενοι, καθάπερ οἱ 60.294 παῖδες οὐκ ἀπαιτοῦνται εὐθύνας, οὕτως οὐδὲ οὗτοι· τῶν γὰρ οὐκ ἐν γνώσει πραττομένων οὐδεὶς οὕτως ὠμὸς, ὥστε ἀπαιτῆσαι δίκην ποτέ. Ἄρα πολλῷ τῶν δαιμονώντων χεῖρον διακείμεθα οἱ ἁμαρτάνοντες. Ἀλλ' ὅτι οὐκ ἀφρίζομεν, οὐδὲ διαστρέφομεν τὰς κόρας, οὐδὲ τὰς χεῖρας; Εἴθε ἐν τῷ σώματι τοῦτο ἐπράττομεν, καὶ μὴ ἐν τῇ ψυχῇ. Βούλει σοι δείξω ψυχὴν ἀφρίζουσαν ἀκάθαρτον, καὶ διαστροφὴν ὀμμάτων διανοίας; Ἐννόησον τοὺς ὀργιζομένους καὶ μεθύοντας ὑπὸ τοῦ θυμοῦ, πόσου ἀφροῦ οὐκ ἀκαθαρτότερα ἐκβάλλουσι ῥήματα; Ὄντως ὥσπερ δυσώδη σίελον ἀποβλύζουσι. Καὶ καθάπερ ἐκεῖνοι οὐδένα ἴσασι τῶν παρόντων, οὕτως οὐδὲ οὗτοι. Σκοτισθείσης γὰρ αὐτοῖς τῆς διανοίας καὶ διαστραφέντων τῶν ὀφθαλμῶν, οὐ φίλον, οὐκ ἐχθρὸν, οὐκ αἰδέσιμον, οὐκ εὐκαταφρόνητον, ἀλλὰ πάντας ἁπλῶς ὁρῶσιν. Οὐχ ὁρᾷς αὐτοὺς καὶ τρέμοντας καθάπερ ἐκείνους; Ἀλλ' οὐ πίπτουσι χαμαί; Ἀλλὰ ἡ ψυχὴ αὐτῶν χαμαὶ κεῖται καὶ πίπτει σπαίρουσα· εἰ γὰρ ὀρθὴ εἱστήκει, οὐκ ἂν ἔπαθεν ἐκεῖνα ἅπερ ἔπαθεν. Ἢ οὐ δοκεῖ σοι καταβεβλημένης εἶναι ψυχῆς, καὶ τὴν οἰκείαν νῆψιν ἀπολωλεκυίας, καὶ ἃ ποιοῦσι καὶ λέγουσι μεθύοντες τῷ θυμῷ; Ἔστι τι καὶ ἕτερον μανίας εἶδος τούτου χαλεπώτερον. Ποῖον δὴ τοῦτο; Ὅταν μηδὲ ἀφεῖναι τὴν ὀργὴν ἀνέχωνται, ἀλλὰ τρέφωσι παρ' ἑαυτοῖς οἰκειακὸν καθάπερ τινὰ δήμιον τὴν μνησικακίαν. Αὐτοὺς γὰρ πρώτους ἀπόλλυσι τὸ μνησικακεῖν ἐντεῦθεν ἤδη, ἵνα τὰ μέλλοντα παρῶ. Πόσην γὰρ οἴει βάσανον εἶναι ἀνθρώπῳ πεπληγμένῳ τὴν ψυχὴν, καθ' ἑκάστην ἡμέραν σκοποῦντι ὅπως ἀμύνηται τὸν ἐχθρόν; Πρότερον ἑαυτὸν κολάζει ὁ τοιοῦτος, καὶ τιμωρεῖται οἰδαίνων, πρὸς ἑαυτὸν μαχόμενος, ἐμπυριζόμενος. Ἀνάγκη γὰρ διαπαντὸς καίεσθαι παρὰ σοὶ τὸ πῦρ· καὶ τὸν πυρετὸν ἐπὶ τοσοῦτον ἐκτείνων, οὐκ ἀφίης παρακμάσαι, καὶ νομίζεις ἐκείνῳ διδόναι τι κακὸν, αὐτὸς δὲ σεαυτὸν τήκεις, διαπαντὸς τὴν φλόγα ἀκμάζουσαν φέρων, καὶ διαναπαύσασθαι τὴν ψυχὴν οὐκ ἐῶν, ἀλλ' ἐκθηριούμενος ἀεὶ, καὶ ἐν ταραχῇ καὶ ἐν χειμῶνι τὸν λογισμὸν ἔχων.
εʹ. Τί ταύτης χαλεπώτερον τῆς μανίας, διαπαντὸς λυπεῖσθαι καὶ οἰδεῖν καὶ φλεγμαίνειν; Τοιαῦται γὰρ αἱ τῶν μνησικάκων ψυχαί· ἔνθα ἂν ἴδωσιν ὃν βούλονται ἀμύνασθαι, εὐθέως ἐπλήγησαν· ἂν φωνῆς ἀκούσωσι, κατέπεσον, τρέμουσιν· ἂν ἐπὶ κλίνης ὦσι, μυρίας ἑαυτοῖς ὑπογράφουσι τιμωρίας, ἀναρτῶντες, βασανίζοντες ἐκεῖνον τὸν ἐχθρόν· πρὸς δὲ τούτοις, ἂν καὶ εὐδοκιμοῦντα ἴδωσι, βαβαὶ τῆς τιμωρίας! Ἄφες αὐτῷ τὸ ἁμάρτημα, καὶ ἀπάλλαξον σαυτὸν τῆς βασάνου. Τί μένεις διαπαντὸς κολαζόμενος, ἵνα ἐκεῖνον ἅπαξ κολάσῃς καὶ τιμωρήσῃ; τί κατασκευάζεις ἑκτικὸν σαυτῷ νόσημα; τί βουλόμενον ἀπαλλαγῆναί σου τὸν θυμὸν κατέχεις; Μηδὲ μέχρις ἑσπέρας μενέτω, φησὶν ὁ Παῦλος. Καθάπερ γὰρ τηκεδών τις καὶ σὴς, οὕτω τὴν ῥίζαν τῆς ἡμετέρας διατρώγει διανοίας. Τί θηρίον ἐναποκλείεις εἰς τὰ σπλάγχνα τὰ σά; Βέλτιον ὄφιν ἢ ἔχιν ἐγκεῖσθαι τῇ καρδίᾳ, ἢ θυμὸν καὶ μνησικακίαν· ἐκεῖνα μὲν γὰρ εὐθέως ἂν ἡμᾶς ἀπήλλαξεν, οὗτος δὲ μένει διαπαντὸς, τοὺς ὀδόντας ἐμπηγνὺς, τὸν ἰὸν ἐντιθεὶς, τοὺς χαλεποὺς ἐπιστρατεύων λογισμούς. Ἀλλὰ ταῦτα ποιῶ, φησὶν, ἵνα μὴ καταγελάσῃ, ἵνα μὴ καταφρονήσῃ. Ἄθλιε ἄνθρωπε καὶ ταλαίπωρε, οὐ βούλει καταγελασθῆναι παρὰ τοῦ συνδούλου, ἀλλὰ μισηθῆναι παρὰ τοῦ σοῦ ∆ε 60.295 σπότου; οὐ βούλει καταφρονηθῆναι παρὰ τοῦ ὁμοδούλου, ἀλλὰ καταφρονεῖς τοῦ ∆εσπότου; καταφρονηθῆναι παρ' αὐτοῦ οὐκ ἀνέχῃ, τὸν δὲ Θεὸν ἀγανακτεῖν οὐκ οἴει, ὅτι αὐτοῦ καταγελᾷς, ὅτι αὐτοῦ καταφρονεῖς, οὐ βουλόμενος αὐτῷ πείθεσθαι; Ὅτι δὲ οὐδὲ καταγελάσεταί σου, δῆλον ἐκεῖθεν. Ἂν μὲν οὖν ἐπεξέλθῃς, πολὺς ὁ γέλως, πολλὴ ἡ καταφρόνησις· μικροψυχίας γὰρ τὸ πρᾶγμα· ἂν δὲ ἀφῇς, πολὺ τὸ θαῦμα· μεγαλοψυχίας γὰρ τοῦτο. Ἀλλ' ἐκεῖνος οὐκ οἶδε, φησίν. Ἴστω ὁ Θεὸς, ἵνα μείζονα ἔχῃς τὸν μισθόν. ∆ανείζετε γὰρ, φησὶ, παρ' ὧν οὐκ ἐλπίζετε ἀπολαβεῖν. Οὕτω καὶ εὐεργετῶμεν τοὺς μηδὲ αἰσθανομένους, ὅτι εὐεργετοῦνται, ἵνα μὴ ἀντιδιδόντες ἡμῖν τὸν ἔπαινον, ἢ ὅ τι δήποτε, ἐλαττώσωσιν ἡμῖν τὸν μισθόν. Ὅταν γὰρ μηδὲν παρὰ ἀνθρώπων λάβωμεν, τότε μείζονα παρὰ τοῦ Θεοῦ ληψόμεθα. Τί δὲ καταγελαστότερον, τί δὲ ψυχρότερον ψυχῆς ὀργιζομένης διαπαντὸς, καὶ βουλομένης ἐπεξελθεῖν; Γυναικώδης αὕτη ἡ προαίρεσις καὶ παιδική. Καθάπερ γὰρ ἐκείνη καὶ πρὸς τὰ ἄψυχα ὀργίζεται, κἂν μὴ πλήξῃ τὸ ἔδαφος, οὐκ ἀφίησι τὴν ὀργήν· οὕτω δὴ καὶ οὗτοι τοὺς λυπήσαντας ἀμύνασθαι βούλονται. Ἄρα αὐτοὶ γέλωτος ἄξιοι· τὸ γὰρ ὑπὸ θυμοῦ κρατεῖσθαι, παιδικῆς διανοίας· τὸ δὲ κρατεῖν, ἀνδρειότητος. Ἄρα οὐχ ἡμεῖς καταγελώμεθα, ὅταν φιλοσοφῶμεν, ἀλλ' ἐκεῖνοι. Οὐκ ἔστι τοῦτο εὐκαταφρονήτων ἀνθρώπων, τὸ μὴ ἡττᾶσθαι πάθει· εὐκαταφρονήτων δέ ἐστι τὸ οὕτω τρέμειν τὸν ἔξωθεν γέλωτα, ὡς διὰ τοῦτον αἱρεῖσθαι καὶ πάθει ὑποπίπτειν οἰκείῳ, καὶ Θεῷ προσκρούειν, καὶ ἑαυτὸν ἀμύνασθαι. Ταῦτα ὄντως γέλωτος ἄξια. Οὐκοῦν ταῦτα φεύγωμεν· λεγέτω, ὅτι μυρία ἡμᾶς ἐργασάμενος κακὰ, οὐδὲν αὐτὸς ἔπαθε· λεγέτω, ὅτι καὶ πάλιν ἡμῖν εἰ ἐπικωμάσειεν, οὐδὲν πείσεται. Οὐκ ἂν ἑτέρως ἡμῶν ἐκήρυξε τὴν ἀρετὴν, οὐκ ἂν ἄλλα ἐζήτησε ῥήματα, εἰ ἐπαινέσαι ἡμᾶς ἐβούλετο, ἀλλ' ἢ ταῦτα, ἃ δοκεῖ κακίζων λέγειν. Εἴθε πάντες περὶ ἐμοῦ ταῦτα ἔλεγον, ὅτι Ψυχρὸς ἄνθρωπος, καὶ ταλαίπωρός ἐστι· πάντες εἰς αὐτὸν ὑβρίζουσιν, αὐτὸς δὲ φέρει· πάντες ἐνάλλονται, αὐτὸς δὲ οὐκ ἀμύνεται. Εἴθε προσετίθεσαν, ὅτι Οὐδὲ ἐὰν θέλῃ δύναται, ἵνα μοι ἔπαινος ἦν ἐκ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἀνθρώπων. Λεγέτω, ὅτι παρὰ ψυχρότητα οὐκ ἀμυνόμεθα. Οὐδὲν ἡμᾶς βλάπτει τοῦτο, ὅταν ὁ Θεὸς εἰδῇ, ἀλλ' ἐν μείζονι καθίστησιν ἡμῶν τὸν θησαυρὸν φυλακῇ. Εἰ μέλλοιμεν πρὸς ἐκείνους ὁρᾷν, πάντων ἀποπεσούμεθα. Μὴ τί λέγουσιν, ἀλλὰ 60.296 τί ἡμῖν πρέπει, ἴδωμεν. Οἱ δὲ, Μὴ γάρ μου καταγελάσῃ, φασὶ, καὶ καυχῶνταί τινες. Ὢ τῆς ἀνοίας! Οὐδείς με ἀδικήσας κατεγέλασέ μου, φησί· τουτέστιν, Ἐπεξῆλθον. Καὶ μὴν τούτῳ καταγελᾶσθαι ὀφείλεις, ὅτι ἐπεξῆλθες. Πόθεν ταῦτα τὰ ῥήματα ἐπεισῆλθεν, αἰσχύνη καὶ ὄλεθρος ὄντα, καὶ ἀνατροπὴ τῆς ζωῆς τῆς ἡμετέρας, καὶ τῆς πολιτείας; ἆρα οὐκ ἀπὸ τοῦ ἀπεναντίας τῷ Θεῷ φθέγγεσθαι; Ὃ γὰρ ποιεῖ Θεοῦ ἴσον, τὸ μὴ ἀμύνασθαι, τοῦτο γέλωτα νομίζεις. Οὐ διὰ ταῦτα γελᾶσθαί ἐσμεν ἄξιοι καὶ παρ' ἡμῶν αὐτῶν, καὶ παρ' Ἑλλήνων, οὕτως ἀντιφθεγγόμενοι τῷ Θεῷ; Βούλομαί τι διηγήσασθαι γενόμενον ἐπὶ τῶν παλαιῶν, οὐ περὶ ὀργῆς, ἀλλὰ περὶ χρημάτων· Ἦν τινι χωρίον θησαυρὸν ἔχον ἐγκεκρυμμένον οὐκ εἰδότος τοῦ δεσπότου· τοῦτο ἐκεῖνος τὸ χωρίον ἀπέδοτο. Ὁ πριάμενος διασκάπτων ὥστε φυτεῦσαι καὶ ἐπιμελήσασθαι, εὗρε τὸν θησαυρὸν ἐναποκείμενον. Μαθὼν ὁ ἀποδόμενος τοῦτο, ἐλθὼν ἐβιάζετο τὸν ἠγορακότα ἀπολαβεῖν τὸν θησαυρόν· χωρίον γὰρ ἔλεγε πεπρακέναι, οὐ θησαυρόν. Πάλιν ἐκεῖνος διωθεῖτο αὐτὸν, λέγων, τὸ χωρίον ἠγορακέναι μετὰ τοῦ θησαυροῦ, καὶ οὐδένα λόγον ποιεῖν ὑπὲρ τούτου. Εἰς ἀμφισβήτησιν κατέστησαν ἀμφότεροι, ὁ μὲν λαβεῖν βουλόμενος, ὁ δὲ φιλονεικῶν μὴ δοῦναι. Καὶ ἐπιτυχόντες ἀνθρώπου τινὸς διελέγοντο· εἶτα ἠρώτων αὐτὸν, τίνι δεῖ προσγενέσθαι τὸν θησαυρόν. Ὁ δὲ οὐκ ἀπεφήνατο, ἔφη δὲ καταλῦσαι αὐτῶν τὴν ἀμφισβήτησιν· αὐτὸς γὰρ ἔσεσθαι κύριος. Καὶ λαβὼν τὸν θησαυρὸν ἑκόντων παραχωρησάντων ἐκείνων, μυρία ὕστερον ὑπέστη κακὰ, καὶ ἔργῳ ἐμάνθανεν, ὅτι εἰκότως ἐκεῖνοι τούτου ἀπέστησαν. Τοῦτο καὶ περὶ τῆς ὀργῆς δεῖ γενέσθαι, καὶ ἡμᾶς φιλονεικεῖν μὴ ἀμύνασθαι, καὶ τοὺς λελυπηκότας φιλονεικεῖν δοῦναι δίκην. Ἀλλὰ τάχα ταῦτα καὶ γέλως τις εἶναι δοκεῖ· ὅταν γὰρ ἐπιπλέον ἡ μανία κατάσχῃ, οἱ σωφρονοῦντες γελῶνται, καὶ ἐν πολλοῖς μαινομένοις ὁ μὴ μαινόμενος δοκεῖ μαίνεσθαι. ∆ιὸ παρακαλῶ ἀνενεγκεῖν, καὶ ἡμῶν αὐτῶν γενέσθαι, ἵνα δυνηθῶμεν τοῦ ὀλεθρίου τούτου πάθους καθαρεύοντες, τῆς τῶν οὐρανῶν βασιλείας ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Παιδὸς, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΜΒʹ
Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ Πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱερουσαλὴμ, εἰπὼν, ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν. Ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακο νούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχε χρόνον εἰς τὴν Ἀσίαν. Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ.
αʹ. Ἱκανῶς ἐνδιατρίψας τῇ πόλει βούλεται μεταστῆναι πάλιν. ∆ιὸ καὶ πέμπει τὸν Τιμόθεον καὶ τὸν Ἔραστον εἰς Μακεδονίαν, αὐτὸς δὲ μένει εἰς Ἔφεσον. Πῶς δὲ ἐξ ἀρχῆς ἑλόμενος εἰς Συρίαν ἀπελθεῖν, πάλιν εἰς Μακεδονίαν ὑποστρέφει; ∆εικνὺς, ὅτι πάντα οὐκ οἰκείᾳ δυνάμει ἔπραττεν. Ἤδη προφητεύει λέγων, ∆εῖ με καὶ Ῥώμην ἰδεῖν. Τοῦτο δὲ εἶπεν, ἴσως παραμυθούμενος 60.296 αὐτοὺς, ὡς οὐκ ἀπομένων, ἀλλ' ὡς πάλιν ἐγγυτέρω γινόμενος αὐτῶν, καὶ διανιστῶν τὰς ψυχὰς τῶν μαθητῶν τῇ προφητείᾳ. Ἐντεῦθέν μοι δοκεῖ γράφειν Κορινθίοις ἀπὸ Ἐφέσου, καὶ λέγειν, ὅτι Οὐ θέλω ὑμᾶς ἀγνοεῖν ὑπὲρ τῆς θλίψεως τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ. Ἐπειδὴ γὰρ ἐπηγγέλλετο εἰς Κόρινθον ἀπελθεῖν, ἀπολογεῖται ἅτε βραδύνας, καὶ λέγει τὸν πειρασμὸν λοιπὸν, τὰ κατὰ ∆ημήτριον διηγούμενος. Τοῦτον γὰρ αἰνίττεται, τάραχον οὐκ ὀλίγον εἰπὼν περὶ τῆς ὁδοῦ γεγενῆσθαι. Πάλιν κίνδυνος, πάλιν τάραχος. Ὁρᾷς τὴν εὐδοκίμησιν; Ἐγένετο σημεῖα διπλᾶ· οἱ δὲ ἀντέλεγον. Οὕτω διὰ πάντων ὑφαίνεται τὰ πράγματα. ∆ημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις ἐργασίαν οὐκ ὀλίγην. Οὓς καὶ συναθροίσας, καὶ ἐπισυναγαγὼν τοὺς 60.297 περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν· Ἄνδρες, ἐπίστασθε, ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῶν ἐστι· καὶ θεωρεῖτε καὶ ἀκούετε, ὅτι οὐ μόνον Ἐφέσου, ἀλλὰ καὶ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ὄχλον ἱκανὸν, λέγων, ὅτι Οὐκ εἰσὶ θεοὶ οἱ διὰ χειρῶν ἀνθρώπων γινόμενοι. Οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς ἱερὸν Ἀρτέμιδος εἰς οὐδὲν λογισθῆναι, μέλλειν δὲ καὶ καθαιρεῖσθαι τὴν μεγαλειότητα αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται. Ποιῶν, φησὶ, ναοὺς ἀργυροῦς Ἀρτέμιδος. Καὶ πῶς ἔνι ναοὺς ἀργυροῦς γενέσθαι; Ἴσως ὡς κιβώρια μικρά· πολλὴ γὰρ ταύτης ἦν ἡ τιμὴ ἐν Ἐφέσῳ, ὅπου καὶ τὸ ἱερὸν αὐτῶν ἐμπρησθὲν οὕτως ἐλύπησεν αὐτοὺς, ὡς τὸν ἐμπρήσαντα κελεύειν μηδὲ ὀνόματι λέγεσθαι. Ὅρα πανταχοῦ τὴν εἰδωλολατρείαν ἀπὸ χρημάτων γινομένην. Κἀκεῖνοι διὰ χρήματα, καὶ οὗτος διὰ χρήματα· οὐχ ὡς τῆς εὐσεβείας κινδυνευούσης αὐτοῖς, ἀλλ' ὡς τοῦ πορισμοῦ τὴν ὑπόθεσιν οὐκ ἔχοντος. Καὶ σκόπει κακίαν ἀνδρός· Εὔπορος ἦν αὐτὸς, καὶ αὐτῷ μὲν οὐ τοσαύτη ἔμελλε βλάβη γενέσθαι ἐκ τούτου· ἐκείνοις δὲ ἦν πολλὴ, ἅτε πένησιν οὖσι καὶ ἀπὸ τῆς καθ' ἡμέραν ἐργασίας τρεφομένοις. Καὶ ὅμως οὗτοι μὲν οὐδὲν λέγουσιν, αὐτὸς δέ· κοινωνοὺς δὲ ὄντας αὐτοὺς τῆς τέχνης, κοινωνοὺς λαμβάνει καὶ τοῦ θορύβου. Εἶτα καὶ τὸν κίνδυνον ηὔξησεν, ἐπαγαγὼν, ὅτι Κινδυνεύει ἡμῖν τοῦτο τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν. Τοῦτο γὰρ σχεδὸν διὰ τούτου δηλοῖ, ὅτι ἀπὸ τῆς τέχνης ταύτης κινδυνεύομεν εἰς λιμὸν ἐμπεσεῖν. Καίτοι τὰ εἰρημένα ἱκανὰ εἰς εὐσέβειαν αὐτοὺς ἀγαγεῖν· ἀλλὰ ταλαίπωροί τινες ὄντες καὶ ψυχροὶ, ἐπισυνίστανται μᾶλλον, καὶ οὐκ ἐννοοῦσιν, ὅτι Εἰ ὁ ἄνθρωπος οὗτος τοσαῦτα ἰσχύει ὡς μεταστῆσαι πάντας, καὶ κινδυνεύει τὰ τῶν θεῶν, ἡλίκος ὁ τούτου Θεός! καὶ ὅτι Πολλῷ μᾶλλον ἐκεῖνα ἡμῖν δώσει, ὑπὲρ ὧν φοβούμεθα. Ἤδη προκατέλαβεν αὐτῶν τὰς ψυχὰς, λέγων, ὅτι Οὐκ εἰσὶ θεοὶ οἱ ὑπὸ χειρῶν ἀνθρώπων γινόμενοι. Ὅρα ὑπὲρ τίνος ἀγανακτοῦσιν Ἕλληνες· ἐπειδὴ εἶπεν, ὅτι Οἱ ὑπὸ ἀνθρώπων γινόμενοι, οὐκ εἰσὶ θεοί. Πανταχοῦ εἰς τὴν τέχνην ὠθεῖ τὸν λόγον. Εἶτα τὸ μάλιστα αὐτοὺς λυπῆσαν ὕστερον τίθησι, λέγων· Οὐ μόνον δὲ τοῦτο τὸ μέρος κινδυνεύει· τουτέστι, Τῶν μὲν ἄλλων οὐδεὶς λόγος, ἀλλ' ὅτι καὶ τὸ τῆς μεγάλης θεᾶς ἱερὸν Ἀρτέμιδος κινδυνεύει καθαιρεῖσθαι. Εἶτα ἵνα μὴ δόξῃ χρηματισμοῦ ἕνεκεν λέγειν ταῦτα, ὅρα τί προστίθησιν· Ἣν ἡ οἰκουμένη σέβεται. Ὁρᾷς πῶς ἔδειξε μείζω τὴν τοῦ Παύλου δύναμιν, πάντας ἀθλίους καὶ ταλαιπώρους αὐτοὺς ἀποφαίνων, εἴ γε ἄνθρωπος ἐλαυνόμενος καὶ σκηνοποιὸς τοσαῦτα δύναται; Ὅρα παρ' ἐχθρῶν τὰς μαρτυρίας τοῖς ἀποστόλοις γινομένας. Ἐκεῖ μὲν ἔλεγον, Ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν· ἐνταῦθα, ὅτι Μέλλει καθαιρεῖσθαι τῆς Ἀρτέμιδος ἡ μεγαλειότης· τότε, Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες ἤκουον, ὅτι Οὗτοι καὶ ἐνθάδε πάρεισι· νῦν, ὅτι Κινδυνεύει ἡμῖν τοῦτο τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν. Οὕτω καὶ Ἰουδαῖοι ἐπὶ τοῦ Χριστοῦ ἔλεγον· Ὁρᾶτε,ὅτι ὁ κόσμος ὀπίσω αὐτοῦ ὑπάγει, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν τὴν πόλιν. Ἀκούσαντες δὲ ταῦτα ἐπλήσθησαν θυμοῦ. Πότε ὁ θυμὸς γέγονεν; Ὅτε περὶ τῆς Ἀρτέμιδος ἤκουσαν, ὅτε περὶ τοῦ πορισμοῦ. Τοιαῦτα γὰρ τὰ τῶν ἀγοραίων ἤθη, ἀπὸ τοῦ τυχόντος συναρπάζεσθαι καὶ ἐκκαίεσθαι. ∆ιὰ ταῦτα μετ' ἐξετάσεως δεῖ ποιεῖν πάντα. Ὅρα δὲ πῶς καὶ 60.298 ἦσαν εὐκαταφρόνητοι, ὡς πᾶσι προκεῖσθαι. Ἀκούσαντες δὲ, καὶ γενόμενοι πλήρεις θυμοῦ, φησὶν, ἔκραζον λέγοντες· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων! Καὶ ἐπλήσθη ἡ πόλις ὅλη τῆς συγχύσεως· ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον. Συναρπάσαντες δὲ Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου, εἵλκυσαν αὐτούς.
βʹ. Ἁπλῶς πάλιν ἐπίασιν ὡς ἐπὶ Ἰάσονος Ἰουδαῖοι, καὶπανταχοῦ αὐτοῖς πρόκεινται· οὕτως οὐδὲν εἶχον κόμπου γέμον οὐδὲ δόξης. Τοῦ δὲ Παύλου βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί. Τινὲς δὲ τῶν Ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. Παρακαλοῦσιν, ὅτι ἄτακτος ἦσαν δῆμος ἀλογίστῳ ῥύμῃ πάντα τολμῶντες. Καὶ ὁ Παῦλος πείθεται· οὐ γὰρ ἦν κενόδοξος, οὐδὲ φιλότιμος. Ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη. Τοιοῦτον γὰρ τὸ πλῆθος· ἁπλῶς ἕπεται καθάπερ πῦρ εἰς ὕλην ἐμπεσόν. Καὶ οἱ πλείους οὐκ ᾔδεισαν, τίνος ἕνεκεν συνεληλύθεισαν. Ἐκ δὲ τοῦ ὄχλου προεβίβασαν Ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν Ἰουδαίων. Προεβάλοντο Ἰουδαῖοι οἰκονομικῶς, ἵνα μηδὲν ἔχωσιν ὕστερον ἀντιλέγειν. Οὗτος καὶ προβάλλεται, καὶ φθέγγεται, καὶ τί, ἄκουε· Ὁ δὲ Ἀλέξανδρος κατασείσας τῇ χειρὶ, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. Ἐπιγνόντες δὲ, ὅτι Ἰουδαῖός ἐστι, φωνὴ ἐγένετο μία ἐκ πάντων, ὡς ἐπὶ ὥρας δύο κραζόντων· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. Παιδικὴ ὄντως ἡ διάνοια· καθάπερ φοβούμενοι, μὴ σβεσθῇ τὸ σέβας αὐτῶν, συνεχῶς ἐβόων. ∆ύο ἔτη ἐκάθισεν ἐκεῖ, καὶ ὅρα πόσοι ἔτι Ἕλληνες ἦσαν. Καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον, φησίν· Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἄνθρωπος, ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης θεᾶς Ἀρτέμιδος καὶ τοῦ ∆ιοπετοῦς; Τούτῳ πρώτῳ τὸν θυμὸν αὐτῶν ἔσβεσε. Καὶ τοῦ διοπετοῦς. Τοῦτο λέγει, ὡς οὐκ ὄντος δήλου τοῦ πράγματος. Ἱερὸν δὲ ἕτερον οὕτω ἐκαλεῖτο ∆ιοπετές· ἤτοι τὸ εἴδωλον τοίνυν τῆς Ἀρτέμιδος ∆ιοπετὲς ἔλεγον, ὡς ἐκ τοῦ ∆ιὸς τὸ ὄστρακον ἐκεῖνο πεπτωκὸς, καὶ οὐχ ὑπὸ ἀνθρώπου γενόμενον· ἢ ἕτερον ἄγαλμα παρ' αὐτοῖς οὕτως ἐλέγετο. Ἀναντιῤῥήτων οὖν ὄντων τούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν, καὶ μηδὲν προπετὲς πράσσειν. Ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους, οὔτε βλασφημοῦντας τὴν θεὰν ὑμῶν. Ἄρα τὸ πᾶν ψεῦδος· ταῦτα δὲ πρὸς τὸν δῆμον, ὥστε κἀκείνους ἐπιεικεστέρους γενέσθαι, φησίν. Εἰ μὲν οὖν ∆ημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσι πρός τινα λόγον, ἀγοραῖοι ἄγονται, καὶ ἀνθύπατοί εἰσιν· ἐγκαλείτωσαν ἀλλήλοις. Εἰ δέ τι περὶ ἑτέρων ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. Καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος, περὶ οὗ [οὐ] δυνησόμεθα ἀποδοῦναι λόγον τῆς συστροφῆς ταύτης. Καὶ ταῦτα εἰπὼν, ἀπέλυσε τὴν ἐκκλησίαν. Ἔννομον ἐκκλησίαν, φησὶ, διότι τρεῖς ἐκκλησίαι ἐγίνοντο κατὰ νόμον καθ' ἕκαστον μῆνα· αὕτη δὲ ἦν παράνομος. Εἶτα καὶ ἐφόβησεν αὐτοὺς εἰπών· Κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ὡς δὲ ἐπληρώθη ταῦτα, φησὶν, ἔθετο ὁ Παῦλος ἐν τῷ Πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ 60.299 Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱεροσόλυμα. Οὐκ ἔτι ἀνθρωπίνως ἐνταῦθα ποιεῖ, ἀλλὰ Πνεύματι, ᾧ καὶ προείλετο διελθεῖν. Τοῦτο γάρ ἐστι τὸ, Ἔθετο, καὶ τοιαύτην ὁ λόγος ἔννοιαν ἔχει. Τίνος δὲ ἕνεκεν ἀποστέλλει Τιμόθεον καὶ Ἔραστον, οὐ λέγει· ἐμοὶ δὲ δοκεῖ καὶ περὶ τούτου εἰπεῖν τὸ, Ἐν Πνεύματι. ∆ιὸ μηκέτι στέγοντες, εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι. Καὶ ὅρα, δύο τῶν διακονούντων αὐτῷ ἀπέστειλε, τήν τε παρουσίαν ἀπαγγεῖλαι καὶ προθυμοτέρους ποιῆσαι. Μάλιστα πάντων τῇ Ἀσίᾳ ἐνδιατρίβει· εἰκότως· ἐκεῖ γὰρ ἦν ἡ πολλὴ φατρία τῶν φιλοσόφων. Καὶ ἐλθὼν, πάλιν αὐτοῖς διελέγετο· καὶ γὰρ πολλὴ ἦν ἐκεῖ ἡ δεισιδαιμονία. ∆ημήτριος γάρ τις, φησὶν, ἀργυροκόπος, συναθροίσας τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν· Ἄνδρες, ἐπίστασθε καὶ θεωρεῖτε καὶ ἀκούετε· οὕτω κατάδηλον ἦν τὸ γινόμενον· Ὅτι οὗτος, φησὶν, ὁ Παῦλος πείσας μετέστησεν ἱκανὸν ὄχλον. Ὥστε οὐ βιαίως, εἰ ἔπεισεν· οὕτω δεῖ πείθειν πόλιν. Εἶτα ἐπάγει ὅπερ αὐτῶν καθήπτετο, ὅτι Οὐκ εἰσὶ θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. Τί ἐστι τοῦτο; Ἀνατρέπει, φησὶ, τὴν τέχνην τὴν ἡμετέραν. Καὶ ἵνα μὴ ἐννοήσωσι, καὶ εἴπωσιν, ὅτι μόνος ἄνθρωπος τοιαῦτα ἰσχύει, καὶ εἰ τοσοῦτον ἰσχύει, αὐτῷ δεῖ πείθεσθαι, ἐπήγαγεν· Ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται. Τὴν φωνὴν αὐτῶν ᾤοντο ἐπιτειχίζειν τῷ Πνεύματι τῷ θείῳ, ὄντες παῖδες Ἕλληνες. Ἐκ ταύτης τῆς ἐργασίας, φησὶν, ἡ εὐπορία ἡμῶν ἐστι. Καὶ εἰ ἀπὸ ταύτης τῆς ἐργασίας εὐπορία ὑμῖν περιγίνεται, πῶς ἔπεισεν ἄνθρωπος εὐτελής; πῶς τοσαύτης ἐκράτησε συνηθείας; τί ποιῶν ἢ τί λέγων; Οὐκ ἔστι Παύλου, οὐκ ἔστιν ἀνδρός. Καὶ τοῦτο ἀρκεῖ τὸ εἰπεῖν, ὅτι Οὐκ εἰσὶ θεοί. Εἰ μὲν οὖν οὕτως εὐφώρατον τὸ τῆς ἀσεβείας, πάλαι καταγνωσθῆναι ἔδει· εἰ δὲ ἰσχυρὸν, οὐχ οὕτως ἀναιρεθῆναι ταχέως. Οὐ μόνον δὲ, φησὶ, τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος. Ὡς δή τί ποτε μεῖζον λέγων, τοῦτο ἐπήγαγεν. Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. Κατὰ πόλιν γὰρ αὐτοῖς ἦσαν θεοί. Καὶ οὕτω διέκειντο, ὡς διὰ τῆς φωνῆς ἀνακτώμενοι τὸ σέβας αὐτῆς, καὶ τὰ γεγενημένα ἀναλύοντες.
γʹ. Ὅρα ἄτακτον πλῆθος. Τοῦ δὲ Παύλου, φησὶ, βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί. Ὁ μὲν οὖν Παῦλος ἐβούλετο εἰσελθεῖν δημηγορῆσαι· τοὺς γὰρ διωγμοὺς ἐλάμβανεν εἰς διδασκαλίαν· ἀλλ' οἱ μαθηταὶ οὐκ εἴων αὐτόν. Σκόπει, πόσῃ περὶ αὐτὸν προνοίᾳ κέχρηνται πανταχοῦ. Καὶ ἐξ ἀρχῆς αὐτὸν ἐξήγαγον, ὥστε μὴ περὶ τὰ καίρια λαβεῖν τὴν πληγήν· καίτοι γε ἤκουσαν, ὅτι δεῖ καὶ Ῥώμην ἰδεῖν· ὅμως κωλύουσιν. Οἰκονομικῶς δὲ προαγορεύει, ἵνα μὴ τῷ γενομένῳ θορυβηθῶσιν. Οὕτως οὐδὲ πάσχειν τι αὐτὸν ἐβούλοντο. Καὶ τῶν ἀσιαρχῶν δέ τινες παρεκάλουν αὐτὸν, φησὶ, μὴ εἰσελθεῖν εἰς τὸ θέατρον. Εἰδότες αὐτοῦ τὴν προθυμίαν, παρεκάλουν· οὕτω πάντες αὐτὸν ἐφίλουν οἱ πιστοί. Καὶ τίνος ἕνεκεν, φησὶν, ὁ Ἀλέξανδρος ἐβούλετο ἀπολογεῖσθαι; μὴ γὰρ αὐτὸς ἐνεκλήθη; Ὥστε καιρὸν εὑρεῖν, καὶ τὸ πᾶν καταστρέψαι καὶ ἐκκαῦσαι τοῦ δήμου τὸν θυμόν. Εἶδες θυμὸν ἄτακτον; Καλῶς καὶ ἐπιτιμητικῶς ὁ γραμματεὺς, Τίς ἔστι, φησὶν, ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν; Οὕτως εἰπὼν περὶ οὗ ἐφοβοῦντο· ὡσεὶ ἔλεγεν· Οὐ θεραπεύετε αὐτήν; Καὶ οὐκ εἶπε, Τίς γάρ ἐστιν, ὃς οὐ γινώσκει τὴν Ἄρτεμιν; ἀλλὰ, Τὴν πόλιν τὴν ἡμετέραν· θεραπεύων αὐτούς. Ἀναντιῤῥήτων οὖν τούτων ὄντων, 60.300 δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν. Ταῦτα δῆθεν ἐγκαλεῖ, μονονουχὶ λέγων· Τί τοίνυν ζητεῖτε ὡς ἀδήλων ὄντων; φανερὸν, ὡς ἡ ὕβρις εἰς τὴν θεὸν διαβαίνει. Πρόσχημα τὴν εὐσέβειαν ἐβούλοντο ποιεῖν τοῦ χρηματισμοῦ. Εἶτα ἠρέμα καθάπτεται αὐτῶν, δεικνὺς, ὅτι ἀλογίστως συνῆλθον. Καὶ μηδὲν, φησὶ, προπετὲς πράττειν. ∆εικνὺς, ὅτι προπετῶς ἔπραξαν, τοῦτο εἶπεν. Εἰ μὲν οὖν ∆ημήτριος καὶ οἱ σὺν αὐτῷ ἔχουσι πρός τινα λόγον, ἀνθύπατοί εἰσι. Καὶ τοῦτο λέγει ἐγκαλῶν, καὶ δεικνὺς ὅτι οὐκ ἔδει ἰδιωτικῶν ἐγκλημάτων ἕνεκεν κοινὴν ἐκκλησίαν ποιεῖσθαι. Καὶ γὰρ κινδυνεύομεν, φησὶν, ἐγκαλεῖσθαι. Τούτῳ σφόδρα αὐτοὺς διηπόρησεν. Οὐδενὸς αἰτίου, φησὶν, ὑπάρχοντος, περὶ οὗ δυνησόμεθα λόγον δοῦναι τῆς συστροφῆς ταύτης. Ὅρα πῶς οἱ ἄπιστοι φρονίμως ἀπολογοῦνται, πῶς συνετῶς. Οὕτως ἔσβεσε τὸν θυμόν. Ὥσπερ γὰρ ῥᾳδίως ἐξάπτεται, οὕτω καὶ ῥᾳδίως σβέννυται. Καὶ ταῦτα εἰπὼν, ἀπέλυσε τὴν ἐκκλησίαν, φησίν. Ὁρᾷς τὸν Θεὸν συγχωροῦντα τοὺς πειρασμοὺς, καὶ διεγείροντα καὶ ἀφυπνίζοντα τοὺς μαθητὰς τούτοις καὶ σφοδροτέρους ἐργαζόμενον; Μὴ δὴ καταπίπτωμεν τοῖς πειρασμοῖς· αὐτὸς γὰρ ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν. Οὐδὲν οὕτω φίλους ποιεῖ καὶ συγκροτεῖ, ὡς θλῖψις· οὐδὲν οὕτω συνδεῖ καὶ ἐπισφίγγει τῶν πιστῶν τὰς ψυχάς· οὐδὲν ἡμῖν τοῖς διδασκάλοις οὕτως ἐπιτήδειον πρὸς τὸ τὰ παρ' ἡμῶν λεγόμενα ἀκούεσθαι. Ἐν μὲν γὰρ ἀνέσει τυγχάνων ἀκροατὴς, χαῦνός τέ ἐστι καὶ ῥᾴθυμος, καὶ ἐνοχλεῖσθαι δοκεῖ παρὰ τοῦ λέγοντος· ἐν δὲ θλίψει καὶ στενοχωρίᾳ εἰς πολλὴν ἐπιθυμίαν ἀκροάσεως ἐμπίπτει. Στενοχωρούμενος γὰρ τὴν ψυχὴν, πανταχόθεν ζητεῖ παραμυθίαν τῆς θλίψεως εὑρεῖν· οὐ μικρὰν δὲ φέρει λόγος παραμυθίαν. Τί οὖν, φησὶν, οἱ Ἰουδαῖοι; πῶς θλιβόμενοι ἀπὸ τῆς ὀλιγοψυχίας οὐκ ἤκουον; Ὅτι Ἰουδαῖοι ἦσαν, οἱ ἀεὶ ἀσθενεῖς καὶ ταλαίπωροι· ἄλλως τε καὶ ὅτι καὶ ἐκεῖ πολλὴ ἡ θλῖψις ἦν, ἡμῖν δὲ περὶ συμμέτρου ὁ λόγος. Ὅρα γάρ· προσεδόκησαν ἀπαλλάττεσθαι τῶν κατεχόντων αὐτοὺς κακῶν ἐκεῖνοι, καὶ μυρίοις περιέπεσον μᾶλλον δεινοῖς· τοῦτο δὲ οὐχ ὡς ἔτυχεν ἀπορεῖ ψυχήν. Αἱ θλίψεις ἀποσχίζουσιν ἡμᾶς τῆς συμπαθείας τῆς πρὸς τὸν παρόντα κόσμον· εὐθέως γοῦν τὸν θάνατον αἰτοῦμεν, καὶ οὐκ ἐσμὲν φιλοσώματοι· ὅπερ μέγιστον φιλοσοφίας μέρος ἐστὶ, μὴ κεχηνέναι μηδὲ προσδεδέσθαι τῇ παρούσῃ ζωῇ. Ἡ θλιβομένη ψυχὴ οὐ βούλεται περὶ πολλὰ εἶναι, ἀλλ' ἀναπαύσεώς τινος μόνον καὶ ἡσυχίας ἐρᾷ· ἀγαπητὸν αὐτῇ τῶν παρόντων ἀπαλλαγῆναι, κἂν μηδὲν ἕτερον ᾖ. Καθάπερ σῶμα πεπονηκὸς καὶ ταλαιπωρηθὲν οὐκ ἐρᾷν βούλεται, οὐ γαστρίζεσθαι, ἀλλ' ἀναπαύεσθαι καὶ ἡσυχῇ κεῖσθαι· οὕτω καὶ ψυχὴ μυρίοις ταριχευθεῖσα κακοῖς, πρὸς ἀνάπαυσιν καὶ ἡσυχίαν ἐπείγεται εἶναι. Ἡ ἐν ἀνέσει οὖσα ἐπτόηται, τεθορύβηται, μετέωρός ἐστιν· αὕτη δὲ οὐδὲν κεχηνὸς ἔχουσα οὐδὲ διαῤῥέον, ὅλη συνέσφιγκται καὶ μένει ἀμετεώριστος· καὶ ἡ μὲν ἀνδρειοτέρα, ἡ δὲ παιδικωτέρα ἐστί· καὶ ἡ μὲν βαρυτέρα, ἡ δὲ κουφοτέρα. Καὶ καθάπερ ἐν πολλῷ ὕδατι ἐμπεσόν τι κοῦφον σαλεύεται· οὕτω καὶ εἰς πολλὴν χαρὰν ἐμπεσοῦσα ψυχή. Καὶ τὰ μέγιστα δὲ ἡμῖν ἁμαρτήματα ἀπὸ πολλῆς ἡδονῆς γεγενημένα ἴδοι τις ἄν. Καὶ εἰ βούλεσθε, οἰκίας ὑπογράψωμεν δύο, τὴν μὲν γαμούντων, τὴν δὲ πενθούντων· εἰσέλθωμεν τῷ λόγῳ πρὸς ἑκατέρους· ἴδωμεν τίς τίνος βελτίων. Εὑρεθήσεται γὰρ ἡ τοῦ πενθοῦντος φιλοσοφίας γέμουσα, ἡ δὲ τοῦ γαμοῦντος ἀσχημοσύνης, 60.301 Ὅρα γάρ· αἰσχρὰ ἐκεῖ ῥήματα, γέλως ἄτακτος, βήματα ἀτακτότερα, στολὴ καὶ βάδισις ἀσχημοσύνης γέμουσα, σχήματα πολλῆς ἀνοίας καὶ μωρίας· καὶ ὅλως οὐδὲν ἕτερον ἢ πάντα γέλως καὶ κατάγελως τὰ ἐκεῖ. Οὐχ ὁ γάμος, λέγω, μὴ γένοιτο· ἀλλὰ τὰ περὶ τὸν γάμον. Ἐκβακχεύεται τότε ἡ φύσις, ἄλογα ἀντὶ ἀνθρώπων οἱ παρόντες γίνονται, οἱ μὲν ὡς ἵπποι χρεμετίζουσιν, οἱ δὲ ὡς ὄνοι λακτίζουσι· πολλὴ ἡ διάχυσις, πολλὴ ἡ διάλυσις, οὐδὲν σπουδαῖον, οὐδὲν γενναῖον· πολλὴ ἐκεῖ τοῦ διαβόλου ἡ πομπὴ, κύμβαλα, αὐλοὶ, καὶ ᾄσματα πορνείας γέμοντα καὶ μοιχείας. Ἀλλ' οὐκ ἐκεῖ, ἔνθα τὸ πένθος, ἀλλὰ πάντα εὔτακτα· πολλὴ γὰρ ἡ σιγὴ, πολλὴ ἡ ἡσυχία, πολλὴ ἡ καταστολὴ, οὐδὲν ἄτακτον, οὐδὲν ἄῤῥυθμον· εἴ τίς τι καὶ ἐφθέγξατο, πάντα φιλοσοφίας γέμοντα ῥήματα ἐφθέγξατο· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι παρ' ἐκεῖνον τὸν καιρὸν οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ οἰκεῖοι καὶ γυναῖκες φιλοσοφοῦσι. Τοιαύτη γὰρ ἡ τοῦ πένθους φύσις. Καὶ δοκοῦσι μὲν παρακαλεῖν τὸν πενθοῦντα, μυρία δὲ φθέγγονται δόγματα φιλοσοφίας μεστά· εὐχαὶ εὐθέως ὥστε μέχρι τούτου στῆναι, καὶ ἱκανοὶ οἱ τὸν πεπονηκότα παραμυθούμενοι, καὶ ἀπαριθμήσεις τῶν τοιαῦτα πενθούντων μυρίαι. Τί γάρ ἐστιν ἄνθρωπος; Τῆς φύσεως ἐξέτασις τῆς ἡμετέρας.
δʹ. Τί τοίνυν ἐστὶν ἄνθρωπος; Τοῦ βίου καὶ τῆς εὐτελείας αὐτοῦ κατηγορία, ἀνάμνησις τῶν ἐν τῷ μέλλοντι πραγμάτων, τῆς κρίσεως. Ἕκαστος οἴκαδε ἀναχωρεῖ, ἀπὸ μὲν γάμου λυπούμενος, ὅτι δὴ αὐτὸς μὴ ἐν εὐπραγίᾳ ἐστίν· ἀπὸ δὲ πένθους ἀνειμένος, ὅτι δὴ μὴ τοιαῦτα ἔπαθε, καὶ τὴν φλεγμονὴν σβέσας ἅπασαν ἀπῆλθεν. Ἀλλὰ τί; θέλεις τὰ δεσμωτήρια, καὶ τὰ θέατρα ἀντεξετάσωμεν; Ὁ μὲν γὰρ θλίψεως, ὁ δὲ ἡδονῆς τόπος. Φέρε οὖν, ἴδωμεν τὰ ἐξ ἑκατέρων συμβαίνοντα. Ἐκεῖ φιλοσοφία πολλή· ἔνθα γὰρ ἀθυμία, καὶ φιλοσοφία πάντως. Ὁ πρὸ τούτου πλουτῶν, ὁ μεγάλα φυσῶν, καὶ τοῦ τυχόντος ἀνέξεται διαλεγομένου πρὸς αὐτὸν, τοῦ φόβου καὶ τῆς ἀθυμίας καθάπερ τινὸς πυρὸς σφοδροτέρου ἐπιπεσόντος αὐτοῦ τῇ ψυχῇ, καὶ μαλάττοντος τὸ σκληρόν· τότε ταπεινὸς γίνεται, τότε σκυθρωπὸς, τότε τῆς μεταβολῆς αἰσθάνεται τῆς βιωτικῆς, τότε καρτερεῖ πρὸς πάντα. Ἐν δὲ θεάτρῳ πάντα τὰ ἐναντία, γέλως, αἰσχρότης, πομπὴ διαβολικὴ, διάχυσις, ἀνάλωμα χρόνου, καὶ δαπάνη ἡμερῶν περιττὴ, ἐπιθυμίας ἀτόπου κατασκευὴ, μοιχείας μελέτη, πορνείας γυμνάσιον, ἀκολασίας διδασκαλεῖον, προτροπὴ αἰσχρότητος, γέλωτος ὑπόθεσις, ἀσχημοσύνης παραδείγματα. Ἀλλ' οὐ τὸ δεσμωτήριον τοιοῦτον· ἀλλ' ἐκεῖ ταπεινοφροσύνη, παράκλησις, φιλοσοφίας προτροπὴ, ὑπεροψία τῶν βιωτικῶν· πάντα πεπάτηται καὶ καταπεφρόνηται, καὶ καθάπερ παιδίῳ παιδαγωγὸς ὁ φόβος ἐφέστηκε, πρὸς πάντα τὰ δέοντα ῥυθμίζων αὐτόν. Ἀλλ' εἰ βούλει, πάλιν ἑτέρως ἐξετάσωμεν τοὺς αὐτοὺς τόπους. Ἐβουλόμην συντυχεῖν ἀνθρώπῳ ἀπὸ θεάτρου κατιόντι, καὶ ἄλλῳ ἀπὸ δεσμωτηρίου ἐξιόντι, καὶ εἶδες ἂν τοῦ μὲν τὴν ψυχὴν ἐπτοημένην, τεθορυβημένην, δεδεμένην ὄντως, τοῦ δὲ ἀνειμένην, λελυμένην, ἐπτερωμένην. Ὁ μὲν γὰρ ἀπὸ τοῦ θεάτρου ἀναχωρεῖ, ταῖς ὄψεσι τῶν ἐκεῖ γυναικῶν προσδεθεὶς, παντὸς σιδήρου χαλεπώτερα φέρων δεσμὰ, τοὺς τόπους τοὺς ἐκεῖ, τὰ ῥήματα, τὰ σχήματα· ὁ δὲ ἀπὸ δεσμωτηρίου, πάντων ἀνεθεὶς, οὐκ ἔτι ἡγήσεται πάσχειν τι δεινὸν, τοῖς τῶν ἑτέρων τὰ αὐτοῦ παραβάλλων. Ὅτι οὐ δέδεται, χάριν εἴσεται λοιπὸν, καταφρονήσει τῶν ἀνθρωπίνων πραγμάτων, πολλοὺς πλου 60.302 τοῦντας ὁρῶν ἐν συμφοραῖς, πολλὰ καὶ μεγάλα δυναμένους καὶ δεδεμένους ἐκεῖ· κἂν ἀδίκως τι πάθῃ, καὶ πρὸς τοῦτο καρτερήσει· καὶ γὰρ καὶ τούτου πολλὰ ἐκεῖ τὰ ὑποδείγματα· εἰς ἔννοιαν ἐλεύσεται τῆς μελλούσης κρίσεως, καὶ φρίξει τοὺς τόπους ἐνταῦθα ὁρῶν. Καθάπερ γὰρ ἐνταῦθα ἐν δεσμωτηρίῳ συγκεκλεισμένος, ἐπιεικὴς πρὸς πάντας ἐστίν· οὕτω κἀκεῖνοι πρὸ τῆς κρίσεως, πρὸ τῆς μελλούσης ἡμέρας, πρὸς γυναῖκα, πρὸς παιδία, πρὸς τοὺς οἰκέτας ἔσονται ἐπιεικέστεροι. Ἀλλ' ἀπὸ τοῦ θεάτρου οὐχ οὕτως, ἀλλ' ἀηδέστερον ὄψεται τὴν γυναῖκα, καὶ δυσχερὴς πρὸς τοὺς οἰκείους ἔσται, παροξυνθήσεται πρὸς τὰ παιδία, ἐκθηριωθήσεται πρὸς πάντας. Μεγάλα κακὰ τὰ θέατρα παρασκευάζει ταῖς πόλεσι, μεγάλα, καὶ οὐδὲ τοῦτο ἴσμεν ὅτι μεγάλα. Εἰ δὲ οὐκ ἀπεκάμετε, ἐξετάσωμεν καὶ τοὺς τοῦ γέλωτος τόπους, τὰ συμπόσια λέγω, ἔνθα παράσιτοι καὶ κόλακες καὶ πολλὴ ἡ τρυφὴ, καὶ τόπους ἑτέρους, ἔνθα χωλοὶ καὶ ἀνάπηροι. Πάλιν ἐκεῖ μὲν μέθη καὶ τρυφὴ καὶ διάχυσις, ἐνταῦθα δὲ τοὐναντίον. Ὅρα καὶ ἐπὶ τοῦ σώματος, ὅταν φλεγμαίνῃ, ὅταν εὐπαθῇ, ταχίστην ἔχει πρὸς νόσον μετάπτωσιν· ὅταν δὲ κατεσταλμένον ᾖ, οὐχ οὕτως. Ἵνα δὲ σαφέστερον ὑμῖν ὃ λέγω ποιήσω, ἔστω σῶμα ἔχον πολὺ αἷμα καὶ σάρκας πολλὰς καὶ σφριγῶν· τοῦτο καὶ ἀπὸ τῆς τυχούσης τροφῆς πυρετὸν δυνήσεται τεκεῖν, ἂν ἁπλῶς ἀργήσῃ. Ἔστω δὲ ἕτερον λιμῷ μᾶλλον παλαῖον καὶ θλίψει· τοῦτο δυσάλωτον καὶ δυσκαταγώνιστον πρὸς ἀῤῥωστίαν. Αἷμα κἂν ὑγιὲς ᾖ ἐν ἡμῖν, τῷ πλήθει πολλάκις νόσον ἔτεκεν· ἂν δὲ ὀλίγον ᾖ, κἂν μὴ ὑγιὲς, εὐκόλως κατεργασθῆναι δύναται. Οὕτω δὴ καὶ ἐπὶ ψυχῆς, ἡ μὲν ἐν ἀνέσει καὶ τρυφῇ ὀξυῤῥόπους ἔχει πρὸς ἁμαρτίαν τὰς ὁρμάς· καὶ γὰρ ἀπονοίας ἐγγὺς ἡ τοιαύτη ἕστηκε καὶ ἡδονῆς καὶ κενοδοξίας καὶ φθόνου καὶ ἐπιβουλῶν καὶ συκοφαντιῶν· ἀλλ' οὐχ ἡ ἐν θλίψει καὶ αὐταρκείᾳ, ἀλλὰ πάντων τούτων ἀπήλλακται. Ἰδοὺ ἡλίκη πόλις ἡμῖν ἐστιν ἡ μεγάλη αὕτη. Πόθεν οὖν τίκτεται τὰ κακά; οὐκ ἀπὸ τῶν πλουτούντων; οὐκ ἀπὸ τῶν χαιρόντων; Τίνες εἰς δικαστήρια ἕλκουσι; τίνες οὐσίας διασπαθῶσιν; οἱ ταλαίπωροι καὶ ἀπεῤῥιμμένοι, ἢ οἱ μεγάλα φυσῶντες καὶ χαίροντες; Οὐκ ἔστιν ἀπὸ ψυχῆς τεθλιμμένης γενέσθαι τι κακόν. Οἶδεν αὐτῆς τὸ κέρδος ὁ Παῦλος· διὰ τοῦτό φησιν· Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Μὴ δὴ καταπίπτωμεν ἐν ταῖς θλίψεσιν, ἀλλ' ἐν ἅπασιν εὐχαριστῶμεν, ἵνα τι κερδάνωμεν μέγα, ἵνα εὐδοκιμήσωμεν παρὰ τῷ Θεῷ τῷ τὰς θλίψεις συγχωροῦντι. Μέγα θλῖψις ἀγαθόν· καὶ τοῦτο ἀπὸ τῶν παίδων τῶν ἡμετέρων μανθάνομεν· χωρὶς γὰρ θλίψεως οὐδὲν ἂν μάθοι χρήσιμον. Ἡμεῖς δὲ μᾶλλον αὐτῶν δεόμεθα θλίψεως. Εἰ γὰρ ἐκεῖνα τῶν παθῶν ἠρεμούντων αὐτοῖς θάλλει, πολλῷ μᾶλλον ἡμεῖς, καὶ μάλιστα τοσούτοις συνεχόμενοι. Ἀλλ' ἡμᾶς μᾶλλον παιδαγωγοὺς ἔχειν ἐχρῆν· παρὰ μὲν γὰρ τῶν παίδων τὰ ἁμαρτήματα οὐκ ἂν μεγάλα γένοιτο, παρὰ δὲ ἡμῶν σφόδρα μεγάλα. Παιδαγωγὸς δὲ ἡμῶν ἡ θλῖψις· Μήτε οὖν ἐπισπώμεθα αὐτὴν, καὶ παροῦσαν γενναίως φέρωμεν, ἀεὶ μυρίων οὖσαν ἀγαθῶν αἰτίαν, ἵνα καὶ τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς ἀπολαύσωμεν, καὶ τῶν ἀποκειμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΜΓʹ
Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον προσκαλεσά μενος ὁ Παῦλος τοὺς μαθητὰς, καὶ ἀσπασάμενος, ἐξῆλθε πορευθῆναι εἰς τὴν Μακεδονίαν.
αʹ. Ἔδει πολλῆς παρακλήσεως ἀπὸ τῆς ταραχῆς ἐκείνης. Τοῦτο δὴ καὶ ποιεῖ, καὶ ἵνα παρακαλέσῃ τοὺς μαθητὰς, ἔρχεται εἰς Μακεδονίαν, εἶτα εἰς τὴν Ἑλλάδα. Καὶ ὅτι σφόδρα αὐτοὺς παρεκάλεσεν, ἄκουε. ∆ιελθὼν δὲ τὰ μέρη ἐκεῖνα, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα. Ποιήσας τε μῆνας τρεῖς, γενομένης αὐτῷ ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο γνώμη τοῦ ὑποστρέφειν διὰ Μακεδονίας. Συνείπετο δὲ αὐτῷ ἄχρι τῆς Ἀσίας Σώπατρος Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος καὶ Γάϊος ∆ερβαῖος καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος. Οὗτοι προελθόντες, ἔμενον ἡμᾶς ἐν Τρωάδι. Πάλιν διώκεται ὑπὸ Ἰουδαίων, καὶ ἔρχεται εἰς Μακεδονίαν. Πῶς δὲ τὸν Τιμόθεον Θεσσαλονικέα φησίν; Οὐ τοῦτο λέγει· ἀλλὰ, Προέλαβον, φησὶν, οὗτοι εἰς τὴν Τρωάδα προοδοποιοῦντες αὐτῷ. Ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν Ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρωάδα ἄχρις ἡμερῶν πέντε, οὗ διετρίψαμεν ἡμέρας ἑπτά. Καὶ γὰρ τὰς ἑορτὰς ἐμοὶ δοκεῖ σπουδάζειν αὐτὸν ποιεῖν ἐν ταῖς μεγάλαις πόλεσιν. Ἀπὸ Φιλίππων ἐκπλεῖ, ἔνθα τὰ κατὰ τὸ δεσμωτήριον ἐγένετο. Τρίτον δὲ τοῦτο εἰς Μακεδονίαν ἐπανῆλθε, καὶ πολλὰ μαρτυρεῖ τοῖς Φιλιππησίοις· διὸ καὶ ἐνδιατρίβει ἐκεῖ. Ἐν δὲ τῇ μιᾷ τῶν Σαββάτων, συνηγμένων ἡμῶν κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς μέλλων ἐξιέναι· παρέτεινέ τε τὸν λόγον μέχρι μεσονυκτίου. Ὅρα πῶς πάντα πάρεργα ἦν τοῦ κηρύγματος. Πεντηκοστὴ τότε ἦν καὶ Κυριακὴ ἦν· ὁ δὲ καὶ μέχρι μεσονυκτίου τὴν διδασκαλίαν ἐκτείνει· οὕτω τῆς τῶν μαθητῶν σωτηρίας ἐφίετο, ὅτι οὐδὲ τὴν νύκτα ἐσίγα, ἀλλὰ τότε μᾶλλον διελέγετο, ἅτε ἡσυχίας οὔσης. Ὅρα πῶς καὶ πολλὰ διελέγετο, καὶ παρ' αὐτὸν τοῦ δείπνου τὸν καιρόν. Ἀλλὰ συνετάραξε τὴν ἑορτὴν ὁ διάβολος, οὐ μὴν ἴσχυσε, βαπτίσας τὸν ἀκροατὴν ὕπνῳ καὶ κατενεγκών. Καὶ ὅπως συμβαίνει, ἡρμήνευσεν ἐπαγαγών· Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ, οὗ ἦμεν συνηγμένοι. Καθήμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ὑπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός. Καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν ἐπ' αὐτῷ, καὶ συμπεριλαβὼν αὐτὸν, εἶπε· Μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. Ἀναβὰς δὲ, καὶ κλάσας ἄρτον καὶ γευσάμενος, ἐφ' ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως. Θέα δέ μοι τὸ θέατρον, ὅπως ἦν συγκεκροτημένον· Συνηγμένων γὰρ τῶν μαθητῶν, φησί· καὶ τὸ σημεῖον, οἷον· Ἐπὶ θυρίδος γὰρ, φησὶν, ἐκάθητο, καὶ ἀωρὶ τῶν νυκτῶν. Τοσοῦτος ἦν ὁ πόθος τῆς ἀκροάσεως. Αἰσχυνθῶμεν ἡμεῖς μηδὲ ἐν ἡμέρᾳ τοῦτο ποιοῦντες. Ἀλλὰ Παῦλος διελέγετο, φησὶ, τότε. Τί λέγεις; Καὶ νῦν Παῦλος διαλέγεται, μᾶλλον δὲ οὐδὲ τότε Παῦλος οὐδὲ νῦν, ἀλλ' ὁ Χριστὸς, καὶ οὐδεὶς ἀκούει. Οὐχὶ θυρίς ἐστι νῦν, οὐ πεῖνα, οὐχ ὕπνος ἐνοχλεῖ, καὶ ὅμως οὐκ ἀκούομεν· οὐ 60.304 στενοχωρία τόπου, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι καίτοι νεανίας ἐκεῖνος ὢν οὐκ ἦν ῥᾴθυμος, καὶ ὕπνῳ καταφερόμενος οὐκ ἀπέστη, οὐδὲ ἔδεισε τὸν κίνδυνον μὴ κατενεχθῇ. Εἰ δὲ καὶ νυστάξας κατέπεσε, μὴ θαυμάσῃς· οὐ γὰρ ἀπὸ ῥᾳθυμίας ἐνύσταξεν, ἀλλ' ἀπὸ ἀνάγκης φύσεως. Σὺ δέ μοι θέα, ὅτι οὕτως ἔζεον τῇ προθυμίᾳ, ὅτι καὶ ἐν τριστέγῳ ἦσαν· οὔπω γὰρ ἦν ἡ ἐκκλησία. Μὴ θορυβεῖσθε, φησίν· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. Οὐκ εἶπεν, Ἀναστήσεται, ἐγερῶ γὰρ αὐτόν· ἀλλὰ τί; Μὴ θορυβεῖσθε. Ὅρα τὸ ἄτυφον, καὶ παρακλητικόν. Ἀναβὰς καὶ κλάσας, φησὶν, ἄρτον καὶ γευσάμενος. Τοῦτο διέκοψε τὸν λόγον, οὐ μὴν ἔβλαψεν. Ὁρᾷς τοῦ δείπνου τὸ ἀπέριττον; Καὶ γευσάμενος, φησὶν, ἐφ' ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. Ὁρᾷς πῶς διενυκτέρευον; Τοιαῦται αἱ τράπεζαι ἦσαν, ὡς νήφοντας πάλιν ἀπιέναι τοὺς ἀκροατὰς, καὶ πρὸς ἀκρόασιν εἶναι ἐπιτηδείους. Τί κυνῶν διαφέρομεν ἡμεῖς; Ὁρᾶτε πόσον τὸ διάφορον; Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως. Σφόδρα παρακαλοῦνται, ὅτι τε ζῶντα ἀπέλαβον, ὅτι τε σημεῖον γέγονεν. Ἡμεῖς δὲ προσελθόντες ἐπὶ τὸ πλοῖον, ἀνήχθημεν εἰς τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτω γὰρ ἦν διατεταγμένος, μέλλων αὐτὸς πεζεύειν. Ὡς δὲ συνέβαλεν ἡμῖν εἰς τὴν Ἄσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μυτιλήνην. Πολλαχοῦ τῶν μαθητῶν ὁ Παῦλος χωρίζεται. Ἰδοὺ γὰρ πάλιν, αὐτὸς μὲν πεζεύει, ἐκεῖνοι δὲ τῷ πλοίῳ ἀνάγονται· τὸ μὲν κουφότερον ἐκείνοις ἐπιτρέπων, τὸ δὲ ἐπιπονώτερον αὐτὸς αἱρούμενος. Ἐπέζευεν, ἅμα καὶ πολλὰ οἰκονομῶν, ἅμα καὶ παιδεύων μηδὲ αὐτοὺς χωρίζεσθαι αὐτοῦ. Κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπαύριον, κατηντήσαμεν ἀντικρὺ Χίου· τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον, καὶ μείναντες ἐν Τρωγυλίῳ, τῇ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον. Ὅρα πῶς ἐπειγομένου τοῦ Παύλου ἀνάγονται, καὶ οὐ χρονοτριβοῦσιν, ἀλλὰ παρέρχονται τὰς νήσους. Ἔκρινε γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ. Ἔσπευδε γὰρ, εἰ δυνατὸν ἦν αὐτῷ τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.
βʹ. Τίς ἡ ἔπειξις αὕτη; Οὐ διὰ τὴν ἑορτὴν, ἀλλὰ διὰ τὸ πλῆθος. Ἅμα καὶ τούτῳ Ἰουδαίους ἐπήγετο, ὡς δὴ τιμῶν τὰς ἑορτάς· καὶ τοὺς ἐχθροὺς ἑλεῖν βουλόμενος, ἅμα ἔσπευδε τὸν λόγον καθεῖναι. Ὅρα γοῦν οἷον γέγονε κέρδος, πάντων παρόντων. Ἄλλως δὲ, ἵνα μὴ διὰ τοῦτο ἀμεληθῇ τὰ κατὰ τὴν Ἔφεσον, ᾠκονόμησεν ἑτέρως. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Καὶ ἀσπασάμενος, φησὶ, τοὺς μαθητὰς, ἐξῆλθε πορευθῆναι εἰς Μακεδονίαν, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα. Καὶ τούτῳ πάλιν ἀνεκτήσατο, ἱκανὴν διδοὺς παραμυθίαν. Ὅρα πανταχοῦ διὰ λόγων τὸ πᾶν κατορθοῦντα, οὐ διὰ σημείων. Μέλλοντα δὲ, φησὶν, ἀνάγεσθαι εἰς τὴν Συρίαν. Συνεχῶς ἡμῖν αὐτὸν δείκνυσι ἐπειγόμενον εἰς τὴν Συρίαν. Τὸ δὲ αἴτιον ἡ Ἐκκλησία ἦν καὶ τὰ Ἱεροσόλυμα· οὕτως εἶχε πόθον καὶ τὰ ἐκεῖ κατορθοῦν. Καίτοι οὐ μεγάλη ἡ Τρωάς ἐστι· τί οὖν ἡμερῶν ἀριθμὸν ἑπτὰ ἐν αὐτῇ ποιοῦσι; Μεγάλη ἴσως ἦν κατὰ τοὺς πιστούς. Καὶ ἡμέρας δὲ διατρίψας 60.305 ἑπτὰ, τῇ ἐπιούσῃ τὴν νύκτα ἀνάλωσεν εἰς τὴν διδασκαλίαν· οὕτω δυσαποσπάστως καὶ αὐτὸς αὐτῶν εἶχε, καὶ αὐτοὶ αὐτοῦ. Συνηγμένων δὲ, φησὶν, ἡμῶν κλάσαι ἄρτον. Πρὸς αὐτὸν τὸν καιρὸν, ᾧ ἐνεδείκνυτο πεινῇν (καὶ οὐκ ἦν ἄκαιρον), ἀρχὴν ὁ λόγος λαβὼν παρετάθη· ὥστε οὐ προηγουμένως εἰς διδασκαλίαν καθήκειν, ἀλλὰ συνῆλθον μὲν κλάσαι ἄρτον, ἐμπεσόντος δὲ λόγου, παρέτεινε τὴν διδασκαλίαν. Ὅρα πως καὶ τῇ τραπέζῃ τοῦ Παύλου πάντες ἐκοινώνουν. Ἐμοὶ δοκεῖ, καὶ παρὰ τὴν τράπεζαν αὐτὸν καθήμενον διαλέγεσθαι, παιδεύοντα ἡμᾶς πάντα τὰ λοιπὰ πάρεργα ἡγεῖσθαι. Ὑποτυπώσατέ μοι τὸν οἶκον ἐκεῖνον, ἔνθα λαμπάδες ἦσαν, ἔνθα ὄχλος, ἔνθα Παῦλος μέσος ὢν διελέγετο, ἔνθα καὶ τὰς θυρίδας πολλοὶ κατελάμβανον καὶ τῆς σάλπιγγος ἀκοῦσαι ἐκείνης, καὶ τὸ πρόσωπον τὸ χάριεν θεάσασθαι· τί εἰκὸς εἶναι τοὺς διδασκομένους, καὶ πόσην καρποῦσθαι τὴν ἡδονήν; Τίνος δὲ ἕνεκεν ἐν νυκτὶ διελέγετο; Ἐπειδὴ ἔμελλεν ἐξιέναι, καὶ οὐκ ἔτι ὁρᾷν αὐτοὺς λοιπόν· ἀλλὰ τοῦτο μὲν αὐτοῖς οὐ λέγει, ἅτε ἀσθενεστέροις οὖσι, τοῖς δὲ ἄλλοις ἔλεγεν. Ἅμα δὲ αὐτοὺς καὶ τὸ γενόμενον σημεῖον διαπαντὸς ἐποίει μεμνῆσθαι τῆς ἑσπέρας ἐκείνης. Πολλὴ ἡ ἡδονὴ τῶν ἀκροατῶν, ὅτι καὶ ἐγκοπεῖσα ἐπετάθη μᾶλλον· ὥστε ὑπὲρ τοῦ διδασκάλου ἡ πτῶσις γέγονεν. Ἄλλως τε καὶ πᾶσιν ἔμελλεν ἐκεῖνος ἐπιτιμᾷν τοῖς ῥᾳθύμοις, ὁ διὰ τοῦτο ἀποθανὼν, ἵνα Παῦλον ἀκούσῃ. Καὶ τίνος ἕνεκεν, φησὶ, καταλέγει ἕκαστα, καὶ ποῦ ἦλθον, καὶ ποῦ ἀπῆλθον, καὶ ποῦ μὲν ἐνδιέτριβε, τίνα δὲ παρέπλεε μέρη; Ἵνα δείξῃ τέως, σχολαιότερον αὐτὸν πλέοντα, καὶ τοῦτο ἀνθρωπίνως, καὶ παραπλέοντα. Ἔκρινε γὰρ παραπλεῦσαι τὴν Ἔφεσον, ἵνα μὴ γένηται αὐτῷ, φησὶ, χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ. Καλῶς· οὐ γὰρ ἠδύνατο γενόμενος ἐκεῖ, παραπλεῦσαι, ἐπειδὴ οὐκ ἐβούλετο λυπῆσαι τοὺς μένειν ἀξιοῦντας αὐτόν. Ἢ τοίνυν τοῦτό ἐστιν εἰπεῖν, καὶ ὅτι ἐσπούδαζεν. Ἔσπευδε γὰρ, φησὶν, εἰ δυνατὸν ἦν αὐτῷ τὴν ἡμέραν τῆς Πεντηκοστῆς ποιῆσαι ἐν Ἱεροσολύμοις. Ὥστε καὶ διὰ τοῦτο μένειν οὐκ ἦν δυνατόν. Ὅρα καὶ ἀνθρωπίνως αὐτὸν κινούμενον, καὶ ἐπιθυμοῦντα καὶ σπεύδοντα καὶ οὐκ ἐπιτυγχάνοντα πολλάκις. ∆ιὰ τοῦτο δὲ ταῦτα γίνεται, ἵνα μὴ νομίσωμεν, ὅτι ὑπὲρ φύσιν ἦν τὴν ἀνθρωπίνην. Οἱ γὰρ ἅγιοι καὶ μεγάλοι ἄνδρες ἐκεῖνοι τῆς μὲν φύσεως τῆς αὐτῆς ἡμῖν ἐκοινώνουν, τῆς δὲ προαιρέσεως οὐκέτι· διὸ καὶ πολλὴν ἐπεσπῶντο τὴν χάριν. Ὅρα γοῦν πόσα καὶ ἀφ' ἑαυτῶν οἰκονομοῦσι. ∆ιὰ τοῦτο καὶ ἔλεγεν· Ἵνα μὴ δῶμεν προσκοπὴν τοῖς βουλομένοις· καὶ πάλιν, Ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν. Ἰδοὺ καὶ βίος ἄληπτος, καὶ πολλὴ ἡ συγκατάβασις· Τοῦτο οἰκονομία λέγεται, τὸ εἰς ἀκρότητα εἶναι καὶ ὕψους ἀρετῆς, καὶ ταπεινοφροσύνης συγκαταβάσεως. Καὶ ἄκουε πῶς ὁ ὑπερβαίνων τὰ παραγγέλματα τοῦ Χριστοῦ, οὗτος πάλιν πάντων ταπεινότερος ἦν. Πᾶσι πάντα γέγονα, φησὶν, ἵνα πάντας κερδήσω. Ὁ αὐτὸς καὶ εἰς κινδύνους ἑαυτὸν ἐνέβαλε, καθὼς ἑτέρωθί φησιν· Ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς. Καὶ πολὺς ἦν αὐτοῦ ὁ πόθος, ὁ περὶ τὸν Χριστόν. Ἂν γὰρ τοῦτο μὴ ᾖ, πάντα περιττὰ, καὶ τὰ τῆς οἰκονομίας καὶ τοῦ ἀλήπτου βίου καὶ τοῦ παρακεκινδυνευμένου. Τίς ἀσθενεῖ, φησὶ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;
γʹ. Ταῦτα, παρακαλῶ, καὶ ἡμεῖς μιμώμεθα τὰ ῥή 60.306 ματα, καὶ εἰς κινδύνους ῥίπτωμεν ἑαυτοὺς διὰ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους. Κἂν πῦρ ᾖ, κἂν σίδηρος, ῥῖψον σαυτὸν, ἀγαπητὲ, ἵνα σοῦ τὸ μέλος ἐξέλῃς· ῥῖψον, μὴ φοβηθῇς. Μαθητὴς εἶ τοῦ Χριστοῦ τοῦ διὰ τοὺς ἀδελφοὺς τὴν ψυχὴν θέντος· συμμαθητὴς Παύλου, τοῦ μυρία ἑλομένου παθεῖν δεινὰ διὰ τοὺς ἐχθροὺς, διὰ τοὺς πολεμοῦντας αὐτῷ· ἐμπλήσθητι ζήλου, μίμησαι τὸν Μωσέα. Εἶδεν ἀδικούμενον καὶ ἤμυνε, κατεφρόνησε τρυφῆς βασιλικῆς, καὶ γέγονε διὰ τοὺς καταπονουμένους φυγὰς, πλανήτης, ἔρημος συγγενῶν καὶ οἰκίας· ἐν ἀλλοτρίᾳ διετέλεσε τοσοῦτον χρόνον, καὶ οὐκ ἐμέμψατο ἑαυτῷ οὐδὲ εἶπε· Τί τοῦτο; βασιλείας κατεφρόνησα, τιμῆς τοσαύτης καὶ δόξης· εἱλόμην ἀμῦναι τοῖς ἀδικουμένοις, καὶ περιεῖδεν ὁ Θεὸς, καὶ οὐ μόνον οὐκ ἐπανήγαγέ με ἐπὶ τὴν προτέραν τιμὴν, ἀλλὰ καὶ τεσσαράκοντα ἔτη ἐν ἀλλοτρίᾳ διάγω. Καλῶς γε· οὐ γὰρ τοὺς μισθοὺς ἀπέλαβον. Ἀλλ' οὐδὲν τούτων εἶπεν οὐδὲ ἐνενόησεν. Οὕτω καὶ σύ· κἂν κακόν τι πάθῃς ἀγαθοποιῶν, κἂν ἐπὶ πολὺν χρόνον, μὴ σκανδαλίζου μηδὲ θορυβοῦ· πάντως ἀποδώσει σοι τὴν ἀμοιβὴν ὁ Θεός. Ὅσῳ ἂν χρονίζῃ ἡ ἀντίδοσις, τοσούτῳ οἱ τόκοι ἐπιτείνονται. Οὐκοῦν ἔχωμεν ψυχὴν συμπαθητικὴν, ἔχωμεν διάνοιαν εἰδυῖαν συναλγεῖν· μηδὲν ἔστω παρ' ἡμῖν ὠμὸν, μηδὲν ἀπάνθρωπον. Κἂν μηδὲν δυνηθῇς εἰσενεγκεῖν, δάκρυσον, στέναξον, ἄλγησον ἐπὶ τοῖς γινομένοις· οὐδὲ ταῦτά σοι ἔσται εἰκῆ. Εἰ τοῖς ὑπὸ τοῦ Θεοῦ κολαζομένοις δικαίως συναλγεῖν χρὴ, πολλῷ μᾶλλον τοῖς ὑπὸ ἀνθρώπων ἀδίκως πάσχουσιν. Οὐκ ἐξῆλθον, φησὶν, Αἰνὰν κόψασθαι οἶκον ἐχόμενον αὐτῆς· λήψονται ὀδύνην ἀνθ' ὧν ᾠκοδόμησαν εἰς καταγέλωτα. Τοῦτο ἐγκαλεῖ ὁ Ἰεζεκιὴλ, ὅτι οὐ συνήλγησαν. Τί λέγεις, ὦ προφῆτα; ὁ Θεὸς κολάζει, κἀγὼ συναλγήσω τοῖς κολαζομένοις; Ναί· τοῦτο γὰρ αὐτὸς ὁ κολάζων βούλεται· οὐδὲ γὰρ αὐτὸς ἥδεται κολάζων, ἀλλὰ μάλιστα καὶ ἀλγεῖ. Ἐπεὶ οὖν οὐδὲ αὐτὸς εὐφραίνεται ὁ κολάζων, μὴ τοίνυν μηδὲ σὺ εὐφραίνου. Ἀλλ' εἰ δικαίως, φησὶ, κολάζονται, οὐ δεῖ ἀλγεῖν. Καὶ μὴν διὰ τοῦτο δεῖ ἀλγεῖν, ὅτι ἄξιοι κολάσεως ἐφάνησαν. Εἰπὲ δή μοι, ὅταν ἴδῃς τὸν υἱὸν τὸν σὸν καιόμενον ἢ τεμνόμενον, μὴ οὐκ ἀλγεῖς; Εὔδηλον ὅτι, καὶ οὐ λέγεις πρὸς σεαυτόν· Τί τοῦτο; Πρὸς ὑγίειαν ἡ τομὴ βλέπει, ὑπὲρ ἀπαλλαγῆς ἐστιν ἡ καῦσις· ἀλλ' ὅμως ὅταν ἀκούσῃς ὀλολύζοντος, οὐ φέροντος τὰς ὀδύνας, ἀλγεῖς, καὶ οὐχ ἱκανὴ ἡ τῆς ὑγιείας ἐλπὶς ἀφελεῖν τὴν σύγχυσιν τῆς φύσεως. Οὕτω καὶ ἐπὶ τούτων, κἂν εἰς ὑγείαν κολάζωνται, ὅμως ἀδελφικὴν ἐπιδεικνύωμεν ἡμεῖς προαίρεσιν ἐπ' αὐτοὺς, [καὶ] πατρικὴν διάθεσιν. Τομαὶ καὶ καύσεις εἰσὶν αἱ τιμωρίαι τοῦ Θεοῦ· ἀλλὰ διὰ τοῦτο ὀφείλομεν κλαίειν, ὅτι ἐνόσησαν, ὅτι τοιαύτης ἐδεήθησαν ἰατρείας. Ἐάν τις ἐπὶ στεφάνοις ταῦτα πάσχῃ, τότε μὴ ἄλγει, οἷον ὡς Παῦλος, ὡς Πέτρος· ὅταν δὲ ἐπὶ τιμωρίᾳ τίνῃ δίκην, τότε δάκρυσον, τότε στέναξον. Τοιοῦτοι ἦσαν οἱ προφῆται. ∆ιὸ καί τις αὐτῶν ἔλεγεν· Οἴμοι, Κύριε, ἐξαλείφεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσραήλ; Ἀνδροφόνους ὁρῶμεν, μιαροὺς ἄνδρας, κολαζομένους πολλάκις, καὶ δακνόμεθα καὶ ἀλγοῦμεν. Μὴ ὑπὲρ τὸ μέτρον φιλόσοφοι ὦμεν· ἐλεήμονες γενώμεθα, ἵνα ἐλεηθῶμεν· οὐδὲν ἴσον τούτου τοῦ καλοῦ· οὐδὲν οὕτω τὸν ἀνθρώπινον ἡμῖν ὑποδείκνυσι χαρακτῆρα ὡς τὸ ἐλεεῖν, ὡς τὸ φιλάνθρωπον εἶναι. ∆ιὰ τοῦτο καὶ οἱ νόμοι τοῖς δημίοις τὸ πᾶν ἐπιτρέπουσι, τὸν δικαστὴν μέχρι τῆς ἀποφάσεως ἀναγκάσαντες τιμωρεῖσθαι, εἰς δὲ τὸ ἔργον ἐκείνους ἐξήγαγον. Οὕτω, κἂν δικαίως γένηται, οὐχὶ ψυχῆς φιλοσόφου τὸ κολάζειν, ἀλλά τινος ἑτέρου δεῖται τοῦτο· ἐπεὶ καὶ ὁ Θεὸς οὐ δι' ἑαυτοῦ κολάζει, ἀλλὰ διὰ τῶν ἀγγέλων. ∆ήμιοι οὖν εἰσιν οἱ ἄγγελοι; Μὴ γένοιτο· οὐ τοῦτό φημι, ἀλλὰ τιμωρητικαὶ δυνάμεις εἰσίν. Ὅτε τὰ Σόδομα κατεστρέφετο, δι' ἐκείνων ἅπαντα ἐγίνετο· ὅτε τὰ κατ' Αἴγυπτον, δι' ἐκείνων. Ἀποστολὴν γὰρ, φησὶ, δι' ἀγγέλων πονηρῶν. Ὅτε μέντοι σῶσαι χρὴ, δι' ἑαυτοῦ τοῦτο ποιεῖ· οὕτω τὸν Υἱὸν ἔπεμψεν ἐπὶ σωτηρίᾳ τοῦ γένους. Καὶ πάλιν· Τότε, φησὶν, ἐρῶ τοῖς ἀγγέλοις· Συλλέξατε τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βάλετε εἰς τὴν κάμινον. Περὶ δὲ τῶν δικαίων οὐχ οὕτως, ἀλλ', Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται· καὶ πάλιν· ∆ήσατε αὐτοῦ χεῖρας καὶ πόδας, καὶ βάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ὅρα ἐκεῖ τοὺς δούλους διακονουμένους· ὅταν δὲ εὐεργετεῖν δέῃ, αὐτὸν εὐεργετοῦντα, αὐτὸν καλοῦντα· ∆εῦτε, 60.308 οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Ὅταν διαλέγεσθαι δέῃ τῷ Ἀβραὰμ, αὐτὸς παραγίνεται· ὅταν εἰς Σόδομα ἀπελθεῖν, τοὺς δούλους πέμπει, καθάπερ τις δικαστὴς ἀνιστὰς τοὺς μέλλοντας κολάζειν. Καὶ πάλιν· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Καὶ τοῦτον μὲν αὐτὸς εὐλογεῖ· ἐκεῖνον δὲ τὸν πονηρὸν οὐκ αὐτὸς, ἀλλὰ δοῦλοι δεσμεύουσι. Ταῦτα εἰδότες, μὴ χαίρωμεν ἐπὶ τοῖς κολαζομένοις, ἀλλὰ καὶ ἀλγῶμεν· τούτους πενθῶμεν, τούτους δακρύωμεν, ἵνα καὶ τούτου μισθὸν λάβωμεν. Νῦν δὲ πολλοὶ καὶ ἐπὶ τοῖς κακῶς πάσχουσιν ἀδίκως χαίρουσιν. Ἀλλὰ μὴ ἡμεῖς οὕτω ποιῶμεν, ἀλλὰ πᾶσαν συμπάθειαν ἐπιδεικνυώμεθα· ἵνα καὶ αὐτοὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Μ∆ʹ
Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον, μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας, ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, ὡς μεθ' ὑμῶν πάντα τὸν χρό νον ἐγενόμην, δουλεύων τῷ Κυρίῳ μεθ' ὑμῶν μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δα κρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων, ὡς οὐδὲν ὑπ εστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν, καὶ διδάξαι ὑμᾶς δημοσίᾳ, καὶ κατ' οἴκους, διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς Θεὸν μετάνοιαν, καὶ πίστιν τὴν εἰς τὸν Κύ ριον ἡμῶν Ἰησοῦν Χριστόν.
αʹ. Ὅρα αὐτὸν καὶ ἐπειγόμενον παραπλεῦσαι, καὶ μὴ παρορῶντα, ἀλλὰ τὸ πᾶν οἰκονομοῦντα. Τοὺς ἄρχοντας μεταπεμψάμενος, ἐπ' αὐτῶν τὰ εἰρημένα διέξεισι. Καὶ ἄξιον θαυμάσαι, πῶς εἰς ἀνάγκην ἐμπεσὼν τοῦ μεγάλα τινὰ περὶ ἑαυτοῦ εἰπεῖν, πειρᾶται μετριάζειν. Καθάπερ γὰρ ὁ Σαμουὴλ μέλλων παραδιδόναι τῷ Σαοὺλ τὴν ἀρχὴν, ἐπ' αὐτῶν λέγει· Μή τι παρ' ὑμῶν εἴληφα; ὑμεῖς μάρτυρες καὶ ὁ Θεός· καὶ ὁ ∆αυῒδ ἀπιστηθεὶς λέγει· Ἐν τῷ ποιμνίῳ ἤμην ποιμαίνων τὰ 60.308 οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Ὅταν διαλέγεσθαι δέῃ τῷ Ἀβραὰμ, αὐτὸς παραγίνεται· ὅταν εἰς Σόδομα ἀπελθεῖν, τοὺς δούλους πέμπει, καθάπερ τις δικαστὴς ἀνιστὰς τοὺς μέλλοντας κολάζειν. Καὶ πάλιν· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Καὶ τοῦτον μὲν αὐτὸς εὐλογεῖ· ἐκεῖνον δὲ τὸν πονηρὸν οὐκ αὐτὸς, ἀλλὰ δοῦλοι δεσμεύουσι. Ταῦτα εἰδότες, μὴ χαίρωμεν ἐπὶ τοῖς κολαζομένοις, ἀλλὰ καὶ ἀλγῶμεν· τούτους πενθῶμεν, τούτους δακρύωμεν, ἵνα καὶ τούτου μισθὸν λάβωμεν. Νῦν δὲ πολλοὶ καὶ ἐπὶ τοῖς κακῶς πάσχουσιν ἀδίκως χαίρουσιν. Ἀλλὰ μὴ ἡμεῖς οὕτω ποιῶμεν, ἀλλὰ πᾶσαν συμπάθειαν ἐπιδεικνυώμεθα· ἵνα καὶ αὐτοὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Μ∆ʹ
Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον, μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας, ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, ὡς μεθ' ὑμῶν πάντα τὸν χρό νον ἐγενόμην, δουλεύων τῷ Κυρίῳ μεθ' ὑμῶν μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δα κρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων, ὡς οὐδὲν ὑπ εστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν, καὶ διδάξαι ὑμᾶς δημοσίᾳ, καὶ κατ' οἴκους, διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς Θεὸν μετάνοιαν, καὶ πίστιν τὴν εἰς τὸν Κύ ριον ἡμῶν Ἰησοῦν Χριστόν.
αʹ. Ὅρα αὐτὸν καὶ ἐπειγόμενον παραπλεῦσαι, καὶ μὴ παρορῶντα, ἀλλὰ τὸ πᾶν οἰκονομοῦντα. Τοὺς ἄρχοντας μεταπεμψάμενος, ἐπ' αὐτῶν τὰ εἰρημένα διέξεισι. Καὶ ἄξιον θαυμάσαι, πῶς εἰς ἀνάγκην ἐμπεσὼν τοῦ μεγάλα τινὰ περὶ ἑαυτοῦ εἰπεῖν, πειρᾶται μετριάζειν. Καθάπερ γὰρ ὁ Σαμουὴλ μέλλων παραδιδόναι τῷ Σαοὺλ τὴν ἀρχὴν, ἐπ' αὐτῶν λέγει· Μή τι παρ' ὑμῶν εἴληφα; ὑμεῖς μάρτυρες καὶ ὁ Θεός· καὶ ὁ ∆αυῒδ ἀπιστηθεὶς λέγει· Ἐν τῷ ποιμνίῳ ἤμην ποιμαίνων τὰ πρόβατα τοῦ πατρός μου· καὶ ὅτε ἦλθεν ἡ ἄρκτος, ταῖς χερσὶν αὐτὴν ἀπεσόβουν· καὶ αὐτὸς δὲ ὁ Παῦλος πρὸς Κορινθίους φησίν· Ἄφρων γέγονα· ὑμεῖς με ἠναγκάσατε. Καὶ ὁ Θεὸς δὲ αὐτὸ τοῦτο ποιεῖ, οὐχ ἁπλῶς περὶ ἑαυτοῦ λέγων· ἀλλ' ὅταν ἀπιστῆται, καὶ τὰς εὐεργεσίας προφέρει. Ὅρα γοῦν καὶ ἐνταῦθα τί ποιεῖ· πρῶτον αὐτῶν τὴν μαρτυρίαν παράγει, ἵνα μὴ νομίσῃς κόμπον εἶναι τὰ ῥήματα, καὶ τοὺς ἀκροατὰς αὐτοὺς μάρτυρας καλεῖ τῶν λεγομένων, ὡς οὐκ ἂν ψευσάμενος ἐπ' αὐτῶν. Αὕτη διδασκάλου ἀρετὴ, ὅταν τῶν οἰκείων κατορθωμάτων μάρτυρας ἔχῃ τοὺς μαθητευομένους. Καὶ τὸ θαυμαστὸν, ὅτι οὐ μίαν ἡμέραν οὐδὲ δευτέραν τοῦτο ποιῶν διετέλεσεν, ἀλλὰ πλῆθος ἐτῶν. Ὑμεῖς γὰρ, φησὶν, ἐπίστασθε, πῶς μεθ' ὑμῶν πάντα τὸν χρόνον ἐγενόμην. Βούλεται τοίνυν αὐτοὺς παρακαλέσαι, ὥστε γενναίως φέρειν ἅπαντα, καὶ τὸν αὐτοῦ χωρισμὸν καὶ τοὺς πειρασμοὺς τοὺς μέλλοντας συμβαίνειν, καθάπερ οὖν καὶ ἐπὶ Μωϋσέως καὶ Ἰησοῦ γέγονε. Καὶ ὅρα, τί ἐπήγαγεν εἰπών· Πῶς μεθ' ὑμῶν ἐγενόμην πάντα τὸν χρόνον, δουλεύων τῷ Κυρίῳ 60.308 μετὰ πάσης ταπεινοφροσύνης. Ὅρα, τί μάλιστα ἄρχουσι πρέπει· Μισοῦντας, φησὶν, ὑπερηφανίαν· ὃ μάλιστα ἄρχουσιν ἁρμόζει διὰ τὸ ἀνάγκην εἶναι πρὸς ἀπόνοιαν αὐτοὺς αἴρεσθαι. Τοῦτο ἡ ὑπόθεσις τῶν ἀγαθῶν, ὥσπερ οὖν καὶ ὁ Χριστὸς ἔλεγε· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Οὐχ ἁπλῶς δὲ ταπεινοφροσύνης εἶπεν, ἀλλὰ, Μετὰ πάσης. Πολλὰ γὰρ εἴδη τῆς ταπεινοφροσύνης, καὶ ἔστι ταπεινοφροσύνην ἰδεῖν ἐν λόγῳ, ἐν ἔργῳ, πρὸς ἄρχοντας, πρὸς ἀρχομένους. Βούλεσθε ὑμῖν τρόπους εἴπω ταπεινοφροσύνης; Εἰσί τινες οἳ πρὸς μὲν τοὺς ταπεινοὺς ταπεινοὶ τυγχάνοντες ὦσι, πρὸς δὲ τοὺς ὑψηλοὺς ὑψηλοί· τοῦτο δὲ οὐ ταπεινοφροσύνης. Εἰσὶ δὲ πάλιν ἕτεροι οὐ τοιοῦτοι, ἀλλ' ἐφ' ἑκατέρων τῶν προσώπων εἰς καιρὸν καὶ τὸ ταπεινὸν τηροῦντες, καὶ τὸ ὑψηλόν· ὃ καὶ μάλιστά ἐστι ταπεινοφροσύνης. Μέλλων τοίνυν διδάσκειν αὐτοὺς τὰ τοιαῦτα, ἵνα μὴ δόξῃ ἀπονοεῖσθαι, προκαταβάλλει θεμέλιον τὴν ὑποψίαν ἀναιρῶν. Εἰ γὰρ μετὰ πάσης ταπεινοφροσύνης γέγονα, φησὶν, οὐκ ἐξ ἀπονοίας λέγω ἃ λέγω. Εἶτα τὸ ἥμερον· Μεθ' ὑμῶν, φησὶν, ἐγενόμην, δουλεύων τῷ Κυρίῳ, κοινωνοὺς τοῦ κατορθώματος δεικνύων αὐτούς. Οὕτω πανταχοῦ ἡ κοινωνία καλόν. Κοινὰ ποιεῖται τοίνυν τὰ κατορθώματα, καὶ οὐδὲν αὐτοῦ τίθησιν ἐξαίρετον. Τί γὰρ, φησί; κατὰ τοῦ Θεοῦ ἀπονοηθῆναι εἶχε; Καὶ μὴν πολλοί εἰσιν οἳ ἀπονοοῦνται κατ' αὐτοῦ· οὗτος δὲ οὐδὲ κατὰ τῶν μαθητῶν ἑαυτοῦ ἀπενοήθη. Τοῦτο κατόρθωμα διδασκάλου, ἀπὸ τῶν οἰκείων κατορθωμάτων τοὺς μαθητὰς ῥυθμίζειν. Εἶτα τὴν ἀνδρείαν, φησὶν, ἣν καὶ αὐτὴν ὑποτέμνεται. Μετὰ πολλῶν δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων. Ὁρᾷς, ὅτι ἀλγεῖ τοῖς γινομένοις; Ἐνταῦθα δὲ αὐτοῦ καὶ τὸ συμπαθὲς δοκεῖ δηλοῦν· ἔπασχε γὰρ ὑπὲρ τῶν ἀπολλυμένων, ὑπὲρ αὐτῶν τῶν ποιούντων· ἐπεὶ ὑπὲρ τῶν εἰς αὐτὸν καὶ ἔχαιρεν· ἐκείνου γὰρ ἦν τοῦ χοροῦ τοῦ χαίροντος, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι. Καὶ πάλιν ἀλλαχοῦ λέγει· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν· καὶ πάλιν· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν 60.309 αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν. Ἀλλὰ ταῦτα λέγει μετριάζων. Ἐνταῦθα δὲ δείκνυσιν αὐτοῦ τὴν ἀνδρείαν, καὶ οὐ τοσοῦτον τὴν ἀνδρείαν, ὅσον τὴν ὑπομονήν· ὡσεὶ ἔλεγεν· Ἔπασχον ἐγὼ κακῶς, ἀλλὰ μεθ' ὑμῶν· καὶ τὸ δεινὸν, ὅτι ὑπὸ Ἰουδαίων. Θέα μοι ἐνταῦθα χαρακτῆρα διδασκαλίας· καὶ τὴν ἀγάπην τίθησι καὶ τὴν ἀνδρείαν. Ὡς οὐδὲν ὑπεστειλάμην, φησί. Τὸ ἄφθονον δείκνυσι διὰ τούτων ὁμοῦ, καὶ τὸ ἄοκνον. Καὶ τῶν συμφερόντων. Καλῶς οὕτως εἶπεν· ἦν γὰρ ἃ οὐκ ἔδει μαθεῖν. Ὥσπερ δὲ τὸ τινὰ ἀποκρύπτεσθαι, φθόνου· οὕτω τὸ πάντα λέγειν, ἀνοίας. ∆ιὰ τοῦτο προσέθηκε, Τῶν συμφερόντων, δηλῶν, ὅτι Οὐκ εἶπον μόνον, ἀλλὰ καὶ ἐδίδαξα· οὐχ ὡς αὐτὸ τοῦτο ἀφοσιούμενος, φησίν. Ὅτι δὲ τοῦτο δηλοῖ, ἄκουε τὸ ἑξῆς· ἐπήγαγε γάρ· ∆ημοσίᾳ καὶ κατ' οἴκους· τὴν μακρὰν ταλαιπωρίαν, καὶ τὴν πολλὴν σπουδὴν καὶ τὴν καρτερίαν ἐπιδεικνύμενος. ∆ιαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν. Οὐχὶ πρὸς ὑμᾶς, φησὶ, μόνον, ἀλλὰ καὶ πρὸς Ἕλληνας. Ἐνταῦθα ἡ παῤῥησία· καὶ ὅτι, Κἂν μηδὲν ὠφελῶμεν, λέγειν δεῖ· τὸ γὰρ διαμαρτύρασθαι τοῦτό ἐστιν, ὅταν πρὸς τοὺς μὴ προσέχοντας λέγωμεν· τὸ γὰρ διαμαρτύρασθαι, ὡς ἐπὶ τὸ πολὺ τοῦτό ἐστι. ∆ιαμαρτύρομαι, φησὶν ὁ Μωϋσῆς, τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ νῦν αὐτὸς, ∆ιαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς τὸν Θεὸν μετάνοιαν.
βʹ. Τί διαμαρτύρῃ; Ὥστε βίου ἐπιμεληθῆναι· ὥστε μετανοῆσαι καὶ προσελθεῖν τῷ Θεῷ. Οὐδὲ γὰρ Ἰουδαῖοι ᾔδεσαν αὐτὸν, διά τε τὸν Υἱὸν ἀγνοεῖν, διά τε τὰ ἔργα καὶ πίστιν μὴ ἔχειν τὴν εἰς τὸν Κύριον Ἰησοῦν. Τίνος οὖν ἕνεκεν ταῦτα λέγεις; τίνος ἕνεκεν ταῦτα ὑπομιμνήσκεις; τί γέγονε; μή τι ἔχεις ἐγκαλεῖν; Πρότερον κατασείσας αὐτῶν τὴν διάνοιαν, τότε ἐπάγει· Καὶ νῦν ἰδοὺ ἐγὼ δεδεμένος τῷ Πνεύματι πορεύομαι εἰς Ἱερουσαλὴμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς· πλὴν ὅτι τὸ Πνεῦμά μοι τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεται, λέγον, ὅτι δεσμά με καὶ θλίψεις μένουσιν. Ἀλλ' οὐδενὸς λόγον ποιοῦμαι· οὐδὲ ἔχω τὴν ψυχὴν τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς, καὶ τὴν διακονίαν, ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ Εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ. ∆ιὰ τί ταῦτα λέγει; Παρασκευάζων αὐτοὺς ἀεὶ ἑτοίμους εἶναι πρὸς κινδύνους καὶ δήλους καὶ ἀδήλους, καὶ πάντα τῷ Πνεύματι πείθεσθαι. ∆είκνυσι δὲ, ὅτι ἐπὶ μεγάλοις ἀπάγεται. Πλὴν ὅτι τὸ Πνεῦμά μοι, φησὶ, τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεται, λέγον. Ἵνα δείξῃ, ὅτι ἑκὼν ἀπέρχεται, καὶ ἵνα μὴ δεσμὸν ἢ ἀνάγκην νομίσῃς, τὸ Κατὰ πόλιν εἶπεν. Εἶτα ἐπάγει, ὅτι Οὐκ ἔχω τιμίαν τὴν ἐμαυτοῦ ψυχὴν, ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς, καὶ τὴν διακονίαν, ἢν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ. Ὁρᾷς ὅτι οὐκ ἀποδυρομένου ἦν τὰ ῥήματα, ἀλλὰ μετριάζοντος καὶ παιδεύοντος ἐκείνους καὶ συμπάσχοντος τοῖς γινομένοις; Οὐκ εἶπεν, ὅτι Ἀλγῶμεν, ἀνάγκη δὲ φέρειν· ἀλλ' οὐδὲ, Ἡγοῦμαι. Τοῦτο πάλιν λέγει, οὐκ ἐπαίρων ἑαυτὸν, ἀλλ' ἐκείνους διδάσκων, διὰ μὲν τῶν προτέρων τὴν ταπεινοφροσύνην, διὰ δὲ τούτων τὴν ἀνδρείαν, τὴν παῤῥησίαν· ὡσεὶ ἔλεγεν· Οὐ φιλῶ αὐτὴν πρὸ ταύτης· προτιμότερον ἡγοῦμαι τὸ τελέσαι τὸν δρόμον, τὸ διαμαρτύρασθαι. Καὶ οὐκ εἶπε, Κηρῦξαι, ∆ιδάξαι· ἀλλὰ τί; ∆ιαμαρτύρασθαι τὸ Εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ. Μέλλει τι φορ 60.310 τικώτερον λέγειν, ὅτι Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων· διὰ τοῦτο προκατασκευάζει, καὶ δείκνυσιν, ὅτι οὐδὲν ἐλλείπεται. Ἐπεὶ οὖν ἔμελλεν αὐτοῖς ἐπιτιθέναι τὸ βάρος ἅπαν καὶ τὸ φορτίον, πρότερον κατεμάλαξεν αὐτῶν τὴν διάνοιαν, λέγων· Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα, ὅτι οὐκ ἔτι ὄψεσθε τὸ πρόσωπόν μου. Εἶτα τότε ἐπήγαγε τὸ, Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. ∆ιπλῆ ἡ λύπη· τό τε, Τὸ πρόσωπον αὐτοῦ οὐκ ἔτι ὄψεσθαι, καὶ τὸ, Αὐτοὺς πάντας. Οὐκ ἔτι γὰρ, φησὶν, ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν. Ὥστε εἰκότως διαμαρτύρομαι ὑμῖν, ἅτε μηκέτι παραγινόμενος, Ὅτι καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Ὁρᾷς πῶς φοβεῖ, καὶ πεπονημένας αὐτῶν τὰς ψυχὰς καὶ τεθλιμμένας ἐπιτρίβει; Καλῶς, ὅτι ἀναγκαῖον ἦν. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν, φησὶ, πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Ἄρα ὁ μὴ λέγων, ὑπεύθυνός ἐστι τοῦ αἵματος· τουτέστι, τῆς σφαγῆς. Οὐδὲν τούτου φοβερώτερον. ∆είκνυσιν, ὅτι κἀκεῖνοι, ἂν μὴ ποιῶσιν, ὑπεύθυνοί εἰσι τοῦ αἵματος. Καὶ δοκεῖ μὲν ἀπολογεῖσθαι, ἐκείνους δὲ φοβεῖ. Προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. Ὁρᾷς; δύο προσέταξεν. Οὔτε οὖν τὸ ἑτέρους κατορθοῦν μόνον ἔχει τι κέρδος (Φοβοῦμαι γὰρ, φησὶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι), οὔτε τὸ ἑαυτοῦ μόνον ἐπιμελεῖσθαι. Ὁ γὰρ τοιοῦτος φίλαυτος καὶ τὸ ἑαυτοῦ ζητεῖ μόνον, καὶ τοῦ τὸ τάλαντον καταχώσαντος ἴσος ἐστί. Ταῦτα λέγει, οὐκ ἐπειδὴ προτιμοτέρα ἡ ἡμετέρα σωτηρία τοῦ ποιμνίου, ἀλλ' ἐπειδὴ, ὅταν ἑαυτοῖς προσέχωμεν, τότε καὶ τὸ ποίμνιον κερδαίνει. Ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Ὅρα πόσαι ἀνάγκαι. Παρὰ τοῦ Πνεύματος τὴν χειροτονίαν ἔχετε, φησί· τοῦτο γάρ ἐστι τὸ, Ἔθετο. Μία αὕτη ἀνάγκη· εἶτα, Ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Ἰδοὺ καὶ δευτέρα· καὶ τρίτη, Ἥν φησιν ὅτι περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. Πολὺ δείκνυσι δι' ὧν εἶπε τίμιον τὸ πρᾶγμα, καὶ ὅτι οὐχ ὑπὲρ μικρῶν ὁ κίνδυνος, εἴ γε ὁ ∆εσπότης ὑπὲρ τῆς Ἐκκλησίας, οὐδὲ τοῦ αἵματος ἐφείσατο τοῦ ἑαυτοῦ, ἡμεῖς δὲ τῆς τῶν ἀδελφῶν σωτηρίας καταφρονοῦμεν. Καὶ ἐκεῖνος μὲν ἵνα ἐχθροὺς καταλλάξῃ, καὶ τὸ αἷμα ἐξέχεε· σὺ δὲ οὐδὲ φίλους γενομένους ἰσχύεις κατασχεῖν. Ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου. Πάλιν ἄλλοθεν αὐτοὺς ἐπιστρέφει ἀπὸ τῶν ἐσομένων· ὥσπερ ὅταν ἀλλαχοῦ λέγῃ· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα. Ὅτι εἰσελεύσονται, φησὶ, μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς. ∆ιπλοῦν τὸ κακὸν, ὅτι τε αὐτὸς οὐ πάρεστι, καὶ ὅτι ἕτεροι ἐπιθήσονται. Τί οὖν ἀπέρχῃ, εἰ τοῦτο προοῖδας; Τὸ Πνεῦμά με ἕλκει, φησί.
γʹ. Καὶ ὅρα· οὐχ ἁπλῶς εἶπε, Λύκοι, ἀλλὰ προσέθηκε, Βαρεῖς, τὸ σφοδρὸν αὐτῶν καὶ ἰταμὸν αἰνιττόμενος· καὶ τὸ χαλεπώτερον, ὅτι αὐτοὺς τούτους ἐξ αὐτῶν ἀναστήσεσθαι λέγει· ὃ καὶ σφόδρα ἐστὶ βαρὺ, ὅταν καὶ ἐμφύλιος ὁ πόλεμος ᾖ. Καὶ καλῶς εἶπε, Προσέχετε, δεικνὺς περισπούδαστον σφόδρα τὸ πρᾶγμα (Ἐκκλησία γάρ 60.311 ἐστι), καὶ ὅτι μέγας ὁ κίνδυνος (αἵματι γὰρ αὐτὴν ἐλυτρώσατο), καὶ ὅτι πολὺς ὁ πόλεμος καὶ διπλοῦς. Ταῦτα τοίνυν ἐδήλωσεν, εἰπών· Καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. Εἶτα ἐπειδὴ σφόδρα αὐτοὺς ἐφόβησε τῷ εἰπεῖν Λύκους βαρεῖς, καὶ ἐξ αὐτῶν ἀναστῆναι τοὺς τὰ διεστραμμένα λαλοῦντας, ὥσπερ ὑπό τινος διαπορηθεὶς, πῶς οὖν; εἰπόντος, καὶ τίς ἔσται φυλακή; ἐπάγει, λέγων· Γρηγορεῖτε, μνημονεύοντες, ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. Ὅρα πόσαι ὑπερβολαί· μετὰ δακρύων, καὶ νύκτα καὶ ἡμέραν, καὶ ἕνα ἕκαστον. Οὐ γὰρ εἰ πολλοὺς εἶδε, τότε ἐφείδετο, ἀλλ' ᾔδει καὶ ὑπὲρ μιᾶς ψυχῆς πάντα ποιεῖν. Οὕτω γοῦν αὐτοὺς καὶ συνεκρότησεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀρκεῖ τὰ παρ' ἐμοῦ· τριετίαν ἔμεινα, ἱκανῶς ἐστερεώθησαν, ἱκανῶς ἐῤῥιζώθησαν. Μετὰ δακρύων, φησίν. Ὁρᾷς ὅτι τὰ δάκρυα διὰ τοῦτο; Ταῦτα ποιῶμεν καὶ ἡμεῖς. Οὐκ ἀλγεῖ ὁ κακός· ἄλγησον σὺ, ἴσως ἀλγήσει κἀκεῖνος. Καθάπερ ὅταν ἴδῃ ὁ κάμνων τὸν ἰατρὸν λαμβάνοντα σιτίου, καὶ αὐτὸς προτρέπεται· οὕτω δὴ καὶ ἐνταῦθα ἔσται· ἂν ἴδῃ σε ὀδυρόμενον, μαλαχθήσεται, χρηστὸς ἀνὴρ καὶ πρᾶος γενήσεται. Οὐκ εἰδὼς, φησὶ, τὰ συναντήσοντά μοι. Τί οὖν; διὰ τοῦτο ἀπέρχῃ; Οὐδαμῶς· ἀλλὰ καὶ σφόδρα γινώσκω, ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν. Ὅτι μὲν οὖν πειρασμοὶ ἐκδέχονταί με, οἶδα, ὁποῖοι δὲ, οὐκ οἶδα· ὅπερ ἦν χαλεπώτερον. Μὴ τοίνυν νομίσητέ με ἀποδυρόμενον ταῦτα λέγειν· οὐκ ἔχω τιμίαν τὴν ἐμαυτοῦ ψυχήν. Ἵνα ἀναστήσῃ αὐτῶν τὴν διάνοιαν, ταῦτά φησι, καὶ πείσῃ μὴ μόνον μὴ φεύγειν, ἀλλὰ καὶ γενναίως φέρειν. ∆ιὰ τοῦτο δρόμον καὶ διακονίαν τὸ πρᾶγμα καλεῖ· τὸ μὲν, δεικνὺς τὸ λαμπρὸν ἀπὸ τοῦ δρόμου, τὸ δὲ, τὸ ὀφειλόμενον ἀπὸ τῆς διακονίας. ∆ιάκονός εἰμι, φησίν· οὐδὲν πλέον ἔχω. Παραμυθησάμενος δὲ αὐτοὺς, ἵνα μὴ ἀλγῶσιν ἐφ' οἷς πάσχει κακῶς, καὶ εἰπὼν, ὅτι μετὰ χαρᾶς ταῦτα ὑπομένει, καὶ τὸν καρπὸν δείξας, τότε τὸ λυπηρὸν ἐπάγει. Τοῦτο δὲ ποιεῖ, ἵνα μὴ καταχώσῃ αὐτῶν τὴν διάνοιαν. Ποῖον δὲ τοῦτό ἐστι; Τὸ, Καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα. Τί οὖν, εἴποι τις ἂν, τοσοῦτον σαυτὸν ἡγῇ, καὶ, ἂν ἀπέλθῃς, ἀποθνήσκομεν; Οὐ τοῦτο λέγω, φησὶν, ὅτι ἡ ἐμὴ ἀπουσία τοῦτο ποιεῖ· ἀλλὰ τί; Ὅτι ἐπαναστήσονταί τινες ὑμῖν. Οὐκ εἶπε, ∆ιὰ τὴν ἄφιξίν μου· ἀλλὰ, Μετὰ τὴν ἄφιξίν μου· τουτέστι, τὴν ἀποδημίαν· καίτοι καὶ ἤδη γέγονε τοῦτο· εἰ δὲ γέγονε, πολλῷ μᾶλλον μετὰ ταῦτα γενήσεται. Εἶτα καὶ ἡ αἰτία, Τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. Ὥστε δι' οὐδὲν ἕτερον αἱ αἱρέσεις, ἢ διὰ τοῦτο. Εἶτα καὶ παραμυθία· Ἣν περιεποιήσατο, φησὶ, διὰ τοῦ ἰδίου αἵματος. Εἰ δὲ τῷ ἰδίῳ αἵματι περιεποιήσατο, προστήσεται πάντως. Νύκτα, φησὶ, καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν. Ταῦτα πρὸς ἡμᾶς εἰκότως ἂν λέγοιτο· καὶ δοκεῖ μὲν εἶναι ἰδικῶς πρὸς τοὺς διδασκάλους ὁ λόγος, ἔστι δὲ κοινὸς καὶ πρὸς τοὺς μαθητάς. Τί γὰρ, ἂν ἐγὼ μὲν λέγω καὶ παρακαλῶ καὶ δακρύω νύκτα καὶ ἡμέραν, ὁ δὲ μαθητὴς μὴ πείθηται; Ἵνα γὰρ μὴ νομίσῃ τις τοῦτο ἀρκεῖν εἰς ἀπολογίαν, τὸ εἶναι μαθητὴν, καὶ μὴ ὑπείκειν, διὰ τοῦτο, ∆ιαμαρτύρομαι, εἰπὼν, ἐπήγαγεν· Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν. Ἄρα τοῦτο διδασκάλου μόνον, ἀναγγεῖλαι, κηρῦξαι, διδάξαι, μὴ ὑποστείλασθαι, νύκτα καὶ ἡμέραν παρακαλεῖν· ὅταν δὲ τούτων γινομένων 60.312 μηδὲν πλέον γένηται, ἴστε τὸ λειπόμενον. Εἶτα καὶ ἑτέρα ἀπολογία· ὅτι Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. Μὴ δὴ νομίσητε πρὸς ἡμᾶς ταῦτα λέγεσθαι μόνον· καὶ γὰρ καὶ πρὸς ὑμᾶς ὁ λόγος οὗτός ἐστιν, ὥστε προσέχειν τοῖς λεγομένοις, ὥστε μὴ ἀποπηδᾷν τῆς ἀκροάσεως. Τί ποιήσω; Ἰδοὺ καθ' ἑκάστην ἡμέραν διαῤῥήγνυμαι βοῶν· ἀπόστητε τῶν θεάτρων· καὶ πολλοὶ γελῶσιν ἡμᾶς· ἀπόστητε τοῦ ὀμνύειν, τοῦ πλεονεκτεῖν· μυρία παραινοῦμεν, καὶ οὐδεὶς ὁ ἀκούων. Ἀλλ' ἐν νυκτὶ οὐ διαλέγομαι; Ἐβουλόμην καὶ ἐν νυκτὶ τοῦτο ποιεῖν, καὶ ἐν ταῖς τραπέζαις ταῖς ὑμετέραις, εἴ γε ἐνῆν καὶ εἰς μυρία σχισθέντα παραγίνεσθαι ὑμῖν καὶ διαλέγεσθαι· ἀλλ' εἰ τῆς ἑβδομάδος ἅπαξ καλοῦμεν ὑμᾶς, καὶ ὀκνεῖτε, καὶ οἱ μὲν οὐδὲ παραγίνεσθε, οἱ δὲ παραγινόμενοι οὐδὲν πλέον κερδάναντες ἄπιτε· τί οὐκ ἂν ἐποιήσατε, εἰ συνεχῶς τοῦτο ἐπράττομεν; Τί ποιήσομεν; Πολλοὶ οἶδ' ὅτι καὶ διασύρουσιν ἡμᾶς, διὰ τὸ περὶ τῶν αὐτῶν ἀεὶ διαλέγεσθαι· οὕτω γεγόναμεν προσκορεῖς. Αἴτιοι δὲ τούτου οὐχ ὑμεῖς, ἀλλ' αὐτοὶ οἱ ἀκούοντες. Ὁ μὲν γὰρ κατορθῶν, ἀεὶ χαίρει τὰ αὐτὰ ἀκούων, ὥσπερ ἐγκωμίων αὐτοῦ λεγομένων· ὁ δὲ μὴ βουλόμενος κατορθοῦν, καὶ ἐνοχλεῖσθαι δοκεῖ, κἂν δεύτερον ἀκούσῃ μόνον, πολλάκις δοκεῖ ἀκούειν. Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων, φησί.
δʹ. Τοῦτο Παύλῳ μὲν ἥρμοττεν εἰπεῖν, ἡμεῖς δὲ οὐ τολμῶμεν τοῦτο εἰπεῖν, μυρία συνειδότες ἑαυτοῖς. ∆ιόπερ ἐκείνῳ τῷ διαπαντὸς ἀγρυπνοῦντι καὶ ἐφεστῶτι, τῷ πάντα ὑπὲρ τῆς σωτηρίας τῶν μαθητευομένων ὑπομένοντι, ἥρμοττε λέγειν· ἡμεῖς δὲ τὸ Μωσέως ἐροῦμεν, ὅτι Ὠργίσθη μοι Κύριος δι' ὑμᾶς, ὅτι εἰς πολλὰ ἁμαρτήματα προάγετε καὶ ἡμᾶς. Ὅταν γὰρ ἀθυμῶμεν ὁρῶντες ὑμᾶς οὐ προκόπτοντας, οὐ τὸ πλέον ἡμῖν τῆς ἰσχύος καταπίπτει; Τί γὰρ, εἰπέ μοι, γέγονεν; Ἰδοὺ τῇ χάριτι τοῦ Θεοῦ καὶ ἡμεῖς λοιπὸν τριετίαν ἔχομεν, νύκτα μὲν καὶ ἡμέραν οὐ παρακαλοῦντες, διὰ τριῶν δὲ πολλάκις ἡμερῶν ἢ δι' ἑπτὰ τοῦτο ποιοῦντες. Τί γέγονε πλέον; Ἐγκαλοῦμεν, ἐπιτιμῶμεν, δακρύομεν, ὀδυνώμεθα, εἰ καὶ μὴ φανερῶς, ἀλλὰ κατὰ καρδίαν. Ἐκεῖνα δὲ πολὺ τούτων τὰ δάκρυα κουφότερα· ταῦτα μὲν γὰρ φέρει τινὰ τοῖς ἀθυμοῦσι παραμυθίαν, ἐκεῖνα δὲ αὐτὴν ἐπιτείνει καὶ συσφίγγει. Οὕτω καὶ ὅταν ἐν ἀθυμίᾳ τις ᾖ, καὶ μὴ δύνηται ἐξενεγκεῖν τὴν ἀλγηδόνα, ὥστε μὴ δόξαι κενόδοξος εἶναι, μείζονα ἄρα πάσχει, ἢ ἂν ταύτην ἐξήνεγκεν. Εἰ μή μέ τις ἔκρινε φιλοτιμίας περιττῆς, εἶδες ἂν καθ' ἑκάστην ἡμέραν πηγὰς δακρύων ἀφιέντα· ταύτας δέ μοι σύνοιδεν ὁ οἰκίσκος καὶ ἡ ἐρημία. Πιστεύσατε γάρ μοι, τῆς μὲν ἐμαυτοῦ σωτηρίας ἀπέγνων, τὰ δὲ ὑμέτερα θρηνῶν, οὐδὲ σχολὴν ἔχω τὰ ἐμαυτοῦ κακὰ πενθεῖν· οὕτω μοι πάντα ὑμεῖς ἐστε. Κἂν αἴσθωμαι ἐπιδιδόντας ὑμᾶς, οὐκ αἰσθάνομαι τῶν ἐμαυτοῦ κακῶν ὑπὸ τῆς ἡδονῆς· κἂν ἴδω μὴ ἐπιδιδόντας, ὑπὸ τῆς ἀθυμίας πάλιν παραπέμπομαι τὰ ἐμά· φαιδρὸς μὲν ὢν ἐπὶ τοῖς ὑμετέροις ἀγαθοῖς, κἂν μυρία ἔχω δεινὰ, σκυθρωπὸς δὲ ἐπὶ τοῖς ὑμετέροις λυπηροῖς, κἂν μυρία μοι κατορθώματα ᾖ. Τίς γὰρ ἐλπὶς διδασκάλῳ, τοῦ ποιμνίου διεφθαρμένου; ποία ζωὴ, ποία προσδοκία; μετὰ ποίας στήσεται παῤῥησίας πρὸς τὸν Θεόν; τί ἐρεῖ; Θῶμεν γὰρ, ὅτι οὐδὲ ἐγκαλεῖται, οὐδὲ δίδωσι δίκην, ἀλλ' ἔστι καθαρὸς ἀπὸ τοῦ αἵματος πάντων· καὶ οὕτως ἀνίατα πείσεται· ἐπεὶ καὶ πατέρες ὑπὲρ παίδων οὐ μέλλοντες ἐγκαλεῖσθαι, ὅμως ἀλγοῦσι καὶ δάκνονται. 60.313 Καὶ οὐδὲν αὐτοὺς τοῦτο, φησὶν, ὠφελεῖ οὐδὲ προΐσταται, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν; Ἀλλ' ἀγρυπνοῦσιν ὡς λόγον ἀποδώσοντες· καὶ δοκεῖ μέν τισι τοῦτο εἶναι φοβερὸν, ἐμοὶ δὲ οὐδεὶς τούτου λόγος μετὰ τὴν ὑμετέραν ἀπώλειαν. Ἄν τε γὰρ δῶ λόγον, ἄν τε μὴ δῶ, οὐδέν μοι τὸ ὄφελος. Γένοιτο σωθῆναι ὑμᾶς, καὶ δοῦναι λόγον ἐμὲ δι' ὑμᾶς· ὑμᾶς σωθῆναι, καὶ ἐμὲ ἐγκαλεῖσθαι ὡς μὴ πληρώσαντα τὰ παρ' ἐμαυτοῦ. Οὐ γὰρ τοῦ δι' ἐμοῦ σωθῆναι ὑμᾶς φροντίζω, ἀλλὰ τοῦ σωθῆναι μόνον δι' ὁτουδήποτε. Οὐκ ἴστε τὴν τυραννίδα τῶν ὠδινῶν τῶν πνευματικῶν, πῶς μυριάκις ἕλοιτο ἂν κατακοπῆναι ὁ τοῦτον τὸν τόκον ὠδίνων, ἢ τῶν τεχθέντων ἕνα ἀπολλύμενον ἰδεῖν καὶ διεφθαρμένον; Πόθεν ὑμᾶς πείσομεν; ἑτέρωθεν μὲν οὐδαμόθεν, ἀπὸ δὲ τῶν γινομένων τὰ καθ' ὑμᾶς πάντα ἀπολυσόμεθα. ∆υνάμεθα καὶ ἡμεῖς λέγειν, ὅτι οὐδὲν ὑπεστειλάμεθα· ἀλλ' ὅμως ἀλγοῦμεν· καὶ ὅτι ἀλγοῦμεν, δῆλον ἐξ ὧν μυρία κατασκευάζομεν, καὶ μηχανώμεθα. Καίτοι γε ἐνῆν πρὸς ὑμᾶς αὐτοὺς εἰπεῖν· Τί μοι μέλει; ἐγὼ τὸ ἐμαυτοῦ πεποίηκα, ἐγὼ καθαρός εἰμι ἀπὸ τοῦ αἵματος· ἀλλ' οὐκ ἀρκεῖ τοῦτο εἰς παραμυθίαν. Εἴ γε ἐνῆν τὴν καρδίαν ἡμῶν ἀναῤῥῆξαι καὶ ἐπιδεῖξαι, εἴδετε ἂν μετὰ πολλῆς ἔνδον ὄντας τῆς εὐρυχωρίας πάντας ὑμᾶς, καὶ γυναῖκας καὶ παῖδας καὶ ἄνδρας· τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις, τοῦ οὐρανοῦ εὐρυχωτέραν ποιεῖ τὴν ψυχήν. Χωρήσατε ἡμᾶς, ἔλεγεν ὁ Παῦλος· οὐδένα ἠδικήσαμεν, οὐ στενοχωρεῖσθε ἐν 60.314 ἡμῖν. Τοῦτο λέγομεν νῦν καὶ ἡμεῖς· Χωρήσατε ἡμᾶς· Πᾶσαν τὴν Κόρινθον εἶχεν ἐκεῖνος ἐν τῇ καρδίᾳ ἑαυτοῦ, καὶ ἔλεγε· Πλατύνθητε καὶ ὑμεῖς· οὐ στενοχωρεῖσθε. Ἀλλ' αὐτὸς οὐκ ἂν ἔχοιμι τοῦτο λέγειν· εὖ γὰρ οἶδα, ὅτι καὶ ὑμεῖς ἡμᾶς ἀγαπᾶτε καὶ χωρεῖτε. Ἀλλὰ τί τὸ κέρδος ἢ τῆς ἐμῆς ἀγάπης ἢ τῆς ὑμῶν, ὅταν τὸ κατὰ Θεὸν ἡμῖν μὴ προχωρῇ; Μείζονος ἀθυμίας ὑπόθεσις, πλείονος λύμης ἀφορμή. Οὐδὲν ἔχω ἐγκαλεῖν ὑμῖν· Μαρτυρῶ γὰρ ὑμῖν, ὅτι, εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. Ἱμειρόμεθα οὐ μόνον τὸ Εὐαγγέλιον, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς δοῦναι ὑμῖν. Φιλούμεθα καὶ φιλοῦμεν· ἀλλ' οὐ τοῦτό ἐστι τὸ ζητούμενον. Φιλήσωμεν οὖν τὸν Χριστὸν πρῶτον· πρώτη γὰρ ἐντολὴ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου· δευτέρα δὲ ὁμοία αὐτῆς, Καὶ τὸν πλησίον σου ὡς σεαυτόν. Τὴν δευτέραν ἔχομεν, τῆς πρώτης ἡμῖν δεῖ· τῆς πρώτης δεῖ μετὰ πολλῆς τῆς ὑπερβολῆς καὶ ἐμοὶ καὶ ὑμῖν. Ἔχομεν αὐτὴν, ἀλλ' οὐχ ὡς χρή. Φιλήσωμεν αὐτόν· ἴστε πόσος ἀπόκειται μισθὸς τοῖς φιλήσασι τὸν Χριστόν· φιλήσωμεν αὐτὸν θερμότητι ψυχῆς, ἵνα, τῆς παρ' αὐτοῦ εὐνοίας ἀπολαύοντες, διαφύγωμεν τὸν κλύδωνα τοῦ παρόντος βίου, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς αὐτοῦ Παιδὸς, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΜΕʹ
Καὶ τανῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ἐποι κοδομῆσαι, καὶ δοῦναι κληρονομίαν ὑμῖν ἐν πᾶσι τοῖς ἡγιασμένοις.
αʹ. Ὅπερ ἐπιστέλλων ποιεῖ, τοῦτο καὶ συμβουλεύων· ἀπὸ παραινέσεως εἰς εὐχὴν τελευτᾷ. Ἐπειδὴ γὰρ αὐτοὺς σφόδρα ἐφόβησε, λέγων, ὅτι Λύκοι βαρεῖς εἰς ὑμᾶς εἰσελεύσονται· ἵνα μὴ καταπλήξῃ τῇ διανοίᾳ καὶ ἀπολέσῃ, ὅρα τὴν παραμυθίαν. Καὶ τανῦν, φησίν. Οὕτως εἶπε, δηλῶν διὰ τούτου, ὅτι ὥσπερ ἀεί. Παρατίθεμαι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ· τουτέστι, τῇ χάριτι αὐτοῦ. Καὶ καλῶς οὕτως εἶπεν· οἶδε γὰρ, ὅτι ἡ χάρις σώζει. Συνεχῶς αὐτοὺς ἀναμιμνήσκει τῆς χάριτος, σπουδαιοτέρους ποιῶν ὡς ὀφειλέτας, καὶ πείθων θαῤῥεῖν. Τῷ δυναμένῳ ὑμᾶς ἐποικοδομῆσαι. Οὐκ εἶπεν, Οἰκοδομῆσαι, ἀλλ', Ἐποικοδομῆσαι, δεικνὺς ὅτι ἤδη ᾠκοδομήθησαν, Εἶτα τῆς ἐλπίδος ἀνέμνησε τῆς μελλούσης, εἰπών· Καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν πᾶσι τοῖς ἡγιασμένοις. Εἶτα πάλιν παραίνεσις· Ἀργυρίου, φησὶν, ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα. Τὴν ῥίζαν ἀναιρεῖ τῶν κακῶν, τὴν φιλαργυρίαν. Ἀργυρίου, φησὶν, ἢ χρυσίου. Οὐκ εἶπεν, Οὐκ ἔλαβον· ἀλλ', Οὐδὲ ἐπεθύμησα. Οὔπω μέγα τοῦτο, τὸ δὲ μετὰ τοῦτο μέγα. Ὑμεῖς ἐπίστασθε, ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. Ὅρα αὐτὸν τῷ ἔργῳ κεχρημένον, καὶ οὐχ ἁπλῶς, ἀλλὰ κοπιῶντα. Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Τοῦτο ἐντρεπτικῶς. Καὶ ὅρα, πῶς ἀξίως. Οὐ γὰρ εἶπε Χρημάτων γενέσθαι κρείττους ἀλλὰ τί; Ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. Οὐχ ἁπλῶς 60.314 πάντων, ἀλλὰ τῶν ἀσθενῶν. Μνημονεύειν τε τὸν λόγον τοῦ Κυρίου, ὃν εἶπε, ὅτι Μακάριόν ἐστι μᾶλλον διδόναι ἢ λαμβάνειν. Ἵνα μή τις νομίσῃ πρὸς ἐκείνους εἰρῆσθαι, καὶ τύπον διδόναι αὐτὸν, ὅπερ ἀλλαχοῦ φησι, Τύπον διδόντες ὑμῖν, ἐπήγαγε τὴν ἀπόφασιν τοῦ Χριστοῦ, λέγοντος· Μακάριόν ἐστι διδόναι μᾶλλον ἢ λαμβάνειν. Ἐπηύξατο αὐτοῖς παραινῶν· δείκνυσιν αὐτὸ καὶ ἔργῳ. Καὶ ταῦτα εἰπὼν, θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς, προσηύξατο· οὐχ ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς τῆς κατανύξεως. Πολλὴ ἡ παράκλησις· καὶ τῷ εἰπεῖν δὲ, Παρατίθεμαι ὑμᾶς τῷ Κυρίῳ, παρακαλεῖ. Ἐγένετο δὲ κλαυθμὸς ἱκανὸς πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου, κατεφίλουν αὐτὸν, ὀδυνώμενοι, μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι μέλλουσι τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. Προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον. Εἶπεν, ὅτι Εἰσελεύσονται λύκοι βαρεῖς· εἶπεν, ὅτι Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων· ταῦτα ἑκάτερα φοβερὰ καὶ ἱκανὰ λυπῆσαι· μάλιστα δὲ πλέον πάντων τοῦτο αὐτοὺς ὠδίνησε, τὸ μηκέτι ὁρᾷν ἀκοῦσαι αὐτόν· καὶ τοῦτο ἐποίει τὸν πόλεμον χαλεπόν. Προέπεμπον δὲ, φησὶν, αὐτὸν εἰς τὸ πλοῖον. Οὕτως ἐφίλουν αὐτὸν, οὕτω διέκειντο περὶ αὐτόν. Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ' αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶν, τῇ δὲ ἑξῆς εἰς Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα. Καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην, ἐπιβάντες ἀνήχθημεν. Ἀναφανέντες δὲ τὴν Κύπρον, καὶ καταλιπόντες αὐτὴν εὐώνυμον, ἐπλέομεν εἰς Συρίαν, καὶ κατήχθημεν εἰς Τύρον. Ὅρα, ἦλθεν εἰς Λυκίαν, καὶ διαπερῶν εἰς Φοινίκην, τὴν Κύπρον ἀφεὶς, εἰς Τύρον κατέπλευσεν· ἐκεῖσε γὰρ ἦν τὸ πλοῖον ἀποφορτιζόμενον τὸν γόμον. Τοῦτο αἰτία τοῦ ἀπελθεῖν εἰς Τύρον. Καὶ εὑρόντες μαθητὰς ἐπεμείναμεν πρὸς αὐτοὺς ἡμέρας ἑπτά· οἵ 60.315 τινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ Πνεύματος μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ. Ὅρα, προφητεύουσι κἀκεῖνοι τὰς θλίψεις. Οἰκονομεῖται καὶ δι' ἐκείνων λεχθῆναι, ἵνα μή τις νομίσῃ ἁπλῶς ταῦτα λέγειν τὸν Παῦλον καὶ κομπάζειν, Πάλιν δὲ ἐκεῖ προσευχόμενοι διαλύονται ἀπ' ἀλλήλων. Ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν, προσηυξάμεθα. Καὶ ἀσπασάμενοι ἀλλήλους, ἐνέβημεν εἰς τὸ πλοῖον· ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια. Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου, κατηντήσαμεν εἰς Πτολεμαΐδα· καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς, ἐμείναμεν ἡμέραν μίαν παρ' αὐτοῖς. Τῇ δὲ ἐπαύριον ἐξελθόντες, ἤλθομεν εἰς Καισάρειαν· καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὄντος ἐκ τῶν ἑπτὰ, ἐμείναμεν παρ' αὐτῷ. Εἰς Καισάρειαν, φησὶν, ἐλθόντες, παρὰ Φιλίππῳ τῷ ἐκ τῶν ἑπτὰ ἐμείναμεν. Τούτῳ δὲ ἦσαν θυγατέρες τέσσαρες προφητεύουσαι. Ἀλλ' οὐχ αὗται προλέγουσι τῷ Παύλῳ, καίτοι προφητεύουσαι, ἀλλ' Ἄγαβος· καὶ ὅπως, ἄκουε. Ἐπιμενόντων δὲ ἡμῶν ἡμέρας πλείους, ἦλθεν ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος· καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας τε αὐτοῦ χεῖρας καὶ πόδας, εἶπε· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν εἰς Ἱερουσαλὴμ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. Ὁ πάλαι τὸν λιμὸν μηνύσας, οὗτος, Τὸν ἄνδρα, φησὶ, τοῦτον, οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν. Ὅπερ οἱ προφῆται ἐποίουν, ὄψει τὰ γενόμενα ἀπογράφοντες, ὅταν περὶ αἰχμαλωσίας ἔλεγον, ὡς ὁ Ἰεζεκιὴλ, τοῦτο καὶ οὗτος ἐποίησε. Καὶ τὸ δὴ χαλεπὸν, ὅτι Εἰς χεῖρας ἐθνῶν παραδώσουσιν. Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι, τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ. Καὶ πολλοὶ παρεκάλουν μὴ ἀπελθεῖν, καὶ οὐδὲ οὕτως ὑπήκουσεν. Ἀπεκρίθη δὲ ὁ Παῦλος· Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. Μὴ πειθομένου δὲ αὐτοῦ, ἡσυχάσαμεν εἰπόντες· Τὸ θέλημα τοῦ Κυρίου γενέσθω.
βʹ. Ὁρᾷς; ἵνα μὴ ἀκούσας νομίσῃς ἀνάγκης εἶναι τὸ, ∆εδεμένος τῷ Πνεύματι πορεύομαι, μηδὲ ἀγνοοῦντα αὐτὸν ἐμπεσεῖν, διὰ τοῦτο ταῦτα προλέγεται. Ἀλλ' οἱ μὲν ἔκλαιον, αὐτὸς δὲ παρεκάλει, ἀλγῶν ἐπὶ τοῖς δάκρυσι τοῖς ἐκείνων. Τί ποιεῖτε γὰρ, φησὶ, κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Οὐδὲν Παύλου φιλοστοργότερον· ὅτι ἑώρα δακρύοντας, ἤλγει ὁ μὴ πάσχων ἐπὶ τοῖς οἰκείοις πειρασμοῖς. Ἐμὲ ἀδικεῖτε τοῦτο, φησὶ, ποιοῦντες· μὴ γὰρ ἐγὼ ἀλγῶ; Τότε ἐπαύσαντο, ὅτε εἶπε· Τί ποιεῖτε συνθρύπτοντές μου τὴν καρδίαν; Ἐφ' ὑμῖν κλαίω, φησὶν, οὐκ ἐπὶ τοῖς παθήμασιν· ὑπὲρ γὰρ ἐκείνων καὶ ἀποθανεῖν βούλομαι. Ἴδωμεν δὲ ἄνωθεν τὰ εἰρημένα. Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ, φησὶν, οὐδενὸς ἐπεθύμησα· αὐτοὶ γινώσκετε, ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Οὐκ ἄρα ἐν Κορίνθῳ τοῦτο εἰργάσαντο μόνον οἱ διαφθείροντες τοὺς μαθητὰς, ἀλλὰ καὶ ἐν Ἀσίᾳ. Οὐδαμοῦ τοῦτο ὀνειδίζει τοῖς Ἐφεσίοις γράφων. Τί δήποτε; Ὅτι οὐκ ἐνέπεσεν εἰς ἀνάγκην. Ἀλλὰ καὶ Κορινθίοις λέγει· Οὐκ ἐφράγη τὸ καύχημά μου ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας. Καὶ οὐκ εἶπεν, Οὐκ ἐδώκατέ μοι· ἀλλ', Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐκ ἐπεθύμησα, ἵνα μὴ δόξῃ ἐκείνων εἶναι τὸ μὴ δοῦναι. Καὶ οὐκ εἶπεν, Οὐδενὸς ἐπεθύμησα τῶν ἀναγκαίων, ἵνα μὴ δόξῃ πάλιν κατηγορία εἶναι ἐκείνων· ἀλλὰ τοῦτο αἰνίττεται, ὅτι εἰκότως οὐκ ἔλαβεν ὁπότε καὶ ἑτέρους ἔτρεφεν. Ὅρα, πῶς εἰργάζετο μετὰ σπουδῆς ἄνθρωπος νύκτα καὶ ἡμέραν διαλεγόμενος μετὰ δακρύων, ἕνα ἕκαστον νουθετῶν. Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. Τοῦτο εἰπὼν, πάλιν ἐφόβησεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκ ἔχετε εἰς ἄγνοιαν καταφυγεῖν· ὑπέδειξα διὰ τῶν ἔργων, ὅτι οὕτω κοπιῶντας δεῖ ἐργάζεσθαι. Καὶ οὐκ εἶπεν, ὅτι κακὸν τὸ λαβεῖν· ἀλλὰ, βέλτιον τὸ μὴ λαβεῖν. Μνημονεύειν τε τὸν λόγον, φησὶ, τοῦ Κυρίου, ὃν εἶπε· Μακάριόν ἐστι μᾶλλον διδόναι ἢ λαμβάνειν. Καὶ ποῦ εἶπεν; Ἴσως ἀγράφως παρέδωκαν οἱ ἀπόστολοι· ἢ ἐξ ὧν ἄν τις συλλογίσαιτο δῆλον. Καὶ γὰρ ἔδειξε τὴν παῤῥησίαν τὴν πρὸς τοὺς κινδύνους, τὴν συμπάθειαν τὴν πρὸς τοὺς ἀρχομένους, τὴν διδασκαλίαν τὴν μετὰ παῤῥησίας, τὴν ταπεινοφροσύνην, τὴν ἀκτημοσύνην· τοῦτο δὲ καὶ ἀκτημοσύνης μεῖζον. Εἰ γὰρ ἐκεῖ, Πώλησόν σου, φησὶ, τὰ ὑπάρχοντα, εἰ θέλεις τέλειος εἶναι· ὅταν πρὸς τῷ μηδὲν λαμβάνειν καὶ ἑτέρους τρέφῃ, τί τούτου ἴσον; Εἷς βαθμὸς τοίνυν ῥῖψαι τὰ αὑτοῦ, δεύτερος, ἑαυτῷ ἐπαρκεῖν, τρίτος, καὶ ἑτέροις, τέταρτος, τὸ κηρύττοντα καὶ ἐξουσίαν ἔχοντα λαμβάνειν μὴ λαμβάνειν· ὥστε πολὺ τῶν ἀκτημόνων οὗτος βελτίων ἦν. Καὶ καλῶς εἶπεν, Οὕτω δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. Τοῦτο μὲν γὰρ συμπαθείας τῆς πρὸς τοὺς ἀσθενεῖς, τὸ ἐκ τῶν ἰδίων κόπων διδόναι· τὸ δὲ ἐκ τῶν ἀλλοτρίων, οὐ μόνον οὐ καλὸν, ἀλλὰ καὶ ἐπισφαλές. Καὶ ἐπιπεσόντες τῷ τραχήλῳ, φησὶν, αὐτοῦ ἔκλαιον. Τοῦτο τὴν διάθεσιν τὴν πρὸς αὐτὸν δείκνυσιν. Ἐπέπεσον δὲ ἐπὶ τὸν τράχηλον, ἅτε ὑστέρας περιπλοκὰς περιπλεκόμενοι, καὶ πολλὴν ἀπὸ τῆς δημηγορίας λαβόντες τὴν ἀγάπην καὶ τὸ φίλτρον. Εἰ γὰρ ἁπλῶς ἡμεῖς ἀπ' ἀλλήλων διαλυόμενοι στένομεν, καίτοι εἰδότες, ὅτι ἀποληψόμεθα ἀλλήλους, πῶς ἂν ἐκεῖνοι τότε Παύλου ἀπαθῶς ἀπεσπάσθησαν; Ἐγὼ καὶ τὸν Παῦλον οἶμαι κλαίειν. Ἀποσπασθέντες, φησί. ∆είκνυσι καὶ τὴν βίαν τῷ εἰπεῖν, Ἀποσπασθέντες ἀπ' αὐτῶν. Καὶ εἰκότως· εἰς γὰρ τὴν θάλασσαν λοιπὸν ἐμβῆναι αὐτοὺς οὐκ ἐνῆν. Τί ἐστιν, Εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶν; Ἀντὶ τοῦ, Οὐ περιήλθομεν οὐδὲ διετρίψαμεν ἐν ἑτέροις τόποις. Τῇ δὲ ἑξῆς, φησὶν, εἰς Ῥόδον. Ὅρα αὐτὸν ἐπειγόμενον. Καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην. Ἴσως ἐκεῖνο αὐτόθι διέτριβε· διὸ ἐν αὐτῷ ἐπιβαίνουσιν, οὐχ εὑρόντες ἄλλο εἰς Καισάρειαν ἀπερχόμενον. Ἀναφάναντες δὲ τὴν Κύπρον, καὶ καταλιπόντες αὐτὴν εὐώνυμον. Τοῦτο οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ἵνα δείξῃ, ὅτι οὐδὲ ἐγγὺς αὐτῆς γενέσθαι ἠξίωσε, κατευθὺ πλέοντες τῆς Συρίας· οὕτως ἔσπευδεν. Εἶτα καὶ κατήχθημεν εἰς Τύρον, φησὶ, καὶ εὑρόντες μαθητὰς, ἐμείναμεν πρὸς αὐτούς. Ὅτε πλησίον ἦσαν Ἱεροσολύμων, οὐκ ἔτι τρέχουσιν, ἀλλὰ καὶ μένουσι παρὰ τοῖς ἀδελφοῖς ἑπτὰ ἡμέρας. Ἴδε μοι λοιπὸν καὶ τὰς ἡμέρας. Μετὰ τὰ Ἄζυμα εἰς Τρωάδα ἦλθον δι' ἡμερῶν πέντε· εἶτα ἐκεῖ ἑπτά· τὰς πάσας δώδεκα· εἶτα εἰς τὴν Ἄσσον, 60.317 εἰς Μυτιλήνην, ἀντικρὺ Χίου, εἰς Τρωγύλιον, εἰς Σάμον καὶ εἰς Μίλητον· δεκαοκτὼ ἡμέραι αἱ πᾶσαι. Εἶτα εἰς Κῶν, εἰς Ῥόδον, εἰς Πάταρα, εἴκοσι καὶ μία· εἶτα ἐκεῖθεν δι' ἡμερῶν πέντε εἰς Τύρον, ἓξ καὶ εἴκοσι· λοιπὸν ἐκεῖ ἑπτὰ τριάκοντα καὶ τρεῖς· εἶτα εἰς Πτολεμαΐδα μίαν, τριάκοντα τέσσαρες· εἶτα εἰς Καισάρειαν πλείους μένει τῶν ἄλλων· καὶ τότε λοιπὸν ἐκεῖθεν αὐτοὺς ἀνάγει ὁ προφήτης. Οὕτως ἡ Πεντηκοστὴ πληροῦται, καὶ ἐκεῖ αὐτὴν ποιεῖ. Ὅρα αὐτὸν ὅτε τὸ Πνεῦμα οὐκ ἐκώλυε πειθόμενον. Εἶπον· Μὴ δῷς σαυτὸν εἰς τὸ θέατρον, καὶ οὐκ ἔδωκε· πολλάκις αὐτὸν ἐξήγαγον, καὶ ἐπείσθη· διὰ θυρίδος πάλιν ἔφυγε· καὶ νῦν ὡς εἰπεῖν μυρίων παρακαλούντων, καὶ τῶν ἐν Τύρῳ καὶ τῶν ἐν Καισαρείᾳ, καὶ κλαιόντων καὶ μυρία προλεγόντων δεινὰ, οὐκ ἀνέχεται. Καὶ μὴν οὐχ ἁπλῶς τὰ δεινὰ προέλεγον, ἀλλὰ διὰ τοῦ Πνεύματος προέλεγον. Εἰ τοίνυν τὸ Πνεῦμα ἐκέλευσε, διὰ τί ἀντεῖπον; Ὅτι οὐκ ᾔδεσαν ἅπερ ἐδόκει τῷ Πνεύματι. Καὶ ἄλλως δὲ οὐδὲ τὴν παραίνεσιν διὰ τοῦ Πνεύματος ἐποιοῦντο. Οὐ γὰρ ἁπλῶς αὐτῷ τὰ δεινὰ προὔλεγον, ἀλλ' ὅτι ἀναβῆναι οὐ χρὴ, φειδόμενοι αὐτοῦ. Μετὰ δὲ τὸ ἐξαρτίσαι τὰς ἡμέρας, φησί· τουτέστι, πληρῶσαι· ἡμέρας δὲ λέγει τὰς τεταγμένας· προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις.
γʹ. Ὅρα πόση ἡ παράκλησις ἦν· καὶ πάλιν εὐχόμενοι διαλύονται. Καὶ ἐν Πτολεμαΐδι μίαν μένουσιν ἡμέραν, ἐν δὲ Καισαρείᾳ πλείους. Καὶ ὅτε ἤκουσεν ὅτι μυρία δεινὰ ἔχει παθεῖν, τότε ἐπείγεται, οὐκ ἐπὶ τοὺς κινδύνους ῥίπτων ἑαυτὸν, ἀλλ' ἡγούμενος τοῦ Πνεύματος εἶναι τὸ πρόσταγμα. Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι, φησὶν, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα· τουτέστι, τὰ πρὸς τὴν ὁδοιπορίαν λαβόντες. Συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ' ᾧ ξενισθῶμεν, Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ· γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα, ἀσμένως ἐδέξαντο ἡμᾶς οἱ ἀδελφοί. Καὶ ὅρα, οὐκ εἶπεν Ἄγαβος, ὅτι Παῦλον δήσουσιν, ἵνα μὴ δόξῃ ἐκ συνθήκης λέγειν· ἀλλὰ, Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη. Ἄρα καὶ ζώνην εἶχεν. Ἐπειδὴ δὲ οὐκ ἴσχυον πεῖσαι, διὰ τοῦτο ἔκλαιον, εἶτα ἡσύχασαν. Ὁρᾷς φιλοσοφίαν; ὁρᾷς φιλοστοργίαν; Ἡσυχάσαμεν, φησὶν, εἰπόντες· Τὸ θέλημα τοῦ Κυρίου γενέσθω. Ἄγοντες, φησὶ, παρ' ᾧ ξενισθῶμεν. Ἄρα οὐκ εἰς τὴν ἐκκλησίαν. Τότε μὲν γὰρ, ὅτε ὑπὲρ δογμάτων ἀνῄεσαν, ἐν τῇ ἐκκλησίᾳ ξενίζονται· νῦν δὲ παρὰ μαθητῇ τινι ἀρχαίῳ. ∆είκνυσι πολὺν τοῦ κηρύγματος τὸν χρόνον λοιπόν· ὅθεν μοι δοκεῖ πολλὰ ἔτη ἐπιτέμνειν ἐν ταῖς Πράξεσιν οὗτος, τὰ κατεπείγοντα μόνον λέγων. Τί ἐστι, Τὸ θέλημα τοῦ Κυρίου γενέσθω; Κύριος, φησὶν, αὐτὸς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει. Ἡσυχάζουσι δὲ ἐκεῖνοι, καὶ οὐκ ἀναγκάζουσιν. Ἴσως συνεῖδον, ὅτι τὸ θέλημα ἦν Θεοῦ, ἀπὸ τῆς Παύλου προθυμίας τοῦτο στοχασάμενοι· οὐ γὰρ ἂν οὕτω Παῦλος προεθυμήθη, οὔτε Θεὸς ἂν εἴασεν ὁ ἀεὶ κινδύνων ἐξαρπάζων αὐτόν. Οὕτως οὐκ ἐβούλοντο βαρεῖν τὴν ἐκκλησίαν, ὄντος ἑτέρου τοῦ ξενίζοντος αὐτοὺς, οὐδὲ ἀξίωμα ἀπῄτουν. Ἀσμένως ἡμᾶς, φησὶν, ἀπεδέξαντο οἱ ἀδελφοί. Λοιπὸν εἰρήνης ἦν μεστὰ τὰ πράγματα τὰ ἐν Ἰουδαίοις, καὶ οὐχ ὡς πρότερον πόλεμος ἦν. Ἄγοντες ἡμᾶς, φησὶ, παρ' ᾧ ξενισθῶμεν. Παῦλον ἐξένισεν ἐκεῖνος. 60.318 Τάχα τις ὑμῶν ἐρεῖ· Εἴ τις κἀμοὶ Παῦλον ἔδωκε ξενίσαι, ἑτοίμως ἂν καὶ μετὰ πολλῆς τῆς προθυμίας τοῦτο ἐποίησα. Ἰδοὺ τὸν Παύλου ∆εσπότην ἔξεστί σοι ξενίσαι, καὶ οὐ βούλει· Ὁ γὰρ δεχόμενος, φησὶν, ἕνα τῶν ἐλαχίστων, ἐμὲ δέχεται. Ὅσῳ ἂν ἐλάχιστος ᾖ ὁ ἀδελφὸς, τοσούτῳ μᾶλλον ὁ Χριστὸς δι' αὐτοῦ παραγίνεται. Ὁ μὲν γὰρ τὸν μέγαν δεχόμενος, πολλάκις καὶ διὰ κενοδοξίαν ποιεῖ· ὁ δὲ τὸν μικρὸν, καθαρῶς διὰ τὸν Χριστόν. Ἔξεστί σοι καὶ τὸν Πατέρα ξενίσαι τοῦ Χριστοῦ, καὶ οὐ βούλει· Ξένος γὰρ ἤμην, φησὶ, καὶ συνηγάγετέ με· καὶ πάλιν, Ἐφ' ὅσον ἑνὶ τούτων τῶν ἐλαχίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Κἂν μὴ Παῦλος ᾖ, πιστὸς δὲ ᾖ καὶ ἀδελφὸς, κἂν ἐλάχιστος ᾖ, ὁ Χριστὸς δι' αὐτοῦ παραγίνεται. Ἄνοιξον τὴν οἰκίαν, ὑπόδεξαι. Ὁ δεχόμενος προφήτην, φησὶ, μισθὸν προφήτου λήψεται. Οὐκοῦν καὶ ὁ Χριστὸν δεχόμενος, λήψεται μισθὸν τοῦ τὸν Χριστὸν ξενίζοντος. Μὴ ἀπίστει τοῖς ῥήμασιν αὐτοῦ, ἀλλὰ γενοῦ πιστός· αὐτὸς εἶπεν, ὅτι ∆ι' αὐτῶν ἐγὼ παραγίνομαι· καὶ ἵνα μὴ ἀπιστῇς, καὶ τιμωρίας ὁρίζει τοῖς μὴ δεχομένοις, καὶ τιμὰς τοῖς δεχομένοις, οὐκ ἂν τοῦτο ποιήσας, εἰ μὴ καὶ ὁ τιμηθεὶς καὶ ὁ ὑβρισθεὶς αὐτὸς ἦν. Ἐδέξω με, φησὶν, εἰς τὸ σὸν καταγώγιον, δέξομαί σε εἰς τὴν βασιλείαν τοῦ Πατρός μου· ἔλυσάς μοι τὸν λιμὸν, λύσω σοι τὰ ἁμαρτήματα· εἶδές με δεδεμένον, ὁρᾶσθαί σε ποιῶ λελυμένον· εἶδές με ξένον, ποιῶ σε πολίτην τῶν οὐρανῶν· ἔδωκάς μοι ἄρτον, δίδωμί σοι βασιλείαν ὁλόκληρον, ὥστε κληρονομῆσαι καὶ κατασχεῖν. ∆εῦτε γὰρ, φησὶ, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Οὐκ εἶπε, Λάβετε, ἀλλὰ, Κληρονομήσατε, ὅπερ ἐπὶ τῶν κυρίως κτωμένων λέγεται, ὡς ὅταν λέγωμεν· Τόδε ἐκληρονόμησα. Ἐποίησας εἰς ἐμὲ ἐν κρυπτῷ, ἐγὼ κηρύξω ἐν φανερῷ· καὶ τὰ μὲν σὰ λέγω, ὅτι χάριτος ἦν, τὰ δὲ ἐμὰ, ὀφειλῆς. Ἐπειδὴ γὰρ σὺ, φησὶν, ἤρξω, ἐγὼ ἕπομαι καὶ ἀκολουθῶ· οὐκ αἰσχύνομαι ὁμολογῆσαι τὰς εἰς ἐμὲ γενομένας εὐεργεσίας, οὐδὲ τίνων με ἀπήλλαξας, λιμοῦ καὶ γυμνότητος καὶ πλάνης. Εἶδές με δεδεμένον, οὐκ ὄψει τὸ τῆς γεέννης πῦρ· εἶδές με ἀῤῥωστοῦντα, οὐκ ὄψει τὰ βασανιστήρια οὐδὲ τὰς τιμωρίας. Ὢ χεῖρες ὄντως εὐλογημέναι, αἱ τοιαύταις οἰκονομίαις διακονούμεναι, αἱ καταξιούμεναι ὑπηρετεῖν τῷ Χριστῷ. Πόδες εἰς δεσμωτήρια βαδίζοντες διὰ τὸν Χριστὸν, εὐκόλως κατατολμῶσι τοῦ πυρός· οὐ λαμβάνουσι πεῖραν τῶν δεσμῶν χεῖρες αἱ δεδεμένον αὐτὸν ἰδοῦσαι. Ἐνέδυσας ἱμάτιον, καὶ ἐνδύῃ ἱμάτιον σωτηρίου· ἐγένου ἐν δεσμωτηρίῳ μετ' αὐτοῦ, καὶ γίνῃ ἐν βασιλείᾳ μετ' αὐτοῦ. Ταῦτα ὁμολογεῖ οὐκ αἰσχυνόμενος, ἀλλ' εἰδὼς ὅτι αὐτὸν ἐπεσκέψω. Οὐκ ᾔδει ἀγγέλους ξενίζων ὁ πατριάρχης, καὶ ἐξένιζεν. Αἰσχυνθῶμεν, παρακαλῶ· ἐν μεσημβρίᾳ ἐκάθητο ἐπ' ἀλλοτρίας ὢν, ὅπου οὐδὲ βῆμα ποδὸς εἶχε ξένος ἦν, καὶ ξένους ἐξένιζεν ὁ ξένος· πολίτης γὰρ ἦν τῶν οὐρανῶν. ∆ιὰ τοῦτο οὐδὲ ἐπὶ γῆς ὢν, ξένος ἦν. Ἡμεῖς ἐκείνου τοῦ ξένου μᾶλλον ξένοι, μὴ δεχόμενοι ξένους. Οὐκ εἶχεν οἰκίαν, καὶ καταγώγιον ἦν αὐτῷ ἡ σκηνή. Καὶ ὅρα τὸ δαψιλές· μόσχον ἔθυε, καὶ ἄλευρα ἔφυρεν. Ἄκουε καὶ τὸ πρόθυμον· δι' ἑαυτοῦ καὶ τῆς γυναικὸς τοῦτο ποιεῖ. Σκόπει καὶ τὸ ἄτυφον· προσκυνεῖ καὶ παρακαλεῖ.
δʹ. Πάντα γὰρ ταῦτα δεῖ τὸν ξενίζοντα ἔχειν· τὸ πρόθυμον, τὸ φαιδρὸν, τὸ ἄφθονον. Ἡ γὰρ τοῦ ξένου ψυχὴ ἐρυθριᾷ καὶ αἰσχύνεται· κἂν μὴ μεθ' ὑπερβολῆς ἐπιδείξῃ χαρὰν, ὡς ἀλογηθεὶς ἀπαλλάσσεται, καὶ λοιπὸν χεῖρον γέγονε τοῦ μὴ ὑποδέξασθαι τὸ οὕτως ὑποδεχθῆναι. ∆ιὰ τοῦτο προσκυνεῖ, διὰ τοῦτο τῷ λόγῳ δέχεται, διὰ τοῦτο τῇ καθέδρᾳ. Τίς γὰρ ἂν ἠπορήθη, εἰδὼς ὅτι τοῦτο ἔργον αὐτῷ ἦν; Ἀλλ' οὐκ ἐπὶ ξένης ἐσμὲν ἡμεῖς; Ἀλλ' ἐὰν θέλωμεν, δυνησόμεθα αὐτὸν μιμήσασθαι. Πόσοι ξένοι εἰσὶ τῶν ἀδελφῶν; Ἔστιν οἴκημα κοινὸν ἡ ἐκκλησία, ὃν ξενῶνα καλοῦμεν· περιεργάζεσθε καὶ ὑμεῖς, καθέζεσθε παρὰ τὰς θύρας, τοὺς ἐρχομένους ὑποδέχεσθε· κἂν μὴ εἰς τὰς οἰκίας ὑμῶν βούλησθε, ἀλλ' ἑτέρως τὰ πρὸς τὰς χρείας αὐτοῖς χορηγοῦντες. Τί γάρ; ἡ Ἐκκλησία οὐκ ἔχει; φησίν. Ἔχει· ἀλλὰ τί τοῦτο πρὸς ὑμᾶς; μὴ τὸ ἀπὸ τῶν κοινῶν τῆς Ἐκκλησίας τρέφεσθαι χρημάτων αὐτοὺς, τοῦτο ὑμᾶς ὠφελῆσαι δύναται; μὴ γὰρ, ἂν ἕτερος εὔχηται, σὺ οὐκ ὀφείλεις εὔχεσθαι; διὰ τί μὴ λέγεις· τί γάρ; οὐκ εὔχονται οἱ ἱερεῖς; ἐγὼ τί εὔχομαι; Ἀλλ' ἐγὼ, φησὶ, δίδωμι τῷ μὴ δυναμένῳ καταχθῆναι ἐκεῖ. ∆ὸς κἂν ἐκείνῳ· τὸ γὰρ σπουδαζόμενον ἡμῖν τοῦτό ἐστι, τὸ ὅλως δοῦναι. Ἄκουσον, τί φησιν ὁ Παῦλος· Ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ, καὶ μὴ βαρῆται ἡ Ἐκκλησία. Ὅπως βούλει ποίησον, μόνον ποίησον. Ἐγὼ δὲ οὐ λέγω, Ἵνα μὴ βαρῆται ἡ Ἐκκλησία, ἀλλ',Ἵνα μὴ σὺ βαρῇ· τῷ γὰρ λογισμῷ τούτῳ οὐδὲν ἐργάσῃ, πάντα ἐπιτρέπων αὐτῇ. ∆ιὰ τοῦτο κοινὸν οἴκημά ἐστιν ὑπὸ τῆς Ἐκκλησίας ἀφωρισμένον, ἵνα μὴ ταῦτα λέγῃς. Ἀλλ' ἔχει δαπανήματα ἡ Ἐκκλησία, φησὶ, χρήματα ἔχει καὶ προσόδους. Εἰπέ μοι, ἀναλώματα δὲ οὐκ ἔχει; δαπάνην δὲ οὐκ ἔχει καθημερινήν; Ναὶ, φησί. Τί οὖν οὐ βοηθεῖς τῇ μετρίᾳ; Αἰσχύνομαι μὲν ταῦτα λέγων· πλὴν ἀλλ' οὐδὲν ἀναγκάζω. Εἴ τις νομίζει χρηματισμὸν εἶναι τὰ λεγόμενα, ποιήσει ἑαυτῷ ξενοδοχεῖον ἐπὶ τῆς οἰκίας· στῆσον ἐκεῖ κλίνην, στῆσον ἐκεῖ τράπεζαν καὶ λυχνίαν. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν στρατιῶται ἔλθοιεν, ἔχειν ὑμᾶς ἀποτεταγμένα οἰκήματα, καὶ πολλὴν ποιεῖσθαι τὴν ἐπιμέλειαν, καὶ πάντα παρέχειν αὐτοῖς, ἐπειδὴ τὸν πόλεμον ὑμῖν ἀμύνουσι τοῦτον τὸν αἰσθητόν· τοὺς δὲ ξένους μὴ ἔχειν ὅπου καταμείνειεν; Νίκησον τὴν Ἐκκλησίαν. Βούλει ἐντρέψαι ἡμᾶς; Τοῦτο ποίησον· ὑπερβαλοῦ τῇ φιλοτιμίᾳ· ἔχε οἴκημα, ἔνθα Χριστὸς παραγίνεται· εἰπέ· Τοῦτο τὸ κελλίον τοῦ Χριστοῦ· ἡ οἰκία αὕτη αὐτῷ ἀφώρισται. Κἂν καταγώγιον ᾖ καὶ εὐτελὲς, οὐκ ἀπαξιοῖ Γυμνὸς καὶ ξένος ὁ Χριστὸς περίεισι, μόνον σκέπης δεόμενος· κἂν τούτῳ πάρεχε· μὴ ὠμὸς ἔσο μηδὲ ἀπάνθρωπος, μηδὲ ἐν μὲν τοῖς βιωτικοῖς οὕτω σφοδρὸς ἔσο, ἐν δὲ τοῖς πνευματικοῖς ψυχρός. Ἔστω καὶ τῶν οἰκετῶν ὁ πιστότερος τοῦτο ἐγκεχειρισμένος, καὶ τοὺς ἀναπήρους, τοὺς πτωχοὺς, τοὺς ἀστέγους εἰσαγέτω. Ταῦτα λέγω πρὸς ἐντροπήν. Ἔδει μὲν γὰρ ἄνω ἐπὶ τῆς οἰκίας αὐτοὺς δέχεσθαι· εἰ δὲ μὴ βούλει, κἂν κάτω, κἂν ἔνθα αἱ ἡμίονοι, κἂν ἔνθα οἱ οἰκέται, δέξαι τὸν Χριστόν. Τάχα φρίττετε ἀκούοντες. Τί οὖν, ὅταν μηδὲ ταῦτα ποιῆτε; Ἰδοὺ παραινῶ, ἰδοὺ λέγω· Ἔστω ὑμῖν τοῦτο περισπούδαστον. Ἀλλ' οὐ βούλεσθε οὕτως; Οὐκοῦν 60.320 ἑτέρως ποιήσατε. Εἰσὶ πολλοὶ πένητες καὶ πενιχραί· ἀφορίσατε δι' ὅλου μένειν ἐκεῖ τινα· ἔστω κἂν φύλαξ τῆς οἰκίας ὁ πένης· ἔστω σοι τειχίον καὶ περίφραγμα, ἀσπὶς καὶ δόρυ. Ἔνθα ἐλεημοσύνη, οὐ τολμᾷ προσελθεῖν ὁ διάβολος, οὐδὲ ἄλλο τι τῶν δεινῶν. Μὴ δὴ περιίδωμεν τοσοῦτον κέρδος. Νῦν δὲ ὀχήματος μὲν τόπος ἐστὶν ἀφωρισμένος, καὶ βαστερνίοις ἕτερος· τῷ δὲ Χριστῷ πλανωμένῳ οὐδὲ εἷς. Ὁ Ἀβραὰμ ἔνθα αὐτὸς ἔμενε τοὺς ξένους ὑπεδέχετο· καὶ ἡ μὲν γυνὴ ἐν τάξει θεραπαινίδος εἱστήκει, ἐκεῖνοι δὲ ἐν τάξει δεσποτῶν. Οὐκ ᾔδει, ὅτι τὸν Χριστὸν ἐδέχετο· οὐκ ᾔδει, ὅτι ἀγγέλους· ὡς εἴ γε ᾔδει, πάντα ἂν ἐκένωσεν. Ἡμεῖς δὲ καίπερ εἰδότες, ὅτι τὸν Χριστὸν δεχόμεθα, οὐδὲ τοσαύτην ἐπιδεικνύμεθα τὴν σπουδὴν, ὅσην ἐκεῖνος ὁ νομίζων ἀνθρώπους δέχεσθαι. Ἀλλ' ἐπιθέται εἰσὶ, φησὶ, πολλοὶ καὶ ἀγνώμονες. Καὶ τούτου σοι μείζων ὁ μισθὸς, ὅταν διὰ τὸ ὄνομα τοῦ Χριστοῦ δέχῃ. Εἰ μὲν γὰρ οἶδας ὄντας ἐπιθέτας, μὴ δέχου εἰς τὴν οἰκίαν· εἰ δὲ οὐκ οἶδας, τί ἁπλῶς κατηγορεῖς; ∆ιὰ τοῦτο λέγω εἰς τὸ ξενοδοχεῖον ἀπιέναι. Ποία δὲ ἀπολογία, ὅταν μηδὲ οὓς ἴσμεν, μηδὲ τούτους δεχώμεθα, ἀλλ' ἀποκλείωμεν πᾶσι τὰς θύρας; Ἔστω τὸ τοῦ Χριστοῦ πανδοχεῖον ἡμῶν ἡ οἰκία· ἀπαιτῶμεν αὐτοὺς τὸν μισθὸν, μὴ ἀργύριον, ἀλλὰ τὸ ποιῆσαι ἡμῖν δοχεῖον τοῦ Χριστοῦ τὴν οἰκίαν· περιτρέχωμεν πανταχοῦ, ἕλκωμεν, ἁρπάζωμεν τὴν θήραν· μείζονα εὐεργετούμεθα ἢ εὐεργετοῦμεν. Οὐ κελεύω καταθῦσαι μόσχον· ἄρτον δὸς πεινῶντι, ἱμάτιον γυμνῷ, σκέπην τῷ ξένῳ. Ἵνα δὲ μὴ ταῦτα προφασίζῃ, Ἔστιν οἴκημα κοινὸν τὸ τῆς Ἐκκλησίας· ἐκεῖ κατάβαλε, καὶ σὺ ὑπεδέξω· ἐπεὶ καὶ τῶν διὰ τῶν οἰκετῶν γινομένων ἐκεῖνος εἶχε τὸν μισθόν. Οὕτως ἦσαν πεπαιδευμένοι καὶ οἱ παῖδες αὐτοῦ· ἔτρεχον καὶ οὐκ ἐγόγγυζον καθάπερ οἱ ἡμέτεροι· εὐλαβεῖς γὰρ αὐτοὺς ἦν πεποιηκώς. Εἰς πόλεμον εἷλκε, καὶ οὐκ ἐγόγγυζον· οὕτως ἦσαν φιλόσοφοι. Πάντων γὰρ ὁμοίως ἐπεμελεῖτο ὥσπερ ἑαυτοῦ· μονονουχὶ γὰρ κατὰ τὸν Ἰὼβ ἔλεγεν, ὅτι Ὁμοίως ἐπλάσθημεν ἐν τῇ αὐτῇ γαστρί. Τοίνυν καὶ ἡμεῖς φροντίζωμεν ἑαυτῶν τῆς σωτηρίας, καὶ πολλὴν ποιώμεθα τῶν οἰκετῶν τὴν ἐπιμέλειαν, ὅπως ἔσονται χρηστοὶ καὶ ἐπιμελεῖς· καὶ ἔστω καὶ ὁ οἰκέτης ἡμῶν πεπαιδευμένος τὰ τοῦ Θεοῦ. Οὐκ ἔσται δύσκολος ἡμῖν ἡ ἀρετὴ λοιπὸν, ἐὰν ἐκείνους ῥυθμίσωμεν. Καθάπερ ἐν πολέμῳ στρατιωτῶν ὄντων εὐτάκτων, ὁ στρατηγὸς ῥᾳδίως πολεμεῖ, τοὐναντίον δὲ γίνεται, ὅταν μὴ τοῦτο ᾖ· καὶ ναυτῶν δὲ ὁμονοούντων, ὁ κυβερνήτης εὐκόλως τοὺς οἴακας μεταχειρίζεται· οὕτω καὶ ἐνταῦθα, ἐὰν οὕτως ὦσι πεπαιδευμένοι οἱ οἰκέται, οὐ παροξυνθήσῃ ῥᾳδίως, οὐκ ἐγκαλέσεις, οὐκ ὀργισθήσῃ, οὐ λοιδορήσεις. Ἔστιν ὅπου καὶ ἐντραπήσῃ τοὺς οἰκέτας, ἐὰν ὦσι θαυμαστοὶ, καὶ συναντιλήψονταί σοι, καὶ παραινέσουσι τὰ χρηστά. Ἀπὸ δὲ τούτων πάντων πάντα ἔσται τὰ τῷ Θεῷ δοκοῦντα, καὶ οὕτω πᾶσα ἡ οἰκία εὐλογίας πληρωθήσεται, καὶ τὰ τῷ Θεῷ ἀρέσκοντα διαπραττόμενοι, πολλῆς ἀπολαύσομεν τῆς ἄνωθεν συμμαχίας, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Μς ʹ
Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. Καὶ ἀσπασάμενος αὐτοὺς, ἐξηγεῖτο καθ' ἓν ἕκα στον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ.
αʹ. Οὗτος ὁ ἀδελφὸς ἦν τοῦ Κυρίου καὶ ἐπίσκοπος τῶν Ἱεροσολύμων, ἀνὴρ μέγας καὶ θαυμαστός. Πρὸς τοῦτον εἰσέρχεται Παῦλος, ὥσπερ καὶ πρὸ τούτου καὶ πρὸς αὐτὸν πέμπεται· καὶ ὅπως ἄκουε. Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ, φησὶν, εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον. Ὅρα τὸ ἄτυφον. Πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι· καὶ ἀσπασάμενος αὐτοὺς, ἐξηγεῖτο καθ' ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ. Πάλιν αὐτοῖς τὰ τῶν ἐθνῶν διηγεῖται, οὐ κενοδοξῶν, μὴ γένοιτο, ἀλλὰ τοῦ Θεοῦ θέλων τὴν φιλανθρωπίαν ἐνδείξασθαι, καὶ πολλῆς αὐτοὺς ἐμπλῆσαι χαρᾶς. Ὅρα γοῦν πῶς ἀκούσαντες καὶ ἐδόξαζον τὸν Θεόν. Οὐκ ἐκεῖνον ἐπῄρουν οὐδὲ ἐθαύμαζον· ἀλλὰ Τὸν Θεὸν ἐδόξαζον· οὕτω γὰρ διηγήσατο ὡς ἀνατιθέμενος αὐτῷ. Οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Θεὸν, εἰπόντες αὐτῷ· Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων· καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι. Κατηχήθησαν δὲ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσι περιπατεῖν. Ὅρα καὶ αὐτοὶ μεθ' ὅσης ὑποστολῆς φασιν. Οὐχ ὡς ἐπίσκοπος αὐθεντικῶς διαλέγεται, ἀλλ' αὐτὸν παραλαμβάνουσι κοινωνὸν τῆς γνώμης· ὥσπερ ἂν εἰ εὐθέως καὶ ἀπὸ προοιμίων ἀπολογούμενοι, ὅτι Οὐκ ἐβουλόμεθα. Ὁρᾷς τοῦ πράγματος τὴν ἀνάγκην, Θεωρεῖς πόσαι, φησὶ, μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων; Καὶ οὐκ εἶπον, Πόσας μυριάδας κατηχήσαμεν, ἀλλ' Εἰσί. Καὶ οὗτοι, φησὶ, πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι. ∆ύο αἰτίαι, καὶ τὸ πλῆθος, καὶ ἡ γνώμη. Οὔτε γὰρ εἰ ὀλίγοι ἦσαν, καταφρονῆσαι ἐχρῆν, οὔτε εἰ πολλοὶ, καὶ μὴ πάντες τοῦ νόμου ἀντείχοντο, περὶ πολλοῦ ποιεῖσθαι. Εἶτα καὶ τρίτη αἰτία· Καὶ αὐτοὶ πάντες κατηχήθησαν, φησὶ, περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσι περιπατεῖν. Οὐκ εἶπον, Ἤκουσαν· ἀλλὰ, Κατηχήθησαν, τουτέστιν, ἐδιδάχθησαν καὶ ἐπίστευσαν, ὅτι ἀποστασίαν ἀπὸ Μωϋσέως διδάσκεις, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσι περιπατεῖν. Τοῦτο εἰπὼν, ἐπήγαγε· Τί οὖν ἐστι; Πάντως δεῖ πλῆθος συνελθεῖν· ἀκούσονται γὰρ, ὅτι ἐλήλυθας. Τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν. Ὡς συμβουλεύοντες ταῦτα λέγουσιν, οὐχ ὡς ἐπιτάττοντες. Εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες, εὐχὴν ἔχοντες ἐφ' ἑαυτῶν. Τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ δαπάνησον ἐπ' αὐτοῖς, ἵνα ξυρήσωνται τὴν κεφαλὴν, καὶ γνῶσι πάντες, ὅτι ὧν κατήχηνται περὶ σοῦ, οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς φυλάσσων τὸν νόμον. Ἔργῳ τὴν ἀπολογίαν ποιῆσαι αὐτῷ συμβουλεύουσιν, οὐ λόγῳ. Ἵνα ξυρήσωνται, φησὶ, καὶ γνῶσι πάντες, ὅτι ὧν κατήχηνται περὶ σοῦ, οὐδέν ἐστιν. Οὐκ εἶπον, ὅτι ∆ιδάσκεις, ἀλλὰ Κατήχηνται, πάλιν τὸ ἐδιδάχθησαν διὰ 60.322 τούτου δηλῶν, καὶ ὅτι Στοιχεῖς, τουτέστιν, ἐκ περιουσίας καὶ αὐτὸς φυλάττεις. Οὐ γὰρ δὴ τοῦτο μόνον ἦν τὸ σπουδαζόμενον, εἰ μὴ ἑτέρους διδάσκει, ἀλλ' ὅτι καὶ αὐτὸς τηρεῖ. Τί οὖν, ἂν τὰ ἔθνη μάθωσιν, οὐ σκανδαλισθήσονται, φησί; Πῶς; ὅπου καὶ ἡμεῖς οἱ τῶν Ἰουδαίων διδάσκαλοι ἐπέμψαμεν πρὸς αὐτούς. Περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν, κρίναντες μηδὲν τοιοῦτον τηρεῖν αὐτοὺς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς τὸ εἰδωλόθυτον καὶ τὸ αἷμα καὶ τὸ πνικτὸν καὶ πορνείαν. Ἐνταῦθα ἐντρεπτικῶς. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ὥσπερ ἡμεῖς ἐκείνοις ἐπετάξαμεν, καίτοι γε Ἰουδαίοις κηρύττοντες, οὕτω καὶ σὺ, καίτοι ἔθνεσι κηρύττων, σύμπραξον ἡμῖν. Ὅρα τὸν Παῦλον· οὐ λέγει, Καὶ μὴν δύναμαι Τιμόθεον παραγαγεῖν, ὃν περιέτεμον· καὶ μὴν δύναμαι πεῖσαι τῷ λόγῳ· ἀλλ' ἐπείσθη αὐτοῖς, καὶ πάντα ἐποίησε· καὶ γὰρ οὕτω συνέφερεν. Οὐ γὰρ ἦν ἴσον εἰς ἀπολογίαν καταστῆναι, καὶ οὐδενὸς εἰδότος ποιῆσαι ταῦτα. Ἀνύποπτον ἦν τὸ καὶ δαπανᾶσθαι. Τότε παραλαβὼν ὁ Παῦλος τοὺς ἄνδρας, καὶ τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερὸν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά. ∆ιαγγέλλων, τουτέστι, καταγγέλλων ὥστε αὐτὸς ἦν ὁ δῆλον ἑαυτὸν ποιῶν. Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι.
βʹ. Ὅρα πῶς μάλιστα δὴ αὐτοῖς ἐγχρονίζει. Οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ, συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον ἐπ' αὐτὸν τὰς χεῖρας, κράζοντες· Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων· ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν, καὶ κεκοίνωκε τὸν ἅγιον τόπον τοῦτον. Ὅρα τὸ ἦθος αὐτῶν πανταχοῦ ταραχῶδες, καὶ ἁπλῶς βοώντων ἐν τῷ μέσῳ. Ἦσαν γὰρ ἑωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. Ἐκινήθη τε ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ· καὶ ἐπιλαβόμενοι τοῦ Παύλου, εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ· καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε, φησίν. Οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου. Ἃ μάλιστα αὐτοὺς ἐθορύβει ὁ ναὸς καὶ ὁ νόμος, ταῦτα προφέρουσι ἐκεῖνοι. Καὶ οὐδὲν ἐνεκάλεσε τοῖς ἀποστόλοις ὁ Παῦλος παθὼν καίτοι τοσαῦτα, ὅτι αὐτοὶ αἴτιοι τούτων γεγόνασιν αὐτῷ· οὕτως ἦν μεγαλόψυχος. Καὶ εἷλκον αὐτὸν, φησὶν, ἔξω τοῦ ἱεροῦ· καὶ ἐκλείσθησαν αἱ θύραι. Ἐβούλοντο γὰρ αὐτὸν ἀνελεῖν καὶ διὰ τοῦτο ἔξω εἷλκον, ὥστε μετὰ πλείονος ἀδείας τοῦτο ποιῆσαι. Ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρας, ὅτι ὅλη συγκέχυται Ἱερουσαλήμ· ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους, κατέδραμεν ἐπ' αὐτούς. Οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. Τότε ἐγγίσας ὁ χιλίαρχος, ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί· καὶ ἐπυνθάνετο, τίς ἂν εἴη καὶ τί ἐστι πεποιηκώς. Ἄλλοι δὲ ἄλλα ἐβόων ἐν τῷ ὄχλῳ. Καὶ τίνος ἕνεκεν μέλλων αὐτὸν ἐξετάζειν, ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί; Παραμυθούμενος τὸν θυμὸν τοῦ δήμου. Μὴ δυνάμενος δὲ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυ 60.323 βον, ἐκέλευσε ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. Ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμοὺς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου· ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζον, Αἶρε αὐτόν. Τί ἐστιν, Αἶρε αὐτόν; Ἔθος ἦν Ἰουδαίοις καθ' ὧν ἂν ἀπεφαίνοντο τοῦτο λέγειν, ὡς καὶ ἐπὶ τοῦ Χριστοῦ τὸ αὐτὸ φαίνονται ποιοῦντες καὶ λέγοντες, Ἆρον αὐτόν· τουτέστιν, Ἐκ τῶν ζώντων ποίησον ἀφανῆ. Τινὲς δὲ, ὃ παρ' ἡμῖν λέγουσι κατὰ τὴν Ῥωμαϊκὴν συνήθειαν, Ἐν τοῖς σίγνοις αὐτὸν ἔμβαλε, τοῦτο εἶναι τὸ, Αἶρε αὐτόν. Μέλλων δὲ εἰς τὴν παρεμβολὴν εἰσάγεσθαι ὁ Παῦλος, λέγει τῷ χιλιάρχῳ· Εἰ ἔξεστί μοι εἰπεῖν τι πρὸς σέ; Ἐπὶ τοὺς ἀναβαθμοὺς φερόμενος, ἀξιοῖ πρὸς τὸν χιλίαρχον εἰπεῖν τι. Καὶ ὅρα πῶς ἐπιεικῶς· Εἰ ἔξεστί μοι εἰπεῖν τι πρὸς σέ; φησίν. Ὁ δὲ ἔφη· Ἑλληνιστὶ γινώσκεις; Οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος, ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας, καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων; Οὗτος ὁ Αἰγύπτιος ἄνθρωπός τις νεωτεροποιὸς γέγονε καὶ στασιαστής. Πρὸς δὴ τοῦτο ἀπολογεῖται ὁ Παῦλος, καὶ δι' ὧν εἶπεν ἀπάγει τῆς ὑποψίας αὐτόν. Ἴδωμεν δὲ ἄνωθεν τὰ ἀνεγνωσμένα. Εἰσὶν ἡμῖν ἄνδρες, φησὶ, τέσσαρες εὐχὴν ἔχοντες ἐφ' ἑαυτῶν· τούτους παραλαβὼν, ἁγνίσθητι σὺν αὐτοῖς. Πρὸς δὴ τοῦτο οὐκ ἀντιπίπτει ὁ Παῦλος, ἀλλὰ πείθεται. Ὅθεν δῆλον, ὅτι οὐ προηγουμένως ἔδει τοῦτο ποιεῖν (διὸ καὶ πείθουσιν αὐτόν), ἀλλ' ὅτι οἰκονομία τὸ πρᾶγμα καὶ συγκατάβασις ἦν. Οὐκ ἄρα ἐγκοπὴ τοῦ κηρύγματος τοῦτο ἦν, ὅπου γε καὶ αὐτοὶ ἐνομοθέτουν ἐκείνοις τὰ τοιαῦτα. Τοῦτο τοίνυν οἰκονομῶν καὶ αὐτὸς Πέτρῳ ἐγκαλεῖ ὕστερον· καὶ οὐχ ἁπλῶς αὐτὸ ποιεῖ. Ὅπερ γὰρ ἐνταῦθα ἐποίησεν αὐτὸς, τοῦτο Πέτρος ἐκεῖ σιγῶν καὶ ἱστῶν αὐτοῦ τὸ δόγμα. Καὶ οὐκ εἶπον, ὅτι Οὐ χρὴ τοὺς κατὰ τὰ ἔθνη διδάσκειν, οὐδὲ Ἀρκεῖ τὸ μὴ κηρῦξαι ἐκεῖ· ἀλλὰ δεῖ καὶ πλεῖόν τι ποιῆσαι, ἵνα πεισθῶσιν ἐκεῖνοι, ὅτι φυλάττεις τὸν νόμον. Συγκατάβασις τὸ πρᾶγμά ἐστι, μηδὲν φοβηθῇς. Καὶ ὅρα, οὐ πρότερον πείθουσιν αὐτὸν, ἕως τοῦ εἰπεῖν τὴν οἰκονομίαν πρῶτον καὶ τὸ κέρδος. Καὶ τὸ ἐν Ἱεροσολύμοις δὲ τοῦτο ποιεῖν, φορητόν. Ποίησον τοίνυν τοῦτο ἐνταῦθα, ἵνα ἐξῇ σοι ἔξω ποιεῖν ἐκεῖνο. Τότε παραλαβὼν, φησὶν, ὁ Παῦλος τοὺς ἄνδρας τῇ ἐχομένη ἡμέρᾳ. Οὐκ ἀνεβάλετο, ἀλλ' ἔργῳ δεικνὺς τὴν πειθὼ, παραλαμβάνει μεθ' ὧν ἔμελλεν ἁγνίζεσθαι. Τοιοῦτόν τί ἐστι θερμὸν ἡ οἰκονομία. Καὶ πῶς, φησὶν, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι εἶδον αὐτὸν ἐν τῷ ἱερῷ; Εἰκὸς ἦν αὐτοὺς ἡμέρας τινὰς ἐκεῖ διατρίβειν. Ὅρα δὲ πῶς καὶ οἰκονομία τὸ γενόμενον ἦν· μετὰ γὰρ τὸ πεισθῆναι τοὺς Ἰουδαίους, τότε ἐπιτίθενται· εἰκότως, ἵνα μὴ κἀκεῖνοι συνεπιθῶνται. Βοηθεῖτε, φησὶν, ἄνδρες Ἰσραηλῖται. Ὥς τινος δυσθηράτου καὶ δυσχειρώτου ταῖς ἐκείνων ἐμπεσόντος χερσὶ, Βοηθεῖτε, λέγουσι. Πάντας πανταχοῦ οὗτός ἐστιν ὁ διδάσκων. Οὐκ ἐνταῦθα μόνον, φησὶν, ἀλλὰ Πανταχοῦ. εἶτα καὶ ἡ κατηγορία μείζων ἀπὸ τῶν παρόντων. Ἔτι δὲ, φησὶ, καὶ κεκοινώνηκε τὸ ἱερὸν, ἄνδρας Ἕλληνας εἰσαγαγών. Καὶ μὴν καὶ ἐπὶ τοῦ Χριστοῦ ἀνέβησαν προσκυνήσοντες· ἀλλὰ τοὺς οὐκ ἂν ἑλομένους προσκυνῆσαι οὗτοι λέγουσι. Καὶ ἐπιλαβόμενοι τοῦ Παύλου, φησὶν, εἷλκον αὐτὸν ἔξω. Σκόπει· ἀπὸ τοῦ ἱεροῦ ἐκβάλλουσιν αὐτόν· οὐκέτι γὰρ νόμων ἐδέοντο οὐδὲ δικαστηρίων· διὸ καὶ ἔτυπτον αὐτόν· οὕτω διὰ πάντων φαίνονται θρασεῖς ὄντες καὶ ἰταμοί. Ὁ δὲ τότε μὲν οὐκ ἀπελογήσατο, ὕστερον δέ· 60.324 εἰκότως· τότε γὰρ οὐδ' ἂν ἤκουσαν. Καὶ τί δήποτε ἔκραζον, Αἶρε αὐτόν; Ἐφοβοῦντο, μὴ διαφύγῃ. Ἀλλ' ὅρα μεθ' ὅσης ὑποστολῆς διαλέγεται ὁ Παῦλος τῷ χιλιάρχῳ. Τί γάρ φησιν; Εἰ ἔξεστί μοι εἰπεῖν τι πρὸς σέ; Τοσοῦτον ἦν ταπεινὸς, ὅτι καὶ μετριάζειν ᾔδει πανταχοῦ. Οὐκ ἄρα σὺ εἶ, φησὶν, ὁ Αἰγύπτιος;
γʹ. Ὅρα κακουργίαν διαβόλου. Ἀπατεὼν ἦν ἐκεῖνος καὶ γόης ὁ Αἰγύπτιος, καὶ προσεδόκησε συσκιάζειν διὰ τούτου καὶ κοινωνοὺς ποιεῖν τῶν ἐκείνῳ προσηκόντων ἐγκλημάτων καὶ τὸν Χριστὸν καὶ τοὺς ἀποστόλους· ἀλλ' οὐδὲν ἴσχυσεν, ἀλλ' ὅμως ἔτι λαμπροτέρα γέγονεν ἡ ἀλήθεια, οὐδὲν παραβλαβεῖσα τοῖς τοῦ διαβόλου μηχανήμασιν, ἀλλὰ καὶ μᾶλλον λάμψασα. Εἰ μὲν γὰρ μὴ ἦσαν γόητες, εἶτα οὗτοι ἐκράτουν, τάχα ἄν τις ἐπελάβετο· ὅτε δὲ καὶ ἐκεῖνοι ἐφάνησαν, οὗτοι κρατοῦσι, τοῦτό ἐστι τὸ θαυμαστόν. ∆ιὸ καὶ φανῆναι οὐ κωλύονται, ἵνα καὶ οὕτω μᾶλλον λάμψωσιν· ὥσπερ οὗτος καὶ ἀλλαχοῦ λέγει· Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται. Τοιοῦτό τι ἦν, ὃ καὶ Γαμαλιῆλος ἔλεγεν, ὅτι Πρὸ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς. Τοὺς δὲ σικαρίους, οἱ μὲν γένος τι λῃστῶν φασιν αὐτοὺς εἶναι, οὕτω καλουμένους ἀφ' ὧν ἐπεφέροντο ξιφῶν, σικῶν λεγομένων παρὰ Ῥωμαίοις· οἱ δὲ τῆς μιᾶς αἱρέσεως τῆς παρ' Ἑβραίοις. Τρεῖς γάρ εἰσι παρ' αὐτοῖς αἱρέσεις αἱ γενικαὶ, Φαρισαῖοι, Σαδδουκαῖοι, καὶ Ἐσσηνοὶ, οἱ καὶ Ὅσιοι λέγονται (τοῦτο γάρ ἐστι τὸ Ἐσσηνοὶ ὄνομα) διὰ τὸ τοῦ βίου σεμνόν· οἱ αὐτοὶ δὲ καὶ Σικάριοι διὰ τὸ εἶναι ζηλωταί. Μὴ τοίνυν ἀλγῶμεν, ὅτι αἱρέσεις εἰσὶν, ὅπου καὶ ψευδόχριστοι καὶ τῷ Χριστῷ ἐπιθέσθαι ἠθέλησαν καὶ πρὸ τούτου καὶ μετὰ τοῦτο, ὥστε συσκιάσαι. Ἀλλ' ἡ ἀλήθεια λάμπει καὶ διάδηλός ἐστι πανταχοῦ. Τοῦτο καὶ ἐπὶ τῶν προφητῶν γέγονε· γεγόνασι ψευδοπροφῆται, καὶ ἀπὸ συγκρίσεως μᾶλλον ἔλαμψαν. Καὶ γὰρ ἡ νόσος τὴν ὑγείαν φανερὰν δείκνυσι, καὶ τὸ σκότος τὸ φῶς, καὶ τὴν γαλήνην ὁ χειμών. Οὐκ ἔνι εἰπεῖν τοὺς Ἕλληνας, ὅτι πλάνοι καὶ γόητες ἦσαν· ἐκεῖνοι γὰρ ἠλέγχθησαν. Τοῦτο καὶ ἐπὶ Μωϋσέως γέγονε· συνεχώρησεν ὁ Θεὸς τοὺς μάγους, ἵνα μὴ μάγος ὑποληφθῇ Μωϋσῆς· εἴασεν αὐτοὺς διδάξαι πάντας μέχρι πόσου μαγεία φαντάσαι δύναται· περαιτέρω δὲ οὐκ ἠπάτησαν, ἀλλ' αὐτοὶ τὴν ἧτταν ὡμολόγησαν. Οὐδὲν ἡμᾶς βλάπτουσιν οἱ ἐπιθέται· μᾶλλον δὲ καὶ ποιοῦσι βελτίους, ἄν τις θέλῃ προσέχειν τὸν νοῦν. Τί οὖν, φησὶν, ὅταν κοινωνῶμεν αὐτοῖς τῆς δόξης; Οὐ παρ' ἡμᾶς, ἀλλὰ παρὰ τοὺς οὐκ ἔχοντας κρίσιν. Μὴ σφόδρα μελέτω τῆς δόξης ἡμῖν τῆς τῶν πολλῶν, μηδὲ πέρα τοῦ δέοντος αὐτῆς φροντίζωμεν. Θεῷ ζῶμεν, οὐκ ἀνθρώποις· ἐν οὐρανῷ πολιτευόμεθα, οὐκ ἐπὶ τῆς γῆς· ἐκεῖ τὰ βραβεῖα καὶ τὰ ἔπαθλα κεῖται τῶν ἡμετέρων πόνων· ἐκεῖθεν προσδοκῶμεν τοὺς ἐπαίνους, ἐκεῖθεν τοὺς στεφάνους. Μέχρι τοσούτου φροντίζωμεν τῶν ἀνθρώπων, μέχρι τοῦ μὴ διδόναι καὶ παρέχειν αὐτοῖς λαβήν. Ἂν δὲ ἡμῶν μὴ παρεχόντων ἐκεῖνοι θέλωσιν ἁπλῶς καὶ εἰκῇ κατηγορεῖν, γελῶμεν, μὴ δακρύωμεν. Σὺ προνόει καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων· ἂν σοῦ προνοοῦντος καλὰ ἐκεῖνος σκώπτῃ, μηκέτι φρόντιζε. Ἔχεις τὰ ὑποδείγματα ἐν ταῖς Γραφαῖς. Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; φησί· καὶ πάλιν, Ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα. Καὶ ὁ Χριστὸς οὕτως ἐπὶ τῶν σκανδαλιζομένων ἔλεγεν· Ἄφες αὐτοὺς, ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν· καὶ πάλιν, Οὐαὶ ὑμῖν, ὅταν 60.325 καλῶς ὑμᾶς εἴπωσιν πάντες οἱ ἄνθρωποι· καὶ πάλιν· Λαμψάτω τὰ ἔργα ὑμῶν, ὅπως ἴδωσιν οἱ ἄνθρωποι, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Εἰ δὲ ἀλλαχοῦ λέγει· Ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης· μὴ θαυμάσῃς· οὐ γάρ ἐστι ταῦτα ἐναντία, ἀλλὰ καὶ σφόδρα συνᾴδοντα. Ὅταν μὲν γὰρ παρ' ἡμᾶς γένηται, οὐαὶ ἡμῖν· ὅταν δὲ μὴ παρ' ἡμᾶς, οὐκέτι. Καὶ πάλιν· Οὐαὶ ὑμῖν, δι' οὓς τὸ ὄνομα τοῦ Θεοῦ βλασφημεῖται. Τί οὖν, ἂν ἐγὼ μὲν ποιῶ τι τῶν δεόντων, ἕτερος δὲ βλασφημῇ; Οὐδὲν πρὸς σὲ, ἀλλὰ πρὸς ἐκεῖνον· δι' ἐκείνου γὰρ ἐβλασφημήθη. Καὶ πῶς ἔνι πρᾶξαί τι τῶν δεόντων, καὶ δοῦναι τοῖς ἄλλοις λαβήν; Πόθεν βούλεσθε, ἀπὸ τῶν νῦν ὄντων, ἢ ἀπὸ τῶν παλαιῶν τὰ παραδείγματα ὑμῖν ἀγάγω; Ἵνα μὴ ψοφοδεεῖς ὦμεν, βούλεσθε αὐτὸ δὴ τοῦτο τὸ νῦν μετὰ χεῖρας εἴπωμεν; Ἰουδάϊζεν ὁ Παῦλος ἐν Ἱεροσολύμοις, ἀλλ' ἐν Ἀντιοχείᾳ οὐκ ἔτι· ἰουδάϊζε καὶ ἐσκανδαλίζοντο, ἀλλ' οὐ δικαίως ἐσκανδαλίζοντο ἐκεῖνοι. Λέγεται Νέρωνος καὶ οἰνοχόον καὶ παλλακίδα ἀσπάσαι· πόσα οἴεσθε κατ' αὐτοῦ εἰρηκέναι αὐτοὺς διὰ τοῦτο; Ἀλλ' οὐ δικαίως. Εἰ μὲν γὰρ ἐπὶ ἀσελγείᾳ ἠσπάσατο, ἢ ἐπὶ πονηροῖς πράγμασιν, εἰκότως· εἰ δὲ ἐπὶ βίῳ ὀρθῷ, τίνος ἕνεκεν; Εἴπω τι καί τινι τῶν ἐμοὶ συνήθων συμβάν. Ἐπέπεσεν ὀργή ποτε τοῦ Θεοῦ, καὶ σφόδρα νέος ὢν ἐκεῖνος, καὶ ἐν τῇ τοῦ διακόνου τάξει τυγχάνων, ἐπεὶ τότε ὁ ἐπίσκοπος ἔτυχεν ἀπὼν κατ' ἐκεῖνον τὸν καιρὸν, καὶ τῶν πρεσβυτέρων οὐδεὶς ἐφρόντιζεν, ἀλλ' ἁπλῶς ἐποίησαν φωτισθῆναι ἀθρόον ἐν μιᾷ νυκτὶ μυριάδας πολλὰς, καὶ ἁπλῶς ἐβαπτίζοντο πάντες οὐδὲν εἰδότες· τούτους ἐκεῖνος λαβὼν κατ' ἰδίαν ὁμοῦ ἑκατὸν καὶ διακοσίους, διελέγετο, ἄλλο μὲν οὐδὲν, τὰ δὲ τῶν μυστηρίων μόνον ὡς μηδὲ τοῖς ἀμυνήτοις συγχωρεῖν παρεῖναι. Τοῦτο αὐτὸν ποιοῦντα ἐνόμισαν πολλοὶ τῆς ἀρχῆς ἐρῶντα τοῦτο ποιεῖν. Ἀλλ' οὐκ ἐφρόντισεν ἐκεῖνος τῶν νομιζόντων· οὐκ ἐξέτεινε μέντοι ἐπὶ χρόνον τὸ πρᾶγμα, ἀλλ' εὐθέως ἐπαύσατο. Τί οὖν; ἐκεῖνος τοῦ σκανδάλου αἴτιος; Οὐκ ἔγωγε οἶμαι. Εἰ μὲν γὰρ οὐκ οὔσης αἰτίας τοῦτο ἐποίει, εἰκότως ἐκείνῳ τὴν αἰτίαν ἐπέγραφον, καὶ εἰ πάλιν ἐπεξέτεινεν. Ὅταν γὰρ τῶν τῷ Θεῷ δοκούντων κωλύηται διὰ τὸ ἑτέρου σκάνδαλον, καταφρονεῖν δεῖ· τότε δὲ φροντίζειν, ὅταν μηδὲν ἀναγκαζώμεθα δι' ἐκεῖνον 60.326 προσκρούειν Θεῷ· ἐπεὶ, εἰπέ μοι, ἂν μεταξὺ διαλεγομένων ἡμῶν καὶ τοὺς μεθύοντας σκωπτόντων σκανδαλίζηταί τις, ἐγὼ παύσωμαι λέγων; Ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Μὴ καὶ ὑμεῖς βούλεσθε ὑπάγειν; Οὕτως οὔτε καταφρονεῖν οὔτε σφόδρα ἀντιποιεῖσθαι τῆς τῶν πολλῶν ἀσθενείας χρή. Ἢ οὐχ ὁρῶμεν καὶ τοὺς ἰατροὺς τοῦτο ποιοῦντας, καὶ, ὅταν μὲν ἐγχωρῇ, χαριζομένους τοῖς κάμνουσιν, ὅταν δὲ ἡ χάρις ἡ ἐκείνων βλάβην ἐργάζηται, οὐκ ἔτι φειδομένους; Πανταχοῦ τὸ μέτρον τιμᾷν καλόν. Ἐβλασφήμησαν πολλοὶ κατηχήσεως ἕνεκεν κόρης τινὸς εὐμόρφου παρθένου μεινάσης, παρέβαλον πρὸς αὐτὴν, καὶ τοὺς κατηχοῦντας ἐλοιδόρησαν. Τί οὖν; ἀποστῆναι ἐκείνους ἔδει διὰ τοῦτο; Οὐδαμῶς· οὐδὲν γὰρ εἰργάζοντο ἐναντίον, ἀλλὰ καὶ σφόδρα δοκοῦν πρᾶγμα Θεῷ. Μὴ τοίνυν, εἰ σκανδαλίζονταί τινες, ἴδωμεν, ἀλλ' εἰ δικαίως, καὶ εἰ μὴ μετὰ τῆς ἡμετέρας βλάβης. Εἰ βρῶμα σκανδαλίζει, φησὶ, τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα. Εἰκότως· οὐδὲν γὰρ ἔβλαπτε τὸ μὴ φαγεῖν· εἰ μέντοι σκανδαλίζει αὐτὸν, ὅτι βούλομαι ἀποτάξασθαι, οὐκ ἔτι φροντίζειν δεῖ. Καὶ τίνα, φησὶ, τοῦτο σκανδαλίζει; Πολλοὺς, ἔγωγε οἶδα. Ὅταν τοίνυν ἀδιάφορον ᾖ τὸ κώλυμα, γινέσθω· ἐπεὶ, εἰ μέλλοιμεν πρὸς τοῦτο μόνον ὁρᾷν, πολλῶν ἔχομεν ἀποστῆναι· ὥσπερ οὖν καὶ τοὐναντίον, εἰ μέλλοιμεν καταφρονεῖν, πολλοὺς ἀπολλύναι· ἐπεὶ καὶ Παῦλος προενόησε σκανδάλου· καὶ πῶς, ἄκουε· Ἵνα μὴ τῇ ἁδρότητι, φησὶ, ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν· οὐδὲν γὰρ ἔβλαπτε τὸ τὴν ὑπόνοιαν ἐξελεῖν. Ὅταν δὲ εἰς τοιαύτην ἐμπέσωμεν ἀνάγκην, ὥστε μεγάλα γενέσθαι κακὰ διὰ τὸ ἑτέρου σκάνδαλον, καταφρονῶμεν ἐκείνου. Ἐκεῖνος μὲν γὰρ ἑαυτῷ αἴτιος, ἡμεῖς δὲ οὐκ ἔτι ὑπεύθυνοι· οὐ γὰρ ἐνῆν ἀβλαβῶς αὐτοῦ φείσασθαι. Ἐσκανδαλίσθησαν πολλοὶ, ὅτι εἰς ἱερὰ κατέκειντό τινες πιστοὶ, ἐπειδὴ οὐκ ἔδει κατακεῖσθαι· ἀλλὰ κακῶς· οὐδεμία γὰρ ἀπὸ τούτου βλάβη. Ἐσκανδαλίζοντο, ὅτι ἤσθιε μετὰ τῶν ἐθνικῶν ὁ Πέτρος· ἀλλ' ἐκεῖνος μὲν ἐφείσατο, αὐτὸς δὲ οὐκ ἔτι. Πανταχοῦ προσήκει ἡμᾶς τοῖς τοῦ Θεοῦ νόμοις κατακολουθοῦντας, πολλὴν σπουδὴν ποιεῖσθαι, ὥστε μηδεμίαν ἀφορμὴν παρέχειν σκανδάλου, ἵνα καὶ αὐτοὶ ἀνεύθυνοι ὦμεν, καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΜΖʹ
Εἶπε δὲ ὁ Παῦλος· Ἐγώ εἰμι ἄνθρωπος Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολί της· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τὸν λαόν. Πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνησε τῇ Ἑβραΐδι διαλέκτῳ, λέγων.
αʹ. Ὅρα αὐτὸν, ὅταν πρὸς τοὺς ἔξω διαλέγηται, οὐ παραιτούμενον καὶ τοῖς ἀπὸ τῶν νόμων κεχρῆσθαι βοηθήμασιν. Ἐνταῦθα αὐτὸν ἀπὸ τῆς πόλεως ἐντρέπει. Οὕτω καὶ ἔμπροσθεν ἔλεγε· Τύψαντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους ἀνθρώπους, Ῥωμαίους ὑπάρχοντας, ἔβαλον εἰς φυλακήν. Ἐπειδὴ γὰρ ἐπυνθάνετο, Σὺ εἶ ὁ Αἰγύπτιος; Ἐγώ εἰμι, φησὶν, ἄνθρωπος Ἰουδαῖος. Οὕτως εἰπὼν, εὐθέως αὐτὸν ταύτης ἀπήγαγε τῆς ὑποψίας. Εἶτα ἵνα μὴ νομισθῇ τὸ ἔθνος Ἰουδαῖος, λέγει τὴν θρησκείαν· καὶ γὰρ καὶ ἀλλαχοῦ ἔννομον ἑαυτὸν Χριστοῦ καλεῖ. Τί τοῦτό ἐστι; Παῦλος ψεύδεται; Ἄπαγε. Τί οὖν; οὐκ ἠρνήσατο; Μὴ γένοιτο· Ἰουδαῖος γὰρ ἦν καὶ Χριστιανὸς ὅσα ἔδει φυλάττων, ἐπεὶ καὶ τῷ νόμῳ μάλιστα πάντων αὐτὸς ἐπείθετο, τῷ Χριστῷ πιστεύων, καὶ πρὸς Πέτρον διαλεγόμενός φησιν· Ἡμεῖς φύσει Ἰουδαῖοι. ∆έομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. Καὶ τοῦτο τεκμήριον, ὅτι οὐ ψεύδεται, εἴ γε πάντας ἐπήγετο μάρτυρας. Σκόπει αὐτὸν πάλιν μετὰ ἐπιεικείας διαλεγόμενον. Καὶ τοῦτο δὲ τεκμήριον πάλιν μέγιστον τοῦ μηδενὸς εἶναι ὑπεύθυνον, τὸ οὕτως ἕτοιμον εἶναι πρὸς ἀπολογίαν, καὶ βούλεσθαι εἰς λόγον καταστῆναι τῷ δήμῳ τῶν Ἰουδαίων. 60.327 Ὅρα τεταγμένον ἄνδρα, ὅρα οἰκονομίαν· εἰ μὴ χιλίαρχος ἦλθεν, εἰ μὴ ἔδησεν, οὐκ ἂν ἐδεήθη λόγου πρὸς ἀπολογίαν, οὐκ ἂν τοσαύτης ἀπέλαυσε σιγῆς. Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν. Καὶ ἀπὸ τοῦ τόπου πολλὴ ἡ εὐκολία, τὸ καὶ ὑψηλὸν ὄντα δημηγορεῖν καὶ δεδεμένον. Τί τούτου ἴσον τοῦ θεάματος, δυσὶν ἁλύσεσι δεδεμένον ἰδεῖν Παῦλον δημηγοροῦντα; πῶς οὐκ ἐταράχθη, πῶς οὐ συνεχύθη, τοσοῦτον δῆμον ἐκπεπολεμωμένον ὁρῶν τοῦ ἄρχοντος ἐφεστῶτος; Πρότερον ἀπέστησεν αὐτοὺς τοῦ θυμοῦ, εἶτα διαλέγεται· καὶ ὅρα πῶς φρονίμως. Ὅπερ γὰρ ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ἐποίησε, τοῦτο καὶ ἐνταῦθα· πρῶτον τῇ συγγενείᾳ τῆς φωνῆς αὐτοὺς ἐπισπᾶται· εἶτα αὐτῷ τῷ ἡμέρῳ· διὸ καὶ τοῦτο δηλῶν ἐπάγει· Πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνησε, φησὶ, τῇ Ἑβραΐδι διαλέκτῳ λέγων· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νῦν ἀπολογίας. Ὅρα καὶ κολακείας ἀπηλλαγμένον τὸν λόγον καὶ τὸ ἐπιεικὲς ἔχοντα. Οὐ γὰρ εἶπε, ∆εσπόται, οὐδὲ Κύριοι, ἀλλὰ, Ἀδελφοί· ὃ μάλιστα ἐπόθουν, ὡσεὶ ἔλεγεν· Οὐκ ἀλλότριος ὑμῶν ἐγὼ, οὐδὲ καθ' ὑμῶν. Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, φησί. Τοῦτο τιμῆς, ἐκεῖνο γνησιότητος. Ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νῦν ἀπολογίας. Οὐκ εἶπε, ∆ιδασκαλίας, οὐδὲ, ∆ημηγορίας, ἀλλὰ, Ἀπολογίας· ἐν τάξει ἱκέτου ἑαυτὸν καθίστησιν. Ἀκούσαντες δὲ, ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν. Ὁρᾷς, πῶς αὐτοὺς εἷλε τὸ ὁμόφωνον; εἶχον γάρ τινα αἰδῶ πρὸς τὴν γλῶτταν ἐκείνην. Ὅρα δὲ καὶ πῶς προοδοποιεῖ τῷ λόγῳ οὕτως ἀρχόμενος καὶ λέγων· Ἐγὼ μέν εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλου, πεπαιδευμένος δὲ κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστε σήμερον. Ἐγὼ μέν εἰμι, φησὶν, ἀνὴρ Ἰουδαῖος· ὃ μάλιστα πάντων ἐπόθουν ἀκοῦσαι. Γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας. Ἵνα μὴ πάλιν νομίσωσι τὸ ἔθνος ἄλλο, τὴν θρησκείαν ἐπήγαγεν. Ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ. Τὴν πολλὴν αὐτοῦ δείκνυσι σπουδὴν τὴν περὶ τὴν λατρείαν, ὅπου γε καὶ πατρίδα τηλικαύτην ἀφεὶς τοσοῦτον ἀφεστῶσαν, ἐνταῦθα εἵλετο τραφῆναι διὰ τὸν νόμον. Ὅρα πῶς ἄνωθεν προσεῖχε τῷ νόμῳ. Ταῦτα δὲ οὐ πρὸς ἐκείνους ἀπολογούμενος μόνον φησὶν, ἀλλὰ δεικνὺς, ὅτι οὐκ ἀνθρωπίνῳ σκοπῷ πρὸς τὸ κήρυγμα ἤχθη, ἀλλὰ θείᾳ δυνάμει· οὐ γὰρ ἂν οὕτω πεπαιδευμένος ἀθρόον μετέστη. Εἰ μὲν γὰρ ἦν τις τῶν πολλῶν, εἰκὸς ἦν τοῦτο ὑποπτεῦσαι· εἰ δὲ τῶν μάλιστα πάντων κατεχομένων ὑπὸ τοῦ νόμου, οὐκ ἦν εἰκὸς ἁπλῶς καὶ οὐδεμιᾶς ἀνάγκης ἰσχυρᾶς οὔσης μεταθέσθαι αὐτόν. Ἀλλ' ἴσως εἴποι τις ἄν· Οὐδὲν τοῦτο ποιεῖ, ὅτι ἐνταῦθα ἀνετράφη· τί γὰρ εἰ κατὰ ἐμπορίαν ἢ κατ' ἄλλην τινὰ αἰτίαν ἐνταῦθα γέγονας; Ἵνα τοίνυν μὴ διὰ τοῦτο νομισθῇ, ἐπήγαγε, Παρὰ τοὺς πόδας Γαμαλιήλου· καὶ οὐχ ἁπλῶς εἶπε, Παρὰ Γαμαλιήλου, ἀλλὰ, Παρὰ τοὺς πόδας, τὴν καρτερίαν, τὴν προσεδρείαν, τὴν σπουδὴν τὴν περὶ τὴν ἀκρόασιν, τὴν πολλὴν πρὸς τὸν ἄνδρα αἰδῶ δεικνύς. Πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου. Οὐχ ἁπλῶς νόμου, ἀλλὰ Τοῦ πατρῴου προστίθησι· δεικνὺς ὅτι ἄνωθεν τοιοῦτος ἦν, καὶ οὐχ ἁπλῶς εἰδὼς τὸν νόμον. Ταῦτα δὲ δοκεῖ μὲν ὑπὲρ ἐκείνων λέγεσθαι, κατ' ἐκείνων δὲ ἦν, εἴ γε καὶ εἰδὼς αὐτὸν εἴασεν. Εἶτα, ἵνα μὴ πάλιν τις 60.328 ἐπενέγκῃ· τί οὖν, εἰ οἶδας μὲν ἀκριβῶς τὸν νόμον, οὐκ ἐκδικεῖς δὲ οὐδὲ φιλεῖς; Ζηλωτὴς, φησὶν, ὑπάρχων· τουτέστιν, οὐχ ἁπλῶς εἰδὼς, ἀλλὰ καὶ σφόδρα ζηλῶν ὑπὲρ αὐτοῦ. Εἶτα, ἐπειδὴ μεγάλα περὶ αὐτοῦ ἐγκώμια εἶπε, κοινοῖ τὸν λόγον λοιπὸν, ἐπάγων, Καθὼς πάντες ὑμεῖς ἐστε σήμερον. ∆είκνυσι γὰρ αὐτοὺς οὐκ ἀνθρωπίνῳ σκοπῷ ποιοῦντας, ἀλλὰ ζήλῳ θείῳ. Τοῦτο δὲ λέγει, χαριζόμενος αὐτοῖς καὶ προκαταλαμβάνων αὐτῶν τὴν διάνοιαν, καὶ κατέχων ἐν οἷς βλάβος οὐδὲν ἦν. Εἶτα καὶ τεκμήρια παράγει, λέγων· Ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἕως θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας, ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι, καὶ πᾶν τὸ πρεσβυτέριον. Ἵνα μηδεὶς εἴπῃ· Καὶ πόθεν τοῦτο δῆλον; μάρτυρας παράγει αὐτὸν τὸν ἀρχιερέα καὶ τοὺς πρεσβυτέρους. Καὶ λέγει μὲν λεαίνων, Ζηλωτὴς ὑπάρχων καθὼς ὑμεῖς, τουτέστιν, ἴσος ὑμῖν· δείκνυσι δὲ διὰ τῶν ἔργων, ὅτι ὑπὲρ αὐτοὺς ἦν. Οὐ γὰρ δὴ περιέμενον ὥστε συλλαβεῖν, ἀλλὰ καὶ τοὺς ἱερέας διήγειρον, καὶ ἀποδημίας ἐστελλόμην· καὶ οὐδὲ μέχρις ἀνδρῶν ἐχώρουν καθάπερ ὑμεῖς, ἀλλὰ καὶ γυναικῶν· καὶ δεσμεύων πάντας, καὶ εἰς δεσμωτήρια ἐμβάλλων. Ἀναμφισβήτητος ἡ μαρτυρία, ἀναπολόγητα τὰ τῶν Ἰουδαίων. Ὅρα πόσους παράγει μάρτυρας, τὸ πρεσβυτέριον, τὸν ἀρχιερέα, τοὺς ἐν τῇ πόλει.
βʹ. Βλέπε δὲ αὐτοῦ καὶ τὴν ἀπολογίαν οὐ δειλίας οὖσαν, ἀλλὰ διδασκαλίας μᾶλλον καὶ κατηχήσεως. Εἰ γὰρ μὴ λίθοι ἦσαν οἱ ἀκούοντες, προσεῖχον ἂν τοῖς λεγομένοις. Μέχρι γὰρ τούτου μάρτυρας εἶχεν αὐτοὺς, τὰ δὲ λοιπὰ ἀμάρτυρα. Παρ' ὧν καὶ ἐπιστολὰς δεξάμενος, πρὸς τοὺς ἀδελφοὺς εἰς ∆αμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλὴμ, ἵνα τιμωρηθῶσιν. Ἐγένετο δὲ πορευομένῳ μοι καὶ ἐγγίζοντι τῇ ∆αμασκῷ, περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμὲ, ἔπεσόν τε εἰς τὸ ἔδαφος, καὶ ἤκουον φωνῆς λεγούσης μοι· Σαοὺλ, Σαοὺλ, τί με διώκεις; Ἐγὼ δὲ ἀπεκρίθην· Τίς εἶ, Κύριε; Εἶπέ τε πρός με· Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις. Μάλιστα μὲν οὖν καὶ ταῦτα ἀξιόπιστα ἔδει εἶναι ἀπὸ τῶν προλαβόντων· οὐ γὰρ ἂν μετεστράφη. Τί οὖν, εἰ κομπάζει; φησίν; Οὐδαμῶς. ∆ιὰ τί γὰρ τοσοῦτον ἐξαίφνης ἔῤῥιψε ζῆλον; εἰπέ μοι. Τιμὴν προσδοκῶν; Καὶ μὴν τἀναντία ὑπέμεινεν· ἀλλ' ἄνεσιν; Οὐδὲ τοῦτο· ἀλλὰ τί ἕτερον; Ἀλλ' οὐδὲν ἀπὸ λογισμῶν εὑρεῖν δυνατόν. Ταῦτα τοίνυν ἀφεὶς αὐτοῖς συλλέγειν, τὰ πράγματα διηγεῖται. Ἐγγίζοντί μοι, φησὶ, τῇ ∆αμασκῷ, περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμὲ, ἔπεσόν τε εἰς τὸ ἔδαφος. Ὅρα πόση ἡ ὑπερβολὴ τοῦ φωτός. Καὶ ὅτι οὐ κομπάζω, οἱ συνόντες μαρτυροῦσιν, οἱ χειραγωγοῦντες, οἱ τὸ φῶς θεασάμενοι. Οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, καὶ ἔμφοβοι ἐγένοντο, τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. Μηδὲν ξενισθῇς, εἰ ἐνταῦθα μὲν οὕτως, ἑτέρωθι δὲ λέγει, ὅτι Εἱστήκεισαν τὴν μὲν φωνὴν ἀκούοντες, μηδένα δὲ θεωροῦντες. Οὐκ ἔστι τοῦτο ἐναντίον. Φωναὶ γὰρ δύο ἦσαν, ἡ Παύλου καὶ ἡ τοῦ Κυρίου· τὴν φωνὴν τοίνυν ἐκεῖ τοῦ Παύλου λέγει, ἐνταῦθα δὲ καὶ προσέθηκεν εἰπὼν, Τὴν φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. Οὐκοῦν τὸ, Μηδένα θεωροῦντες, οὐ τοῦ ἰδεῖν, ἀλλὰ τοῦ μὴ ἀκοῦσαι δηλωτικόν ἐστιν. Οὐ γὰρ εἶπεν ὅτι τὸ φῶς οὐκ ἔβλεπον· ἀλλὰ, Μηδένα θεωροῦντες εἱστήκεισαν· τουτέστι, λα 60.329 λοῦντα. Εἰκότως δὲ τοῦτο ἐγένετο· αὐτὸν γὰρ ἔδει τῆς φωνῆς καταξιωθῆναι ἐκείνης. Εἰ γὰρ ἤκουσαν κἀκεῖνοι, οὐκ ἂν τοσοῦτον ἐγένετο τὸ θαῦμα. Ἐπειδὴ τοίνυν οἱ παχύτεροι ὄψει πείθονται μᾶλλον, διὰ τοῦτο καὶ ἐκεῖνοι τὸ φῶς εἶδον μόνον, ὅπερ ἱκανὸν ἦν αὐτοὺς πεῖσαι· ὅθεν καὶ ἔμφοβοι γίνονται. Ἄλλως δὲ οὐ περὶ αὐτοὺς τὸ φῶς τοσοῦτον εἰργάσατο, ὅσον περὶ τοῦτον· καὶ γὰρ ἐπήρωσεν αὐτοῦ τὰς ὄψεις, διὰ τῶν εἰς τοῦτον συμβαινόντων κἀκείνοις διδοὺς ἀναβλέψαι, εἴ γε ἤθελον. Ἐμοὶ γοῦν δοκεῖ καὶ οἰκονομικῶς ἐκείνους μὴ πιστεῦσαι, ὥστε εἶναι μάρτυρας ἀξιοπίστους. Εἶπέ τε, φησὶ, πρὸς ἐμέ· Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις. Καλῶς καὶ ἡ πόλις πρόσκειται, ὥστε ἐπιγνῶναι αὐτούς. Καὶ οἱ ἀπόστολοι οὕτως ἔλεγον· Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ. Ὅρα, καὶ αὐτὸς μαρτυρεῖ, ὅτι ἐδιώκετο. Οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, καὶ ἔμφοβοι ἐγένοντο, τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. Εἶπον δέ· Τί ποιήσω, Κύριε; Ὁ δὲ Κύριος εἶπε πρός με· Ἀναστὰς πορεύου εἰς ∆αμασκὸν, κἀκεῖ σοι λαληθήσεται τί σε δεῖ ποιῆσαι. Ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς ∆αμασκόν. Ἀνανίας δέ τις ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν ἐν ∆αμασκῷ Ἰουδαίων, ἐλθὼν πρός με καὶ ἐπιστὰς, εἶπέ μοι· Σαοὺλ ἀδελφὲ, ἀνάβλεψον. Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. Εἴσελθε, φησὶν, εἰς τὴν πόλιν, κἀκεῖ σοι λαληθήσεται τί σε δεῖ ποιῆσαι. Ἰδοὺ πάλιν ἄλλος μάρτυς. Καὶ ὅρα πῶς αὐτὸν καὶ ἀξιόπιστον ποιεῖ. Ἀνανίας δέ τις, φησὶν, ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν Ἰουδαίων, εἰσελθὼν πρός με καὶ ἐπιστὰς, εἶπέ μοι· Ἀνάβλεψον. Οὕτως οὐδὲν ἀλλότριόν ἐστι. Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα. Εἶτα ἡ διὰ τῶν πραγμάτων μαρτυρία. Καὶ ὅρα διὰ προσώπων καὶ πραγμάτων αὐτὴν πλεκομένην, προσώπων οἰκείων τε καὶ ἀλλοτρίων. Πρόσωπα οἱ ἱερεῖς, οἱ πρεσβύτεροι, οἱ συνοδεύοντες τὰ πράγματα ἃ ἐποίει, ἃ ἔπαθε· καὶ πράγματα πράγμασι μαρτυρεῖ, οὐχὶ πρόσωπα μόνον. Ἢ καὶ ἑτέρως· ἀλλότριος ὁ Ἀνανίας· εἶτα τὸ πρᾶγμα αὐτὸ, ἡ ἀνάβλεψις· εἶτα προφητεία μεγάλη. Ὁ δὲ εἶπε, φησίν· Ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον. Καλῶς εἶπε, Τῶν πατέρων, ἵνα δείξῃ αὐτοὺς οὐκ ὄντας Ἰουδαίους, ἀλλὰ ἀλλοτρίους τοῦ νόμου, καὶ φθόνῳ, οὐχὶ ζήλῳ ποιοῦντας. Γνῶναι, φησὶ, τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον. Οὐκοῦν αὐτοῦ θέλημα τοῦτο. Ὅρα πῶς ἐν τάξει διηγήσεως διδασκαλία ἐστί. Καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ, ὅτι ἔσῃ μάρτυς αὐτοῦ πρὸς πάντας ἀνθρώπους, ὧν ἑώρακας καὶ ἤκουσας. Καὶ ἰδεῖν, φησὶ, τὸν δίκαιον· τέως τοῦτο λέγει. Εἰ δὲ δίκαιος, οὗτοι ὑπεύθυνοι. Καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ. Ὅρα πῶς τὸ πρᾶγμα ἐπαίρει. Ὅτι ἔσῃ, φησὶ, μάρτυς αὐτοῦ. Οὐκοῦν διὰ τοῦτο οὐ προδώσεις τὴν ὄψιν, καὶ τὴν ἀκρόασιν, ὧν τε ἑώρακας ὧν τε ἤκουσας· δι' ἑκατέρων τῶν αἰσθήσεων αὐτὸν πιστοῦται. Καὶ νῦν τί μέλλεις; Ἀναστὰς βάπτισαι, καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα αὐτοῦ.
γʹ. Ἐνταῦθα μέγα ἐφθέγξατο. Οὐ γὰρ εἶπεν, Εἰς τὸ ὄνομα αὐτοῦ βάπτισαι· ἀλλ', Ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Χριστοῦ. Τοῦτο δὲ δεικνύντος ἐστὶν αὐτὸν Θεὸν 60.330 ὄντα· οὐ γὰρ ἔνι ἕτερόν τινα ἐπικαλέσασθαι, εἰ μὴ τὸν Θεόν. Εἶτα δείκνυσι καὶ ἑαυτὸν οὐκ ἀναγκασθέντα δι' ὧν λέγει· Ὁ δὲ Κύριος εἶπε πρός με· Πορεύου εἰς ∆αμασκὸν, κἀκεῖ σοι λαληθήσεται τί σε δεῖ ποιῆσαι. Οὐδὲν ἀμάρτυρον, ἀλλὰ πόλεως ὁλοκλήρου μαρτυρίαν παράγει, ἥ γε καὶ εἶδεν αὐτὸν χειραγωγούμενον. Ὅρα δὲ καὶ τὴν προφητείαν ἐξελθοῦσαν, ἣν ἤκουσε μάρτυρα αὐτὸν ἔσεσθαι τοῦ Κυρίου. Μάρτυς γὰρ ὄντως αὐτοῦ γέγονε, καὶ μάρτυς ὡς χρὴ, καὶ δι' ὧν ἔπραξε, καὶ δι' ὧν εἶπε. Τοιούτους καὶ ἡμᾶς εἶναι χρὴ μάρτυρας, καὶ μὴ προδιδόναι, ἃ ἐνεπιστεύθημεν· οὐ περὶ δογμάτων λέγω μόνον, ἀλλὰ καὶ περὶ βίου. Ὅρα γάρ· ὅτι εἶδεν, ὅτι ἤκουσε, μαρτυρεῖ πᾶσιν ἀνθρώποις, καὶ οὐδὲν αὐτὸν ἐκώλυσε. Καὶ ἡμεῖς ἠκούσαμεν, ὅτι ἔστιν ἀνάστασις καὶ μυρία ἀγαθά· οὐκοῦν ὀφείλομεν τοῦτο μαρτυρῆσαι πᾶσιν ἀνθρώποις. Καὶ μὴν μαρτυροῦμεν, φησὶ, καὶ πιστεύομεν. Πῶς, τἀναντία πράττοντες; Εἰπὲ δή μοι· εἴ τις ἑαυτὸν ἔλεγε Χριστιανὸν, εἶτα ἀποστὰς τὰ Ἰουδαϊκὰ ἐφρόνει, ἄρα ἤρκεσεν ἂν ἡ μαρτυρία αὕτη; Οὐδαμῶς· ἀπὸ γὰρ τῶν ἔργων τὴν μαρτυρίαν ἐζήτουν ἄν. Οὕτω δὴ καὶ ἡμεῖς, εἰ λέγομεν ὅτι ἀνάστασίς ἐστι καὶ μυρία ἀγαθὰ, εἶτα καταφρονοῦμεν αὐτῶν, καὶ τὰ ἐνταῦθα προτιμῶμεν, τίς ἡμῖν πιστεύσει; οὐ γὰρ οἷς λέγομεν, ἀλλ' οἷς πράττομεν προσέχουσιν ἅπαντες. Μάρτυς ἔσῃ, φησὶ, πρὸς πάντας ἀνθρώπους· οὐχὶ πρὸς τοὺς οἰκείους μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἀπίστους· οἱ γὰρ μάρτυρες τοῦτό εἰσιν, οὐχὶ τοὺς εἰδότας πείθουσιν, ἀλλὰ τοὺς οὐκ εἰδότας. Γενώμεθα ἀξιόπιστοι μάρτυρες. Πῶς δὲ ἐσόμεθα ἀξιόπιστοι; Ἀπὸ τοῦ βίου. Ἐπέθεντο ἐκείνῳ Ἰουδαῖοι· ἐπιτίθενται ἡμῖν τὰ πάθη κελεύοντα ἐξομόσασθαι τὴν μαρτυρίαν. Ἀλλὰ μὴ πειθώμεθα· μάρτυρές ἐσμεν παρὰ τοῦ Θεοῦ πεμφθέντες. Κρίνεται παρὰ ἀνθρώποις τισὶν ὁ Θεὸς, ὅτι οὐκ ἔστι Θεός· ἔπεμψεν ἡμᾶς μαρτυρήσοντας αὐτῷ. Μαρτυρήσωμεν καὶ πείσωμεν τοὺς δικάζοντας· ἂν μὴ μαρτυρήσωμεν, καὶ τῆς ἐκείνων πλάνης ἡμεῖς ἐσμεν αἴτιοι. Εἰ δὲ ἐν δικαστηρίῳ, ἔνθα βιωτικὰ πράγματα, οὐκ ἄν τις δέξαιτο μάρτυρα μυρίων γέμοντα κακῶν· πολλῷ μᾶλλον ἐνταῦθα, ἔνθα περὶ τοιούτων πραγμάτων ἡ σκέψις ἐστίν. Ἡμεῖς λέγομεν, ὅτι ἠκούσαμεν τοῦ Χριστοῦ, καὶ πιστεύομεν οἷς ἐπηγγείλατο· λέγουσιν ἐκεῖνοι· ∆είξατε τοῦτο διὰ τῶν ἔργων· ὁ γὰρ βίος ὑμῶν τὰ ἐναντία μαρτυρεῖ, ὅτι οὐ πιστεύετε. Τοὺς χρηματιζομένους, τοὺς ἁρπάζοντας, τοὺς πλεονεκτοῦντας βούλεσθε ἴδωμεν; τοὺς πενθοῦντας, τοὺς κοπτομένους, τοὺς οἰκοδομοῦντας, τοὺς πάντα πραγματευομένους, ὡς οὐκ ἀποθανουμένους; Εἰ τοίνυν ὅτι ἀποθανεῖσθε οὐ πιστεύετε, πράγματι οὕτω δήλῳ καὶ φανερῷ, πῶς ὑμῖν πιστεύσομεν μαρτυροῦσιν; Εἰσὶ γὰρ, εἰσὶ πολλοὶ τῶν ἀνθρώπων, οἳ οὕτω διάκεινται, ὡς οὐκ ἀποθανούμενοι. Ὅταν γὰρ ἐν γήρᾳ μακρῷ ἄρχωνται οἰκοδομεῖν καὶ γεωργεῖν, πότε λογισμὸν λήψονται θανάτου; Οὐ μικρὰ ἡ κόλασις ἡμῖν κληθεῖσι μὲν εἰς μαρτυρίαν, μὴ δυνηθεῖσι δὲ μαρτυρῆσαι ἃ εἴδομεν. Εἴδομεν καὶ ἡμεῖς ὀφθαλμοῖς τοὺς ἀγγέλους, καὶ σαφέστερον τῶν ἑωρακότων. Οὐκοῦν μαρτυρήσωμεν τῷ Χριστῷ· οὐ γὰρ δὴ ἐκεῖνοι μάρτυρες μόνον, ἀλλὰ καὶ ἡμεῖς. ∆ιὰ τοῦτο ἐκεῖνοι λέγονται μάρτυρες, ὅτι κελευόμενοι ἐξομόσασθαι πάντα ὑπομένουσιν, ἵνα τὴν ἀλήθειαν εἴπωσι· καὶ ἡμεῖς, ὅταν ὑπὸ τῶν παθῶν κελευώμεθα ἐξομόσασθαι, μὴ ἡττώμεθα. Ὁ χρυσὸς λέγει· Εἰπὲ, ὅτι ὁ Χριστὸς οὐκ ἔστι Χριστός· μὴ οὖν ἄκουε σὺ ὡς Θεοῦ, ἀλλὰ καταφρόνησον τῶν ἐκείνου 60.331 προσταγμάτων. Αἱ ἐπιθυμίαι αἱ πονηραὶ τὸ αὐτὸ λέγουσιν· ἀλλὰ σὺ μὴ παραπεισθῇς, ἀλλὰ στῆθι γενναίως, ἵνα μὴ καὶ περὶ ἡμῶν λαληθῇ· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Τοῦτο γὰρ οὐ μαρτύρων, ἀλλὰ τὸ ἐναντίον. Καὶ τὸ μὲν τοὺς ἄλλους ἀρνεῖσθαι, οὐδὲν θαυμαστόν· τὸ δὲ ἡμᾶς τοὺς εἰς μαρτύριον κληθέντας ἐξάρνους γενέσθαι, βαρὺ καὶ φορτικόν· τοῦτο μάλιστα βλάπτει τὰ ἡμέτερα. Εἰς μαρτύριον αὐτοῖς ἀποβήσεται, φησίν· ἀλλ' ὅταν οὐκ ἀποπηδήσωμεν, ὅταν ἐνστῶμεν. Εἰ πάντες ἐβουλόμεθα μαρτυρεῖν τῷ Χριστῷ, ταχέως ἂν ἐπείσαμεν τῶν Ἑλλήνων τοὺς πολλούς. Μέγα βίος, ἀγαπητοί· κἂν σφόδρα θηριώδης ᾖ τις, κἂν φανερῶς οὐ καταγινώσκῃ διὰ τὸ δόγμα, ἀλλ' ἀποδέχεται λάθρα, ἀλλ' ἐπαινέσεται, ἀλλὰ θαυμάσεται. Καὶ πόθεν, φησὶν, ἂν γένοιτο βίος ἄριστος; Οὐδαμόθεν, ἀλλ' ἢ ἀπὸ θείας ἐνεργείας. Τί οὖν, ὅταν καὶ Ἕλληνες ὦσι τοιοῦτοι; Ἐκεῖνοι εἴ που καὶ εἶεν τοιοῦτοι, οἱ μὲν φύσει, οἱ δὲ διὰ κενοδοξίαν. Βούλει μαθεῖν, ὅση ἡ τοῦ βίου λαμπρότης, ὅσην ἔχει τὴν πειθώ; Πολλοὶ τῶν αἱρετικῶν οὕτως ἴσχυσαν, καὶ τὰ δόγματα καίτοι αὐτοῖς ὄντα διεφθαρμένα, οἱ πολλοὶ τῶν ἀνθρώπων αἰδοῖ τῇ περὶ τὸν βίον οὐκ ἔτι τὸ δόγμα ἐξήτασαν· ἄλλοι δὲ καὶ καταγινώσκοντες αὐτῶν διὰ τὸ δόγμα, ᾐδέσθησαν διὰ τὸν βίον· οὐ καλῶς μὲν, πλὴν ὅμως τοῦτο ἔπαθον. Τοῦτο τὰ σεμνὰ τῆς πίστεως τῆς ἡμετέρας διέβαλε, τοῦτο τὰ πάντα ἀνέτρεψε, τὸ μηδένα λόγον εἶναι βίου μηδενὶ, τοῦτο τῇ πίστει λυμαίνεται. Λέγομεν, ὅτι Θεός ἐστιν ὁ Χριστὸς, μυρία καὶ ἕτερα παράγομεν, μετὰ δὲ τῶν ἄλλων καὶ τοῦτο, ὅτι ἔπεισεν ἅπαντας ὀρθῶς ζῇν· ἀλλὰ τοῦτο ἐν ὀλίγοις ἐστί. Τὸ τῆς ἀναστάσεως δόγμα λυμαίνεται ἡ τοῦ βίου φαυλότης, τὸ τῆς ἀθανασίας τῆς ψυχῆς, τὸ τῆς κρίσεως· πολλὰ καὶ ἕτερα ἐπισπᾶται, εἱμαρμένην, ἀνάγκην, τὸ ἀπρονόητον. Ψυχὴ γὰρ βαπτισθεῖσα μυρίοις κακοῖς, ὥσπερ τινὰς παραμυθίας ταύτας ἐπινοεῖν ἑαυτῇ πειρᾶται, ἵνα μὴ λυπῆται λογιζομένη, ὅτι κρίσις ἐστὶ, καὶ ὅτι ἐφ' ἡμῖν κεῖται τὰ τῆς ἀρετῆς καὶ τὰ τῆς κακίας. Μυρία ὁ βίος ἐργάζεται κακὰ, θηρία τοὺς ἀνθρώπους ποιεῖ, καὶ θηρίων ἀλογωτέρους· ἅπερ γὰρ ἐν ἑκάστῃ φύσει τῶν θηρίων ἐστὶ, ταῦτα πολλάκις εἰς ἕνα ἄνθρωπον συνήγαγε, καὶ τὸ πᾶν ἀνέτρεψε. ∆ιὰ τοῦτο τὴν 60.332 εἱμαρμένην εἰσήγαγεν ὁ διάβολος, διὰ τοῦτο ἀπρονόητον ἔφησεν εἶναι τὸν κόσμον, διὰ τοῦτο φύσεις ἀγαθὰς καὶ κακὰς, διὰ τοῦτο κακὸν ἄναρχον καὶ ὑλικὸν ὑποτίθεται, διὰ τοῦτο πάντα πράττει, ἵνα διαφθείρῃ τὸν βίον ἡμῶν. Οὔτε γὰρ ἀπὸ διεφθαρμένων δογμάτων δυνατὸν ἀνενεγκεῖν βίου ὄντα τοιούτου, οὔτε μένειν ἐν ὑγιαινούσῃ πίστει· ἀλλ' ἀνάγκῃ πολλῇ ταῦτα παραδέξασθαι. Οὐ γὰρ οἶμαι ἔγωγε ταχέως τινὰ τῶν οὐκ ὀρθῶς ζώντων εὑρίσκεσθαι, μὴ μυρία σατανικὰ βουλευόμενον, ὅτι γένεσίς ἐστιν, ὅτι ἁπλῶς τὰ πράγματα ἄγεται, ὅτι φύρδην καὶ κεχυμένως πάντα διοικεῖται. ∆ιὸ παρακαλῶ, φροντίζωμεν βίου καλοῦ, ἵνα μὴ παραδεχώμεθα δόγματα πονηρά. Ὁ Κάϊν ἔλαβε τιμωρίαν στένειν καὶ τρέμειν. Τοιοῦτοί εἰσιν οἱ πονηροὶ, καὶ συνειδότες ἑαυτοῖς μυρία κακὰ, πολλάκις ἐξ ὕπνων ἐξάλλονται, θορυβώδεις αὐτῶν οἱ λογισμοὶ, τεταραγμένοι οἱ ὀφθαλμοὶ, ὑποψίας γέμει πάντα, καταπλήττεται πάντα, χαλεπῆς προσδοκίας, δειλίας ἀνάμεστος αὐτῶν ἡ ψυχὴ, φόβῳ συστρεφομένη καὶ τρόμῳ ἀδρανὴς γίνεται. Οὐδὲν τῆς τοιαύτης ψυχῆς μαλακώτερον γένοιτο ἂν, οὐδὲν ἀνοητότερον. Καθάπερ οἱ μαινόμενοι οὐχ ἑστήκασιν ἐν ἑαυτοῖς· οὕτως οὐδὲ ἡ τοιαύτη ἐν ἑαυτῇ ἕστηκε. Πότε οὖν αὕτη εἰς συναίσθησιν ἔλθῃ τοσαύτην ἔχουσα σκοτοδινίαν, ἣν ἀγαπητὸν γαλήνης ἀπολαύουσαν καὶ εὐδίας, δυνηθῆναι ἐπιγνῶναι τὴν οἰκείαν εὐγένειαν; Ὅταν δὲ πάντα αὐτὴν ἐκφοβῇ καὶ ταράττῃ, καὶ ὄνειροι καὶ ῥήματα καὶ σχήματα καὶ ὑποψίαι ἁπλῶς, πότε δυνήσεται εἰς ἑαυτὴν ἰδεῖν, οὕτως ἐκτεταραγμένη καὶ τεθορυβημένη; Λύωμεν τοίνυν αὐτῆς τὸ δέος, διαῤῥήξωμεν τὰ δεσμά. Εἰ γὰρ μὴ κόλασις ἦν, ποίας ταῦτα κολάσεως οὐ χείρω, ὑπὸ φόβῳ ζῇν ἀεὶ, μηδέποτε θαῤῥεῖν, μηδέποτε ἀνίεσθαι; Ταῦτα δὴ πάντα μετὰ ἀκριβείας εἰδότες, ἐν γαλήνῃ ἑαυτοὺς διατηρῶμεν, καὶ ἀρετῆς ἐπιμελώμεθα, ἵνα καὶ ὑγιῆ δόγματα ἔχοντες καὶ βίον ὀρθὸν, ἀπροσκόπτως τὴν παροῦσαν ζωὴν διανύσωμεν, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν δυνηθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ αὐτοῦ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΜΗʹ
Ἐγένετο δέ μοι ὑποστρέφοντι εἰς Ἱερουσαλὴμ, εὐχομένου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει, καὶ ἰδεῖν λέγοντά μοι αὐτόν· Σπεῦσον, καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλὴμ, διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ, Κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ· καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς, καὶ συν ευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ, φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
αʹ. Ὅρα πῶς ἑαυτὸν εἰσωθεῖ εἰς τοὺς κινδύνους. Ἐπάγει γάρ· Ἐγένετο δέ μοι ὑποστρέφοντι εἰς Ἱερουσαλήμ· τουτέστιν, Ἦλθον μετὰ τὴν ὄψιν ἐκείνην εἰς Ἱερουσαλὴμ πάλιν. Καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει, καὶ ἰδεῖν λέγοντά μοι· Σπεῦσον, καὶ ἔξελθε ἐν τάχει, διότι οὐ παρα 60.332 δέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ. Ὅρα, οὐδὲ τοῦτο ἀμάρτυρον, ἀλλ' ἀπὸ τῆς ἐκβάσεως ἡ μαρτυρία. Εἶπεν ὅτι Οὐ δέξονταί σου τὴν μαρτυρίαν· καὶ οὐκ ἐδέξαντο. Καὶ μὴν ἀπὸ λογισμῶν ἔδει ὑποπτεῦσαι, ὅτι πάντως δέξονται. Ἐγὼ γὰρ ἤμην ὁ φυλακίζων καὶ δέρων, φησίν. Ὥστε διὰ τοῦτο ἔδει αὐτοὺς δέξασθαι· καὶ ὅμως οὐκ ἐδέξαντο. ∆ιὸ καὶ τοῦτο ἐν τῇ ἐκστάσει μανθάνει τὸ μὴ παραδεχθῆναι. Ἐνταῦθα δύο κατασκευάζει, ὅτι τε ἀναπολόγητα αὐτοῖς ἐστίν· οὐ γὰρ κατὰ τὸ εἰκὸς αὐτὸν ἐδίωκον οὐδὲ κατὰ λόγον· καὶ ὅτι Θεὸς ἦν ὁ Χριστὸς τὰ παρὰ προσδοκίαν προφητεύων, καὶ οὐχ ὁρῶν εἰς τὰ γενόμενα, ἀλλὰ τὰ μέλλοντα προειδώς. Πῶς οὖν λέγει, Ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε Ἰσραὴλ 60.333 βαστάσει τὸ ὄνομά μου; Βαστάσει, εἶπεν, οὐ πάντως πείσει· ἄλλως δὲ Ἰουδαῖοι ἀλλαχοῦ μὲν ἐπείθοντο, ἐνταῦθα δὲ οὐχί. Ὅπου μάλιστα ἔδει πεισθῆναι, εἰδότας αὐτοῦ τὴν προτέραν προθυμίαν, ἐνταῦθα οὐκ ἐπείθοντο. Καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς, καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ὅρα ποῦ πάλιν ὁ λόγος τελευτᾷ, εἰς τὸ ἰσχυρὸν κεφάλαιον. ∆είκνυσι γὰρ, ὅτι αὐτὸς ἦν ὁ ἐλαύνων, καὶ οὐκ ἐλαύνων μόνον, ἀλλὰ καὶ μυρίαις χερσὶν ἀναιρῶν τὸν Στέφανον. Ὑπέμνησεν αὐτοὺς μιαιφονίας χαλεπῆς. Τότε δὴ μάλιστα οὐκ ἤνεγκαν, ἐπειδὴ τοῦτο ἤλεγχεν αὐτούς· καὶ ἤδη ἡ προφητεία ἐπληροῦτο. Ὁ ζῆλος τοίνυν πολὺς, καὶ ἡ κατηγορία σφοδρὰ, καὶ οἱ μάρτυρες τῆς ἀληθείας τοῦ Χριστοῦ παῤῥησίᾳ διαλεγόμενοι. Ἀλλ' οἱ Ἰουδαῖοι οὐκ ἠνέσχοντο λοιπὸν πάσης ἀκοῦσαι τῆς δημηγορίας, ἀλλ' ὑπὸ τοῦ θυμοῦ σφόδρα ἐμπρησθέντες ἐβόων. Καὶ εἶπε πρός με· Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἀποστελῶ σε. Ἤκουον δὲ αὐτοῦ ἄχρι τοῦ λόγου τούτου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, λέγοντες· Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ καθῆκεν αὐτὸν ζῇν. Κραζόντων δὲ αὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, ἐκέλευσεν ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολὴν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτὸν, ἵνα γνῷ, δι' ἣν αἰτίαν οὕτω κατεβόων αὐτοῦ. Καὶ τὸν χιλίαρχον δέον ἐξετάσαι, εἰ ταῦτα οὕτως ἔχοι, ἢ καὶ αὐτοὺς ἐκείνους· ὁ δὲ μηδὲν πλέον ποιήσας, μάστιξιν ἀνετάζειν αὐτὸν ἐπαγγέλλεται. Ἐκέλευσε γὰρ αὐτὸν, φησὶν, εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτὸν, ἵνα γνῷ, δι' ἣν αἰτίαν οὕτω κατεβόων αὐτοῦ. Καὶ μὴν παρ' ἐκείνων ἔδει μαθεῖν τῶν καταβοώντων, καὶ ἐρωτῆσαι εἴ τινος τῶν εἰρημένων ἐπελαμβάνοντο· ἀλλ' ἁπλῶς τῇ ἐξουσίᾳ χρᾶται, καὶ ἐκείνοις πρὸς χάριν ποιεῖ· οὐ γὰρ τοῦτο ἐζήτει, ὅπως δικαίως τι πράξειεν, ἀλλ' ὅπως παύσειε τὸν ἐκείνων θυμὸν ἄδικον ὄντα. Ὡς δὲ προσέτεινον αὐτὸν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον· Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; Οὐκ ἐψεύσατο Παῦλος, μὴ γένοιτο, Ῥωμαῖον ἑαυτὸν εἰπών· Ῥωμαῖοςγὰρ ἦν· διὸ καὶ ὁ χιλίαρχος ἀκούσας φοβεῖται. Καὶ τίνος, φησὶν, ἕνεκεν ἐφοβήθη; Εἰ ἔξεστιν ὑμῖν ἕτερον, ἔδεισεν ἂν, μὴ ἁλῷ καὶ μείζονα δίκην δῷ. Καὶ ὅρα, οὐχ ἁπλῶς φησιν, ἀλλ', Εἰ ἔξεστιν ὑμῖν; ∆ύο τὰ ἐγκλήματα, καὶ τὸ ἄνευ λόγου, καὶ τὸ Ῥωμαῖον ὄντα. Μεγάλην εἶχον ταύτην τότε προνομίαν οἱ ἀξιούμενοι οὕτω καλεῖσθαι· καὶ οὐ πάντες τούτου ἐτύγχανον· ἀπὸ γὰρ Ἀδριανοῦ φασι πάντας Ῥωμαίους ὀνομασθῆναι, τὸ δὲ παλαιὸν οὐχ οὕτως ἦν. Ἢ καὶ Ῥωμαῖον ἑαυτὸν εἶπεν, ἵνα διαφύγῃ τὴν τιμωρίαν· εὐκαταφρόνητος γὰρ ἂν ἐγένετο μαστιχθείς· νῦν δὲ τοῦτο εἰπὼν, εἰς πλείονα αὐτοὺς ἐμβάλλει φόβον. Εἰ δὲ ἐμάστιξαν, καὶ παρέτρεψαν ἂν τὸ πρᾶγμα, ἢ καὶ ἀπέκτειναν αὐτόν· νῦν δὲ οὐχ οὕτω γίνεται. Ὅρα πῶς ὁ Θεὸς συγχωρεῖ καὶ ἀνθρωπίνως πολλὰ γενέσθαι, καὶ ἐπ' αὐτῶν καὶ τῶν λοιπῶν. Ὁ δὲ χιλίαρχος ἀποκριθεὶς, ὅτι Πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην, δείκνυσιν ὑποπτεῦσαι πρόφασιν εἶναι τὸ εἰπεῖν ἑαυτὸν Ῥωμαῖον τὸν Παῦλον· καὶ ἴσως τοῦτο ὑπέλαβεν ἀπὸ τῆς λιτότητος Παύλου τῆς φαινομένης. Ἀκούσας δὲ ὁ ἑκατόνταρχος, προσελθὼν τῷ χι 60.334 λιάρχῳ ἀπήγγειλε, λέγων· Ὅρα τί μέλλεις ποιεῖν· ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστι. Προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· Λέγε μοι, εἰ σὺ Ῥωμαῖος εἶ; Ὁ δὲ ἔφη· Ναί. Ἀπεκρίθη ὁ χιλίαρχος· Ἐγὼπολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. Ὁ δὲ Παῦλός φησιν· Ἐγὼ δὲ καὶ γεγέννημαι. Εὐθέως δὲ ἀπέστησαν ἀπ' αὐτοῦ οἱ μέλλοντες ἀνετάζειν αὐτόν. Καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς, ὅτι Ῥωμαῖός ἐστι, καὶ ὅτι ἦν αὐτὸν δεδεκώς. Ἐγὼ δὲ, φησὶ, καὶ γεγέννημαι. Ἄρα καὶ πατρὸς ἦν Ῥωμαίου. Τί οὖν ἀπὸ τούτου γίνεται; Λύσας κατήγαγεν αὐτὸν πρὸς τοὺς Ἰουδαίους. Οὕτως οὐκ ἦν ψεῦδος τὸ εἰπεῖν ἑαυτὸν Ῥωμαῖον, ὅτι καὶ ἀπώνατο ἀπ' αὐτοῦ λυθεὶς τοῦ δεσμοῦ· καὶ πῶς, ἄκουε· Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς, τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν, καὶ ἐκέλευσε συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συνέδριον· καὶ καταγαγὼν τὸν Παῦλον, ἔστησεν εἰς αὐτούς. Ἀτενίσας δὲ Παῦλος τῷ συνεδρίῳ εἶπεν. Οὐκέτι πρὸς τὸν χιλίαρχον, ἀλλὰ πρὸς τὸ πλῆθος καὶ τὸν δῆμον πάντα διαλέγεται. Καὶ τί φησιν; Ἄνδρες ἀδελφοὶ, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας. Ὃ λέγει, τοῦτό ἐστιν· Οὐ σύνοιδα ἐμαυτῷ τι ἠδικηκὼς ὑμᾶς, οὐδὲ ἄξιον τῶν δεσμῶν τούτων πράττων. Τί οὖν ὁ ἀρχιερεύς; ∆έον κατανυγῆναι ἐφ' οἷς εἰς χάριν αὐτῶν ἀδίκως ἐδέδετο, ὁ δὲ καὶ προσεπιτίθησι, καὶ κελεύει τύπτεσθαι αὐτόν· ὃ καὶ δῆλον ἐξ ὧν ὑπήγαγεν. Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας τοῖς παρεστῶσιν αὐτὸν ἐπέταξε τύπτειν αὐτοῦ τὸ στόμα. Καλά γε· ἐπιεικὴς ὁ ἀρχιερεύς. Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπε· Τύπτειν σε μέλλει ὁ Θεὸς, τοῖχε κεκονιαμένε. Καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; Οἱ δὲ παρεστῶτες εἶπον· Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς; Ἔφη τε ὁ Παῦλος· Οὐκ ᾔδειν, ἀδελφοὶ, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γάρ· Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
βʹ. Τινὲς μὲν οὖν φασιν, ὅτι εἰδὼς εἰρωνεύεται· ἐμοὶ δὲ δοκεῖ, ὅτι οὐδὲ ὅλως ᾔδει, ὅτι ἐστὶν ἀρχιερεύς· ἦ γὰρ ἂν καὶ ἐτίμησε· διὸ καὶ ἀπολογεῖται ὡς κατηγορίας οὔσης, καὶ ἐπάγει· Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Τί οὖν; φησίν· εἰ γὰρ μὴ ἄρχων ἦν, ἄλλον ἁπλῶς ὑβρίζειν ἔδει; Οὐδαμῶς, ἀλλὰ καὶ ὑβριζόμενον μᾶλλον ἐνεγκεῖν. Ἄξιον δὲ ζητῆσαι, πῶς ἀλλαχοῦ ὁ αὐτὸς λέγων, Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, ἐνταῦθα τοὐναντίον ποιεῖ, καὶ οὐ λοιδορεῖται μόνον, ἀλλὰ καὶ ἐπαρᾶται; Ἄπαγε, οὐδέτερον τούτων φαίνεται πεποιηκώς· ἀλλὰ τῷ ἀκριβῶς σκοποῦντι παῤῥησίας μᾶλλόν ἐστι τὰ ῥήματα ἢ θυμοῦ· ἄλλως δὲ οὐκ ἐβούλετο εὐκαταφρόνητος φανῆναι τῷ χιλιάρχῳ. Εἰ γὰρ αὐτὸς μὲν ἐφείσατο μαστίξαι ὡς δὴ τοῖς Ἰουδαίοις ἐκδίδοσθαι μέλλοντα, τὸ ὑπὸ τῶν οἰκετῶν τύπτεσθαι, μᾶλλον ἂν ἐκεῖνον θρασύτερον εἰργάσατο· διὰ τοῦτο οὐδὲ πρὸς τὸν παῖδα ἀποτείνεται, ἀλλὰ πρὸς αὐτὸν τὸν ἐπιτάξαντα, τοῦτο κατασκευάζων. Τὸ δὲ, Τοῖχε κεκονιαμένε, καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, εἶπε, μονονουχὶ τοῦτο αὐτῷ λέγων· Ὑπεύθυνος ὢν καὶ μυρίων πληγῶν ἄξιος. Ὅρα γοῦν πῶς αὐτοῦ κατεπλάγησαν τὴν παῤῥησίαν ὁ δῆμος. ∆έον γὰρ ἀνατρέψαι τὸ πᾶν, παροινοῦσι μᾶλλον. Αὐτὸς δὲ καὶ τὸν νόμον ὑπαναγινώσκει, ἐπειδὴ βούλεται δεῖξαι, ὅτι οὐ διὰ τὸ φοβηθῆναι, οὐδὲ διὰ τὸ μὴ ἄξιον εἶναι ἀκοῦ 60.335 σαι, ταῦτα οὕτως εἶπεν, ἀλλὰ τῷ νόμῳ καὶ ἐνταῦθα πειθόμενος. Καὶ σφόδρα πείθομαι μὴ εἰδέναι αὐτὸν, ὅτι ἀρχιερεύς ἐστι, διὰ μακροῦ μὲν ἐπανελθόντα χρόνου, μὴ συγγινόμενον δὲ συνεχῶς Ἰουδαίοις, ὁρῶντα δὲ καὶ ἐκεῖνον ἐν τῷ μέσῳ μετὰ πολλῶν καὶ ἑτέρων· οὐκέτι γὰρ δῆλος ἦν ὁ ἀρχιερεὺς πολλῶν ὄντων καὶ διαφόρων. Οὕτω μοι καὶ τοῦτο πρὸς αὐτοὺς ἀποτείνασθαι δοκεῖ, δεικνὺς, ὅτι νόμῳ πείθεται, καὶ διὰ τοῦτο ἀπολογεῖται. Ἴδωμεν δὲ ἄνωθεν τὰ εἰρημένα. Προσευχομένου μου, φησὶν, ἐν τῷ ἱερῷ, ἐγένετο γενέσθαι με ἐν ἐκστάσει. Ἵνα δηλώσῃ, ὅτι οὐχ ἁπλῶς φαντασία ἦν, διὰ τοῦτο προσέθηκε τὸ, Προσευχομένου μου. Σπεῦσον καὶ ἔξελθε ἐν τάχει, φησὶ, διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐχὶ φοβούμενος αὐτῶν τοὺς κινδύνους ἔφυγεν, ἀλλ' ὅτι οὐκ ἐδέχοντο τὴν μαρτυρίαν αὐτοῦ. ∆ιὰ τί δὲ εἶπεν, ὅτι Αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην δεσμεύων; Οὐκ ἀντιλέγων τῷ Χριστῷ, μὴ γένοιτο· ἀλλὰ βουλόμενος μαθεῖν τὸ οὕτω παράδοξον. Πορεύου, φησὶν, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε. Ὅρα· οὐκ ἐδίδαξεν αὐτὸν ὁ Χριστὸς, τί δεῖ ποιεῖν, ἀλλ' εἶπε μόνον ἀπελθεῖν, καὶ πείθεται· τοσοῦτον ἦν καταπειθής! Καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, φησὶ, λέγοντες· Αἶρε αὐτόν· οὐ γὰρ καθῆκεν αὐτὸν ζῇν. Ὢ τῆς θρασύτητος! καὶ μὴν ὑμᾶς οὐ καθήκει ζῇν, οὐχὶ τοῦτον τὸν πάντα πειθόμενον τῷ Θεῷ. Ὦ μιαροὶ καὶ ἀνδροφόνοι. Καὶ τὰ ἱμάτια ἐκτινάσσοντες, φησὶ, κονιορτὸν ἔβαλον. Ὥστε χαλεπωτέραν γενέσθαι τὴν στάσιν τοῦτο ποιοῦσιν, ἢ καὶ φοβῆσαι βουλόμενοι τὸν ἄρχοντα. Καὶ ὅρα· οὐ λέγουσι τὴν αἰτίαν, ἐπειδὴ μηδὲν εἶχον εἰπεῖν, ἀλλὰ τῇ βοῇ καταπλήξειν οἴονται· καὶ μὴν παρὰ τῶν κατηγόρων ἐχρῆν μαθεῖν. Καὶ ὁ χιλίαρχος ἐφοβήθη, φησὶν, ἐπιγνοὺς, ὅτι Ῥωμαῖός ἐστιν. Οὐκ ἄρα ψεῦδος ἦν τὸ Ῥωμαῖον ἑαυτὸν εἶναι τὸν Παῦλον εἰπεῖν. Καὶ ἔλυσεν αὐτὸν ἀπὸ τῶν δεσμῶν, φησὶ, καὶ καταγαγὼν ἔστησεν εἰς τὸ συνέδριον. Τοῦτο ἔδει ποιῆσαι παρὰ τὴν ἀρχὴν, καὶ μήτε δῆσαι, μήτε βουληθῆναι μαστίξαι, ἀλλὰ καταλιπεῖν μηδὲν τοιοῦτό τι ποιήσαντα, ὥστε καὶ δεσμεῖσθαι. Καὶ ἔλυσεν αὐτὸν, φησὶ, καὶ καταγαγὼν εἰς αὐτοὺς ἔστησε. Τοῦτο μάλιστα ἠπόρησαν οἱ Ἰουδαῖοι. Ἀτενίσας δὲ Παῦλος τῷ συνεδρίῳ, φησὶν, εἶπεν· Ἄνδρες ἀδελφοί. Ἐνταῦθα τὴν παῤῥησίαν αὐτοῦ δείκνυσιν, τὸ ἀκατάπληκτον. Ἀλλ' ὅρα καὶ ἐκείνων τὸ ἰταμόν· ἐπήγαγε γάρ· Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας τύπτειν αὐτοῦ τὸ στόμα ἐπέταξε. ∆ιὰ τί τύπτεις; τί γὰρ εἶπεν ὑβριστικόν; Ὢ τῆς ἀναισχυντίας! ὢ τῆς θρασύτητος! Τότε ὁ Παῦλος πρὸς αὐτὸν, φησὶν, εἶπε· Τύπτειν σε μέλλει ὁ Θεὸς, τοῖχε κεκονιαμένε. Βαβαὶ τῆς παῤῥησίας! εἰς ὑπόκρισιν αὐτὸν καὶ παρανομίαν διασύρει· διὰ τοῦτο γοῦν καὶ καταστέλλεται. Καὶ αὐτὸς μὲν ἀπορῶν οὐδὲν τολμᾷ εἰπεῖν, ἀλλ' οἱ παρ' αὐτὸν, οὐκ ἐνεγκόντες αὐτοῦ τὴν παῤῥησίαν. Οὕτως εἶδον ἄνθρωπον θανατῶντα, καὶ οὐχ ὑπέμειναν. Οὐκ ᾔδειν, φησὶν, ὅτι ἀρχιερεύς ἐστιν. Ἄρα ἀγνοίας ἡ ἐπιτίμησις ἦν· εἰ γὰρ μὴ τοῦτο ἦν, κἂν λαβὼν αὐτὸν ἀπῆλθε, καὶ οὐκ ἐσίγησε, κἂν ἐξέδωκεν αὐτοῖς αὐτὸν ὁ χιλίαρχος. Ἐνταῦθα δείκνυσιν, ὅτι ἑκὼν πάσχει ἃ πάσχει· καὶ οὕτως ἀπολογεῖται πρὸς αὐτοὺς τῷ νόμῳ πειθόμενος 60.336 οὐχὶ αὐτοῖς ἐνδείξασθαι βουλόμενος· ἐπεὶ ἐκείνων καὶ κατεγνώκει σφόδρα. ∆ιὰ τὸν νόμον τοίνυν ἀπολογεῖται, ἀλλ' οὐ διὰ τὸν δῆμον· εἰκότως· τὸ γὰρ τὸν οὐδὲν ἠδικηκότα ἀναιρεῖν, καὶ ταῦτα ἀθῶον ὄντα, παράνομον ἦν. Οὐκοῦν οὐδὲ ὕβρις τὸ παρ' αὐτοῦ εἰρημένον, εἰ μὴ καὶ τὰ τοῦ Χριστοῦ ὕβριν εἴποι τις ἂν, ὅταν λέγῃ· Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι, ὅτι παρομοιάζετε τοίχοις κεκονιαμένοις. Ναὶ, φησίν· ἀλλ' εἰ πρὸ τοῦ τυπτηθῆναι εἶπεν, οὐκ ἦν θυμοῦ, ἀλλὰ παῤῥησίας. Ἀλλ' εἶπον τὴν αἰτίαν, ὅτι οὐκ ἐβούλετο καταφρονηθῆναι. Καὶ μὴν ὁ Χριστὸς πολλαχοῦ ὕβρισεν Ἰουδαίους αὐτὸς ὑβρισθεὶς, ὡς ὅταν λέγῃ· Μὴ δοκεῖτε, ὅτι ἐγὼ κατηγορήσω ὑμῶν. Ἀλλ' οὐκ ἔστι τοῦτο ὕβρις, μὴ γένοιτο. Ὅρα γοῦν, πρὸς ἐκείνους μεθ' ὅσης ἐπιεικείας διαλέγεται. Οὐκ ᾔδειν, ὅτι ἀρχιερεύς ἐστι, φησὶ, τοῦ Θεοῦ. Τοῦτο εἶπε, καὶ οὐκ ἔστη, ἀλλὰ δεικνὺς, ὅτι οὐκ εἰρωνεύεται, ἐπάγει· Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Βλέπεις, πῶς καὶ ἄρχοντα αὐτὸν ἔτι ὁμολογεῖ; Μάθωμεν τοίνυν καὶ ἡμεῖς τὴν ἐπιείκειαν, ἵνα ἐν ἑκατέροις ὦμεν ἀπηρτισμένοι. Πολλῆς γὰρ ἀκριβείας δεῖ, ὥστε μαθεῖν τί μὲν τοῦτο, τί δὲ ἐκεῖνο· ἀκριβείας δὲ δεῖ, ὅτι παρυφεστᾶσιν αὐταῖς αἱ κακίαι, τῇ μὲν παῤῥησίᾳ θρασύτης, τῇ δὲ ἐπιεικείᾳ ἀνανδρία· καὶ δέον περισκοπεῖν, μὴ τὴν κακίαν τις κατέχων, δόξῃ τὴν ἀρετὴν ἔχειν· ὥσπερ ἂν εἴ τις δοκῶν τῇ δεσποίνῃ συγγίνεσθαι, ἀγνοοίη τῇ θεραπαινίδι συνών. Τί οὖν ἐστιν ἐπιείκεια, καὶ τί ἀνανδρία; Ὅταν ἑτέροις μὲν ἀδικουμένοις μὴ ἀμύνωμεν, ἀλλὰ σιγῶμεν αὐτοὶ, τοῦτο ἀνανδρίας ἐστίν· ὅταν δὲ αὐτοὶ κακῶς πάσχοντες φέρωμεν, τοῦτο ἐπιείκεια. Τί παῤῥησία; Πάλιν τὸ αὐτὸ, ὅταν ὑπὲρ ἑτέρων ἀγωνιζώμεθα. Τί δαὶ θρασύτης; Ὅταν ὑπὲρ ἡμῶν αὐτῶν ἀμύνεσθαι βουλώμεθα. Ὥστε μεγαλοψυχία ὁμοῦ καὶ παῤῥησία, καὶ θρασύτης πάλιν καὶ ἀνανδρία. Ὁ γὰρ ὑπὲρ ἑαυτοῦ μὴ ἀλγῶν, δυσκόλως ὑπὲρ ἑτέρων ἀλγήσει· ὁ δὲ ἑαυτῷ μὴ ἀμύνων, δυσκόλως ἑτέροις οὐκ ἀμυνεῖται. Ὅταν γὰρ καθαρὸν ᾖ τὸ ἦθος ἡμῖν πάθους, δέχεται καὶ ἀρετήν. Καθάπερ καθαρὸν σῶμα πυρετοῦ δέχεται ἰσχὺν, οὕτω δὴ καὶ ἡ ψυχὴ, ἂν μὴ τοῖς πάθεσι προσδιαφθαρῇ, δέχεται ἰσχύν. Μεγάλης ἰσχύος γνώρισμά ἐστιν ἐπιείκεια· γενναίας καὶ νεανικῆς δεῖ ψυχῆς καὶ ὑψηλῆς σφόδρα τῇ ἐπιεικείᾳ. Ἢ μικρὸν οἴει τὸ παθεῖν κακῶς, καὶ μὴ ἀγριαίνειν; Καὶ οὐκ ἄν τις ἁμάρτοι τὴν κηδεμονίαν τὴν ὑπὲρ τῶν πλησίον ἀνδρείαν εἰπών· ὁ γὰρ τοσοῦτον ἰσχύσας, ὡς δυνηθῆναι τοσούτου περιγενέσθαι πάθους, ἰσχύσει καὶ ἑτέρου κατατολμῆσαι. Οἷον, δύο πάθη ἐστὶ ταῦτα, δειλία καὶ θυμός· ἂν τοῦ θυμοῦ κατάσχῃς, εὔδηλον ὅτι καὶ δειλίας· τοῦ θυμοῦ δὲ κρατεῖς, ἐπιεικὴς ὤν· οὐκοῦν καὶ τῆς δειλίας ἂν κρατήσῃς, ἔσῃ ἀνδρεῖος. Πάλιν, ἂν μὴ περιγένῃ τοῦ θυμοῦ, γέγονας θρασύς· τούτου δὲ μὴ περιγενόμενος, οὐδὲ φόβου περιγενέσθαι δύνασαι· οὐκοῦν καὶ δειλὸς ἔσῃ· καὶ ταυτὸν γίνεται, οἷον ἂν εἰ σῶμα ἀσθενὲς οὕτως εἴη καὶ δύσκρατον, ὡς πρὸς οὐδένα πόνον ἀντέχειν· τοῦτο ταχέως καὶ ὑπὸ ψυχροῦ ἁλίσκεται καὶ ὑπὸ θερμοῦ· τὸ γὰρ δύσκρατον τοιοῦτον, τὸ δὲ εὔκρατον πάντα ὑφίσταται. Πάλιν, ἔστι μεγαλοψυχία ἀρετὴ, καὶ παρυφέστηκεν αὐτῇ ἀσωτία· ἔστιν οἰκονομία ἀρετὴ καὶ τὸ οἰκονομικὸν εἶναι· παρυφέστηκεν ἡ φειδωλία καὶ ἡ μικρολογία. Φέρε οὖν πάλιν τὰς ἀρετὰς συναγάγωμεν. 60.337 Οὐκοῦν οὐ μεγαλόψυχος ὁ ἄσωτος. Πῶς; Ὁ γὰρ ὑπὸ μυρίων ἁλισκόμενος παθῶν, πῶς ἂν εἴη μέγας τὴν ψυχήν; Οὐ γὰρ χρημάτων ἐστὶ τοῦτο καταφρονεῖν, ἀλλ' ὑφ' ἑτέρων ἐπιτάττεσθαι παθῶν· ὥσπερ ἂν εἴ τις ὑπὸ λῃστῶν ἐπιτάττοιτο ἐκείνοις ὑπακούειν, οὐκ ἂν εἴη ἐλεύθερος· οὐ γὰρ ἐκ τοῦ χρημάτων καταφρονεῖν γίνεται τὸ ἀναλίσκειν, ἀλλ' ἐκ τοῦ μὴ δεόντως εἰδέναι διοικεῖν· ἐπεὶ εἴ γε ἐνῆν καὶ ἔχειν καὶ ἀπολαύειν ἐκείνων, οὕτως ἂν ἠθέλησεν. Ὁ δὲ εἰς δέον ἀναλίσκων τὰ χρήματα, οὗτός ἐστι μεγαλόψυχος· μεγάλη γὰρ ὄντως ψυχὴ ἡ μὴ πάθει δουλεύουσα, ἡ μηδὲν ἡγουμένη τὰ χρήματα εἶναι. Πάλιν, ἡ οἰκονομία καλόν· οὕτω καὶ ὁ οἰκονομικὸς ἂν εἴη ἄριστος ὁ εἰς δέον ἀναλίσκων, καὶ μὴ ἁπλῶς ἀνοικονομήτως. Ἡ δὲ φειδωλία οὐκ ἔστι ταυτόν. Ἐκεῖνος μὲν γὰρ πάντα εἰς τὸ δέον ἀναλίσκει· οὗτος δὲ, οὐδὲ ἀναγκαίας ἀπαιτούσης χρείας, τῆς οὐσίας ἅπτεται τῶν χρημάτων. Ὁ οἰκονομικὸς τοίνυν τοῦ μεγαλοψύχου γένοιτο ἂν ἀδελφός. Οὐκοῦν ὁμοῦ τὸν μεγαλόψυχον θήσομεν καὶ τὸν οἰκονομικὸν, καὶ τὸν ἄσωτον καὶ τὸν μικρολόγον· ἀμφότεροι γὰρ ἀπὸ μικροψυχίας τοῦτο πάσχουσιν, ὥσπερ οὖν κἀκεῖνοι ἀπὸ μεγαλοψυχίας. Μὴ δὴ μεγαλόψυχον καλῶμεν τὸν ἀναλίσκοντα ἁπλῶς, ἀλλὰ τὸν εἰς δέον ἀναλίσκοντα· μηδὲ τὸν οἰκονομικὸν μικρολόγον καὶ φειδωλὸν, ἀλλὰ τὸν ἀκαίρως φειδόμενον τῶν χρημάτων. Πόσα ὁ πλούσιος ἐκεῖνος ἀνάλωσεν, ἐνδιδυσκόμενος πορφύραν καὶ βύσσον; Ἀλλ' οὐκ ἦν μεγαλόψυχος· ὑπὸ γὰρ ὠμότητος κατείχετο ἡ ψυχὴ αὐτοῦ, καὶ ὑπὸ μυρίων ἡδονῶν· ἡ δὲ τοιαύτη πῶς ἂν εἴη μεγάλη; Μεγαλόψυχος ἦν ὁ Ἀβραὰμ, εἰς ὑποδοχὴν ἀναλίσκων τῶν ξένων, τὸν μόσχον κατασφάττων, καὶ ἔνθα ἐχρῆν, οὐ μόνον χρημάτων, ἀλλ' οὐδὲ τῆς ψυχῆς τῆς αὐτοῦ φειδόμενος. Ἂν τοίνυν ἴδωμέν τινα τράπεζαν παρατιθέντα πολυτελῆ, πόρνας ἔχοντα καὶ παρασίτους, μὴ μεγαλόψυχον καλέσωμεν τοῦτον, ἀλλὰ σφόδρα μικρόψυχον. Ὅρα γὰρ ὅσοις δουλεύει καὶ ὑπόκειται πάθεσι, γαστριμαργίᾳ, ἡδονῇ ἀτόπῳ, κολακείᾳ· τὸν δὲ τοσούτοις κατεχόμενον καὶ μηδὲ ἓν τούτων δυνάμενον διαφυγεῖν, πῶς ἄν τις 60.338 μεγαλόψυχον καλοίη; Ὥστε αὐτὸν τότε μάλιστα καλέσομεν μικρόψυχον, ὅταν μάλιστα ἀναλίσκῃ· ὅσῳ γὰρ ἂν μειζόνως ἀναλίσκῃ, τοσούτῳ δηλοῖ τὴν τυραννίδα τῶν παθῶν ἐκείνων· εἰ γὰρ μὴ σφόδρα αὐτοῦ ἐκράτουν, οὐκ ἂν σφόδρα ἀνάλωσε. Πάλιν ἂν ἴδωμέν τινα τούτων μὲν μηδενὶ μηδὲν παρέχοντα, πένητας δὲ τρέφοντα καὶ τοῖς δεομένοις ἐπικουροῦντα, αὐτὸν δὲ τράπεζαν ἔχοντα εὐτελῆ, τοῦτον σφόδρα καλῶμεν μεγαλόψυχον· μεγάλης γὰρ ὄντως ψυχῆς, τῆς μὲν οἰκείας καταφρονεῖν ἀναπαύσεως, τῆς δὲ ἑτέρων φροντίζειν. Εἰπὲ γάρ μοι, εἴ τινα ἴδοις, τῶν μὲν τυράννων καταφρονοῦντα πάντων, καὶ οὐδὲν ἡγούμενον τὰ ἐκείνων ἐπιτάγματα, τοὺς δὲ ὑπ' ἐκείνων τυραννουμένους ἐξέλκοντα καὶ τοὺς κακῶς πάσχοντας· ἆρα οὐκ ἂν μέγα ἡγήσαιο τοῦτο; Τοῦτο δὴ κἀνταῦθα λογιζώμεθα. Τύραννός ἐστι τὰ πάθη· ἐὰν οὖν καταφρονήσωμεν αὐτῶν, μεγάλοι ἐσόμεθα· ἂν δὲ καὶ ἑτέρους ἐξελκύσωμεν, πολλῷ μείζους· εἰκότως. Οἱ γὰρ οὐχ ἑαυτοῖς ἀρκοῦντες μόνον, ἀλλὰ καὶ ἑτέροις, μείζους τῶν μηδέτερον ποιούντων. Ἂν δὲ ἐπιταττόμενός τις ὑπὸ τυράννου τὸν μὲν τῶν ὑπηκόων τύπτῃ, τὸν δὲ ἕλκῃ, ἄλλον δὲ ὑβρίζῃ, ἆρα τοῦτο μεγαλοψυχίας ἐροῦμεν; Οὐ δῆτα· καὶ τοσούτῳ πλέον, ὅσῳ ἂν μέγας ᾖ. Οὕτω καὶ ἐφ' ἡμῶν· νῦν μὲν γὰρ πρόκειται ἡ ψυχὴ εὐγενής τις οὖσα καὶ ἐλευθέρα· ταύτην δὲ ὁ ἄσωτος τύπτεσθαι ἐκέλευσεν ὑπὸ τῶν παθῶν· τὸν οὖν ἑαυτὸν τύπτοντα, τοῦτον μεγαλόψυχον φήσομεν; Οὐδαμῶς. Οὐκοῦν μάθωμεν τίς μὲν ἡ μεγαλοψυχία, τίς δὲ ἡ ἀσωτία, τίς ἡ οἰκονομία καὶ τίς ἡ μικρολογία, τίς ἡ ἐπιείκεια καὶ ἀνανδρία, τίς παῤῥησία καὶ τίς θρασύτης· ἵνα ταῦτα ἀπ' ἀλλήλων διελόντες, δυνηθῶμεν εὐαρέστως τῷ Κυρίῳ τὸν παρόντα βίον διαγαγεῖν, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΜΘʹ
Γνοὺς δὲ ὁ Παῦλος, ὅτι τὸ ἓν μέρος ἐστὶ Σαδδουκαίων· τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραξεν ἐν τῷ συνεδρίῳ· Ἄνδρες ἀδελφοὶ, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι. Ταῦτα δὲ αὐτοῦ λαλήσαντος, ἐγένετο στάσις τῶν Σαδδουκαίων καὶ Φαρισαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. Σαδδουκαῖοι μὲν γὰρ λέγουσι, μὴ εἶναι ἀνάστασιν, μηδὲ ἄγγελον, μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολογοῦσι τὰ ἀμφότερα.
αʹ. Πάλιν ἀνθρωπίνως διαλέγεται, καὶ οὐ πανταχοῦ τῆς χάριτος ἀπολαύει, ἀλλὰ καὶ παρ' ἑαυτοῦ τι συγχωρεῖται εἰσφέρειν· ὃ δὴ καὶ ποιεῖ, καὶ ἐν τούτῳ καὶ ἐν τῷ μετὰ ταῦτα ἀπολογεῖται, βουλόμενος σχίσαι τὸ πλῆθος τὸ κακῶς ὁμονοοῦν κατ' αὐτοῦ. Καὶ οὐ ψεύδεται οὐδὲ ἐνταῦθα, Φαρισαῖον ἑαυτὸν λέγων· Φαρισαῖος γὰρ ἦν ἐκ προγόνων. ∆ιὰ τοῦτο καὶ οὕτως ἀπολογεῖται· Φαρισαῖος ἐγώ εἰμι, υἱὸς Φαρισαίου, καὶ περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι. Ἐπειδὴ γὰρ ἐκεῖνοι οὐκ ἐβούλοντο εἰπεῖν διὰ τί κρίνουσιν αὐτὸν, ἀναγκάζεται λοιπὸν αὐτὸς ἐξειπεῖν. Φαρισαῖοι δὲ, φη 60.338 σὶν, ὁμολογοῦσι τὰ ἀμφότερα. Καὶ μὴν τρία ἐστί· πῶς οὖν λέγει Ἀμφότερα; Ἢ ὅτι πνεῦμα καὶ ἄγγελος ἕν ἐστιν, ἢ ὅτι οὐ μόνον ἡ λέξις περὶ δύο, ἀλλὰ καὶ περὶ τριῶν λαμβάνεται. Καταχρηστικῶς οὖν οὕτως εἶπε, καὶ οὐ κυριολογῶν. Καὶ ὅρα· ὅτε μετ' αὐτῶν ἔστη, τότε ἀπολογοῦνται ὑπὲρ αὐτοῦ. Ἐγένετο γὰρ, φησὶ, κραυγὴ μεγάλη· καὶ ἀναστάντες τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων, διεμάχοντο λέγοντες· Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ. Εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, μὴ θεομαχῶμεν. Καὶ διὰ τί μὴ πρὸ τούτου ὑπὲρ αὐτοῦ ἀπελογήσαντο; Ὅτι αὐτοῖς οὔπω συνεμίγνυτο, οὐδὲ δῆλον ἦν, πρὶν ἀπολογήσεται, Φαρισαῖος ἄνωθεν ὤν. Ὁρᾷς, ὅταν τὰ πάθη ὑποχωρήσῃ, πῶς ἡ ἀλήθεια εὑρίσκεται; Ὃ δὲ λέγουσι, τοῦτό ἐστι· ποῖον ἔγκλημα, εἰ ἄγγελος αὐτῷ ἐλάλησεν, εἰ πνεῦμα, καὶ ὑπ' αὐτοῦ κατηχηθεὶς, οὕτω τὰ περὶ ἀναστάσεως ἐκδιδάσκει; Οὐκοῦν αὐτοῦ ἀποστῶμεν, μὴ αὐτῷ πολεμοῦντες καὶ θεομάχοι εὑρεθῶμεν. Ὅρα συνετῶς αὐτοὺς ὑπεραπολογουμένους, καὶ τὸν Παῦλον οὐδεμίαν αὐτοῖς διδόντα λαβήν. Πολλῆς δὲ γενομένης στάσεως, φοβηθεὶς ὁ χιλίαρχος, μὴ διασπασθῇ ὁ 60.339 Παῦλος ὑπ' αὐτῶν, ἐκέλευσε τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἀγαγεῖν τε εἰς τὴν παρεμβολήν. Φοβεῖται λοιπὸν ὁ χιλίαρχος, μὴ διασπασθῇ, ἐπειδὴ εἶπεν, ὅτι Ῥωμαῖός ἐστιν· ὅθεν καὶ οὐκ ἀκίνδυνον ἦν τὸ πρᾶγμα. Ὁρᾷς, ὅτι δικαίως ὡμολόγησεν ἑαυτὸν Ῥωμαῖον εἶναι; ἦ γὰρ ἂν οὐδὲ νῦν ἐφοβήθη. Καὶ τὸ μὲν στράτευμα λοιπὸν ἁρπάζει αὐτόν. Ὡς δὲ εἶδον οἱ μιαροὶ πάντα ἀνήνυτα, δι' ἑαυτῶν τὸ πᾶν ποιοῦσι, βουληθέντες μὲν καὶ πρὸ τούτου, κωλυθέντες δέ· οὕτως οὐδαμοῦ ἵσταται ἡ κακία τοσούτοις ἐγκοπτομένη· καίτοι πόσα ᾠκονομήθη, ὥστε καὶ τοῦ θυμοῦ καθυφεῖναι, καὶ μαθεῖν δι' ὧν ἐδύναντο ἀνενεγκεῖν. Ἀλλ' οὐδὲν ἧττον ἐφίστανται. Ἱκανὴ γοῦν ἐκείνη ἡ ἀπολογία, τὸ μέλλοντα διασπᾶσθαι τὸν ἄνθρωπον ἁρπάζεσθαι, καὶ τοσούτους κινδύνους διαφυγεῖν· Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος, εἶπε· Θάρσει· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλὴμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι. Γενομένης δὲ ἡμέρας, ποιήσαντες οἱ Ἰουδαῖοι συστροφὴν, ἀνεθεμάτισαν ἑαυτοὺς μὴ φαγεῖν μηδὲ πιεῖν, ἕως οὗ ἀνέλωσι τὸν Παῦλον. Ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν πεποιηκότες. Ἀνεθεμάτισαν ἑαυτοὺς, φησίν. Ὁρᾷς πῶς εἰσι σφοδροὶ καὶ ἀμυντικοὶ περὶ τὴν κακίαν; Τί ἐστιν, Ἀνεθεμάτισαν; Ἀντὶ τοῦ, Ἔξω εἶναι τῆς εἰς Θεὸν πίστεως εἶπον, εἰ μὴ τὸ δόξαν κατὰ Παύλου ποιήσαιεν. Ἄρα διαπαντός εἰσιν ἀνατεθεματισμένοι ἐκεῖνοι· οὐ γὰρ ἀπέκτειναν τὸν Παῦλον. Καὶ τεσσαράκοντα ὁμοῦ συνέρχονται. Τοιοῦτον γὰρ τὸ ἔθνος, ὅταν μὲν ἐπὶ ἀγαθῷ δέῃ συμφωνῆσαι, οὐδὲ δύο συντρέχουσιν· ὅταν δὲ ἐπὶ κακῷ, δῆμος ὁλόκληρος. Καὶ λαμβάνουσι κοινωνοὺς καὶ τοὺς ἄρχοντας· διὸ καὶ τοῦτο δηλῶν ἐπήγαγεν· Οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις εἶπον· Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι, ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. Νῦν οὖν ὑμεῖς ἐμφανίσατε ἑαυτοὺς τῷ χιλιάρχῳ ἐν τῷ συνεδρίῳ, ὅπως αὐτὸν καταγάγῃ πρὸς ὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ, πρὸ τοῦ ἐγγίσαι αὐτὸν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν. Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὸ ἔνεδρον, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν, ἀπήγγειλε τῷ Παύλῳ. Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων, ἔφη· Τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς τὸν χιλίαρχον· ἔχει γάρ τι ἀπαγγεῖλαι αὐτῷ. Ὁ μὲν οὖν παραλαβὼν αὐτὸν, ἤγαγε πρὸς τὸν χιλίαρχον. Πάλιν δι' ἀνθρωπίνης σώζεται προμηθείας. Καὶ ὅρα· ὁ Παῦλος οὐδένα ἀφίησι μαθεῖν, οὐδὲ τὸν ἑκατόνταρχον, ὥστε μὴ τὸ πρᾶγμα γενέσθαι διάδηλον. Καὶ ἐλθὼν ὁ ἑκατόνταρχος, ἀνήγγειλε τῷ χιλιάρχῳ, λέγων· Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με, ἠρώτησε τοῦτον τὸν νεανίαν ἀγαγεῖν πρὸς σὲ, ἔχοντά τι λαλῆσαί σοι. Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ' ἰδίαν, ἐπυνθάνετο· Τί ἐστιν, ὃ ἔχεις ἀπαγγεῖλαί μοι; Εἶπε δὲ, ὅτι Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον ὡς μελλόντων τι ἀκριβέστερον πυνθάνεσθαι παρ' αὐτοῦ. Σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσι γὰρ ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαρά 60.340 κοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν, ἕως οὗ ἀνέλωσι τὸν Παῦλον· καὶ νῦν ἕτοιμοί εἰσι προσδεχόμενοι τὴν παρὰ σοῦ ἐπαγγελίαν. Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίαν, παραγγείλας μηδενὶ ἐκλαλῆσαι, ὅτι ἐνεφάνισας ταῦτα πρός με.
βʹ. Καλῶς ὁ χιλίαρχος κελεύει κρύψαι, ὥστε μὴ γενέσθαι δῆλον. Καὶ τότε λέγει τοῖς ἑκατοντάρχοις, ὅτε καὶ γενέσθαι ἐχρῆν· καὶ πέμπεται λοιπὸν ἐν Καισαρείᾳ, ἵνα κἀκεῖ διαλεχθῇ ἐπὶ μείζονος θεάτρου καὶ λαμπροτέρου τοῦ ἀκροατηρίου· ἵνα μὴ ἔχωσι λέγειν οἱ Ἰουδαῖοι, ὅτι εἰ εἴδομεν Παῦλον, ἐπιστεύσαμεν ἂν, εἰ ἠκούσαμεν αὐτοῦ διδάσκοντος. Καὶ αὕτη οὖν αὐτοῖς ἐντεῦθεν ἡ ἀπολογία ἐκκόπτεται. Καὶ ἐπιστὰς, φησὶν, ὁ Κύριος εἶπεν αὐτῷ· Θάρσει· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλὴμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι. Ὅρα, καὶ μετὰ τὸ φανῆναι, πᾶλιν ἀφίησιν αὐτὸν ἀνθρωπίνως σωθῆναι. Καὶ ἄξιον ἐκπλαγῆναι τὸν Παῦλον, πῶς οὐκ ἐθορυβήθη, οὐδὲ εἶπε· Τί δὴ τοῦτό ἐστιν; ἆρα μὴ ἠπάτημαι παρὰ τοῦ Χριστοῦ; Ἀλλ' οὐδὲν τοιοῦτον ἐνενόησεν, οὐδὲ ἔπαθεν, ἀλλὰ μόνον ἐπίστευσεν· οὐ μὴν ἐπειδὴ ἐπίστευσεν, ὕπνωσεν, ἀλλὰ τὰ ἐνόντα ἐξ ἀνθρωπίνης σοφίας συνιδεῖν οὐ προῆκε. Καὶ σκόπει πῶς ἀνάγκην τινὰ ἑαυτοῖς ἐκεῖνοι περιέθηκαν διὰ τοῦ ἀναθεματισμοῦ. Ἰδοὺ νηστεία ἀνδροφονίας μήτηρ. Καθάπερ ὁ Ἡρώδης ἀνάγκην τὴν ἀπὸ τοῦ ὅρκου ἑαυτῷ ἐπέθηκεν· οὕτω δὴ καὶ οὗτοι. Τοιαῦτα γὰρ τὰ διαβολικὰ θήρατρα· προσχήματι δῆθεν εὐλαβείας τὰς παγίδας τίθησι. Καὶ μὴν ἐχρῆν προσελθεῖν, ἐχρῆν αἰτιάσασθαι, δικαστήριον συγκροτῆσαι· ταῦτα γὰρ οὐχ ἱερέων, ἀλλὰ λῃστάρχων, ταῦτα οὐκ ἀρχόντων, ἀλλὰ λυμεώνων. Καὶ ὅρα κακίας ὑπερβολήν. Οὐ μόνον ἀλλήλους διαφθείραντες ἀρκοῦνται, ἀλλὰ καὶ τὸν ἄρχοντα συνδιαφθεῖραι ἐπιχειροῦσι· διὰ τοῦτο ᾠκονομήθη ὥστε κἀκεῖνον μαθεῖν αὐτῶν τὴν ἐπιβουλήν. Αὐτοὶ δὲ οὐ μόνον ἐκ τοῦ μηδὲν ἔχειν εἰπεῖν, ἀλλὰ καὶ ἐκ τοῦ λάθρα ἐπιχειρεῖν ἤλεγξαν ἑαυτοὺς οὐδὲν ὄντας. Εἰκὸς δὲ καὶ μετὰ τὸ ἀποσταλῆναι αὐτὸν, προσελθεῖν τοὺς ἀρχιερεῖς αἰτοῦντας, καὶ καταισχυνθῆναι ἀπράκτους ἀπολυθέντας. Εἰκότως δὲ τοῦτο ποιεῖ ὁ χιλίαρχος· οὐ γὰρ δὴ ἐβούλετο οὔτε χαρίσασθαι οὔτε ἐπινεῦσαι. Καὶ πῶς, φησὶν, ἐπίστευσεν ἀληθῆ εἶναι τὰ ἐπαγγελθέντα παρὰ τοῦ νεανίου; Ἐκ τῶν ἤδη γενομένων ἐστοχάσατο, ὅτι καὶ τοῦτο εἰκὸς ἦν αὐτοὺς ποιῆσαι. Καὶ ὅρα τὴν κακουργίαν· ὥσπερ ἀνάγκην καὶ τοῖς ἀρχιερεῦσιν ἐπέστησαν. Καὶ μὴ θαυμάσῃς· εἰ γὰρ τοσοῦτον εἵλοντο αὐτοὶ, καὶ τὸν κίνδυνον ἀνεδέξαντο πάντα, πολλῷ μᾶλλον καὶ ἐκείνους τοῦτο ποιῆσαι εἰκὸς ἦν. Ὁρᾷς, πῶς διὰ τῆς ψήφου τῶν ἔξω ἀθῶος γίνεται ὁ Παῦλος, ὡς καὶ ὁ Χριστὸς παρὰ Πιλάτου; Ἀλλ' ὅρα καὶ τὴν κακίαν ὑφ' ἑαυτῆς ἀναιρουμένην. Παρέδωκαν μὲν γὰρ αὐτὸν, ὥστε καὶ ἀνελεῖν καὶ καταδικάσαι· γίνεται δὲ τοὐναντίον, καὶ σώζεται, καὶ ἀθῶος εὑρίσκεται. Εἰ γὰρ μὴ οὕτω, κἂν διεσπάσθη· εἰ μὴ οὕτω, κἂν ἀπώλετο, κἂν κατεδικάσθη. Οὐ μόνον δὲ ἐκείνης αὐτὸν τῆς ὁρμῆς ἐξαιρεῖται ὁ χιλίαρχος, ἀλλὰ καὶ ὑπηρέτης αὐτῷ γίνεται, ὥστε ἀκινδύνως διασωθῆναι μετὰ τοσαύτης παρατάξεως· καὶ ὅπως, ἄκουε· ἐπάγει γάρ· Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν ἑκατοντάρχων, εἶπε· Ἑτοιμάσατέ μοι στρατιώτας διακοσίους, ὅπως πορευθῶσιν εἰς Καισάρειαν, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακο 60.341 σίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτὸς, κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον, ἀγάγωσι πρὸς Φήλικα τὸν ἡγεμόνα· γράψας ἐπιστολὴν, περιέχουσαν τὸν τύπον τοῦτον· Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. Τὸν ἄνδρα τοῦτον συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ' αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλόμην μαθὼν, ὅτι Ῥωμαῖός ἐστι· βουλόμενος δὲ γνῶναι τὴν αἰτίαν, δι' ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν. Ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν ἄξιον θανάτου ἢ δεσμῶν ἔγκλημα ἔχοντα. Μηνυθείσης δέ μοι ἐπιβουλῆς μέλλειν ἔσεσθαι εἰς τὸν ἄνδρα ὑπὸ τῶν Ἰουδαίων ἐξ αὐτῶν, ἔπεμψα πρὸς σὲ, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰ πρὸς αὐτὸν ἐπὶ σοῦ. Ἔῤῥωσο· Ὅρα καὶ τὴν ἐπιστολὴν ἀπολογίαν ἔχουσαν μὲν ὑπὲρ αὐτοῦ (Οὐδὲν γὰρ, φησὶν, εὗρον ἄξιον θανάτου ἔγκλημα ἔχοντα), κατηγορίαν δὲ κατ' ἐκείνων ἢ κατὰ τούτου· οὕτως ἐθανάτων. Καὶ πρῶτον μέν φησιν, ὅτι Μέλλοντα ἀναιρεῖσθαι ὑπὸ τῶν Ἰουδαίων ἐξειλόμην· εἶτα προστίθησιν, ὅτι Καὶ κατήγαγον αὐτὸν πρὸς αὐτούς· καὶ οὐδ' οὕτως εὗρόν τι ἐγκαλέσαι ἐκεῖνοι· καὶ δέον ὑπὲρ τοῦ προτέρου καταπλαγῆναι καὶ καταισχυνθῆναι, πάλιν ἐπιχειροῦσιν ἀνελεῖν, ὥστε πάλιν λαμπρότερον γενέσθαι τὸν ὑπὲρ αὐτοῦ λόγον. Καὶ τί δήποτε τοὺς κατηγόρους πέμπει; Ἵνα ἐν τῷ δικαστηρίῳ, ἔνθα ταῦτα ἀκριβέστερον γυμνάζεται, ἀθῶος γένηται. Ἴδωμεν τοίνυν ἄνωθεν τὰ εἰρημένα. Ἐγὼ, φησὶ, Φαρισαῖός εἰμι. Τοῦτο εἶπεν, ὥστε αὐτοὺς ἐπισπάσασθαι. Εἶτα ἵνα μὴ δόξῃ κολακεύειν, ἐπάγει· Περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι. Ἀπὸ τῆς κατηγορίας αὐτῶν καὶ τῆς διαβολῆς συνίστησιν ἑαυτόν· Σαδδουκαῖοι μὲν γὰρ λέγουσι μὴ εἶναι ἄγγελον, μήτε πνεῦμα. Οὐδὲν ἀσώματον ἴσασι Σαδδουκαῖοι, τάχα οὐδὲ τὸν Θεὸν, παχεῖς τινες ὄντες· ὅθεν οὐδὲ ἀνάστασιν βούλονται εἶναι πιστεύειν. Καὶ ἀναστάντες, φησὶ, γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίων, διεμάχοντο λέγοντες· Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ.
γʹ. Ὅρα· ἀκούει καὶ ὁ χιλίαρχος, ὅτι αὐτὸν ἀπήλλαξαν ἐγκλημάτων οἱ Φαρισαῖοι, καὶ ἐψηφίσατο ὑπὲρ αὐτοῦ, καὶ μετὰ πλείονος παῤῥησίας ἁρπάζει αὐτόν. Καὶ αὐτὰ δὲ εἰρημένα Παύλῳ φιλοσοφίας ἔγεμε. Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπε· Θάρσει, Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλὴμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι. Ὅρα πόση ἡ παράκλησις· πρῶτον αὐτὸν ἐπαινεῖ, εἶτα οὐκ ἀφίησιν οὐδὲ τὸ ἄδηλον τῆς ἀποδημίας φοβηθῆναι τῆς ἐπὶ Ῥώμην· ὡς εἰ ἔλεγεν· Οὐκ ἀπελεύσῃ μόνον κακεῖ, ἀλλὰ καὶ τοσαύτῃ χρήσῃ παῤῥησίᾳ. Ἐντεῦθεν οὐχ ὅτι σωθήσεται ἐδηλοῦτο, ἀλλ' ὅτι καὶ ἐπὶ μεγάλοις μαρτυρήσει στεφάνοις ἐν τῇ μεγάλῃ πόλει. ∆ιὰ τί δὲ οὐ πρὶν ἢ ἐμπεσεῖν εἰς τὸν κίνδυνον, ἐφάνη αὐτῷ; Ὅτι ἀεὶ ἐν ταῖς θλίψεσι παρακαλεῖ ὁ Θεὸς (τότε γὰρ ποθεινότερος φαίνεται), καὶ ἐν τοῖς κινδύνοις ἐγγυμνάζει ἡμᾶς. Ἄλλως δὲ τότε μὲν ἐν ἀνέσει ἦν, ἀφεθεὶς τῶν δεσμῶν· νῦν δὲ ἔμελλεν αὐτὸν διαδέχεσθαι δεινά. Ὅτι ἀνεθεματίσαμεν ἑαυτοὺς, φησὶ, μὴ φαγεῖν μηδὲ πιεῖν. Βαβαὶ, πόση μανία! ἑαυτοὺς τῷ ἀναθέματι ὑποβάλλουσιν ἀλογίστως. Ὅπως καταγάγῃ αὐτὸν, φησὶ, πρὸς ὑμᾶς, ὡς μέλλοντας ἀκριβέστερον διαγινώσκειν τὰ περὶ αὐτοῦ. Τί λέγεις; οὐχὶ δεύτερον πρὸς ὑμᾶς ἐδημηγόρησεν; 60.342 οὐχὶ Φαρισαῖον ἑαυτὸν εἶπε; τί οὖν τὸ περιττὸν, Οὕτως οὐδὲν ἐφοβοῦντο, οὐ δικαστήρια, οὐ νόμους· οὕτως οὐδὲν αὐτοῖς ἀτόλμητον ἦν. Καὶ τὴν γνώμην εἰσηγοῦνται, καὶ τὴν πρᾶξιν ἐπαγγέλλονται. Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὸ ἔνεδρον. Τοῦτο τῆς τοῦ Θεοῦ οἰκονομίας ἦν λοιπὸν, τὸ μὴ συνιδεῖν αὐτοὺς ὅτι ἀκούσεται. Τί οὖν ὁ Παῦλος; Οὐκ ἐθορυβήθη, ἀλλὰ συνεῖδεν, ὅτι Θεοῦ ἐστιν ἔργον τοῦτο· καὶ τὸ πᾶν ἐπ' αὐτὸν ῥίψας, εἶχεν ἐξ ἔργου τὴν σωτηρίαν. Καὶ σκόπει πῶς εἰς ἀγαθὸν πάντα ὁ Θεὸς ᾠκονόμησεν. Εἶπεν ὁ νεανίας τὴν ἐπιβουλὴν, ἐπιστεύθη, καὶ οὕτω λοιπὸν διασώζεται Παῦλος. Καὶ εἰ ἀφέθη, φησὶ, τῆς αἰτίας, διὰ τί τοὺς κατηγόρους ἔπεμψαν; Ὥστε ἀκριβεστέραν γενέσθαι τὴν ἐξέτασιν· ὥστε μᾶλλον καθαρθῆναι τὸν ἄνδρα. Τοιαῦται αἱ τοῦ Θεοῦ οἰκονομίαι· δι' ὧν βλαπτόμεθα, διὰ τούτων ὠφελούμεθα. Οὕτω καὶ Ἰωσὴφ ἐπεβουλεύετο ὑπὸ τῆς δεσποίνης· καὶ ἐδόκει μὲν ἐπιβουλεύειν, ἐπιβουλεύουσα δὲ ἐν ἀσφαλείᾳ κατέστησεν αὐτόν· τῆς γὰρ οἰκίας, ἔνθα τὸ θηρίον ἐκεῖνο ἐτρέφετο, πολλῷ τὸ δεσμωτήριον ἡμερώτερον ἦν. Ἐκεῖ μὲν γὰρ ὢν, εἰ καὶ ἐν θεραπείᾳ ἦν, ἀλλ' ἐν φόβῳ διηνεκεῖ, μή ποτε ἐπίθηται ἡ δέσποινα, καὶ δεσμωτηρίου χαλεπώτερον ὁ φόβος αὐτῷ ἐπέκειτο· μετὰ δὲ τὴν κατηγορίαν ἐν ἀδείᾳ λοιπὸν καὶ ἡσυχίᾳ ἦν, ἀπαλλαγεὶς ἐκείνου τοῦ θηρίου καὶ τῆς ἀσχημοσύνης καὶ τῆς ἐπιβουλῆς· βέλτιον γὰρ αὐτῷ ἦν τεταλαιπωρημένοις ἀνθρώποις συνεῖναι, ἢ μαινομένῃ δεσποίνῃ. Ἐνταῦθα μὲν οὖν παρεμυθεῖτο ἑαυτὸν, ὅτι διὰ σωφροσύνην ἐνέπεσεν· ἐκεῖ δὲ ἐδεδοίκει, μὴ περὶ τὴν ψυχὴν λάβῃ τὴν πληγήν· οὐδὲν γὰρ ἐπαχθέστερον ἐρωμένης νέῳ μὴ βουλομένῳ, οὐδὲν ἐναγέστερον, οὐδὲν βαρύτερον· πάντων δεσμῶν τοῦτο χαλεπώτερον. Ὥστε οὐκ εἰς δεσμωτήριον ἐνέπεσεν, ἀλλὰ δεσμωτηρίου ἀπηλλάγη· ἐξεπολέμωσεν αὐτῷ τὸν δεσπότην, ἀλλὰ κατήλλαξε τὸν Θεὸν, οἰκειότερον αὐτὸν κατέστησε τῷ ὄντως ∆εσπότῃ τῷ ἀληθινῷ· ἐξέβαλε τῆς ἐπιστασίας τῆς ἐν τῇ οἰκίᾳ, ἀλλ' ᾠκείωσε τῷ ∆εσπότῃ· Πάλιν οἱ ἀδελφοὶ ἐπώλησαν, ἀλλ' ἀπήλλαξαν αὐτὸν συνοικούντων ἐχθρῶν, φθόνου καὶ βασκανίας πολλῆς, ἐπιβουλῆς καθημερινῆς, μακρὰν κατέστησαν αὐτὸν τῶν μισούντων. Τί γὰρ τούτου χεῖρον, ὅταν τις ἀδελφοῖς φθονοῦσι συνοικεῖν ἀναγκάζηται, ὅταν δι' ὑποψίας ᾖ, ὅταν ἐπιβουλεύηται; Ὥστε ἕτερα μὲν ἐποίουν καὶ οὗτοι κἀκείνη, ἕτερα δὲ ᾠκονομεῖτο ὑπὲρ τοῦ δικαίου μεγάλα. Ὅτε ἦν ἐν τιμῇ, τότε ἦν ἐν κινδύνῳ· ὅτε ἦν ἐν ἀτιμίᾳ, τότε ἦν ἐν ἀσφαλείᾳ· οὐκ ἐμνημόνευον αὐτοῦ οἱ εὐνοῦχοι· καὶ καλῶς, ἵνα λαμπροτέρα γένηται τῆς ἐξόδου ἡ ὑπόθεσις· ἵνα μὴ χάριτι ἀνθρωπίνῃ, ἀλλ' οἰκονομίᾳ θείᾳ τὸ πᾶν λογίζηται· ἵνα εὐκαίρως εἰς χρείαν καταστὰς ἐξαγάγῃ· ἵνα μὴ εὐεργετῶν, ἀλλ' εὐεργετούμενος αὐτὸν ἐκβάλῃ τοῦ δεσμωτηρίου ὁ Φαραώ. Οὐκ ἔδει δοῦλον γενέσθαι τὸ δῶρον, ἀλλ' εἰς ἀνάγκην καταστῆναι τὸν βασιλέα· ἔδει φανερὰν αὐτοῦ γενέσθαι τὴν σοφίαν. ∆ιὰ τοῦτο λανθάνει ὁ εὐνοῦχος, ἵνα μὴ λάθῃ Αἴγυπτος, ἵνα μὴ ἀγνοήσῃ αὐτὸν ὁ βασιλεύς. Εἰ τότε ἐξηνέχθη, ἴσως ἂν καὶ ἐπεθύμησεν ἀπελθεῖν εἰς τὴν αὐτοῦ· διὰ τοῦτο μυρίαις ἀνάγκαις κατέχεται, πρῶτον τῇ δεσποτείᾳ, δεύτερον τῷ δεσμωτηρίῳ, τρίτον ἐν τῇ βασιλείᾳ, ἵνα ταῦτα οἰκονομηθῇ. Καθάπερ οὖν τινα γενναῖον πῶλον ἐκπηδῆσαι βουλόμενον πρὸς τοὺς αὐτοῦ, κατεῖχεν ὁ Θεὸς ἐκεῖ δι' αἰτιῶν ἐνδόξων. Ὅτι γὰρ ἐπεθύμει τὸν πατέρα ἰδεῖν καὶ ἀπαλλάξαι τῆς ὀδύνης, δῆλον ἐκ τοῦ καλέσαι αὐτὸν ἐκεῖ.
δʹ. Βούλεσθε καὶ ἑτέρας ἴδωμεν ἐπιβουλὰς, ὅτι ὑπὲρ 60.343 ἡμῶν γίνονται, οὐ μόνον τῷ μισθὸν ἔχειν, ἀλλὰ καὶ τῷ ἐν αὐτῷ τῷ καιρῷ τὰ ὑπὲρ ἡμῶν ποιεῖν; Ἐπεβούλευσε τῷ τούτου πατρὶ ὁ θεῖος ὁ τούτου, καὶ τῆς πατρίδος ἐξήλασε· τί οὖν; Καὶ αὐτὸς μακρὰν τοῦ κινδύνου αὐτὸν κατέστησεν· ἐν ἀσφαλείᾳ γὰρ καὶ αὐτὸς γέγονεν· ἐποίησε φιλοσοφώτερον, ἐποίησεν ἰδεῖν τὸ ὄναρ. Ἀλλ' ἐδούλευσεν ἐν ἀλλοτρίᾳ; Ἀλλὰ παρὰ τοῖς αὐτοῦ ἀπελθὼν λαμβάνει νύμφην, καὶ ἄξιος φαίνεται τῷ κηδεστῇ. Ἀλλ' ἠπάτησε κἀκεῖνος; Ἀλλὰ καὶ τοῦτο εἰς ἀγαθὸν γέγονεν, ἵνα πολλῶν παίδων γένηται πατήρ. Ἀλλ' ἐβουλήθη ἐπιβουλεῦσαι; Ἀλλὰ καὶ τοῦτο εἰς ἀγαθὸν, ἵνα εἰς τὴν αὐτοῦ λοιπὸν ἐπανέλθῃ· εἰ γὰρ ἦν ἐν εὐπραγίᾳ, οὐκ ἂν οὕτως ἐπεθύμει τῆς ἑαυτοῦ. Ἀλλ' ἀφεῖλε τὸν μισθόν; Ἀλλὰ πλεῖον γέγονεν. Οὕτω πανταχοῦ ὅσῳ ἐπεβουλεύοντο, τοσούτῳ τὰ τούτων ἤνθει. Εἰ μὴ τὴν πρεσβυτέραν ἔλαβεν, οὐκ ἂν ταχέως ἐγένετο τοσούτων παίδων πατὴρ, ἀλλ' ἐν ἀπαιδίᾳ πολὺν ἂν εἵλκυσε χρόνον, καὶ ἐπένθησεν ἂν καθάπερ καὶ ἡ γυνή. Ἐκείνη μὲν γὰρ εἰκότως ἐπένθει, ἅτε μὴ γενομένη μήτηρ· οὗτος δὲ ἔχει παραμυθίαν· ὅθεν αὐτὴν καὶ διακρούεται. Πάλιν εἰ μὴ αὐτὸν ἀπεστέρησε τῶν μισθῶν, οὐκ ἂν ἐπεθύμησεν ἰδεῖν τὴν αὐτοῦ, οὐκ ἂν ἐφάνη ἡ φιλοσοφία τοῦ ἀνδρὸς, οὐκ ἂν μᾶλλον ᾠκειώθησαν αὐτῷ. Ὅρα γὰρ τί φασι· Καταβρώσει κατέφαγεν ἡμᾶς καὶ τὸ ἀργύριον ἡμῶν. Ὥστε τοῦ φίλτρου τοῦτο γέγονεν αἴτιον. ∆ούλας εἶχε λοιπὸν ἀντὶ γυναικῶν, καὶ ἐφιλεῖτο παρ' αὐτῶν, οὗ οὐδὲν ἴσον κτῆμα γένοιτο ἄν· οὐδὲν γὰρ, οὐδὲν τοῦ οὕτω φιλεῖσθαι παρὰ γυναικὸς καὶ φιλεῖν τιμιώτερον. Καὶ γυνὴ, φησὶν, ἀνδρὶ συμπεριφερομένη. Ἓν τοῦτο τῶν μακαριστῶν τίθησιν ὁ σοφός· τούτου γὰρ ὄντος πᾶς πλοῦτος, πᾶσα εὐπραγία περίεστιν· ὥσπερ οὖν μὴ ὄντος, τῶν ἄλλων οὐδὲν ὄφελος, ἀλλὰ πάντα ἀνατέτραπται, καὶ ἀηδίας ἐστὶ μεστὰ καὶ συγχύσεως. Οὐκοῦν καὶ ἡμεῖς τοῦτο πρὸ πάντων ζητῶμεν. Ὁ χρήματα ζητῶν, οὐ ζητεῖ τοῦτο. Ταῦτα ζητῶμεν, ἃ δύναται πάγια εἶναι. 60.344 Μὴ γάμον ζητῶμεν ἀπὸ εὐπόρων, ἵνα μὴ τῆς οὐσίας ἡ ἀμετρία φρόνημα τέκῃ τῇ γυναικὶ, ἵνα μὴ τὸ φρόνημα διαφθορᾶς αἴτιον ᾖ. Οὐχ ὁρᾷς τί ἐποίησεν ὁ Θεός; πῶς αὐτὴν ὑπέταξε; ∆ιὰ τί ἀγνώμων εἶ; διὰ τί ἀναίσθητος; Ὅπερ ἐχαρίσατό σοι ἀπὸ τῆς φύσεως, τούτου σὺ μὴ διαφθείρῃς τὴν βοήθειαν. Ὥστε οὐκ εὔπορον δεῖ ζητεῖν, ἀλλ' ὥστε κοινωνὸν βίου λάβωμεν εἰς κατάστασιν παιδοποιίας. Οὐχ ἵνα χρήματα εἰσφέρῃ γυνὴ, διὰ τοῦτο αὐτὴν ἔδωκεν ὁ Θεὸς, ἀλλ' ἵνα ᾖ βοηθός. Ἡ δὲ χρήματα εἰσφέρουσα, καὶ ἐπίβουλος [καὶ δέσποινα ἀντὶ γυναικὸς γίνεται· ἢ τάχα θηρίον ἀντὶ γυναικὸς], ἀξιοῦσα μεγάλα διὰ τὸν πλοῦτον φρονεῖν. Οὐδὲν αἰσχρότερον ἀνδρὸς οὕτω βουλευομένου πλουτεῖν. Εἰ γὰρ αὐτὸ τὸ πλουτεῖν πειρασμῶν γέμει, τὸ οὕτω πλουτεῖν ποῦ θήσομεν; Μὴ γὰρ, εἴ τις σπανιάκις καὶ παρὰ τὸ συμβαῖνον καὶ παρὰ λόγον ἐπέτυχε, τοῦτο ἴδῃς· οὐδὲ γὰρ ἐν τοῖς ἄλλοις πράγμασιν οἷς ἀπολαύουσί τινες, καὶ ἐκ παραδόξου ἐπιτυγχάνουσι, προσέχειν δεῖ· ἀλλ' αὐτὸ τὸ κατὰ λόγον ἴδωμεν, εἰ μὴ μυρίας ἀηδίας γέμει τὸ πρᾶγμα. Οὐκ αὐτὸς μόνος ἐν ἀδοξίᾳ γίνῃ, ἀλλὰ καὶ παῖδας καταισχύνεις, πένητας ἀφεὶς, εἰ συμβαίη προαπελθεῖν, καὶ αὐτῇ πολλὰς δίδως ἀφορμὰς τοῦ δευτέρῳ πάλιν προσομιλῆσαι νυμφίῳ. Ἢ οὐχ ὁρᾷς, ὅτι πολλαῖς αὕτη γέγονεν ἡ πρόφασις δευτέρου γάμου, τὸ μὴ καταφρονεῖσθαι, τὸ ζητεῖν τοὺς ἐφισταμένους τοῖς ὑπάρχουσι; Μὴ δὴ τοσαῦτα ἐργαζώμεθα κακὰ διὰ χρήματα· ἀλλὰ πάντα ἀφῶμεν, καὶ ψυχὴν ζητῶμεν καλὴν, ἵνα καὶ ἀγάπης ἐπιτύχωμεν. Οὗτος ὁ πλοῦτος ὁ πολὺς, οὗτος ὁ μέγας θησαυρὸς, ταῦτα τὰ μυρία ἀγαθά· ὧν γένοιτο πάντα ἡμᾶς ἀπολαῦσαι δεόντως, καὶ κατὰ τοὺς νόμους τοῦ Θεοῦ ζῆσαι, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν δυνηθῶμεν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Νʹ
Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα. Τῇ τε ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς πορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· οἵτινες ἐλθόντες εἰς τὴν Καισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρ έστησαν καὶ τὸν Παῦλον.
αʹ. Καθάπερ βασιλέα τινὰ δορυφόροι παρέπεμπον μετὰ τοσούτου πλήθους καὶ ἐν νυκτὶ, φοβούμενοι τοῦ δήμου τὴν ὀργὴν τῆς ὁρμῆς. Ἐπεὶ οὖν τῆς πόλεως αὐτὸν ἐξέβαλον, τότε ἀφίστανται. Οὐκ ἂν δὲ ὁ χιλίαρχος μετὰ τοσαύτης αὐτὸν ἀσφαλείας ἐξέπεμψεν, εἰ μὴ καὶ αὐτὸς οὐδὲν ἦν αὐτοῦ κατεγνωκὼς, καὶ ἐκείνων ᾔδει τὸ φονικόν. Ἀναγνοὺς δὲ, καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίας ἐστὶ, καὶ πυθόμενος, ὅτι ἀπὸ Κιλικίας, ∆ιακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· ἐκέλευσέ τε αὐτὸν ἐν τῷ πραιτωρίῳ Ἡρώδου φυλάσσεσθαι. Ἤδη ἀπελογήσατο ὑπὲρ αὐτοῦ ὁ Λυσίας· ἀλλ' ὅμως καὶ ἔτι οἱ Ἰουδαῖοι ἐπιτίθενται, καὶ προκαταλαμβάνουσι τὸν ἀκροατὴν, καὶ πάλιν εἰς δεσμὰ βάλλεται, καὶ ἄκουε πῶς· ἐπάγει γάρ· Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰ πρεσβυτέρων καὶ ῥήτορος Τερτύλλου τινὸς, οἵτινες ἐνεφάνησαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. Ὅρα πῶς οὐδ' οὕτως ἀπέστησαν, ἀλλ' ἔρχονται μυρίοις κωλύμασι καί 60.344 τοι κωλυόμενοι, ὥστε κἀκεῖ καταισχυνθῆναι. Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος, λέγων· Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ κατορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, πάντη τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας. Ἵνα δὲ μὴ ἐπὶ πλέον σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαι συντόμως ἡμῶν τῇ σῇ ἐπιεικείᾳ. Καὶ μὴν ὑμεῖς τοῦτο πεποιήκατε· ῥήτορος οὖν τί ἔδει; Ὅρα πῶς καὶ οὗτος εὐθέως ἐκ προοιμίων ὡς νεωτεροποιὸν καὶ στασιαστὴν βούλεται παραδοῦναι, καὶ τοῖς ἐπαίνοις προκαταλαμβάνει τὸν δικαστήν. Εἶτα ὡς πολλὰ ἔχων εἰπεῖν, παρατρέχει, καὶ μόνον τοῦτο λέγει· Ἵνα δὲ μὴ ἐπιπλέον σε ἐγκόπτω. Ὅρα πῶς εἰς ἐπιθυμίαν ἐμβάλλει κολάσεως τὸν δικαστήν· εἴ γε ἔμελλε τὸν τὴν οἰκουμένην ἀνατρέποντα καθέξειν, καὶ ὡς ἐπὶ κατορθώματι φρονοῦσι μεγάλῳ. Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν, καὶ κινοῦντα στάσεις πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως, ὃς καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι· ὃν καὶ ἐκρατήσαμεν, καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρῖναι. Παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν 60.345 ἀπήγαγε, κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σοῦ· παρ' οὗ δύνασαι αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι, ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. Τοῖς κατὰ τὴν οἰκουμένην, φησὶν, Ἰουδαίοις στάσεις κινοῦντα. Ὡς λυμεῶνα λοιπὸν καὶ κοινὸν ἐχθρὸν τοῦ ἔθνους διαβάλλουσι πρωτοστάτην τε τῆς τῶν Ναζωραίων [αἱρέσεως. Ἐδόκει τοῦτο ἐπονείδιστον εἶναι, τὸ τῶν Ναζωραίων]· διὸ καὶ τοῦτο παρῆγον, καὶ ἀπὸ τούτου πάλιν διέβαλλον αὐτόν· ἡ γὰρ Ναζαρὲθ εὐτελὴς ἦν. Καὶ εὑρόντες, φησίν. Ὅρα, πῶς κακούργως ὡς διαφυγόντα συκοφαντοῦσι, καὶ μόλις ἐπιτυχόντες, καίτοι ἑπτὰ ἡμέρας εἶχεν ἐν τῷ ἱερῷ. Ὃν καὶ ἐκρατήσαμεν, καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρῖναι. Ὅρα πῶς καὶ τὸν νόμον ὑβρίζουσιν· εἴ γε μὴ τοῦτο νόμου ἦν, τὸ τύπτειν, τὸ ἀναιρεῖν, τὸ ἔνεδρα ποιεῖν. Εἶτα καὶ τοῦ Λυσίου κατηγορία, Παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγεν· οὐ προσῆκον αὐτῷ, φησὶ, πρᾶγμα ποιῶν· ὅμως ἐποίησε. Παρ' οὗ δύνασαι αὐτὸς ἀνακρίνας περὶ τούτων πάντων γνῶναι, ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν. Τί οὖν ὁ Παῦλος; ἆρα ἐπὶ τούτοις σιγᾷ; Οὐδαμῶς· ἀλλὰ παῤῥησιάζεται πάλιν καὶ ἀποκρίνεται· καὶ τοῦτο τοῦ ἡγεμόνος βουληθέντος· ἐπήγαγε γάρ· Ἀπεκρίθη δὲ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν δίκαιον τῷ ἔθνει τούτῳ ἐπιστάμενος, εὐθυμότερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, δυναμένου σου γνῶναι, ὅτι οὐ πλείους εἰσί μοι ἡμέραι δεκαδύο, ἀφ' ἧς ἀνέβην προσκυνήσων ἐν Ἱερουσαλήμ. Καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπισύστασιν ποιοῦντα ὄχλων, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν· οὔτε παραστῆσαι νῦν δύνανται, περὶ ὧν νῦν κατηγοροῦσί μου. Οὐκ ἔστι ταῦτα κολακείας τὰ ῥήματα, τὸ μαρτυρῆσαι τῷ δικαστῇ δικαιοσύνην· ἀλλ' ἐκεῖνα μᾶλλον, τὸ εἰπεῖν· Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ. Τί οὖν ἀδίκως στασιάζετε; Σκόπει δέ· ἐκεῖνοι πρὸς ἀδικίαν παρώρμων, οὗτος τὸ δίκαιον ἐζήτει· διὸ καὶ ἔλεγεν· Εὐθυμότερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι· εἶτα καὶ ἀπὸ τοῦ χρόνου ἰσχυρίζεται· Ἐκ πολλῶν ἐτῶν γὰρ, φησὶν, ὄντα σε κριτὴν ἐπιστάμενος. Καὶ τί τοῦτο πρὸς ἀπόδειξιν συνετέλει; Μέγα· δείκνυσι γὰρ, ὅτι καὶ αὐτὸς οἶδε μηδὲν ὧν κατηγορεῖται πεποιηκότα. Εἰ δὲ ἐπισύστασίν ποτε ἐκίνησεν, ἐγίνωσκεν ἂν κριτὴς ὢν, καὶ τὸ τοιοῦτον αὐτὸν οὐκ ἐλάνθανεν. Εἶτα ἐπειδὴ ὁ κατήγορος οὐδὲν εἶχε δεῖξαι ἐν Ἱεροσολύμοις, ὅρα τί φησι· Τοῖς κατὰ τὴν οἰκουμένην πᾶσιν Ἰουδαίοις, ψεῦδος ἐπὶ ψεύδει συντιθείς. ∆ιὰ τοῦτο ὁ Παῦλος ἐντεῦθεν αὐτὸν ἀφέλκων, Προσκυνήσων ἀνέβην, λέγει· μονονουχὶ ἀπολογούμενος διὰ τούτου, ὅτι τοσοῦτον ἀπέχω τοῦ στάσεις κινεῖν· καὶ τούτῳ ἐνδιατρίβει τῷ δικαίῳ ὅπερ ἦν ἰσχυρόν· ἐπάγει γάρ· Καὶ οὔτε ἐν τῷ ἱερῷ, οὔτε ἐν τῇ πόλει, οὔτε ἐν τῇ συναγωγῇ εὗρόν με πρός τινα διαλεγόμενον. Ὅπερ ἦν καὶ ἀληθές. Κἀκεῖνος μὲν Πρωτοστάτην φησὶ, καθάπερ ἐπὶ μάχης καὶ συστάσεως· οὗτος δὲ ὅρα πῶς ἐπιεικῶς ἀποκρίνεται· Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν, ἣν λέγουσιν αἵρεσιν, οὕτω λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ νόμον, καὶ ἐν τοῖς προφήταις γεγραμμένοις, ἐλπίδα ἔχων εἰς τὸν Θεὸν, ἣν 60.346 καὶ αὐτοὶ προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι δικαίων τε καὶ ἀδίκων.
βʹ. Ὅρα· ἐχώριζον αὐτὸν ἐκεῖνοι· οὗτος συνεισάγει, καὶ οἰκειοῖ ἑαυτὸν τῷ νόμῳ δι' ὧν ἀπολογεῖται. Καὶ βεβαιῶν ὃ εἶπε, πάλιν ἐπάγει· Ἐν τούτῳ δὲ καὶ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχων πρός τε τὸν Θεὸν καὶ πρὸς τοὺς ἀνθρώπους διαπαντός. ∆ι' ἐτῶν δὲ πλειόνων παρεγενόμην, ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου καὶ προσφορὰς, ἐν οἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ οὐ μετὰ ὄχλου, οὐδὲ μετὰ θορύβου τινός. Τί οὖν ἀνέβης; τί ἦλθες; Προσκυνῆσαι; ἐλεημοσύνας, φησὶ, ποιῆσαι· ὥστε τοῦτο οὐκ ἦν στασιώδους. Εἶτα καὶ ἐκβάλλει αὐτῶν τὸ πρόσωπον, λέγων ἀδιορίστως· Ἐν οἷς εὗρόν μέ τινες τῶν ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι· οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι, καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός με· ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, τί εὗρον ἐν ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου· ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ἑστὼς ἐν αὐτοῖς, ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ σήμερον κρίνομαι ὑφ' ὑμῶν. Τοῦτο περιουσία δικαιωμάτων, μὴ φεύγειν τοὺς κατηγόρους, ἀλλ' ἕτοιμον εἶναι πᾶσι διδόναι λόγον. Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ σήμερον, φησὶ, κρίνομαι. Καὶ οὐδὲν εἶπεν ὧν εἶχεν εἰκότως εἰπεῖν, ὅτι ἐπεβούλευσαν, ὅτι κατέσχον αὐτὸν, ὅτι ἔνεδρον ἐποίησαν (ταῦτα γὰρ παρ' ἐκείνων λέγεται γενέσθαι· παρὰ δὲ τούτου, καὶ κινδύνου ὄντος, οὐκ ἔτι)· ἀλλὰ σιγᾷ, καὶ μόνον ἀπολογεῖται, καίτοι μυρία ἔχων εἰπεῖν. Τοῦτο αὐτὸν καὶ ἐν Καισαρείᾳ ἐποίει λαμπρὸν, τὸ μετὰ τοσαύτης ἐλθεῖν παρατάξεως. Ἐν οἷς εὗρόν με, φησὶν, ἡγνισμένον ἐν τῷ ἱερῷ. Πῶς οὖν ἐβεβήλωσεν; οὐ γὰρ ἦν τοῦ αὐτοῦ καὶ ἁγνίζεσθαι καὶ προσκυνεῖν, καὶ διὰ τοῦτο ἔρχεσθαι καὶ βεβηλοῦν. Τοῦτο καὶ δικαιολογίας ὑποψίαν ἔχει τὸ μὴ εἰς μακρὸν ἐμπίπτειν τὸν λόγον ἐᾷν Καὶ χαρίζεται τῷ δικαστῇ. Ἐμοὶ δὲ δοκεῖ κἀκείνῳ συστέλλειν τὴν ἀπολογίαν. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἐπειδὴ πρὸ τούτου μακρὰ ἐδημηγόρησεν ὁ Τέρτυλλος, δεικνὺς ὅτι ἐγκόπτεται, οὐκ εἶπεν, Ἄκουσον τοῦ πράγματος· ἀλλ', Ἵνα σε μὴ ἐπὶ πλεῖον ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν τῇ σῇ ἐπιεικείᾳ. Τάχα θεραπεύων οὕτω τὸν λόγον κατασκευάζει· ἢ καὶ ἀληθῶς τοῦτο ἐπιεικείας τεκμήριον, εἰ παρὸν πολλὰ εἰπεῖν, ὑπὲρ τοῦ μὴ ἐνοχλεῖν ὀλίγα τις λέγοι. Εὕρομεν γὰρ τὸν ἄνδρα τοῦτον λοιμόν· ὃς, φησὶ, καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι. Οὐκοῦν οὐκ ἐβεβήλωσε. Τί οὖν, εἰ ἀλλαχοῦ τοῦτο ἐποίησεν; Οὐδαμῶς· ἦ γὰρ ἂν καὶ εἶπε· νῦν δὲ Ἐπείρασε μὲν λέγει, τὸ δὲ πῶς, οὐ προστίθησι. Καὶ τὰ μὲν κατὰ Παύλου οὕτως ἐπῆρεν· ὅρα δὲ τὰ αὐτῶν πῶς ἐλαττοῖ. Ὃν καὶ ἐκρατήσαμεν, φησὶ, καὶ ἠθελήσαμεν κρῖναι κατὰ τὸν ἡμέτερον νόμον. Παρελθὼν δὲ Λυσίας χιλίαρχος, μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγεν. Ἐνταῦθα δείκνυσιν, ὅτι καὶ ἐπηρεάζονται εἰς δικαστήρια ἐρχόμενοι ξένα, καὶ ὅτι οὐκ ἂν ἠνώχλησαν αὐτὸν, εἰ μὴ ἐκεῖνος ἠνάγκασε, καὶ ὡς οὐ προσῆκον αὐτῷ ἥρπασε τὸν ἄνδρα· καὶ γὰρ τὰ ἀδικήματα πρὸς ἡμᾶς ἦν, καὶ τὸ δικαστήριον παρ' ἡμῖν ἔδει γενέσθαι. Ὅτι γὰρ τοῦτό ἐστιν, ὅρα τὸ ἑξῆς· Μετὰ πολλῆς, φησὶ, βίας. Βία γὰρ τοῦτό ἐστι. Παρ' οὗ δύνασαι γνῶναι. Οὐδὲ κατηγορῆσαι τολμᾷ· συγγνωμονικὸς γὰρ ἀνὴρ ἦν· οὐδὲ ἁπλῶς παρέρχεται. Εἶτα πάλιν, ἵνα μὴ δόξῃ ψεύδεσθαι, αὐτὸν ἐφίστησιν ἑαυτοῦ κατήγορον τὸν 60.347 Παῦλον. Παρ' οὗ, φησὶ, δύνασαι ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι. Εἶτα καὶ μάρτυρες τῶν εἰρημένων· Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν. Οἱ κατήγοροι, αὐτοὶ καὶ μάρτυρες καὶ κατήγοροι. Ἀλλ' ὁ Παῦλος, Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν ἐπιστάμενος δίκαιον, ἀποκρίνεται. Οὐκ ἄρα ξένος τίς ἐστιν, οὐδὲ ἀλλότριος, οὐδὲ νεωτεροποιὸς, εἴ γε ἐκ πολλῶν ἐτῶν οἶδε τὸν δικαστήν. Καὶ καλῶς ἐπήγαγε τὸ, ∆ίκαιον, ἵνα μὴ πρὸς τὸν ἀρχιερέα ἴδῃ, μηδὲ πρὸς τὸν δῆμον, μηδὲ πρὸς τὸν κατήγορον. Ὅρα, πῶς οὐ προήχθη εἰς ὕβριν· καίτοι γε καὶ ἀνάγκης οὔσης. Πιστεύων, φησὶ, πᾶσι τοῖς κατὰ νόμον. Τοῦτο εἶπε, δεικνὺς, ὅτι οὐκ ἂν ἄνθρωπος, πιστεύων ἀνάστασιν ἔσεσθαι, τοιαῦτα πράξειέ ποτε, ἣν καὶ αὐτοὶ οὗτοι ἐκδέχονται. Οὐκ εἶπε περὶ τούτων, ὅτι πιστεύουσι τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις (οὐδὲ γὰρ ἐπίστευον)· ἀλλ' οὗτος πᾶσιν ἐπίστευεν, οὐκ ἐκεῖνοι· πῶς δὲ, μακροῦ ἂν εἴη λόγου τανῦν λέγειν. Τοσαῦτα εἶπε, καὶ οὐδαμοῦ τοῦ Χριστοῦ μέμνηται. Ἐνταῦθα δὲ, Πιστεύων, εἰπὼν, καὶ τὰ κατὰ τὸν Χριστὸν εἰσήγαγεν, ἀλλὰ τέως τῷ τῆς ἀναστάσεως ἐνδιατρίβει λόγῳ, ὃ κοινὸν ἦν αὐτοῖς δόγμα, καὶ πάσης στάσεως ὑποψίαν ἀνῄρει. Εἶτα καὶ ἡ αἰτία τῆς ἀνόδου. Ἐλεημοσύνας, φησὶ, καὶ προσφορὰς ποιήσων εἰς τὸ ἔθνος μου, παρεγενόμην, καὶ τοῦτο δι' ἐτῶν πλειόνων. Πῶς ἂν οὖν ἐτάραξεν, οἷς ὥστε ἐλεημοσύνην ποιῆσαι τοσαύτην ἦλθεν ὁδόν; Οὐ μετὰ ὄχλου, φησὶν, οὐδὲ μετὰ θορύβου. Πανταχοῦ τὴν στάσιν ἀναιρεῖ. Καλῶς δὲ καὶ προσκαλεῖται τοὺς κατηγόρους τοὺς ἀπὸ τῆς Ἀσίας, λέγων· Οὓς δεῖ ἐπὶ σοῦ κατηγορεῖν, εἴ τι ἔχοιεν πρός με. Οὕτως ἐθάῤῥει καθαρὸς εἶναι πρὸς ἃ κατηγορεῖτο, ὅτι καὶ προσκαλεῖται αὐτούς. Οὐ τοὺς ἀπὸ τῆς Ἀσίας δὲ μόνον, ἀλλὰ καὶ τοὺς ἐξ Ἱερουσαλὴμ οὐκ ἐκβάλλει κατηγόρους. ἀλλὰ καὶ τούτους προσκαλεῖται πάλιν, ἐπάγων· Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν. Καὶ γὰρ διὰ τοῦτο ἐξ ἀρχῆς διεπονοῦντο, ὅτι τὴν ἀνάστασιν ἐκήρυττε. Καὶ καλῶς οὕτως ἐποίει· τούτου γὰρ δειχθέντος, εὐκόλως καὶ τὰ τοῦ Χριστοῦ ἐπεισήγετο, ὅτι ἀνέστη. Τί εὗρον, φησὶν, ἐν ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου; Ἐν τῷ συνεδρίῳ εἶπε· δεικνὺς, ὅτι οὐδὲν εὗρον οὐχὶ κατ' ἰδίαν τῆς ἐξετάσεως γενομένης, ἀλλὰ παρόντος τοῦ πλήθους καὶ ἀκριβῶς ἀνακρίνοντος.
γʹ. Ὅτι δὲ ταῦτα ἀληθῆ λέγω, μαρτυροῦσιν οἱ περὶ τούτου ἐγκαλοῦντες. ∆ιὰ τοῦτο καὶ ἔλεγεν· Ἐν τούτῳ δὲ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχων πρός τε τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους. Ἡ τελεία γὰρ αὕτη ἀρετὴ, ὅταν μηδὲ ἀνθρώποις διδῶμεν λαβὰς, καὶ παρὰ Θεῷ σπουδάζωμεν εἶναι ἀπρόσκοποι. Ἧς ἐκέκραξα, φησὶν, ἐν τῷ συνεδρίῳ. Καὶ τὴν βίαν αὐτῶν δηλοῖ ἐκ τοῦ εἰπεῖν, Ἐκέκραξα, ὡσανεὶ ἔλεγεν· Οὐκ ἔχουσιν εἰπεῖν, ὅτι Προσχήματι ἐλεημοσύνης ταῦτα ἐποίεις· οὐ γὰρ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου τοῦτο ἐποίουν· ἄλλως τε, καὶ ἐξετάσεως γενομένης περὶ τούτου, οὐδὲν πλέον εὑρίσκετο. Εἶδες ἐπιείκειαν, κινδύνων ὄντων; εἶδες εὔφημον γλῶτταν, καὶ πῶς ἓν ζητεῖ μόνον ἀπολύσασθαι τὰ ἑαυτοῦ, οὐχὶ κἀκείνους ἐγκλήμασι περιβαλεῖν, πλὴν εἴ που ἀναγκάζοιτο, ἀπολογούμενος; ὥσπερ καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα μου· ὑμεῖς δὲ ἀτιμάζετέ με. Τοῦτον μιμώμεθα καὶ ἡμεῖς, ἐπειδὴ καὶ αὐτὸς Χριστοῦ μιμητὴς 60.348 ἦν. Εἰ τοῖς μέχρι φόνου καὶ σφαγῆς χωρήσασιν οὐδὲν εἶπεν ἐκεῖνος ἐπαχθὲς, τίνος ἂν εἴημεν ἡμεῖς συγγνώμης ἄξιοι, ἐν λοιδορίᾳ καὶ ὕβρεσιν ἐκθηριούμενοι, μιαροὺς καὶ παμμιάρους ἀποκαλοῦντες τοὺς ἐχθροὺς τοὺς ἡμετέρους; τίνα δὲ ἀπολογίαν ἕξομεν ἐχθροὺς ὅλως ἔχοντες; Οὐκ ἀκούεις, ὅτι ὁ τιμῶν, ἑαυτὸν τιμᾷ; Ἡμεῖς δὲ ἑαυτοὺς ὑβρίζομεν. Ἐγκαλεῖς, ὅτι ὑβρίσθης· τί οὖν περιπίπτεις τῷ ἐγκλήματι; τί σαυτὸν πληγῇ περιβάλλεις; Μεῖνον ἀπαθὴς, μεῖνον ἄτρωτος· μὴ, βουλόμενος ἕτερον πλῆξαι, σαυτὸν περιβάλῃς τῷ κακῷ. Οὐ γὰρ ἀρκεῖ ἡμῖν ὁ ἕτερος θόρυβος τῆς ψυχῆς ὁ μηδενὸς κινοῦντος κινούμενος· οἷον, αἱ ἐπιθυμίαι αἱ ἄτοποι, αἱ λῦπαι καὶ αἱ ἀθυμίαι καὶ ὅσα τοιαῦτα· ἀλλὰ καὶ ἑτέρας ἐπισωρεύομεν. Καὶ πῶς δυνατὸν ὑβριζόμενον φέρειν, φησί; Πῶς δὲ οὐ δυνατὸν, εἰπέ μοι; τραῦμα ἡμῖν τίκτεται ἀπὸ τῶν ῥημάτων; μώλωπες περὶ τὰ σώματα; ποία τοίνυν γίνεται ἡμῖν βλάβη; Ὥστε, ἂν βουλώμεθα, δυνάμεθα ἐνεγκεῖν. Θῶμεν ἑαυτοῖς νόμον μὴ ἀλγεῖν, καὶ οἴσομεν· εἴπωμεν πρὸς ἡμᾶς αὐτούς· Οὐκ ἔστιν ἔχθρας, ἀσθενείας ἐστίν· ἀσθενείας καὶ γὰρ ὄντως ἐστίν· ἐπεὶ ὅτι ἔχθρας οὐκ ἔστιν οὐδὲ κακοηθείας, ἐβούλετο κἀκεῖνος κατασχεῖν, εἰ καὶ μυρία ἠδικημένος ἦν. Ἂν τοῦτο ἐννοήσωμεν μόνον, ὅτι ἀσθενείας ἐστὶν, οἴσομεν, καὶ συγγνωσόμεθα μὲν ἐκείνῳ, πειρασόμεθα δὲ μὴ περιπεσεῖν καὶ αὐτοί. Ἐπεὶ ἐρωτῶ πάντας τοὺς παρόντας· ἆρα, ἂν ἐθελήσητε, οὕτω φιλοσοφεῖν δύνασθε, ὥστε φέρειν τοὺς ὑβρίζοντας; Ἔγωγε οἶμαι. Οὐκοῦν ἄκων σε ὕβρισε καὶ οὐ βουλόμενος, ἀλλὰ ἀναγκαζόμενος ὑπὸ τοῦ πάθους· ἐπίσχες. Οὐχ ὁρᾷς τοὺς δαιμονῶντας; Ὥσπερ ἐκεῖνος οὐκ ἀπὸ ἔχθρας τοσοῦτον, ὅσον ἀπὸ ἀσθενείας, τοῦτο ὑπομένει· οὕτω καὶ ἡμεῖς οὐκ ἀπὸ τῆς φύσεως τῶν ὕβρεων κινούμεθα, ὅσον ἀφ' ἡμῶν αὐτῶν· ἐπεὶ πῶς τῶν μαινομένων τὰ αὐτὰ ὑβριζόντων φέρομεν; Πάλιν εἰ φίλοι εἶεν οἱ ὑβρίζοντες ἢ καὶ μείζους, καὶ οὕτω φέρομεν· πῶς οὖν οὐκ ἄτοπον, τριῶν μὲν τούτων ὄντων, καὶ φίλων καὶ μαινομένων καὶ μειζόνων, φέρειν, ὁμοτίμων δὲ ἢ καὶ ἡττόνων μὴ φέρειν; Πολλάκις εἶπον· ῥοπή τίς ἐστι καὶ συναρπαγὴ τὸ πρᾶγμα· καρτερήσωμεν μικρὸν, καὶ τὸ πᾶν ἠνύσαμεν. Ὅσῳ ἂν ὑβρίζῃ μείζονα, τοσούτῳ μᾶλλόν ἐστιν ἀσθενής. Οἶδας πότε ἀλγεῖν χρή; Ὅταν ὑβρισάντων ἡμῶν ἐκεῖνος σιγήσῃ· τότε γὰρ αὐτὸς μὲν ἰσχυρὸς, ἡμεῖς δὲ ἀσθενεῖς· ἂν δὲ τοὐναντίον γένηται, καὶ χαίρειν δεῖ· ἐστεφανώθης, ἀνεκηρύχθης· οὐκ εἰς ἀγῶνα καταχθεὶς, οὐδὲ ἡλίου καὶ ἀκτῖνος καὶ κόνεως ἐπάχθειαν ἐνεγκὼν, οὐδὲ συμπλακεὶς, καὶ λαβὰς δοὺς, ἀλλὰ θελήσας μόνον, καὶ καθήμενος ἢ ἑστὼς, ἔλαβες μέγαν τὸν στέφανον· καὶ οὐχ ἁπλῶς μέγαν, ἀλλὰ πολλῷ μείζονα ἐκείνων· οὐ γάρ ἐστιν ἴσον ἐχθρὸν βαλεῖν ἀντίπαλον, καὶ τῶν τῆς ὀργῆς περιγενέσθαι βελῶν. Ἐνίκησας οὐδὲ λαβὴν δοὺς, κατέβαλες τὸ πάθος τὸ ἐν σοὶ, ἀπέσφαξας τὸ θηρίον κεκινημένον, καὶ λυττῶντα τὸν θυμὸν ἐπεστόμισας, καθάπερ τις ἄριστος νομεύς· ἐμφύλιος ἔμελλεν ἡ μάχη εἶναι, οἰκεῖος ὁ πόλεμος. Καθάπερ γὰρ οἱ τείχει προσκαθήμενοι καὶ πολιορκοῦντες ἔξωθεν, ἐμφυλίοις περιβάλλουσι πολέμοις, καὶ τότε περιγίνονται· οὕτω δὴ καὶ ὁ ἐνυβρίζων, ἂν μὴ τὸ ἐν ἡμῖν ἐγείρῃ πάθος, οὐ δυνήσεται περιγενέσθαι· ἐὰν μὴ ἡμεῖς ἑαυτοὺς ἐμπρήσωμεν, ἐκεῖνος οὐδεμίαν ἰσχὺν ἔχει. Ἔστω παρ' ἡμῖν ὁ τῆς ὀργῆς σπινθὴρ, ὥστε εὐκαίρως ἀνάπτεσθαι, μὴ καθ' ἡμῶν αὐτῶν, μηδὲ ἵν' ἡμᾶς μυρίοις περιβάλῃ κακοῖς. Οὐχ ὁρᾶτε ἐν ταῖς οἰκίαις τὸ πῦρ ἀποτεταγμένον, καὶ οὐ πανταχοῦ ἐῤῥιμμένον, οὔτε ἐν χόρτῳ, οὔτε ἐν ἱματίοις, οὔτε ἁπλῶς; ὥστε μὴ ἀνέμου ἐμπνέοντος ἐξάπτεσθαι· ἀλλὰ κἂν θεράπαινα λύχνον ἔχῃ, κἂν ὁ μάγειρος ἀνακαίῃ, παραγγελία πολλὴ, μὴ παρ' ἄνεμον, μηδὲ σανίδος ἐγγὺς, μηδὲ ἐν νυκτὶ τοῦτο ποιεῖν· ἀλλ' ὅταν καταλάβῃ ἡ νὺξ, ἐκοιμίσαμεν αὐτὸ, δεδιότες μή ποτε, καθευδόντων ἡμῶν καὶ οὐδενὸς ὄντος τοῦ ἐπικουροῦντος, ἀναφθῇ, καὶ πάντας ἐμπρήσῃ; Τοῦτο καὶ ἐπὶ τοῦ θυμοῦ γινέσθω· μὴ πανταχοῦ διεσπάρθω τῶν ἡμετέρων λογισμῶν, ἀλλ' ἔν τινι βάθει τῆς διανοίας, ὥστε μὴ τὸν ἄνεμον τὸν ἀπὸ τῶν ῥημάτων τοῦ δι' ἐναντίας εὐκόλως ἐφικνεῖσθαι, ἀλλὰ παρ' ἡμῶν δέχεσθαι τὸν ἄνεμον, τῶν εἰδότων συμμέτρως αὐτὸ κινεῖν καὶ ἀσφαλῶς. Ἂν ἔξωθεν ἄνεμον δέχηται οὐκ οἶδε τὸ μέτρον, ἀλλὰ πάντα ἐμπρήσει· πολλάκις καὶ καθευδόντων ἡμῶν ὁ ἄνεμος οὗτος ἐμπεσεῖται, καὶ τὰ πάντα κατακαύσει. Ἔστω οὖν ἡμῖν ὥστε φῶς ἀνάπτειν μόνον· ἀνάπτει γὰρ φῶς ὁ θυμὸς, ὅταν προσηκόντως γένηται· καὶ λαμπάδας ἔχωμεν κατὰ τῶν ἀδικούντων ἑτέρους, κατὰ τοῦ διαβόλου. Μὴ πανταχοῦ κείσθω, μηδὲ ἐῤῥίφθω σπινθὴρ, ἀλλ' ἐν τέφρᾳ φυλάττωμεν· ἐν τοῖς λογισμοῖς τοῖς ταπεινοῖς κοιμίζωμεν αὐτόν. Οὐ πάντοτε αὐτοῦ δεόμεθα, ἀλλ' ὅταν κατεργάσασθαί τι δέῃ, καὶ ποιῆσαι ἁπαλόν· ὅταν πώρωσιν μαλάξαι δέῃ, ὅταν τῆς ψυχῆς καταγνῶναι.
δʹ. Πόσα θυμοὶ καὶ ὀργαὶ δεινὰ κατειργάσαντο! Καὶ τὸ δὴ χαλεπὸν, ὅταν διαναστῶμεν, οὐκ ἔτι τοῦ συνελθεῖν ἐσμεν κύριοι, ἀλλ' ἑτέρους ἀναμένομεν· ἕκαστος αἰσχύνεται καὶ ἐρυθριᾷ ἐπανελθὼν καταλλάξαι τὸν ἕτερον. Ὅρα, διαστῆναι μὲν καὶ διασχισθῆναι οὐκ αἰσχύνεται, ἀλλὰ τοῦ κακοῦ γίνεται ἀρχηγός· προσελθεῖν δὲ καὶ τὸ ἐσχισμένον ῥάψαι αἰσχύνεται· καὶ ταυτὸν συμβαίνει, οἷον ἂν εἴ τις ἀποκόψαι μὲν τὸ μέλος μὴ ὀκνοίη, συναγαγεῖν δὲ αἰσχύνοιτο. Τί λέγεις, ἄνθρωπε; ἠδίκησας μεγάλα, καὶ αὐτὸς αἴτιος ἐγένου τῆς μάχης; Οὐκοῦν δίκαιος ἂν εἴης πρότερος ἀπελθεῖν καὶ καταλλαγῆναι, ἅτε τὴν αἰτίαν αὐτὸς παρασχών. Ἀλλ' ἠδίκησαν, κἀκεῖνος αἴτιός ἐστιν, Οὐκοῦν καὶ διὰ τοῦτο, ἵνα μᾶλλόν σε θαυμάσωσιν, ἵνα πρὸς τῷ προτέρῳ καὶ ἐν τῷ δευτέρῳ τὰ πρωτεῖα ἔχῃς, ὥσπερ οὐ τοῦ γενέσθαι τῆς ἔχθρας αἴτιος, οὕτως οὐδὲ τοῦ ἐκταθῆναι ἐπὶ πλέον τὴν ἔχθραν· ἴσως καὶ ἐκεῖνος μυρία συνειδὼς ἑαυτῷ αἰσχύνεται καὶ ἐρυθριᾷ. Ἀλλ' ἀπονενόηται; Ταύτῃ μάλιστα μὴ ὀκνήσῃς προσδραμεῖν· καὶ γὰρ διπλοῦν παρ' αὐτῷ τὸ πάθος, καὶ ἀπόνοια καὶ ὀργή. Σὺ τὴν αἰτίαν εἶπας, δι' ἣν ὀφείλεις πρότερος ἀπελθεῖν, ὁ ὑγιαίνων, ὁ δυνάμενος βλέπειν· ἐκεῖνος γὰρ ἐν σκότῳ ἐστί· τοιοῦτον γὰρ ἡ ὀργὴ καὶ ἡ ἀλαζονεία. Σὺ δὲ ὁ τούτων ἀπηλλαγμένος καὶ ὑγιαίνων πρόσελθε, πρὸς τὸν κάμνοντα ὁ ἰατρός. Μή τις λέγει τῶν ἰατρῶν, Ἐπειδὴ ἀσθενεῖ οὐκ ἀπέρχομαι; Ἀλλὰ διὰ τοῦτο μάλιστα βαδίζουσιν, ὅταν ἴδωσι μὴ δυνηθέντα ἐλθεῖν. Τῶν μὲν γὰρ δυναμένων καὶ ἐλάττονα φροντίζου 60.350 σιν, ὡς οὐ νοσούντων σφόδρα, τῶν δὲ κατακειμένων οὐκέτι. Ἢ οὐ δοκεῖ σοι ἀῤῥωστίας εἶναι χαλεπώτερον ἀπόνοια καὶ θυμός; οὐχ ὁ μὲν πυρετῷ τινι ἔοικε σφοδρῷ, ἡ δὲ φλεγμαίνοντι σώματι καὶ οἰδαίνοντι; Ἐννόησον ὅσον ἐστὶ πυρετὸν ἔχειν καὶ οἴδημα· ἄπελθε, σβέσον τὸ πῦρ· δύνασαι γὰρ τῇ χάριτι τοῦ Θεοῦ· ὥσπερ ὕδατι κατάστειλον τὴν φλεγμονήν. Τί οὖν, ἂν αὐτῷ τούτῳ πλέον ἐπαίρεται, φησίν; Οὐδὲν παρὰ σέ· σὺ μὲν γὰρ τὸ σαυτοῦ ἐποίησας, ἐκεῖνος δὲ ἑαυτῷ λογιζέσθω· μὴ καταγινωσκέτω ἡμῶν τὸ συνειδὸς, ὅτι ἡμῶν ἐλλειπόντων τι τῶν δεόντων τοῦτο γίνεται. Ψώμιζε, φησὶ, τὸν ἐχθρόν σου· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Καὶ ὅμως, καὶ τούτου ὄντος, κελεύει ἀπελθεῖν καὶ καταλλαγῆναι καὶ εὐεργετεῖν, οὐχ ἵνα ἄνθρακας πυρὸς σωρεύωμεν, ἀλλ' ἵνα εἰδὼς ἐκεῖνος τοῦτο καταστέλληται, ἵνα τρέμῃ, ἵνα φοβῆται τὰς εὐεργεσίας μᾶλλον τῶν ἐχθρῶν καὶ τὰς φιλίας ἢ τὰς ἐπιβουλάς. Οὐ γὰρ οὕτως ἐχθρὸς μνησικακῶν βλάπτει τὸν μισοῦντα, ὡς ὁ ὠφελῶν καὶ εὐεργετῶν. Μνησικακῶν γὰρ, καὶ ἑαυτὸν κἀκεῖνον ἔβλαψεν ἴσως μικρόν τι· εὐεργετῶν δὲ, ἄνθρακας πυρὸς ἐσώρευσεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Οὐκοῦν οὐ δεῖ ποιεῖν, φησὶν, ἵνα μὴ σωρεύωμεν ἄνθρακας; Ἀλλ' ἑτέρως ἐπὶ τὴν κεφαλὴν τὴν σὴν ἄνθρακας σωρεύειν θέλεις; καὶ γὰρ τοῦτο ποιεῖ μνησικακία. Ἀλλ' ἐπὶ πλεῖον ἐκτείνειν; Οὐδαμῶς· οὐ γὰρ σὺ τοῦτο ποιεῖς, ἀλλ' ἐκεῖνος ὁ θηριώδης. Εἰ γὰρ εὐεργετοῦντός σου καὶ τιμῶντος καὶ καταλλάττοντος, μένει φυλάττων ἐκεῖνος τὴν ἀπέχθειαν, ἑαυτῷ τὸ πῦρ ἀνῆψεν, αὐτὸς ἔφλεξεν αὑτοῦ τὴν κεφαλήν· σὺ δὲ ἀναίτιος εἶ. Μὴ γίνου τοῦ Θεοῦ φιλανθρωπότερος, ἐπεὶ μυρία πείσῃ δεινά· μᾶλλον δὲ, οὐδ' ἂν θέλῃς δυνήσῃ, οὐδὲ κατὰ μικρόν. Πῶς γάρ; Ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, φησὶ, τοσοῦτον ἀπέχουσιν αἱ βουλαί μου ἀπὸ τῶν βουλῶν ὑμῶν· καὶ πάλιν· Εἰ ὑμεῖς, φησὶ, πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ὑμῖν; Ἀλλὰ σκῆψις ταῦτα καὶ πρόφασις. Μὴ δὴ σοφιζώμεθα τὰ προστάγματα τοῦ Θεοῦ. Καὶ πῶς σοφιζόμεθα, φησίν; Εἶπε· Τοῦτο ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ· σὺ δὲ λέγεις· Φοβοῦμαι τὸν ἐχθρὸν, ὅτι μεγάλα με ἠδίκησεν. Οὐ ταῦτα λέγεις; Πῶς δὲ ὅλως ἔσχες ἐχθρόν; Ἀδικήσαντα φοβῇ, σαυτὸν δὲ οὐ φοβῇ; Εἴθε σαυτοῦ ἐφρόντιζες. Μὴ ποίει σκοπῷ τοιούτῳ· μᾶλλον δὲ κἂν τοιούτῳ ποίησον σκοπῷ. Ἀλλ' οὐ ποιεῖς. Οὐ λέγω σοι, ὅτι ἄνθρακας πυρὸς σωρεύσεις, ἀλλὰ καὶ ἕτερόν τι πλέον λέγω· μόνον ποίησον. Ταῦτα γὰρ πάντα, ἵνα σε ἐκκαλέσηται, φησὶν ὁ Παῦλος, ἐλπίδι τῆς τιμωρίας λῦσαι τὴν ἔχθραν. Ἐπειδὴ θηριώδεις ἐσμὲν, καὶ οὐκ ἂν ἄλλως ἀνασχοίμεθα τὸν ἐχθρὸν φιλῆσαι, εἰ μή τινα προσδοκῶμεν τιμωρίαν, καθάπερ τινὶ θηρίῳ δίδωσι ταύτην τὴν μᾶζαν· ἐπεὶ τοῖς ἀποστόλοις οὐ τοῦτό φησιν, ἀλλὰ τί; Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. Ἄλλως δὲ οὐκ ἔστιν εὐεργετοῦντα καὶ εὐεργετούμενον μεῖναι ἐχθρόν. ∆ιὰ τοῦτο ταῦτα ἔθηκε. Τί ἐν τοῖς λόγοις φιλοσοφῶν, ἐν τοῖς ἔργοις οὐδὲ τὸ μέτρον φυλάτ 60.351 τεις; Καλῶς, οὐ ψωμίζεις αὐτὸν, ἵνα μὴ ἄνθρακας πυρὸς σωρεύσῃς· οὐκοῦν φείδῃ; οὐκοῦν φιλεῖς, καὶ σκοπῷ τοιούτῳ ποιεῖς; Οἶδεν ὁ Θεὸς, εἰ σκοπῷ τοιούτῳ λέγεις· καὶ μὴν πρὸς ἡμᾶς σοφίζῃ καὶ σκήπτῃ τὸν λόγον. Προνοεῖς τοῦ ἐχθροῦ καὶ φοβῇ μὴ κολασθῇ; Οὐκοῦν ἔσβεσας τὴν ὀργήν· ὁ γὰρ οὕτω φιλῶν, ὡς τὴν οἰκείαν ὠφέλειαν παριδεῖν ὑπὲρ τῶν ἐκείνῳ συμφερόντων, οὐκ ἔχει ἐχθρόν. Ἔχοις ἂν τοῦτο εἰπεῖν· Μέχρι τίνος παίζομεν ἐν οὐ παικτοῖς, οὐδὲ ἔχουσι συγγνώμην; ∆ιὸ παρακαλῶ τῇ ἡμετέρᾳ ἀδελφότητι, ἠγαπημένοι ὑπὸ τοῦ Κυρίου 60.352 καὶ Θεοῦ καὶ Σωτῆρος ὑμῶν Ἰησοῦ Χριστοῦ, καὶ δέομαι ὑμῶν καὶ ἀντιβολῶ], τὰς προφάσεις ταύτας περικόψαντες, μὴ καταφρονῶμεν τῶν τοῦ Θεοῦ νόμων, [μηδὲ τῶν αὐτοῦ ἐντολῶν παροψώμεθα], ἵνα δυνηθῶμεν εὐαρέστως τῷ Κυρίῳ τὴν παροῦσαν ζωὴν διαγαγεῖν, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΝΑʹ
Ἀνεβάλετο δὲ, φησὶ, ὁ Φῆλιξ αὐτοὺς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών· Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ' ὑμᾶς. ∆ιαταξάμενός τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων ὑπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ.
αʹ. Ὅρα πόση γίνεται βάσανος, πρῶτον μὲν ὑπὸ πολλῶν, εἶτα καὶ ἐν χρόνῳ μακρῷ, ὥστε μὴ εἰπεῖν, ὅτι συνηρπάγη τὸ δικαστήριον. Ἐπειδὴ γὰρ ἐμνημόνευσε Λυσίου ὁ ῥήτωρ, εἰπὼν, ὅτι μετὰ βίας ἀφείλετο αὐτὸν, ἐπήγαγεν εὐκαίρως τὰ περὶ τοῦ Φήλικος, καί φησιν· Ἀνεβάλετο δὲ ὁ Φῆλιξ αὐτοὺς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ· τουτέστιν, ἐπίτηδες ὑπερέθετο· οὐ δεόμενος μαθεῖν, ἀλλὰ διακρούσασθαι βουλόμενος τοὺς Ἰουδαίους. Ἀφεῖναι οὐκ ἤθελε δι' ἐκείνους· κολάσαι πάλιν, οὐκ ἦν δυνατόν· ἀναίσχυντον γὰρ ἦν. ∆ιὸ καὶ ὑπερτίθεται, εἰπών· Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ' ὑμᾶς. ∆ιαταξάμενός τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων ὑπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ. Ἔχειν τε, φησὶν, ἄνεσιν. Οὕτως αὐτὸν καὶ αὐτὸς ἀφῆκεν ἐγκλημάτων. Τί οὖν κατέχει ἀφείς; Ἐκείνοις χαριζόμενος, ἢ καὶ ἔτι προσδοκῶν χρήματα λήψεσθαι. ∆ιὸ καὶ μετακαλεῖται τὸν Παῦλον· καὶ ὅτι ἐπὶ τούτῳ μετεκαλέσατο, δῆλον ἡμῖν τοῦτο ποιεῖ ὁ συγγραφεὺς ἐπάγων, καὶ λέγων· Μετὰ δέ τινας ἡμέρας παραγενόμενος ὁ Φῆλιξ σὺν ∆ρουσίλλῃ τῇ γυναικὶ, οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως. ∆ιαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔσεσθαι, ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη· Τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· ἅμα καὶ ἐλπίζων, ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, ὅπως λύσῃ αὐτόν. ∆ιὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ. Ὅρα πῶς τῆς ἀληθείας ἔχεται τὰ γραφόμενα. Μετεπέμπετο δὲ αὐτὸν συνεχῶς, οὐχὶ θαυμάζων αὐτὸν, οὐδὲ ἐπαινῶν τὰ λεγόμενα, οὐδὲ πιστεῦσαι βουλόμενος, ἀλλὰ τί; Προσδοκῶν, φησὶ, χρήματα δοθήσεσθαι αὐτῷ. Σκόπει, πῶς οὐ κρύπτει ἐνταῦθα τοῦ δικαστοῦ τὴν γνώμην· καίτοι εἰ κατεγνώκει, οὐκ ἂν τοῦτο ἐποίησεν, οὐδ' ἂν ἠθέλησεν ἀκοῦσαι παρὰ καταδίκου καὶ πονηροῦ. Καὶ ὅρα τὸν Παῦλον, καίτοι πρὸς ἄρχοντα διαλεγόμενον, μηδὲν τούτων λέγοντα, ὧν εἰκὸς ἀνεῖναι αὐτοῦ τὴν ψυχὴν, ἀλλὰ τοιαῦτα, ἐξ ὧν καὶ φοβεῖται, καὶ κατασείεται τὴν διάνοιαν. ∆ιαλεγόμενος γὰρ, φησὶ, περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ μέλλοντος κρίματος ἔσεσθαι. Ἔμφοβος ὁ Φῆλιξ 60.352 ἐγένετο. Τοσαύτη ἦν ἡ ἰσχὺς τῶν Παύλου ῥημάτων, ὅτι καὶ φοβοῦσι τὸν ἄρχοντα. Καὶ οὗτος μὲν λαμβάνει διάδοχον, καὶ ἀφίησι τοῦτον δέσμιον, καίτοι γε οὐκ ἔδει, ἀλλὰ τέλος ἐπιθεῖναι, ἀλλὰ χαριζόμενος ἐκείνοις κατέλιπεν αὐτόν. Οὗτοι δὲ οὕτως ἐνέκειντο, ὡς πάλιν ἐντυχεῖν, καίτοι οὐδενὶ τῶν ἀποστόλων οὕτως ἐπετέθησαν, ἀλλ' ἐπιτιθέμενοι, πάλιν ἀφίσταντο. Οὕτως οἰκονομικῶς ἀφίσταται τῶν Ἱεροσολύμων πρὸς τοιαῦτα θηρία ἔχων, καὶ ὅμως ἀξιοῦσιν αὐτὸν πάλιν ἀχθῆναι ἐκεῖ δικασόμενον. Ἀλλὰ καὶ ἐνταῦθα λοιπὸν ᾠκονόμησεν ὁ Θεὸς, οὐκ ἐπιτρέπων τῷ ἄρχοντι· εἰκὸς γὰρ αὐτὸν νεωστὶ τῆς ἀρχῆς ἐπιβάντα καὶ θελῆσαι χαρίσασθαι· ἀλλ' οὐκ ἀφίησιν ὁ Θεός. Ἐπειδὴ δὲ κατῆλθον, λοιπὸν ἀναισχύντως καὶ μειζόνως ἐποιοῦντο τὰς κατηγορίας· καὶ οὐκ ἰσχύσαντες ἀπὸ τῶν νομικῶν ἑλεῖν, πάλιν ἐπὶ τὸ εἰωθὸς αὐτοῖς ἔθος, τὰ κατὰ Καίσαρα ἐκίνουν, ὅπερ καὶ ἐπὶ τοῦ Χριστοῦ ἐποίουν. Τὸ γὰρ τὸν Παῦλον ἀπολογεῖσθαι περὶ τῶν εἰς Καίσαρα ἁμαρτημάτων, δῆλον τοῦτο ἦν, ὅθεν καὶ αὐτὸ ἑρμηνεύων ἐπάγει· ∆ιετίας δὲ πληρωθείσης, ἔλαβε διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον. Θέλων δὲ χάριν καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ, κατέλιπε τὸν Παῦλον δεδεμένον. Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ, μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας. Ἐνεφάνισάν τε αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτὸν, αἰτούμενοι χάριν παρ' αὐτοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλὴμ, ἔνεδρον ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. Ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον ἐν Καισαρείᾳ, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι. Οἱ οὖν δυνατοὶ ἐν ὑμῖν, φησὶν, συγκαταβάντες, εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ τούτῳ, κατηγορείτωσαν αὐτοῦ. ∆ιατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας πλείους ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσε τὸν Παῦλον ἀχθῆναι. Παραγενομένου δὲ αὐτοῦ, περιέστησαν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα φέροντες κατὰ τοῦ Παύλου, ἃ οὐκ ἴσχυον ἀποδεῖξαι, ἀπολογουμένου αὐτοῦ, ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων, οὔτε εἰς τὸ ἱερὸν, οὔτε εἰς Καίσαρά τι ἥμαρτον. Ὁ Φῆστος δὲ τοῖς Ἰουδαίοις θέλων χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ, εἶπε· Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς, ἐκεῖ περὶ τούτων κρίνεσθαι ἐπ' ἐμοῦ; Ὅρα πῶς καὶ αὐτὸς τοῖς Ἰουδαίοις χαρίζεται, δήμῳ ὁλοκλήρῳ, καὶ πόλει. ∆ιὰ τοῦτο πάλιν καὶ αὐτὸν ἐκφοβεῖ, ἀνθρω 60.353 πίνῳ χρησάμενος ὅπλῳ· καὶ ἄκουε πῶς. Εἶπε δὲ ὁ Παῦλος· Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. Εἰ μὲν γὰρ ἀδικῶ, καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσί μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι. Ἀλλ' εἴποι ἄν τις ἐνταῦθα· Καὶ τίνος ἕνεκεν ἀκούσας, ὅτι Καὶ ἐν Ῥώμῃ σε δεῖ μαρτυρῆσαι τὰ περὶ ἐμοῦ, ὡς ἀπιστῶν ταῦτα ἐποίει; Μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα πιστεύων. Μᾶλλον οὖν πειράζοντος ἦν τὸ θαῤῥεῖν ἐκείνῃ τῇ ἀποφάσει, καὶ εἰς μυρίους ἑαυτὸν ἐμβάλλειν κινδύνους, καὶ λέγειν· Ἴδωμεν εἰ δύναται ὁ Θεὸς καὶ οὕτως ἐξελέσθαι με. Ἀλλ' οὐ ποιεῖ τοῦτο Παῦλος, ἀλλὰ τὰ καθ' ἑαυτὸν πάντα εἰσφέρει, τὸ πᾶν ἐπιτρέπων τῷ Θεῷ· ἠρέμα δὲ καὶ καθάπτεται τοῦ ἄρχοντος οὕτως ἀπολογούμενος· μονονουχὶ γὰρ τοῦτο λέγει· Εἰ μὲν ἀδικῶ, καλῶς· εἰ δὲ οὐκ ἀδικῶ, τί με ἐκδίδως; Οὐδεὶς δύναταί με, φησὶ, χαρίσασθαι. Εἰς φόβον αὐτὸν ἐνέβαλεν ὥστε μηδὲ ἑκόντα χαρίσασθαι, ἀλλὰ καὶ πρὸς ἐκείνους ἔχειν ἀπολογίαν τὴν ἔφεσιν. Τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου, ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ.
βʹ. Ὅρα, ἀνακοινοῦται τῷ Ἀγρίππᾳ, ὥστε καὶ ἑτέρους γενέσθαι πάλιν ἀκροατὰς, καὶ τὸν βασιλέα, καὶ τὸν στρατὸν, καὶ τὴν Βερνίκην. Εἶτα δὲ πάλιν ἀπολογία. Ἡμερῶν δὲ διαγενομένων, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασόμενοι τὸν Φῆστον. Ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων· Ἀνήρ τίς ἐστι καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος· περὶ οὗ, γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ' αὐτοῦ δίκην. Πρὸς οὓς ἀπεκρίθην, ὅτι Οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰς ἀπώλειαν, πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. Συνελθόντων οὖν αὐτῶν ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα. Περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἐπέφερον, ὧν ὑπενόουν ἐγώ· ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῇν. Ἀπορούμενος δὲ ἐγὼ περὶ τὴν τούτου ζήτησιν, ἔλεγον, εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱερουσαλὴμ, κἀκεῖ κρίνεσθαι περὶ τούτων. Τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν, ἕως ἂν πέμψω αὐτὸν πρὸς Καίσαρα. Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον ἔφη· Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. Ὁ δὲ, Αὔριον, φησὶν, ἀκούσῃ αὐτοῦ. Ὅρα κατηγορίαν Ἰουδαίων πάλιν, οὐ παρὰ τοῦ Παύλου, ἀλλὰ παρὰ τοῦ ἄρχοντος. Ἐνεφάνισαν, φησὶν, οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ' αὐτοῦ δίκην. Πρὸς οὓς ἐγὼ ἀπεκρίθην. Ὅρα καὶ τί ἀποκρίνεται εἰς αἰσχύνην αὐτῶν· ὅτι Οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰς ἀπώλειαν· τουτέστι, πρὶν ἢ λόγου αὐτῷ μεταδοῦναι ἀδύνατον τὸ χαρίζεσθαι ἁπλῶς. Κατὰ τὸ εἰωθὸς δὲ ποιήσας, οὐχ εὗρεν αἰτίαν· ὅθεν καὶ ἀπορεῖται ἐπὶ τούτῳ. Καὶ δῆλον 60.354 τοῦτο δι' ὧν ἐπήγαγε, λέγων· Ἀπορούμενος δὲ ἐγὼ περὶ τὴν τούτων ζήτησιν. Οὕτως εἶπε, συσκιάζων τὸ οἰκεῖον ἁμάρτημα. Καὶ ἐκεῖνος μὲν συσκιάζει, Ἀγρίππας δὲ ἐπιθυμεῖ ἰδεῖν αὐτόν. Ὅρα ἀεὶ τοὺς ἄρχοντας διακρουομένους τὴν ἐπάχθειαν τὴν Ἰουδαϊκὴν, καὶ παρὰ τὸ δίκαιον ἀναγκαζομένους πολλάκις ποιεῖν, καὶ προφάσεις ἐπιζητοῦντας τῆς ἀναβολῆς· οὐ γὰρ δὴ ἀγνοῶν ἀνεβάλετο, ἀλλ' εἰδώς. Ὁ δὲ Ἀγρίππας οὐ μόνον οὐ διακρούεται, ἀλλὰ καὶ ἀκοῦσαι βούλεται· ὃ καὶ θαυμάσαι ἄξιον, πόθεν εἰς ἐπιθυμίαν κατέστη τοῦ βούλεσθαι ἰδεῖν ἄνθρωπον, εἰ καὶ ἀδίκως, ὅμως κατηγορούμενον. Οὕτως ἦν καὶ τοῦτο οἰκονομίας. ∆ιὸ καὶ ἡ γυνὴ αὐτοῦ συνακούει, καὶ τῆς ἀκροάσεως οὐκ ἀπολιμπάνεται. Καὶ οὐδὲ ἁπλῶς ἀκροᾶται, ἀλλὰ μετὰ πολλῆς τῆς τιμῆς. Τοσαύτην ἔσχε τὴν ἐπιθυμίαν· οὐ γὰρ ἂν, εἰ μὴ ἐπεθύμησεν, ἐζήτησεν ἂν ἀκοῦσαι, οὐδ' ἂν καὶ τὴν γυναῖκα κοινωνὸν ἐποιήσατο τῆς ἀκροάσεως, εἰ μὴ μεγάλα περὶ αὐτοῦ ἐφαντάζετο. Ἐμοὶ δὲ δοκεῖ κἀκείνην τοῦτο ποθῆσαι. Καὶ ὅρα τὸν Παῦλον εὐθέως οὐ περὶ πίστεως μόνον οὐδὲ περὶ ἀφέσεως ἁμαρτημάτων, ἀλλὰ καὶ περὶ τῶν πρακτέων διαλεγόμενον. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Τὸ νῦν ἔχον, φησὶ, πορεύου· καιρὸν δὲ λαβὼν, μετακαλέσομαί σε. Ὅρα τὴν πώρωσιν· τοιαῦτα ἀκούων, χρήματα προσεδόκα λήψεσθαι παρ' αὐτοῦ. Καὶ οὐ τοῦτο μόνον δεινὸν, ἀλλὰ καὶ διαλεχθεὶς, οὐκ ἀφῆκεν αὐτὸν, ἀλλ' ἐπειδὴ πρὸς τῷ τέλει τῆς ἀρχῆς ἦν, κατέλιπεν αὐτὸν δέσμιον, ἵνα χαρίσηται τοῖς Ἰουδαίοις· ὥστε οὐ χρημάτων ἤρα μόνον, ἀλλὰ καὶ δόξης. Πῶς χρήματα, μιαρὲ, παρὰ ἀνθρώπου τὸ ἐναντίον κηρύττοντος ἐπιζητεῖς; Ὅτι δὲ οὐκ ἔλαβε, δῆλον ἐξ ὧν εἴασε δεδεμένον, λύσας ἂν, εἴπερ ἔλαβε. Περὶ ἐγκρατείας οὗτος διελέγετο, ἐκεῖνος δὲ χρήματα προσεδόκα λαβεῖν παρ' αὐτοῦ ταῦτα διαλεγομένου. Καὶ αἰτῆσαι μὲν οὐκ ἐτόλμα· τοιοῦτον γὰρ ἡ κακία, δειλὸν καὶ πάντα ὑποπτεῦον· ἤλπιζε δέ· ὥστε εἰκότως αὐτοῖς ἐχαρίζετο, ἅτε τοσοῦτον ἄρξας ἐκεῖ. Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ· ἐνεφάνισαν αὐτῷ ὅ τε ἀρχιερεὺς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ Παύλου, φησίν. Εὐθέως καὶ ἐν ἀρχῇ προσῆλθον οἱ ἱερεῖς, οὐκ ἂν ὀκνήσαντες καὶ εἰς Καισάρειαν ἐλθεῖν, εἰ μὴ ἔφθη ἀνελθὼν, ὅπου γε εὐθέως ἐπιβάντι προσέρχονται. Καὶ καταβὰς ἐν Καισαρείᾳ, διατρίβει δέκα ἡμέρας. Τάχα, δοκῶ, ὥστε ἐγγενέσθαι τοῖς βουλομένοις αὐτὸν διαφθεῖραι. Παῦλος δὲ ἦν ἐν τῷ δεσμωτηρίῳ. Καὶ παρεκάλουν αὐτὸν, φησὶν, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλήμ. Καὶ διὰ τί χάριν ᾔτησαν, εἰ δίκαιός ἐστιν ἀποθανεῖν; Ἀλλ' οὕτω κἀκείνῳ δήλη ἐγένετο ἡ ἐπιβουλὴ, ὡς διαλεγόμενον εἰπεῖν· Ἄνδρες οἱ συμπαρόντες, θεωρεῖτε τοῦτον, περὶ οὗ τὸ πλῆθος ἐνέτυχόν μοι τῶν Ἰουδαίων. ∆ιὰ γὰρ τοῦ, Ἐνέτυχον, τὸ, Αἰτούμενοι κατ' αὐτοῦ χάριν, δηλοῖ. Ὥστε ἤδη ἐβούλοντο αὐτὸν εἰς ἀπόφασιν ἐξενεγκεῖν, φοβούμενοι τὴν Παύλου γλῶτταν. Τί φοβεῖσθε; τί ἐπείγετε; Τοῦτο γὰρ ἐμφαίνει τὸ, Φυλάττεσθαι αὐτόν. Μὴ γὰρ φεύγει; Οἱ οὖν ἐν ὑμῖν, φησὶ, δυνατοὶ κατηγορείτωσαν αὐτοῦ. Πάλιν κατήγοροι ἐν Καισαρείᾳ, καὶ πάλιν ἐξάγεται Παῦλος. Τῇ δὲ ἐπαύριον καθίσας, φησὶν, ἐπὶ τοῦ βήματος.
γʹ. Ὅρα, εὐθέως ἐλθὼν ἐκάθισεν ἐπὶ τοῦ βήματος· οὕτως αὐτὸν ὤθουν μετὰ τοσαύτης σπουδῆς, οὕτως ἐπείγουσιν. Ἕως μὲν οὖν οὐδέπω πεῖραν ἦν λαβὼν τῶν 60.355 Ἰουδαίων, καὶ τῆς τιμῆς τῆς παρ' αὐτῶν, ὀρθῶς ἀπεκρίνατο· ἐπειδὴ δὲ ἐγένετο ἐν τοῖς Ἱεροσολύμοις, καὶ οὗτος χαρίζεται αὐτοῖς· οὐχ ἁπλῶς δὲ χαρίζεται, ἀλλὰ μετὰ ἀπάτης τοῦτο ποιεῖ· καὶ ὅπως, ἄκουε· ἐπάγει γάρ· Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς, ἐκεῖ περὶ τούτων κρίνεσθαι ὑπὲρ ἐμοῦ; Ὡσεὶ ἔλεγεν· Οὐχὶ αὐτοῖς δίδωμί σε, ἀλλ' αὐτὸς κριτὴς ἔσομαι. Τοῦτο δὲ λέγει, καὶ αὐτὸν ποιεῖ κύριον, ἵνα τῇ τιμῇ αὐτὸν χαλάσῃ· ἐπειδὴ εἰ ἦν ἀπόφασις, καὶ πάνυ ἀναίσχυντον ἐδόκει, μηδὲν ἐνταῦθα ἐλεγχθέντα ἐκεῖ θέλειν ἀπάγειν. Ὁ δὲ Παῦλος οὐκ εἶπεν, Οὐ βούλομαι, μή ποτε καὶ σφοδρότερον ποιήσῃ τὸν δικαστὴν, ἀλλὰ πάλιν παῤῥησιάζεται, καί φησιν· Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Μεγάλη ἡ παῤῥησία. Καὶ ὅρα πῶς αὐτοὺς συλλογίζεται· μονονουχὶ γὰρ τοῦτο λέγει δι' ὧν ἀπολογεῖται· Ἐξέβαλόν με ἅπαξ αὐτοὶ, καὶ τοῦτο νομίζουσι κατακρίνειν, τῷ δεικνύειν, ὅτι εἰς Καίσαρα ἥμαρτον· ἐπ' αὐτοῦ βούλομαι κριθῆναι τοῦ ἠδικημένου. Οὕτως εἰπὼν, ἐπάγει· Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. Καθήψατο αὐτοῦ λοιπὸν ὡς καὶ χαριζομένου. Εἶτα ἐπεὶ καθήψατο, πάλιν ἐκλύει τὸν λόγον, ἐπάγων· Εἰ μὲν οὖν ἀδικῶ, ἢ ἄξιόν τι θανάτου πέπραχα, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν. Κατ' ἐμαυτοῦ τὴν ψῆφον ἐκφέρω, φησίν. Τοῦτο οὐ θανατῶντος, ἀλλὰ σφόδρα θαῤῥοῦντός ἐστιν, οἷς ἐλάλει· μετὰ γὰρ τῆς παῤῥησίας καὶ τὴν δικαιολογίαν εἶναι δεῖ, ὥστε ἐντρέψαι. Εἰ δὲ οὐδέν ἐστιν ὧν κατηγοροῦσί μου, οὐδείς με δύναται χαρίσασθαι. Κἂν θέλῃ, φησὶν, οὐ δυνήσεται. Οὐκ εἶπεν, Οὐκ ἄξιός εἰμι ἀποθανεῖν, οὐδὲ, Ἀπολυθῆναι, ἀλλ', Ἕτοιμος κρίνεσθαι ἐπὶ Καίσαρος· ἅμα καὶ τοῦ ὀνείρατος μνησθεὶς, μᾶλλον ἐθάῤῥησεν ἐπικαλέσασθαι. Καὶ οὐκ εἶπε, Σὺ, ἀλλ', Οὐδείς· καὶ προσέθηκε, Καίσαρα ἐπικαλοῦμαι, ὥστε μὴ εἶναι εἰς ἐκεῖνον τὴν ὕβριν. Τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου, ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι· ἐπὶ Καίσαρα πορεύσῃ. Εἶδες πῶς χαρίζεται; Τοῦτο γὰρ χάρις ἐστὶ, τὸ συλλαλεῖν μετὰ τῶν κατηγόρων, ὃ διεφθαρμένης γνώμης ἐστὶ, καὶ συγχεούσης τὴν τάξιν. Ὅρα πάλιν ἐκτεινομένην αὐτοῦ τὴν δίκην, καὶ τὴν ἐπιβουλὴν ἀφορμὴν τοῦ κηρύγματος γινομένην. Ταῦτα γὰρ οἰκονομεῖται, ὥστε μετὰ εὐκολίας καὶ φυλακῆς ἀπενεχθῆναι αὐτὸν εἰς τὰ Ἱεροσόλυμα ὑπὸ μηδενὸς ἐπιβουλευόμενον· οὐ γὰρ ἦν ἴσον ἁπλῶς παραγενέσθαι, καὶ ἐπὶ αἰτίᾳ τοιαύτῃ. Τοῦτο καὶ συνελθεῖν ἐποίησεν Ἰουδαίους ἐκεῖ. Εἶτα πάλιν χρόνος γίνεται ἐνδιατρίβοντος αὐτοῦ τοῖς Ἱεροσολύμοις, ἵνα μάθῃς, ὅτι καὶ χρόνου γενομένου, οὐδὲν τὰ τῆς ἐπιβουλῆς αὐτῷ ἰσχύει, τοῦ Θεοῦ μὴ συγχωροῦντος. Ἀγρίππας δὲ οὗτος ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν. Οὗτος ὁ Ἀγρίππας ὁ καὶ Ἡρώδης, ἕτερός μοι δοκεῖ, ὡςεἶναι τέταρτον τοῦτον μετ' ἐκεῖνον τὸν ἐπὶ Ἰακώβου. Ὅρα τοὺς ἐχθροὺς συμπράττοντας ἄκοντας. Ὥστε δὲ μέγα γενέσθαι τὸ ἀκροατήριον, εἰς ἐπιθυμίαν ἐνέπεσεν ὁ Ἀγρίππας τῆς ἀκροάσεως· καὶ οὐχ ἁπλῶς ἀκούει, ἀλλὰ μετὰ παρασκευῆς. Καὶ ἴδε τὴν ἀπολογίαν, ἢν ὁ ἄρχων φησί· Καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν, ἔκρινα πέμπειν αὐτὸν, περὶ οὗ ἀσφαλές τι τῷ κυρίῳ γράψαι οὐκ ἔχω. Οὕτω γράφει ὁ Φῆστος, καὶ ἐκπομπεύεται ἡ ὠμότης ἡ Ἰουδαϊκή· ὅταν γὰρ ταῦτα ὁ ἄρχων λέγῃ, ἀνύποπτός ἐστι. ∆ιὰ τοῦτο 60.356 δὲ λέγει, ὥστε καὶ παρ' αὐτοῦ καταγνωσθῆναι τοὺς Ἰουδαίους· μετὰ δὲ τὸ πάντας αὐτῶν καταψηφίσασθαι, τότε ἐπάγει τὴν κόλασιν ὁ Θεός. Σκόπει δέ· κατέγνω Λυσίας, κατέγνω Φῆλιξ, κατέγνω Φῆστος καὶ οἱ χαριζόμενοι αὐτοῖς, κατέγνω Ἀγρίππας. Τί λοιπόν; Κατέγνωσαν αὐτῶν καὶ οἱ Φαρισαῖοι. Καὶ ὅτι κατέγνω, ἄκουε αὐτοῦ λέγοντος· Οὐδεμίαν αἰτίαν ἐπέφερον ὧν ὑπενόουν ἐγώ. Καὶ μὴν ἤνεγκαν, ἀλλ' οὐκ ἤλεγξαν· ἡ μὲν γὰρ ἐπιβουλὴ καὶ τὸ τόλμημα, τοῦτο ὑποπτεύειν ἐδίδου, ἡ δὲ ἐξέτασις οὐδὲν τοιοῦτον. Καὶ περί τινος, φησὶν, Ἰησοῦ τεθνηκότος. Εἰκότως Περί τινος λέγει, ἅτε ἄνθρωπος ἐν ἀρχῇ ὢν, καὶ τούτων οὐ φροντίζων. Ἀπὸ ταύτης τῆς αἰτίας καὶ τὸ, Ἀπορούμενος ἐγὼ, εἶπεν, εἰς τὴν περὶ τούτων ἐξέτασιν. Καὶ γὰρ ὄντως τοιούτου δικαστοῦ ὑπερέβαινεν ἀκοὰς ἡ τῶν τοιούτων ζήτησις. Καὶ εἰ ἐν ἀπορίᾳ εἶ, τί εἰς Ἱεροσόλυμα ἕλκεις; ∆ιὰ τοῦτο καὶ Παῦλος οὐκ ἀξιῶν ὑπ' αὐτοῦ κρίνεσθαι, Καίσαρα ἐπικαλεῖται, λέγων· Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι· καὶ γὰρ περὶ τούτου ἐνεκάλουν. Ἀκούεις ἔφεσιν; ἀκούεις ἐπιβουλὴν Ἰουδαίων; ἀκούεις στάσιν;
δʹ. Ταῦτα πάντα τὸν Ἀγρίππαν εἰς ἐπιθυμίαν ἐξήγειρεν ἀκούοντα. Καὶ δίδωσιν ὁ Φῆστος τὴν χάριν, καὶ γίνεται λοιπὸν λαμπρότερος ὁ Παῦλος. Τοιαῦτα, ὅπερ ἔφην, αἱ ἐπιβουλαὶ προεξένησαν. Εἰ μὴ ταῦτα ἦν, οὐδεὶς ἂν τούτων κατηξίωσεν ἀκοῦσαι αὐτοῦ τῶν ἀρχόντων, οὐδεὶς ἂν μετὰ τοσαύτης ἡσυχίας καὶ σιγῆς. Καὶ δοκεῖ μὲν διδάσκειν καὶ ἀπολογεῖσθαι, δημηγορεῖ δὲ μᾶλλον μετὰ πολλῆς τῆς εὐταξίας. Μὴ δὴ χαλεπόν τι πρᾶγμα νομίσωμεν τὰς ἐπιβουλάς. Ἕως ἂν ἑαυτοῖς μὴ ἐπιβουλεύωμεν, οὐδεὶς ἡμῖν ἐπιβουλεῦσαι δυνήσεται· μᾶλλον δὲ ἐπιβουλεύουσι μὲν, οὐδὲν δὲ βλάπτουσιν, ἀλλὰ καὶ ὠφελοῦσιν ἡμᾶς τὰ μέγιστα· ὥστε ἡμεῖς ἑαυτῶν κύριοι καὶ τοῦ παθεῖν κακῶς καὶ τοῦ μὴ παθεῖν. Ἰδοὺ διαμαρτύρομαι καὶ μεγάλῃ λέγω τῇ φωνῇ καὶ σάλπιγγος τρανότερον, καὶ εἰ ἦν ἐφ' ὑψηλοῦ ἀναβάντα βοῆσαι, οὐκ ἂν παρῃτησάμην, ὅτι τὸν Χριστιανὸν οὐδεὶς ἀνθρώπων τῶν οἰκούντων τὴν γῆν βλάψαι δυνήσεται. Καὶ τί λέγω, ἀνθρώπων; Οὐδὲ αὐτὸς ὁ δαίμων, ὁ τύραννος, ὁ διάβολος, ἂν μὴ αὐτὸς ἑαυτὸν ἀδικήσῃ· κἂν ὁτιοῦν τις ἡμᾶς κακὸν ἐργάσασθαι βουληθῇ, μάτην πειράσεται. Ὥσπερ γὰρ ἄγγελον οὐδεὶς ἂν βλάψειεν ἐπὶ γῆς ὄντα ἄνθρωπον, οὐδὲ οὕτως ἄνθρωπος ἄνθρωπον. Ἀλλ' οὐδὲ αὐτὸς ἕτερον βλάψαι δυνήσεται, ἕως ἂν ᾖ ἀγαθός. Τί οὖν ἂν τούτου γένοιτο ἴσον, ὅταν μήτε βλαβῆναι δύνηται, μήτε βλάψαι ἕτερον; Τοῦτο γὰρ ἐκείνου οὐκ ἔλαττον, τὸ μὴ βούλεσθαι βλάπτειν ἕτερον. Ἄρα ἄγγελός τίς ἐστι καὶ Θεῷ ὅμοιος. Τοιοῦτος γὰρ καὶ ὁ Θεός· ἀλλ' ἐκεῖνος μὲν φύσει, οὗτος δὲ προαιρέσει. Οὔτε οὖν βλαβῆναι δύναται, οὔτε βλάψαι ἕτερον. Τὸ δὲ, οὐ δύναται, μὴ ἀδυναμίας νομίσῃς (τοὐναντίον γὰρ ἀδυναμία)· ἀλλὰ τὸ ἀνένδεκτον λέγω. Ἡ γὰρ φύσις ἐκείνη οὔτε βλάβης ἐστὶ δεκτικὴ, οὔτε τοῦ ἀδικεῖν ἕτερον· ἐπεὶ καὶ τοῦτο ἑτέρα βλάβη. Ἄλλως γὰρ ἑαυτοὺς οὐ βλάπτομεν, ἢ τῷ βλάπτειν ἕτερον, καὶ τὰ μείζονα τῶν ἁμαρτημάτων ἡμῶν ἐκ τῆς εἰς ἡμᾶς ἀδικίας οὕτω γίνεται. Ὥστε καὶ διὰ τοῦτο ὁ Χριστιανὸς οὐ δύναται βλάπτεσθαι, ὅτι οὐδὲ βλάπτειν δύναται. Πῶς δὲ ἑτέρους βλάπτοντες ἑαυτοὺς βλάπτομεν, φέρε καθ' ἕκαστον τῶν πραγμάτων προχειρισάμενοι τὸν λόγον γυμνάσωμεν τὸ λεγόμενον. Ἀδικείτω τις, ὑβριζέτω, πλεονεκτείτω· τίνα ἄρα ἔβλαψεν οὗτος; οὐχ ἑαυτὸν πρότερον; Παντί που δῆλον. Τῷ μὲν γὰρ εἰς χρήματα ἡ ζημία, αὐτῷ δὲ εἰς ψυχήν· καὶ γὰρ εἰς ἀπώλειαν καὶ εἰς κόλασιν παραδίδοται τοῦ τοιούτου ἡ ψυχή. Πάλιν φθονείτω ἕτερος· τίνα οὖν ὁ τοιοῦτος ἠδίκησεν; οὐχ ἑαυτὸν, εἰπέ μοι; Τοιαύτη γὰρ ἡ τῆς ἀδικίας φύσις· τὸν τίκτοντα πρῶτον βλάπτει μυρία, μικρὰ δὲ ἕτερον, μᾶλλον δὲ οὐδὲ μικρὸν βλάπτει, ἀλλὰ καὶ ὠφελεῖ. Ἀλλ' οὐδὲν ἀξιόπιστον εἴρηκα. Ἔστω τοίνυν (μάλιστα γὰρ ἐν τούτοις ἐστὶ τὸ πᾶν) πένης χρήματα ἔχων ὀλίγα καὶ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς, ἕτερος δὲ πλούσιος καὶ εὔπορος καὶ πολλὴν ἔχων δύναμιν, καὶ λαμβανέτω τὰ τοῦ πένητος λοιπὸν καὶ γυμνὸν ποιείτω καὶ παραδιδότω λιμῷ, αὐτὸς δὲ ἐντρυφάτω τοῖς ἐξ ἐκείνου ληφθεῖσιν ἀδίκως· ὁ τοιοῦτος οὐ μόνον οὐδὲν αὐτὸν ἔβλαψεν, ἀλλὰ καὶ ὠφέλησεν, ἑαυτὸν δὲ οὐ μόνον οὐκ ὠφέλησεν, ἀλλὰ καὶ ἔβλαψε. Πῶς; Πρῶτον μὲν ὑπὸ τοῦ συνειδότος μαστιζόμενος τοῦ πονηροῦ, καὶ καθ' ἑκάστην ἡμέραν κεντούμενος, καὶ παρὰ πάντων καταγινωσκόμενος· ἔπειτα ἐν τῷ μέλλοντι κρίματι. Ἀλλ' ὅτι μὲν οὗτος βλάπτεται, δῆλον ἐντεῦθεν κατέστη· πῶς δὲ ὠφελεῖται ἐκεῖνος, εἰπέ. Ὅτι τὸ κακῶς παθεῖν καὶ φέρειν γενναίως, μέγα κέρδος ἔχει· ἔστι γὰρ ἁμαρτημάτων λύσις τὸ παθεῖν κακῶς, ἔστι φιλοσοφίας γυμνάσιον, ἔστιν ἀρετῆς διδασκαλία. Ἴδωμεν οὖν τίς ἐν κακοῖς, οὗτος ἢ ἐκεῖνος. Ἐκεῖνος μὲν γὰρ ἂν ᾖ φιλόσοφος, γενναίως οἴσει· οὗτος δὲ καθ' ἑκάστην ἡμέραν ἐν τρόμῳ ἔσται καὶ ὑποψίᾳ· τίς οὖν ἀδικεῖται, οὗτος ἢ ἐκεῖνος; Μύθους λέγεις, φησίν· ὅταν γάρ τις μὴ ἔχῃ φαγεῖν, καὶ ἀναγκάζηται ἀποδύρεσθαι καὶ ἀποδυσπετεῖν, ἢ προσελθὼν ἐπαιτεῖν καὶ μὴ λάβῃ, οὐχὶ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα προσαπολλύει; Μύθους σὺ λέγεις· ἐγὼ γὰρ ἐπιδεικνύω πράγματα. Εἰπὲ γάρ μοι, οὐδεὶς τῶν πλουτούντων ἀποδυσπετεῖ; Τί οὖν; μὴ ἡ πενία αἰτία τούτου; Ἀλλὰ οὐ λιμώττει; Καὶ τί τοῦτο; Μείζων ἡ δίκη, ὅταν μετὰ πλούτου τοῦτο ποιῇ. Οὔτε γὰρ πλοῦτος γενναῖον ποιεῖ, οὔτε ἀσθενῆ πενία· ἐπεὶ οὐδεὶς ἂν τῶν ἐν πλούτῳ ζώντων μοχθηρὸν ἔζη βίον, οὐδ' ἂν ἑαυτῷ κατηράσατο οὐδεὶς τῶν ἐν πενίᾳ. Ὅτι δὲ ὄντως μῦθοι τὰ παρ' ὑμῶν, ἐκεῖθεν ὑμῖν ποιήσω φανερόν. Εἰπέ μοι, ὁ Παῦλος ἐν πενίᾳ ἦν, ἢ ἐν πλούτῳ; ἐλίμωττεν, ἢ οὐχί; Αὐτοῦ ἔστιν ἀκοῦσαι λέγοντος· Ἐν λιμῷ καὶ δίψει. Οἱ προφῆται ἐλίμωττον, ἢ οὐχί; Κἀκεῖνοι ἀπεδυσπέτουν. Πάλιν Παῦλόν μοι φέρεις, πάλιν τοὺς προφήτας, δέκα καὶ εἴκοσιν ἀνθρώπους. Ἀλλὰ πόθεν βούλει; Ἀπὸ τῶν πολλῶν, φησὶ, δεῖξόν μοί τινας φέροντας γενναίως. Ἀλλὰ τὸ σπάνιον ἀεὶ τοιοῦτον, καὶ ὀλίγοι οἱ καλοί. Εἰ βούλει δὲ, καὶ καθ' ἑαυτὸ τὸ πρᾶγμα ἐξετάσωμεν. Ἴδωμεν τίνος ἡ φροντὶς μείζων καὶ δριμυτέρα, καὶ τίνος εὐφορωτέρα. Οὐχ ὁ μὲν ὑπὲρ τῆς ἀναγκαίας μεριμνᾷ τροφῆς, ὁ δὲ ὑπὲρ μυρίων πραγμάτων ταύτης ἀφέμενος; Οὐ δέδοικεν ὑπὲρ λιμοῦ ὁ πλούσιος, ἀλλ' ὑπὲρ ἑτέρων δέδοικε· πολλάκις ὑπὲρ σωτηρίας αὐτῆς. Οὐκ ἔχει τὴν ἀμεριμνίαν τῆς τροφῆς ὁ πένης, ἀλλ' ἔχει τὴν ἑτέραν ἀμεριμνίαν, τὴν ἀσφάλειαν, τὴν ἡσυχίαν, τὴν ἄδειαν.
εʹ. Ἄλλως δὲ, εἰ μὴ κακὸν τὸ ἀδικεῖν, ἀλλὰ καλὸν, διὰ τί αἰσχυνόμεθα; διὰ τί ἐγκαλυπτόμεθα; διὰ τί ὀνειδιζόμενοι ἀγανακτοῦμεν καὶ δυσχεραίνομεν; Εἰ μὴ καλὸν τὸ ἀδικεῖσθαι διὰ τί ἐναβρυνόμεθα καὶ ἐγκαλλωπιζόμεθα τῷ πράγματι, καὶ δικαιολογούμεθα ἐν τούτῳ; Θέλεις μαθεῖν πῶς τοῦτο ἐκείνου βέλτιον; Ὅρα τοὺς ἐν τούτῳ, 60.358 ὅρα τοὺς ἐν ἐκείνῳ. ∆ιὰ τί νόμοι; διὰ τί δικαστήρια; διὰ τί τιμωρίαι; οὐχὶ δι' ἐκείνους ὡς νοσοῦντας καὶ κάμνοντας; Ἀλλ' ἡ ἡδονὴ πολλὴ, φησί. Μὴ εἴπωμεν τὰ μέλλοντα· τὰ παρόντα ἐξετάσωμεν. Τί χεῖρον ἀνδρὸς τοιαύτην ἔχοντος ὑποψίαν; τί σφαλερώτερον; τί σαθρότερον; οὐκ ἐν ναυαγίῳ διαπαντός ἐστι; Κἂν δίκαιόν τι πράττῃ, οὐ πιστεύεται, ἀπὸ τῆς δυνάμεως καταδικαζόμενος παρὰ πάντων· πάντας γὰρ τοὺς συνοικοῦντας κατηγόρους ἔχει· οὐ φιλίᾳ χρήσασθαι δύναται· οὐδεὶς γὰρ ἂν ἕλοιτο ταχέως τοιαύτην δόξαν ἔχοντος ἀνθρώπου γενέσθαι φίλος, ὥστε μὴ κοινωνῆσαι αὐτῷ τῆς ὑπολήψεως. Καθάπερ θηρίον, οὕτω πάντες ἀποστρέφονται· καθάπερ λυμεῶνα καὶ ἐχθρὸν καὶ ἀνδροφόνον καὶ τῆς φύσεως πολέμιον, τὸν ἄδικον ἄνθρωπον. Ἂν εἰς δικαστήριον ἐμπέσῃ, οὐδὲ κατηγόρου δεῖται ὁ ἠδικηκὼς, τῆς δόξης ἀντὶ παντὸς κατηγόρου καταδικαζούσης αὐτόν. Ἀλλ' οὐχ ὁ ἀδικούμενος οὕτως, ἀλλὰ πάντας ἔχει προστάτας, συναλγοῦντας, χεῖρα ὀρέγοντας· ἐπ' ἀσφαλείᾳ ἕστηκεν. Εἰ καλὸν τὸ ἀδικεῖν καὶ ἀσφαλὲς, ὁμολογείτω τις εἶναι ἄδικος· εἰ δὲ οὐ τολμᾷ, τί δήποτε ὡς ἀγαθὸν μετέρχεται; Ἴδωμεν δὲ πῶς καὶ ἐν ἡμῖν αὐτοῖς, ἂν γένηται τοῦτο, πόσα γίνεται κακά. Εἰπὲ γάρ μοι, ἄν τι τῶν ἐν ἡμῖν τὸ οἰκεῖον ὑπερβὰν μέτρον τοῦ ἑτέρου ἐφίηται, καὶ βουληθῇ ἀφεὶς ὁ σπλὴν τὸν οἰκεῖον τόπον λαβεῖν τὸ ἀλλότριον μετὰ τοῦ οἰκείου, οὐχὶ νόσος τοῦτό ἐστι; Τὸ ὑγρὸν πάλιν τὸ ἐν ἡμῖν, ὁ χυμὸς, εἰ πάντα πληρώσει, οὐχὶ ὕδερος τοῦτό ἐστι; Μετ' ἐκείνου ἡ χολὴ πάλιν εὐρυχωρίαν ζητείτω, καὶ πανταχοῦ διαχείσθω τὸ αἷμα. Τί δὲ ἐν τῇ ψυχῇ ὁ θυμὸς, ἡ ἐπιθυμία, καὶ τὰ ἄλλα πάντα, ἐὰν ὑπερβῇ τὸ μέτρον, οὐχὶ ἑαυτὸν συνδιέφθειρεν; Οὕτω καὶ ἡ τροφή· ἐὰν ὑπὲρ ὃ δύναται πέπτεσθαι προσληφθῇ, νόσοις τὸ σῶμα περιέβαλε. Πόθεν γὰρ αἱ ποδαλγίαι; πόθεν αἱ παρέσεις καὶ ὁ κλόνος τοῦ σώματος; ἆρα οὐκ ἀπὸ τῆς τῶν τροφῶν ἀμετρίας; Πάλιν ἐν τῷ σώματι ἐὰν πλεῖον βουληθῇ λαβεῖν ὁ ὀφθαλμὸς, ἢ πλέον ἰδεῖν τοῦ ὡρισμένου θελήσειεν, ἢ μεῖζον ἀναλάβοι φῶς, ἔβλαψε μᾶλλον ἢ ὠφέλησε τὸ ὑπὲρ μέτρον. Εἰ δὲ ἔνθα ἀγαθόν τι τὸ φῶς ἐστι, ὁ ὀφθαλμὸς εἰ πλέον ἰδεῖν θελήσειεν ἀπόλλυται· ὅταν λαμπρότερον ἴδῃ, ἐννόησον ἐπὶ τοῦ κακοῦ. Ἡ ἀκοὴ ἐὰν μεγάλην δέξηται φωνὴν, ἀπόπληκτος ἡ διάνοια γίνεται· ὁ νοῦς ἐπειδὰν τὰ ὑπὲρ ἑαυτὸν λογίσηται, ἐκπλήττεται, καὶ ὅπερ ἂν πλέον τοῦ δέοντος γένηται, παραπόλλυσι. Τοῦτο γὰρ πλεονεξία, πλέον ἔχειν τοῦ ὡρισμένου. Οὕτω δὴ καὶ ἐπὶ χρημάτων, ὅταν βουλώμεθα ἐπιτιθέναι φορτία πλείονα, εἰ καὶ μὴ αἰσθανόμεθα, χαλεπὸν ἐν ἑαυτοῖς τρέφομεν τὸ θηρίον, πολλὰ ἔχοντες, πολλῶν δεόμενοι, φροντίσι μυρίαις περιβάλλοντες ἑαυτοὺς, πολλὰς τῷ διαβόλῳ παρέχοντες λαβάς. ∆ιὰ τοῦτο οὐδὲ χρεία καμάτου ἐπὶ τῶν πλουτούντων τῷ διαβόλῳ· ἕτοιμοι γὰρ αὐτῷ πρὸς καταφορὰν ἀπὸ τοῦ πλούτου μάλιστα γίνονται. Ἀλλ' οὐκ ἐπὶ τῶν πενίᾳ συζώντων, ἀλλὰ πᾶν τὸ ἐναντίον. Οὕτως αὐτὰ καθ' ἑαυτὰ ἀπόλλυσι τὰ πράγματα. ∆ιὸ παρακαλῶ ἀπέχεσθαι τῆς τούτων ἐπιθυμίας, ἵνα δυνηθῶμεν διαδράναι τὰς τοῦ πονηροῦ παγίδας, καὶ ἀρετῆς ἐπιλαβόμενοι τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΝΒʹ
Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόν των εἰς τὸ ἀκροατήριον σύν τε τοῖς χιλιάρχοις καὶ ἀνδράσι τοῖς κατ' ἐξοχὴν οὖσι τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος.
αʹ. Ὅρα οἷον συλλέγεται ἀκροατήριον τῷ Παύλῳ· Τοῖς 60.358 κατ' ἐξοχὴν, φησὶ, τῆς πόλεως· τοὺς δορυφόρους γὰρ πάντας συναγαγὼν ὁ ἄρχων καὶ ὁ βασιλεὺς, οὕτως ἀπαντῶσι. Σὺν αὐτοῖς δὲ καὶ οἱ χιλίαρχοι καὶ οἱ πρῶτοι τῆς πόλεως παραγεγόνασιν· τούτους γὰρ κατ' ἐξοχὴν καλεῖ. Εἶτα καὶ Παῦλος ἄγεται· καὶ ὅρα, πῶς αὐτοῦ ἀχθέντος 60.359 ἀνακηρύττεται ὑπὸ τοῦ Φήστου· οὐ μόνον γὰρ αὐτὸν ἀφίησι τῶν ἐγκλημάτων, ἀλλὰ καὶ ὑπεραπολογεῖται. Τί λέγων; Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον, περὶ οὗ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντες μὴ δεῖν ζῇν αὐτὸν μηκέτι. Ἐγὼ δὲ καταλαβόμενος μηδὲν ἄξιον θανάτου αὐτὸν πεπραχέναι, καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν, ἔκρινα πέμπειν αὐτόν. Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφ' ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης, σχῶ τι γράψαι. Ἄλογον γάρ μοι δοκεῖ, πέμποντα δέσμιον μὴ καὶ τὰς κατ' αὐτοῦ αἰτίας σημᾶναι. Σκόπει, πῶς ἐκείνων μὲν κατηγορεῖ, τοῦτον δὲ ἀφίησιν. Ὢ τῆς τῶν δικαιωμάτων περιουσίας! ὅπως καταδικάσῃ, οὐχ εὑρίσκει ὁ ἄρχων, μυρίας γενομένης ἐξετάσεως· ἐκεῖνοι δὲ τοῦτον ἄξιον θανάτου ἔφασκον εἶναι. ∆ιὰ τοῦτο καὶ ἔλεγεν· Ἐγὼ δὲ καταλαβόμενος, φησὶ, μηδὲν ἄξιον θανάτου πεπραχέναι αὐτόν· εἶτα ἐπήγαγε, λέγων· Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω. Καὶ τοῦτο τῆς τοῦ Παύλου καθαρότητος τὸ μηδὲν ἔχειν τὸν δικαστὴν, ὅ τι εἴπῃ περὶ αὐτοῦ. ∆ιὸ προήγαγον αὐτὸν, φησὶν, ἐφ' ὑμῶν· Ἄλογον γάρ μοι δοκεῖ εἶναι, πέμποντα δέσμιον, μὴ καὶ τὰς κατ' αὐτοῦ αἰτίας σημᾶναι. Ὅρα εἰς οἵας ἐνέβαλον οἱ Ἰουδαῖοι τοὺς ἄρχοντας αὐτῶν ἀπορίας μεγάλας. Τί οὖν ὁ Ἀγρίππας; Ἐπὶ τούτοις βουλόμενός τι μαθεῖν, πρὸς τὸν Παῦλον ἔφη· Ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν. Τῇ πολλῇ περὶ τοῦ ἀκοῦσαι ἐπιθυμίᾳ ἐπιτρέπει αὐτῷ λέγειν ὁ βασιλεύς. Ὁ δὲ Παῦλος μετὰ παῤῥησίας φθέγγεται λοιπὸν, οὐ κολακεύων, ἀλλὰ διὰ τοῦτο μακάριον ἑαυτὸν φάσκων εἶναι, ἐπειδὴ πρὸς πάντα εἰδότα τὸν λόγον ποιεῖται· καὶ ὅτι διὰ τοῦτο, ἄκουε ἃ δὴ καὶ προτείνεται λέγων· Τότε ὁ Παῦλος ἀπελογεῖτο, ἐκτείνας τὴν χεῖρα. Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον, ἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι σήμερον, μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν καὶ ζητημάτων· διὸ δέομαί σου μακροθύμως ἀκοῦσαί μου. Καίτοι γε, εἰ συνῄδει ἑαυτῷ, φοβηθῆναι ἐχρῆν παρὰ τῷ πάντα εἰδότι δικαζόμενον· ἀλλὰ καθαροῦ συνειδότος τοῦτό ἐστιν, τὸ μὴ παραιτεῖσθαι δικαστὴν τὸν ἀκριβῶς εἰδότα τὰ γεγενημένα, ἀλλὰ καὶ χαίρειν· ὅθεν καὶ μακάριον ἑαυτὸν ἡγεῖται, καὶ λέγει· ∆έομαί σου μακροθύμως ἀκοῦσαί μου. Ἐπειδὴ μέλλει λόγον ἐκτείνειν καὶ λέγειν τι περὶ ἑαυτοῦ, διὰ τοῦτο προλαβὼν παρεκάλεσε, καί φησι· Τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος, τὴν ἀπαρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἐν Ἱεροσολύμοις, ἴσασι πάντες οἱ Ἰουδαῖοι, προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος. Ὃ λέγει, τοῦτό ἐστι· Πῶς ἂν στασιαστὴς ἐγενόμην, ὁ νέος τοιοῦτος ὢν καὶ μαρτυρούμενος ὑπὸ πάντων; Εἶτα καὶ ἀπὸ τῆς αἱρέσεως ἡ πίστις οὗ εἶπεν· ἐπάγει γάρ· Κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς θρησκείας ἔζησα. Καὶ ἐπεὶ πάλιν εἰκὸς ἦν τινας εἰπεῖν· Τί οὖν, εἰ ἡ μὲν αἵρεσις θαυμαστὴ, σὺ δὲ πονηρός; ὅρα πῶς τὸ ὑφορμοῦν θεραπεύει· μάρτυρας γὰρ καλεῖ πάντας τοὺς Ἰουδαίους τοὺς γινώσκοντας τὸν αὐτοῦ βίον καὶ τὴν ἀναστροφήν. Ἴσασι γὰρ, φησὶ, πάντες Ἰουδαῖοι, προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν. Καὶ νῦν ἐπ' ἐλπίδι τῆς πρὸς τοὺς πατέρας ἡμῶν γενομένης ἐπαγγελίας ὑπὸ τοῦ Θεοῦ, ἕστηκα κρινόμενος· εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν, ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον, ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι, βασιλεῦ Ἀγρίππα, ὑπὸ Ἰουδαίων. Τί; ἄπιστον κρίνεται παρ' ὑμῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει; ∆ύο τίθησι περὶ ἀναστάσεως λογισμοὺς, ἕνα μὲν τὸν ἀπὸ προφητῶν· καὶ οὐ παράγει προφήτην, ἀλλ' αὐτὴν τῶν Ἰουδαίων τὴν δόξαν· ἄλλον δὲ τὸν καὶ ἰσχυρότερον τὸν ἀπὸ πραγμάτων. Ποῖον δὴ τοῦτον; Ὅτι διελέχθη αὐτῷ ὁ Χριστὸς, ἀναστὰς ἐκ νεκρῶν. Καὶ κατασκευάζει καὶ τοῦτον ἀπὸ λογισμῶν, τὴν προτέραν αὐτοῦ μανίαν διηγούμενος ἀκριβῶς· εἶτα καὶ μετὰ ἐγκωμίου τῶν Ἰουδαίων· Νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει, φησὶ, καταντῆσαι. Ὥστε εἰ καὶ μὴ ἀλήπτου βίου ἤμην, ὑπὲρ τούτων οὐκ ἔδει κρίνεσθαι, βασιλεῦ Ἀγρίππα. Εἶτα καὶ ἄλλος λογισμός. Τί; ἄπιστον κρίνεται παρ' ὑμῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει; Εἰ γὰρ μὴ τοιαύτη δόξα ἦν, εἰ γὰρ μὴ ἀνατεθραμμένοι ἦσαν ἐν τούτοις τοῖς δόγμασι, νῦν δὲ εἰσεφέρετο, ἴσως οὐκ ἂν ἐδέξατό τις τὸν λόγον. Εἶτα λέγει, πῶς ἐδίωκε· καὶ τοῦτο κατασκευαστικόν· καὶ τοὺς ἀρχιερεῖς παράγει μάρτυρας, καὶ τὰς ἔξω πόλεις, καὶ ὅτι ἤκουσε λέγοντος αὐτῷ· Σκλῆρόν σοι πρὸς κέντρα λακτίζειν. Ἔπειτα δείκνυσι καὶ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὅτι καὶ διωκόμενος ὤφθη, καὶ ὅτι Οὐκ ἐμὲ μόνον εὐεργέτησεν, ἀλλὰ καὶ ἑτέροις ἔπεμψε διδάσκαλον.
βʹ. ∆είκνυσι δὲ καὶ τὴν προφητείαν, ἣν ἤκουσεν Εἰς τοῦτο ὤφθην σοι· ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ σε ἀποστέλλω. Ταῦτα πάντα δεικνὺς, ἔλεγεν· Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι. Ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλοὺς τῶν ἁγίων ἐγὼ φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών· ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον· καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς, ἠνάγκαζον βλασφημεῖν· περισσῶς τε ἐμμαινόμενος αὐτοῖς, ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις. Ἐν οἷς καὶ πορευόμενος εἰς τὴν ∆αμασκὸν μετ' ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων, ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς, καὶ τοὺς σὺν ἐμοὶ πορευομένους. Πάντων δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ, Σαοὺλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ἐγὼ δὲ εἶπον· Τίς εἶ, Κύριε; Ὁ δὲ εἶπεν· Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις. Ἀλλὰ ἀνάστηθι,καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδες, ὧν τε ὀφθήσομαί σοι, ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ σε ἀποστέλλω, ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν τοῦ ἀποστρέψαι ἀπὸ σκότους εἰς φῶς, καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεὸν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. Σκόπει, πῶς ἡμέρως διαλέγεται. Ὁ Θεὸς φησὶν, εἶπε πρός με, ὅτι Ὤφθην σοι προχειρίσασθαι σε ὑπηρ 60.361 έτην καὶ μάρτυρα, ὧν τε εἶδες, ὧν τε ὀφθήσομαι σοι, ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ σε ἀποστέλλω, ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἀποστρέψαι ἀπὸ σκότους εἰς φῶς, καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεὸν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν. Ὡσεὶ ἔλεγε· Τούτοις ἐπείσθην, ταύτῃ τῇ ὀπτασίᾳ με ἐπηγάγετο, καὶ οὕτως ἔπεισεν, ὥστε μὴ ἀναβάλλεσθαι. Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ· ἀλλὰ τοῖς ἐν ∆αμασκῷ πρῶτον καὶ Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν ἀπαγγέλλω μετανοεῖν, καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. Ὁ τοίνυν καὶ τοὺς ἄλλους παιδεύων περὶ βίου ἀρίστου, πῶς ἂν αὐτὸς στάσεως καὶ φιλονεικίας, φησὶν, ἀρχηγὸς γέγονα; Ἕνεκα τούτων οἱ Ἰουδαῖοί με συλλαβόμενοι ἐν τῷ ἱερῷ, ἐπειρῶντο διαχειρίσασθαι. Ἐπικουρίας οὖν τυχὼν τῆς παρὰ τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα, μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι, καὶ Μωϋσῆς· εἰ παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν. Ὅρα, πῶς ἐκτὸς κολακείας ἐστὶν ὁ λόγος αὐτοῦ, καὶ τὸ πᾶν ἐπιγράφει τῷ Θεῷ. Εἶτα ἡ παῤῥησία. Ἀλλ' οὐδὲ νῦν ἀφίσταμαι· καὶ τὸ ἀσφαλές· Ἀπὸ γὰρ προφητῶν ἰσχυρίζομαι, Εἰ παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν· ὡσεὶ ἔλεγεν, ὅτι Πρῶτος ὁ Χριστὸς ἀναστὰς, οὐκέτι ἀποθνήσκει. ∆ῆλον ἐκ τοῦ πᾶσι καταγγεῖλαι τοῦτο καὶ εἰς ἑαυτοὺς προσδοκᾷν. Εἶτα τὴν παῤῥησίαν ὁ Φῆστος ἰδὼν, ἐπειδὴ πρὸς τὸν βασιλέα διελέγετο, μὴ μεθιστάμενος τοῦ πρὸς αὐτὸν ἀποβλέπειν, ὥσπερ ἔπαθέ τι, καί φησι· Μαίνη, Παῦλε. Ὅτι δὲ παθὼν τοῦτο λέγει, ἄκουε τῶν ἑξῆς· Ταῦτα δὲ αὐτοῦ διαλεγομένου, ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ ἔφη· Μαίνῃ, Παῦλε, τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. Τί οὖν ὁ Παῦλος; μετὰ ἐπιεικείας ἀποκρινόμενος, Οὐ μαίνομαι, φησὶ, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι. Εἶτα καὶ τὴν αἰτίαν διδάσκει, δι' ἣν πρὸς τὸν βασιλέα τὸν λόγον ἀπέστρεψεν· Ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεὺς, πρὸς ὃν καὶ παῤῥησιαζόμενος λαλῶ· λανθάνειν γὰρ τούτων αὐτόν τι οὐ πείθομαι οὐδέν· οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο. Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα, ὅτι πιστεύεις. Τοῦτο οὕτως εἶπε, μονονουχὶ διασύρων καὶ λέγων πρὸς αὐτούς· Οἶδα, ὅτι πάντα οἶδεν ἀκριβῶς· καὶ ἔδει μὲν πρώτους ὑμᾶς ταῦτα εἰδέναι (τὸ γὰρ ἐπαγόμενον τοῦτο δηλοῖ, τὸ, Οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο), ἀλλ' οὐκ ἠθελήσατε. Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα ὅτι πιστεύεις. Ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἔφη· Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι. Ὁ δὲ Παῦλος εἶπεν· Εὐξαίμην ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ, καὶ ἐν πολλῷ, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον, γενέσθαι τοιούτους, ὁποῖος κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων. Ὅρα πῶς εὔχεται, λέγων· Εὐξαίμην ἂν ἔγωγε τῷ Θεῷ [οὐκ] ἐν ὀλίγῳ, τουτέστι, παρὰ μικρόν. Καὶ οὐχ ἁπλῶς εὔχεται, ἀλλὰ καὶ ἐπιτεταμένως. Τοιούτους, φησὶ, γενέσθαι πάντας, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας, ὁποῖος κἀγώ εἰμι. Εἶτα καὶ προστίθησι· Παρεκτὸς τῶν δεσμῶν τούτων· οὐκ ἀποδυσπετῶν διὰ τὰ δεσμὰ, οὐδὲ αἰσχυνόμενος διότι ἐδέδετο (τοῦτο γὰρ ἦν αὐτῷ, εἴπερ τι ἄλλο, ἄξιον δόξης)· ἀλλὰ πρὸς τὴν ἐκείνων ὑπόληψιν ἀφορῶν, οὕτως εἶπε. ∆ιὰ τοῦτο προσέθηκε τὸ, Παρεκτὸς τῶν δεσμῶν τούτων. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ ἀνεγνωσμένα. Τῇ οὖν ἐπαύριον εἰσελθόντων εἰς τὸ ἀκροατήριον, κελεύσαντος τοῦ Φήστου, φησὶν, ἤχθη ὁ Παῦλος. Ἀπέστησαν λοιπὸν οἱ Ἰουδαῖοι τῇ ἐφέσει χρησαμένου ἐκείνου, καὶ τότε αὐτῷ λαμπρὸν τὸ θέατρον γίνεται· μετὰ πολλῆς γὰρ τῆς φαντασίας ὁ βασιλεὺς καὶ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων παρῆσαν οὐχ οἱ μὲν, οἱ δὲ οὔ. Τὸ πλῆθος τῶν Ἰουδαίων, φησὶ, συνέτυχόν μοι, ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντες μὴ δεῖν αὐτὸν ζῇν μηκέτι.
γʹ. Ὅρα τὴν μανίαν· ἐβόων, δεῖν αὐτὸν ἀποθανεῖν λέγοντες. Ἐντεῦθεν δείκνυσιν, ὅτι δικαίως ἐπεκαλέσατο Καίσαρα. Εἰ γὰρ οὐδὲν μὲν εἶχον δεινὸν εἰπεῖν, ἐκεῖνοι δὲ ἐμεμήνεσαν, εἰκότως ἐπ' ἐκεῖνον ἔρχεται. Ὅπως τῆς ἀνακρίσεως ὑφ' ὑμῶν γενομένης, σχῶ τί γράψαι, φησίν. Ὁρᾷς, πῶς βασανίζεται πολλάκις τὸ πρᾶγμα; Καὶ τῆς ἀπολογίας τοίνυν ταύτης Ἰουδαῖοι αἴτιοι, ἣν ἔμελλον μανθάνειν καὶ οἱ ἐν τῇ Ῥώμῃ. Περὶ πάντων ὧν ἐγκαλοῦμαι, βασιλεῦ Ἀγρίππα, φησὶν, ἥγημαι ἐμαυτὸν μακάριον, μέλλων ἐπὶ σοῦ ἀπολογεῖσθαι. Ὅρα πῶς κήρυκες ἄκοντες καὶ τῆς οἰκείας γίνονται κακίας καὶ τῆς Παύλου ἀρετῆς καὶ αὐτῷ τῷ κρατοῦντι· ὥστε λαμπρότερον ἀπήγετο Παῦλος, ἢ εἰ χωρὶς δεσμῶν ἀπῆλθεν· οὐκέτι γὰρ ὡς πλάνος καὶ γόης τοσούτων αὐτὸν ἀφέντων δικαστῶν ἀπήγετο. Πάντα τοίνυν ἀποδυσάμενος παρ' οἷς ἐτέχθη καὶ ἐτράφη, οὐχ ἁπλῶς, ἀλλ' οὕτω καθαρὸς ὑποψίας ἐπιβαίνει τῆς Ῥώμης. Καὶ οὐκ εἶπε· Τί δὴ τοῦτο; ἅπαξ ἐπεκαλεσάμην Καίσαρα· μυριάκις ἐκρίθην· μέχρι πότε; ἀλλὰ τί; Πάλιν ἕτοιμος ἐγένετο δοῦναι εὐθύνας καὶ ἐπὶ τοῦ μάλιστα εἰδότος τὰ κατὰ Ἰουδαίους. ∆ιὸ καὶ μετὰ πολλῆς τῆς παῤῥησίας ἀπολογεῖται, ἅτε οὐκ ὄντων κυρίων τῶν καταδικαζόντων αὐτόν· ὃς, καίπερ οὐκ ὄντων κυρίων, ἀλλὰ τῆς ἀποφάσεως ἐκείνης κρατούσης, ὅτι Πρὸς Καίσαρα πορεύσῃ, δίδωσι λόγον ὅμως, καὶ πολλὰς τὰς εὐθύνας περὶ πάντων· οὐ περὶ τῶν μὲν, περὶ τῶν δὲ οὔ. Μονονουχὶ δὲ τοῦτο λέγει δι' ὧν ἀποκρίνεται· Ἐγκαλοῦσιν ὑπὲρ στάσεως, ἐγκαλοῦσιν ὑπὲρ αἱρέσεως, καὶ ὅτι τὸν ναὸν ἐβεβήλωσα· περὶ πάντων ἀπολογοῦμαι· Τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος ἴσασι πάντες οἱ Ἰουδαῖοι· ὅτι μὲν οὐ τοῦ ἐμοῦ τρόπου τὸ στάσεις ποιεῖν, αὐτοὶ μάρτυρες οἱ κατήγοροι. Ὃ καὶ πρὸ τούτου λέγει· Ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων, τοῦτο καὶ ἐνταῦθα αἰνίττεται διὰ τοῦ εἰπεῖν, Τὴν ἐκ νεότητός μου βίωσιν. Καὶ ὅτε ὅλος ὁ δῆμος παρῆν, τότε καλεῖ αὐτῶν τὴν μαρτυρίαν. Οὐκ ἐπὶ τοῦ δικαστηρίου δὲ τοῦ Λυσίου τοῦτο ποιεῖ μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ Φήστου· καὶ πάλιν ἐνταῦθα, ὅτε πλείους παρῆσαν· ἐκεῖ δὲ οὐ πολλῆς ἀπολογίας ἔδει, τῶν γραμμάτων τοῦ Λυσίου ἀφιέντων αὐτόν. Ἴσασι, φησὶ, πάντες Ἰουδαῖοι προγινώσκοντές με ἄνωθεν. Καὶ οὐ λέγει, ποταπὸς αὐτοῦ ὁ βίος, ἀλλὰ ἀφίησιν αὐτῶν τῷ συνειδότι, καὶ τὸ πᾶν ἐν τῇ αἱρέσει τίθησι, δεικνὺς ἐντεῦθεν οὐκ ἂν ἑλόμενος αὐτὴν, εἰ πονηρὸς ἦν καὶ μοχθηρός. Ὑπὲρ τῆς αἱρέσεως τοίνυν ταύτης, ἧς, φησὶν, ἕστηκα κρινόμενος. Αὕτη καὶ παρ' αὐτοῖς πρεσβεύεται, διὰ ταύτην ηὔχοντο, διὰ ταύτην λατρεύουσιν, ἵνα ταύτης τύχωσι· ταύτην ἐγὼ καταγγέλλω, καὶ περὶ τῆς ἐλπίδος ταύτης ἐγκαλοῦμαι. Ἄρα μαινομένων ἐστὶ πάντα μὲν ὑπὲρ τοῦ τυχεῖν ταύτης ποιεῖν, τὸν δὲ εἰς ταύτην πιστεύοντα ἐλαύνειν. Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου, φησὶ, δεῖν πολλὰ ἐναντία πρᾶξαι· τουτέστιν, Ἔκρινα ταῦτα ποιεῖν, ὅτι οὐκ ἤμην τῶν μαθητῶν τοῦ Χριστοῦ, ἀλλὰ τῶν πολεμούντων αὐτῷ ὑπῆρχον. Ὅθεν καὶ ἀξιόπιστος γίνεται μάρτυς, ὅτι ὁ μυρία ποιῶν, καὶ πολεμῶν τοὺς πιστεύοντας, καὶ πείθων βλασφημεῖν, καὶ πάντα κινῶν, πόλεις, ἄρχοντας, καὶ δι' 60.363 ἑαυτοῦ ταῦτα πράττων, οὕτως ἐξαίφνης μεταβέβληται. Εἶτα πάλιν οἱ μάρτυρες οἱ συνόντες· εἶτα δείκνυσιν ἑαυτὸν δικαίως πεισθέντα, ἀπό τε τοῦ φωτὸς, ἀπό τε τῶν προφητῶν, ἀπό τε τῶν ἐκβάσεων, ἀπό τε τῶν νῦν γεγενημένων. Ἐπήγαγε γάρ· Ἡμέρας μέσης κατὰ τὴν ὁδὸν, εἶδον περιλάμψαν με φῶς, καὶ τοὺς σὺν ἐμοὶ πορευομένους. Ὅρα γοῦν, πῶς καὶ ἀπὸ τῶν προφητῶν, καὶ ἀπὸ τούτων αὐτοὺς πιστοῦται. Ἵνα γὰρ μὴ δόξῃ καινοτομεῖν, καίτοι ἔχων μεγάλα εἰπεῖν, πάλιν ἐπὶ τοὺς προφήτας καταφεύγει, καὶ τὰ αὐτῶν εἰς μέσον τίθησι. Τοῦτο μὲν οὖν ἀξιοπιστότερον ἅτε νῦν γενόμενον· ἀλλ' ἐπειδὴ μόνος εἶδε, πάλιν αὐτὸ ἀπὸ προφητῶν πιστοῦται. Καὶ ὅρα αὐτὸν οὐχ ὁμοίως διαλεγόμενον ἐν δικαστηρίῳ, καὶ ἐν ἐκκλησίᾳ· ἐκεῖ μὲν οὖν λέγει, ὅτι καὶ Ἀνείλετε· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ὥστε μὴ πλέον ἐκκαῦσαι τὸν θυμόν· ἀλλὰ τὸ αὐτὸ δείκνυσιν, εἰπὼν, Εἰ παθητὸς ὁ Χριστός. Οὕτως ἀφίησιν αὐτοὺς ἐγκλημάτων. Ὅπερ οὖν ἐγὼ καταγγέλλω, εἰ ἀνέστη πρῶτος ἐκ τῶν νεκρῶν, ἐκ τῶν προφητῶν δείκνυμι· καὶ γὰρ καὶ οἱ προφῆται τοῦτο καταγγέλλουσιν. Οὐκοῦν δέξασθε τὸν λόγον ὡς τὸν αὐτοῦ ὄντα τῶν προφητῶν. Ἐπεὶ δὲ εἶπε τὴν ὄψιν, λοιπὸν καὶ μετὰ ἀδείας καὶ τὰ κατορθώματα λέγει. Ποῖα ταῦτα; Τοῦ ἀνοῖξαι αὐτῶν, φησὶν, ὀφθαλμοὺς, καὶ ἀποστρέψαι ἀπὸ σκότους εἰς φῶς, καὶ ἀπὸ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν. Εἰς τοῦτο γὰρ ὤφθην σοι· τουτέστιν, οὐχ ὥστε κολάσαι, ἀλλ' ὥστε ἀπόστολον ποιῆσαι. Ὅρα, τὰ συνέχοντα κακὰ τοὺς ἀπίστους δείκνυσι, τὸν Σατανᾶν, τὸ σκότος, ὥσπερ καὶ τὰ ἀγαθὰ τῶν πιστῶν, τὸ φῶς, τὸν Θεὸν, τὸν κλῆρον τῶν ἁγίων. Καὶ οὐχ ἁπλῶς μετανοεῖν παραινεῖ, ἀλλὰ καὶ βίον ἐπιδείκνυσθαι θαυμαστόν. Καὶ ὅρα πανταχοῦ τὰ ἔθνη συμπλεκόμενα τῷ λόγῳ· οἱ γὰρ παρόντες ἐξ ἐθνῶν ἦσαν. Μαρτυρόμενος, φησὶ, μικρῷ τε καὶ μεγάλῳ, τουτέστι καὶ ἐπισήμῳ καὶ ἀσήμῳ. Τοῦτο διὰ τοὺς στρατιώτας οὕτως εἶπεν. Εἶτα ἀφεὶς τὴν τάξιν τοῦ ἀπολογουμένου, τὴν τοῦ διδασκάλου ἔλαβε. ∆ιὸ καὶ ὁ Φῆστός φησι πρὸς αὐτόν· Μαίνῃ. Εἶτα, ἵνα μὴ δόξῃ αὐτὸς διδάσκαλος εἶναι, ἐπάγει τοὺς προφήτας, τὸν Μωσέα· Εἰ παθητὸς, φησὶν, ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν. Ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ ἔφη. Οὕτω θυμοῦ ἦν καὶ ὀργῆς ἡ φωνή.
δʹ. Τί οὖν ὁ Παῦλος; Οὐ γάρ ἐστι, φησὶν, ἐν γωνίᾳ πεπραγμένον τοῦτο. Ἐνταῦθα περὶ τοῦ σταυροῦ λέγει τοῦτο, περὶ τῆς ἀναστάσεως· καὶ ὅτι πανταχοῦ τῆς οἰκουμένης γέγονε τὸ δόγμα, Πιστεύεις, βασιλεῦ, φησὶν, Ἀγρίππα; Οὐκ εἶπε, Τῇ ἀναστάσει, ἀλλὰ, Τοῖς προφήταις. Εἶτα προκαταλαμβάνει αὐτὸν, καί φησιν· Οἶδα, ὅτι πιστεύεις. Πρὸς ὃν καὶ ὁ Ἀγρίππας· Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι. Οὐκ ἐνόησεν ὁ Παῦλος τί ἐστιν, Ἐν ὀλίγῳ, ἀλλ' ἐνόμισεν, ὅτι Ἐξ ὀλίγου· διὸ καὶ πρὸς τοῦτο ἀποκρίνεται· οὕτως ἰδιώτης ἦν. Καὶ οὐκ εἶπεν, Οὐ βούλομαι, ἀλλ' Εὔχομαι, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντας. Ὅρα κολακείας ἀπηλλαγμένον τὸν λόγον. Εὔχομαι, φησὶ, σήμερον γενέσθαι πάντας τοιούτους, ὁποῖος καὶ ἐγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων, Ὅρα· ὁ καυχώμενος ἐπὶ τοῖς δεσμοῖς, ὁ προφέρων αὐτοὺς καθάπερ ἅλυσιν χρυσῆν, τούτοις ἀπεύχεται νῦν. Καὶ μὴ θαυμάσῃς· ἔτι γὰρ ἀσθενέστερον διέκειντο, καὶ συγκαταβατικώτερος ἦν ὁ λόγος αὐτῷ. Ἐπεὶ, ὅτι τὰ δε 60.364 σμὰ βέλτιον ἡγεῖτο, ἄκουε πῶς ἀεὶ ἐν ταῖς ἐπιστολαῖς πάντων προτίθησι τῶν ἄλλων, λέγων· Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ· καὶ πάλιν, Τούτου χάριν τὴν ἅλυσιν περίκειμαι, ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται· καὶ, Ἄχρι δεσμῶν ὡς κακοῦργος. Ὅρα· οὐχὶ, ∆εσμῶν, μόνον, ἀλλὰ καὶ, Ὡς κακοῦργος, προσέθηκεν, αὔξων τὴν ἀπὸ τῶν δεσμῶν δόξαν. ∆ιπλῆ δὲ ἡ τιμωρία, καὶ ὅτι ἐδέδετο, καὶ ὅτι ὡς κακοῦργος. Εἰ μὲν γὰρ οὕτως ἐδέδετο ὡς ἐπ' ἀγαθῷ, ἔφερέ τινα ἂν παραμυθίαν τὸ πρᾶγμα· νῦν δὲ καὶ ὡς κακοῦργος, καὶ ὡς ἐπὶ τοῖς δεινοῖς ἁλούς· καὶ ὅμως οὐδενὸς τούτων ἐφρόντιζε. Τοιοῦτον ψυχὴ πτερωθεῖσα τῷ οὐρανίῳ ἔρωτι. Εἰ γὰρ οἱ τὸν αἰσχρὸν τοῦτον ἐρῶντες ἔρωτα, οὐδὲν ἡγοῦνται οὔτε ἔνδοξον οὔτε τίμιον, ἀλλ' ἐκεῖνα, ὅσα ἂν αὐτοῖς πρὸς τὴν ἐπιθυμίαν συντείνῃ, ταῦτα κρίνεται καὶ ἔνδοξα καὶ ἔντιμα, καὶ τοῦτο πάντα αὐτοῖς ἐστιν ἡ ἐρωμένη, πολλῷ μᾶλλον οἱ τούτῳ ἁλόντες τῷ ἔρωτι, οὐδὲν ἡγοῦνται τὰ ἐπιτίμια. Εἰ δὲ οὐ νοοῦμεν τὰ λεγόμενα, οὐ θαυμαστόν· ἄπειροι γάρ ἐσμεν τῆς φιλοσοφίας ταύτης. Εἰ γάρ τις ἁλῷ τῷ πυρὶ τοῦ Χριστοῦ, τοιοῦτος γίνεται, οἷος ἂν γένηται ἄνθρωπος μόνος ἐπὶ τῆς γῆς οἰκῶν· οὕτως οὐδενὸς αὐτῷ μέλει δόξης καὶ ἀτιμίας· ἀλλ' ὥσπερ ἂν εἰ μόνος οἰκῶν οὐδενὸς ἂν ἐφρόντισεν, οὕτως οὐδὲ τότε ὁ τοιοῦτος φροντίζει. Πειρασμῶν δὲ οὕτω καταφρονεῖ καὶ μαστίγων καὶ δεσμωτηρίων, ὥσπερ ἂν εἰ ἐν ἀλλοτρίῳ σώματι ταῦτα ἔπασχεν, ἢ ὥσπερ ἂν εἰ ἀδαμάντινον ἐκέκτητο σῶμα· τῶν δὲ ἡδέων τῶν ἐν τῷ βίῳ οὕτω καταγελᾷ, καὶ ἀνεπαίσθητος αὐτῶν ἐστιν, ὥσπερ τῶν νεκρῶν σωμάτων ἡμεῖς, ἢ αὐτοὶ ὄντες νεκροί. Τοσοῦτον δὲ ἀπέχει ἁλῶναι πάθει τινὶ, ὅσον χρυσὸς πυρούμενος ὁ καθαρὸς ἂν ἀπόσχοιτο κηλῖδος. Ὥσπερ γὰρ μυῖαι εἰς μέσην φλόγα οὐκ ἂν ἐμπέσοιεν, ἀλλὰ φεύγουσιν, οὕτω καὶ τὰ πάθη οὐδὲ ἐγγὺς γενέσθαι τούτου τολμᾷ. Καὶ τούτων ἐβουλόμην μὲν ἀφ' ἡμῶν τὰ παραδείγματα παραγαγεῖν δύνασθαι· ἐπειδὴ δὲ ἀποροῦμεν, ἀνάγκη πρὸς αὐτὸν τοῦτον καταφυγεῖν. Ὅρα γοῦν αὐτὸν πρὸς πάντα τὸν κόσμον πῶς διέκειτο. Ἐμοὶ κόσμος ἐσταύρωται, φησὶ, κἀγὼ τῷ κόσμῳ· τουτέστι, Νεκρός εἰμι τῷ κόσμῳ, κἀκεῖνος ἐμοὶ νεκρός. Καὶ πάλιν· Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Τοῦτο μόνου Παύλου λέγειν ἐστιν, ἡμῶν δὲ τῶν ἐκείνου τοσοῦτον ἀπολειπομένων, ὅσον τῆς γῆς ὁ οὐρανὸς, ἐγκαλύπτεσθαι, ὡς μηδὲ τὸ στόμα διᾶραι τολμᾷν. Ὅτι δὲ ὡς ἐν ἐρημίᾳ ἦν, καὶ οὕτως ἑώρα τὰ παρόντα, ἄκουε αὐτοῦ λέγοντος· Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Τί λέγεις; Καὶ μὴν τὸ ἐναντίον οὗ λέγεις ἐστί· τὰ μὲν γὰρ ἀόρατα οὐ βλέπομεν, τὰ δὲ ὁρατὰ βλέπομεν. Ὁποίους ἔσχες ὀφθαλμοὺς, τοιοῦτοί εἰσιν οἱ παρὰ τοῦ Χριστοῦ δεδομένοι· καθάπερ γὰρ οὗτοι τὰ μὲν ὁρώμενα ὁρῶσι, τὰ δὲ οὐχ ὁρώμενα οὐχ ὁρῶσιν· οὕτως ἐκεῖνοι τοὐναντίον· οὐδεὶς τὰ ἀόρατα βλέπων, τὰ ὁρατὰ βλέπει· οὐδεὶς τὰ ὁρώμενα βλέπων, τὰ ἀόρατα βλέπει. Ἢ οὐχὶ καὶ παρ' ἡμῖν τοῦτο γίνεται; Ὅταν γὰρ τὸν νοῦν συστρέψαντες λογιζώμεθά τι τῶν ἀοράτων, μετέωροι τῶν ἐνεργειῶν ἡμῖν γίνονται αἱ ὄψεις. Καταφρονήσωμεν δόξης, γελᾶσθαι βουλώμεθα μᾶλλον, ἢ ἐπαινεῖσθαι. Ὁ μὲν γὰρ γελώμενος, οὐδὲν βλάπτεται· ὁ δὲ ἐπαινούμενος, μεγάλα. Μὴ μέγα φρονῶμεν ἐπὶ τοῖς ἐκφοβοῦσι τοὺς ἀνθρώπους, ἀλλ' ὡς ἐπὶ τῶν παίδων τοῦτο πράττωμεν· οὐδὲ γὰρ εἴ τινα ἴδοιμεν ἐκφοβοῦντα παιδία, θαυμάζομεν τοῦτον· εἰ γάρ τις φοβεῖ, παιδία φοβεῖ· ἄνδρα γὰρ οὐκ ἂν 60.365 δύναιτο φοβεῖν. Καὶ καθάπερ οἱ ἐκφοβοῦντες ἢ τὰς βλεφαρίδας ἕλκοντες ἄνω, ἢ ἄλλως τὸ πρόσωπον διαστρέφοντες τοῦτο ποιοῦσιν, ὑγιεινὸν δὲ ἔχοντες καὶ ἥμερον τὸ ὄμμα, οὐκ ἂν δύναιντο τοῦτο ποιῆσαι· οὕτω δὴ καὶ οὗτοι, τὸ διορατικὸν τῆς διανοίας διαστρέφοντες, τοῦτο ποιοῦσιν. Ὥστε ἥμερόν γε ἄνθρωπον καὶ καλὸν τῇ ψυχῇ οὐδεὶς ἂν φοβηθείη, ἀλλ' αἰδούμεθα πάντες, τιμῶμεν, ἐντρεπόμεθα. Οὐχ ὁρᾶτε, πῶς ὁ φοβερὸς καὶ μισητός ἐστι καὶ πᾶσιν ἡμῖν ἀπευκτός; Τί γὰρ τῶν δυναμένων φοβεῖν μόνον οὐκ ἀποστρεφόμεθα; οὐχὶ θηρία, οὐχὶ φωνὰς, οὐχὶ ὄψεις, οὐχὶ τόπους, οὐχὶ ἀέρα, οἷον τὸ σκότος;
εʹ. Μὴ δὴ μέγα νομίζωμεν, εἰ ἄνθρωποι φοβοῦνται ἡμᾶς. Πρῶτον μὲν γὰρ οὐδεὶς ἡμᾶς ἄνθρωπος πτοεῖται· δεύτερον, τὸ καὶ πτοουμένους ἡμᾶς μὴ μέγα τοῦτο εἶναι. Μέγα ἀγαθὸν ἡ ἀρετή· καὶ ὅρα πῶς μέγα. Ἄθλια τὰ πράγματα νομίζοντες, δι' ὧν συνέστηκεν, αὐτὴν θαυμάζομεν καὶ μακαρίζομεν. Τίς γὰρ οὐκ ἂν μακαρίσειε τὸν φιλόσοφον, καίτοι πενία, καὶ ὅσα τοιαῦτα, ἄθλια εἶναι δοκεῖ; Ὅταν οὖν διὰ τῶν ἀθλίων εἶναι δοκούντων λάμπῃ, ὅρα τὴν ὑπερβολήν. Μέγα φρονεῖς ἐπὶ δυναστείᾳ, ἄνθρωπε; Καὶ ποία δυναστεία, εἰπέ μοι, ἐχειροτονήθη; Παρὰ ἀνθρώπων ἐγένου δυνατός· ἔνδοθεν χειροτόνησον σεαυτόν. Ἄρχων γὰρ οὐχ ὁ καλούμενός ἐστιν, ἀλλ' ὁ ὤν. Ὥσπερ γὰρ ἰατρὸν οὐκ ἂν ποιήσειε βασιλεὺς οὐδὲ ῥήτορα, οὕτως οὐδὲ ἄρχοντα· οὐ γὰρ τὰ γράμματα ποιεῖ ἄρχοντα, οὐδὲ τὸ ὄνομα. Ἐπεὶ, εἰ βούλει, οἰκοδομείτω τις ἰατρεῖον, ἐχέτω καὶ μαθητὰς, ἐχέτω καὶ ὄργανα καὶ φάρμακα, καὶ εἰσίτω πρὸς τοὺς κάμνοντας· ἆρα ἀρκεῖ ταῦτα ποιῆσαι ἰατρόν; Οὐδαμῶς· ἀλλὰ δεῖ τῆς τέχνης, καὶ ταύτης ἄνευ, οὐ μόνον ταῦτα οὐδὲν ὠφελεῖ, ἀλλὰ καὶ βλάπτει· τὸν γὰρ οὐκ ἰατρὸν βέλτιον μηδὲ ἔχειν φάρμακα. Ὁ μὲν οὖν μὴ ἔχων οὔτε σώζει οὔτε ἀπόλλυσιν· ὁ δὲ ἔχων, ἀπόλλυσιν, οὐκ εἰδὼς, ὅπως χρήσηται· ἐπειδὴ οὐκ ἐν τῇ φύσει τῶν φαρμάκων ἐστὶν ἡ σωτηρία μόνον, ἀλλὰ καὶ ἐν τῇ τέχνῃ τοῦ προσάγοντος· τούτου γὰρ μὴ ὄντος, πάντα διέφθαρται. Τοιοῦτος καὶ ὁ ἄρχων ἐστίν· ἔχει ὄργανα, τὴν φωνὴν, τὸν θυμὸν, τοὺς δημίους, τὰς ὑπερορίας, τὰς τιμὰς, τὰς δωρεὰς, τοὺς ἐπαίνους· ἔχει καὶ φάρμακα, τοὺς νόμους· ἔχει καὶ κάμνοντας, τοὺς ἀνθρώπους· ἔχει ἐργαστήριον, τὸ δικαστήριον· ἔχει μαθητὰς, τοὺς στρατιώτας· ἂν οὖν μὴ εἰδῇ τὴν ἐπιστήμην τὴν ἰατρικὴν, οὐδὲν τούτων ὄφελος. Ὁ δικαστὴς ἰατρὸς ψυχῶν ἐστιν, οὐχὶ σωμάτων· εἰ δὲ αὕτη ἡ σωμάτων τοσαύτης δεῖται ἐπιμελείας, πολλῷ μᾶλλον ἡ τῆς ψυχῆς, ἐπειδὴ καὶ μείζων ψυχὴ σωμάτων. Οὐκ ἄρα τὸ ὄνομα ἔχειν ἄρχοντος ἄρχοντά ἐστιν εἶναι· ἐπεὶ καὶ ἄλλοι καλοῦνται μεγάλα ὀνόματα· οἷον Παῦλος, Πέτρος, Ἰάκωβος, Ἰωάννης· ἀλλ' οὐκ ἀπὸ τῶν ὀνομάτων εἰσὶν ἅπερ καλοῦνται, καθάπερ οὐδὲ ἐγώ· ἀλλ' εἰμὶ τοῦ μακαρίου μὲν ἐκείνου ὁμώνυμος, οὐ μὴν συνώνυμος· οὐκ εἰμὶ Ἰωάννης, ἀλλὰ καλοῦμαι. Οὕτω κἀκεῖνοι οὐκ εἰσὶν ἄρχοντες, ἀλλὰ καλοῦνται. Εἰσὶ δὲ ἐκεῖνοι ἄρχοντες καὶ χωρὶς τούτων, ὥσπερ καὶ ἰατρὸς, κἂν μὴ χρῆται τῇ ἐπιστήμῃ, ἔχῃ δὲ αὐτὴν ἐν τῇ ψυχῇ, ἰατρός ἐστιν. Εἰσὶν ἄρχοντες ἑαυτῶν ἄρχοντες. Τρία γὰρ ταῦτά ἐστι ψυχῇ, οἰκία, πόλις, οἰκουμένη· καὶ ὁδῷ 60.366 τὰ πράγματα προβαίνει. ∆εῖ τοίνυν τὸν μέλλοντα ἐπιστήσεσθαι οἰκίας, καὶ καλῶς αὐτὴν οἰκοδομήσειν, πρότερον τὴν ψυχὴν τὴν ἑαυτοῦ ῥυθμίζειν· οἰκία γὰρ αὐτοῦ ἐστιν· εἰ δὲ τὴν ἑαυτοῦ μὴ δύναιτο, ἔνθα μία ψυχὴ, ἔνθα κύριος αὐτὸς, ἔνθα ἀεὶ σύνεστιν ἑαυτῷ, πῶς τοὺς ἄλλους οἰκοδομήσει; Ὁ τὴν ψυχὴν τὴν ἑαυτοῦ ῥυθμίσαι δυνάμενος, καὶ τὸ μὲν ποιῶν ἄρχειν, τὸ δὲ ἄρχεσθαι, οὗτος καὶ οἰκίαν δυνήσεται· ὁ δὲ οἰκίαν, καὶ πόλιν· ὁ δὲ πόλιν, καὶ οἰκουμένην. Εἰ δὲ ψυχὴν οὐκ ἂν δύναιτο, πῶς οἰκουμένην δυνήσεται; Ταῦτά μοι εἴρηται, ἵνα μὴ ὦμεν ἐπτοημένοι πρὸς ἀρχὰς, ἵνα εἰδῶμεν, τί ποτέ ἐστιν ἀρχή· τοῦτο γὰρ οὐκ ἀρχὴ, ἀλλὰ κατάγελως καὶ δουλεία, καὶ μυρία ἕτερα ἄν τις καλέσειεν. Εἰπέ μοι, τί ἐστιν ἄρχοντος ἴδιον; ἆρα οὐχὶ τὸ ὠφελεῖν τοὺς ἀρχομένους καὶ εὐεργετεῖν; Τί οὖν, ἂν τοῦτο μὴ γένηται; πῶς ἑτέρους ὠφελήσει ὁ ἑαυτὸν μὴ ὠφελήσας; ὁ μυρίας ἔχων τυραννίδας ἐν τῇ ψυχῇ τῶν παθῶν, πῶς τὰς ἑτέρων ἐκκόψει; Οὕτω καὶ τρυφή· οὐχ αὕτη ἐστὶ τρυφὴ, ἀλλ' ἑτέρα. Ὥσπερ γὰρ ἄρχων ἐδείχθη οὐχ οὗτος, ἀλλ' ἕτερος· οὕτω καὶ ὁ τρυφῶν ἕτερός ἐστι. ∆οκεῖ μὲν γὰρ εἶναι τρυφὴ, τὸ τῆς ἡδονῆς ἀπολαύειν καὶ γαστρίζεσθαι· οὐκ ἔστι δὲ τοῦτο, ἀλλὰ τοὐναντίον, τὸ ψυχὴν ἔχειν θαυμαστὴν καὶ ἐν ἡδονῇ εἶναι. Ἔστω γάρ τις ἐσθίων, πίνων, σπαταλῶν, ἔπειτα φροντιζέτω καὶ ἀθυμείτω· μὴ δύναται οὗτος εἶναι ἐν τρυφῇ; Οὐκ ἄρα τὸ ἐσθίειν καὶ πίνειν τρυφὴ, ἀλλὰ τὸ ἐν ἡδονῇ εἶναι. Ἔστω τις ξηρὸν λαμβάνων ἄρτον, καὶ ἐμπιπλάσθω μετ' εὐφροσύνης· ἆρα τοῦτο ἡδονή; Οὐκοῦν καὶ τρυφή. Ἴδωμεν οὖν, τίνι παραγίνεται αὕτη, τοῖς πλουτοῦσιν ἢ τοῖς μὴ πλουτοῦσιν; Οὔτε τούτοις ἁπλῶς, οὔτε ἐκείνοις, ἀλλὰ τοῖς οὕτω κατασκευάζουσι τὴν ψυχὴν τὴν ἑαυτῶν, ὥστε μὴ πολλὰς ἔχειν ἀθυμιῶν ὑποθέσεις. Καὶ ποῖός ἐστιν οὗτος ὁ βίος; ἴσως ἐρεῖ τις· ὁρῶ γὰρ κεχηνότας ἅπαντας καὶ βουλομένους ἀκοῦσαι, τίς ἐστιν ὁ βίος οὗτος ὁ μὴ ἔχων ἀθυμίας. Οὐκοῦν ὁμολογείσθω παρ' ὑμῶν πρῶτον, ὅτι τοῦτο ἡδονὴ, τοῦτο τρυφὴ, ὅταν ἀθυμία μὴ ἐνοχλῇ, καὶ μὴ ἀπαιτῇ παρ' ἐμοῦ κρέα καὶ οἶνον καὶ καρυκεύματα καὶ ἱμάτια σηρικὰ καὶ πλῆθος τραπέζης. Ἀλλ' ἂν δείξω τούτων χωρὶς παρόντα τὸν βίον τὸν τοιοῦτον, ταύτην τὴν ἡδονὴν ἀγάπησον, τοῦτον τὸν βίον· τὰ γὰρ πολλὰ ἐκ τοῦ μὴ λογίζεσθαι δεόντως παραγίνεται ἡμῖν τῶν λυπηρῶν. Τίς οὖν πλείονα λυπηθήσεται, ὁ μηδενὸς αὐτῶν φροντίζων, ἢ ὁ φροντίζων; ὁ φοβούμενος τὰς μεταβολὰς, ἢ ὁ μὴ φοβούμενος; ὁ βασκανίαν, ὁ φθόνον, ὁ συκοφαντίας, ὁ ἐπιβουλὰς, ὁ ἀπώλειαν δεδοικὼς, ἢ ὁ τούτων ἐκτός; ὁ πλειόνων δεόμενος, ἢ ὁ μηδενός; ὁ μυρίοις δουλεύων, ἢ ὁ μηδενί; ὁ μυρίων χρείαν ἔχων, ἢ ὁ ἐλεύθερος; ὁ ἕνα δεσπότην δεδοικὼς, ἢ ὁ μυρίους; Οὐκοῦν μείζων ἡ ἡδονὴ ἐνταῦθα. Ταύτην τοίνυν διώκωμεν, καὶ μὴ περὶ τὰ παρόντα ὦμεν ἐπτοημένοι· ἀλλὰ καταγελῶμεν πάσης τῆς τοῦ βίου φαντασίας, καὶ πανταχοῦ τῆς συμμετρίας ὦμεν, ἵνα δυνηθῶμεν ἄλυπον τὸν βίον τοῦτον διαγαγεῖν, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΝΓʹ
Ἀνέστη δὲ ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν, ἥ τε Βερνίκη, καὶ οἱ συγκαθήμενοι αὐτοῖς· καὶ ἀναχωρήσαν τες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες, ὅτι Οὐδὲν θανάτου ἄξιον ἢ δεσμῶν πράσσει ὁ ἄνθρωπος οὗτος. Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.
αʹ. Ὅρα πῶς καὶ πάλιν ὑπὲρ αὐτοῦ ψηφίζονται· καὶ μετὰ τὸ εἰπεῖν, Μαίνῃ, ἀφιᾶσιν αὐτὸν, οὐ τοῦ θανάτου, ἀλλὰ καὶ τῶν δεσμῶν· καὶ τέλεον ἂν ἀφῆκαν, εἰ μὴ Καίσαρα ἐπεκέκλητο. Ἀλλὰ τοῦτο οἰκονομικῶς γέγονεν· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὸ μετὰ δεσμῶν ἀπελθεῖν. ∆ιὰ τοῦτο ἔλεγε· Μέχρι δεσμῶν ὡς κακοῦργος. Εἰ γὰρ ὁ Κύριος αὐτοῦ μετὰ ἀνόμων ἐλογίσθη, πολλῷ μᾶλλον οὗτος· ἀλλ' ὥσπερ ἐκεῖνος οὐκ ἐκοινώνησε τῆς δόξης, οὕτως οὐδὲ οὗτος. Τὸ γὰρ θαυμαστὸν τότε φαίνεται, τὸ ἀναμεμιγμένον τούτοις μηδὲν παρ' αὐτῶν βλάπτεσθαι. Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ, ὀνόματι Ἰουλίῳ, σπείρας Σεβαστῆς. Ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυτηνῷ, μέλλοντες πλεῖν τοὺς κατὰ τὴν Ἀσίαν τόπους, ἀνήχθημεν, ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως. Τῇ δὲ ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα. Ὅρα μέχρι ποῦ συνέρχεται τῷ Παύλῳ καὶ Ἀρίσταρχος. Καλῶς καὶ χρησίμως πάρεστιν ὁ Ἀρίσταρχος, μέλλων ἅπαντα ἀπαγγέλλειν εἰς Μακεδονίαν. Φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος, ἐπέτρεψε πρὸς τοὺς φίλους πορευθέντα ἐπιμελείας τυχεῖν. Κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους. Ἐπέτρεψε, φησὶ, Ἰούλιος, φιλανθρώπως τῷ Παύλῳ χρησάμενος. Καλῶς ποιῶν τοῦτο ἐπιτρέπει, ὥστε ἐπιμελείας τυχεῖν ἀπελθόντα παρὰ τοὺς γνωρίμους· εἰκὸς γὰρ ἦν αὐτὸν ἀπὸ πολλῆς κακώσεως εἶναι τῶν δεσμῶν, τοῦ φόβου, τοῦ ἄγεσθαι καὶ φέρεσθαι. Ὅρα πῶς οὐδὲ τοῦτο κρύπτει, ὅτι ἐβούλετο ἐπιμελείας τυχεῖν. Πάλιν πειρασμοὶ, πάλιν ἄνεμοι ἐναντίοι. Ὅρα διὰ πάντων οὕτω τὸν βίον τῶν ἁγίων ὑφαινόμενον· ἐξέφυγον τὸ δικαστήριον, καὶ περιπίπτουσι ναυαγίῳ καὶ χειμῶνι· ὃ καὶ δηλῶν, ἐπάγει· Τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες, κατήλθομεν εἰς Μύρα τῆς Λυκίας. Κἀκεῖ εὑρὼν ὁ ἑκατόνταρχος πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς τὴν Ἰταλίαν, ἀνεβίβασεν ἡμᾶς εἰς αὐτό. Εὑρὼν πλοῖον, φησὶν, Ἀλεξανδρῖνον. Εἰκότως εὑρίσκεται, ὥστε κἀκείνους ἀπαγγεῖλαι εἰς τὴν Ἀσίαν τὰ κατὰ τὸν Παῦλον καὶ τούτους εἰς τὴν Λυκίαν. Ὅρα τὸν Θεὸν οὐδὲν καινίζοντα οὐδὲ μεταβάλλοντα, ἀλλὰ ἀφιέντα αὐτὸν εἰς τοὺς ἀνέμους τοὺς ἀνεπιτηδείους πλεῖν. Ἀλλὰ καὶ οὕτω θαῦμα ἐργάζεται. Ὥστε γὰρ ἀσφαλῶς πλεῖν, οὐκ ἀφῆκεν αὐτοὺς εἰς πέλαγος, ἀλλ' ἀεὶ παρὰ γῆν ἔπλεον. Ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες, καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην· μόλις τε παραλεγόμενοι αὐτὴν, ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς λιμένας, ᾧ ἐγγὺς ἦν πόλις Λασαία. Ἱκανοῦ δὲ χρόνου διαγενομένου, καὶ ὄντος ἤδη τοῦ πλοὸς ἐπισφαλοῦς διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος, αὐτοῖς λέγων· Ἄνδρες, θεωρῶ, ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας 60.368 οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου, ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν. Ὁ δὲ ἑκατόνταρχος τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ ἐπείθετο μᾶλλον, ἢ τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις. Τὴν νηστείαν ἐνταῦθα τὴν τῶν Ἰουδαίων λέγειν ἡγοῦμαι. Μετὰ γὰρ τὴν Πεντηκοστὴν ἐξῆλθον ἐκεῖθεν μετὰ πολὺν χρόνον, ὡς ἐν αὐτῷ σχεδὸν τῷ χειμῶνι παραγενέσθαι εἰς τὰ μέρη τῆς Κρήτης. Καὶ τοῦτο δὲ οὐ μικρὸν θαῦμα, τὸ διασωθῆναι δι' αὐτὸν καὶ ἐκείνους. Ἄνδρες, θεωρῶ, ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας, φησὶν, οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου, ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν. Ὁ μὲν οὖν Παῦλος ἐκέλευσε μένειν, καὶ τὰ μέλλοντα προλέγει· ἐκεῖνοι δὲ ἐπειγόμενοι, καὶ ὑπὸ τοῦ τόπου κωλυόμενοι, ἤθελον εἰς Φοίνικα παραχειμάσαι.
βʹ. Καὶ σκόπει τὴν οἰκονομίαν· πρῶτον μὲν ἦραν τὸ σκάφος καὶ ἐξήρχοντο, ἔπειτα ὡς ἐνέπεσεν ἄνεμος, ἐδίδουν τῷ φέροντι, καὶ μόλις ἐσώζοντο. Ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν, οἱ πλείους ἔθεντο βουλὴν ἀναχθῆναι ἐκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ Χῶρον. Ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες Ἄσσον, παρελέγοντο τὴν Κρήτην. Μετ' οὐ πολὺ δὲ ἔβαλε κατ' αὐτὴν ἄνεμος τυφωνικὸς, ὁ καλούμενος Εὐροκλύδων· συναρπασθέντος δὲ τοῦ πλοίου καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ, ἐπιδόντες ἐφερόμεθα. Νησίον δέ τι ὑποδραμόντες καλούμενον Κλαύδην, μόλις ἰσχύσαμεν περικρατεῖς γενέσθαι τῆς σκάφης· ἣν ἄραντες, βοηθείαις ἐχρῶντο ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσι, χαλάσαντες τὰ ἱστία οὕτως ἐφέροντο. Σφοδρῶς δὲ χειμαζομένων ἡμῶν, τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο· καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἐῤῥίψαμεν. Μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινομένων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο πᾶσα ἐλπὶς τοῦ σώζεσθαι ἡμᾶς. Πολλῆς δὲ ἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν, εἶπεν. Ὅρα· μετὰ τὸν τοσοῦτον χειμῶνα οὐκ ἐπεμβαίνων αὐτοῖς διαλέγεται, ἀλλὰ βουλόμενος κἂν εἰς τὸ μέλλον πιστευθῆναι. Ὅθεν καὶ τὰ γεγενημένα παραλαμβάνει εἰς μαρτυρίαν τῆς τῶν ῥηθησομένων ἀληθείας. Καὶ δύο προλέγει, ὅτι τε εἰς νῆσον ἐκπεσεῖν δεῖ, καὶ ὅτι τὸ μὲν πλοῖον ἀπολεῖται, οἱ δὲ ἐνόντες σωθήσονται (ὅπερ οὐκ ἦν στοχασμοῦ, ἀλλὰ προφητείας), καὶ ὅτι αὐτὸν Καίσαρι δεῖ παραστῆναι. Τὸ δὲ, Κεχάρισταί σοι ὁ Θεὸς ἅπαντας, ὅπερ εἶπεν, οὐκ ἀλαζονείας ἐστὶν, ἀλλὰ βουλομένου προσαγαγέσθαι τοὺς ἐμπλέοντας· οὐχ ἵνα γὰρ αὐτῷ χάριν ἔχωσιν, ἀλλ' ἵνα πείθωνται τοῖς ὑπ' αὐτοῦ λεγομένοις, οὕτως εἶπε. Τὸ δὲ, Κεχάρισταί σοι ὁ Θεὸς, τῷ Παύλῳ εἴρηται. Τοῦτο μονονουχὶ λέγων αὐτῷ· Ἄξιοι μὲν εἰσὶν ἀποθανεῖν, ἐπειδὴ παρήκουσαν· πλὴν εἰς τὴν χάριν τὴν σὴν τοῦτο γίνεται. Πολλῆς δὲ, φησὶν, ἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν· Ἔδει μὲν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι, μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. Καὶ τανῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία 60.369 ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου. Παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ ἄγγελος τοῦ Θεοῦ, οὗ εἰμι, ᾧ καὶ λατρεύω, λέγων· Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι· καὶ ἰδοὺ κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. ∆ιὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ Θεῷ, ὅτι οὕτως ἔσται καθ' ὃν τρόπον λελάληταί μοι. Εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν. Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο, διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ κατὰ μέσον τῆς νυκτὸς, ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν· καὶ βολίσαντες, εὗρον ὀργυιὰς κʹ· βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες, εὗρον ὀργυιὰς ιεʹ· φοβούμενοί τε μή πως εἰς τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας, εὔχοντο ἡμέραν γενέσθαι. Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου, καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ πρώρας μελλόντων ἀγκύρας ἐκτείνειν, εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις· Ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε. Τότε οἱ στρατιῶται ἀπέκοψαν τὰ σχοινία τῆς σκάφης, καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν. Ἐνταῦθα δείκνυσιν, ὅτι ἔμελλον οἱ ναῦται φεύγειν ἀπιστοῦντες τῷ λεγομένῳ· ὁ δὲ ἑκατόνταρχος πιστεύει σὺν τοῖς στρατιώταις. ∆ιὸ καί φησιν· Ἐὰν οὗτοι φύγωσιν, ὑμεῖς σωθῆναι οὐ δύνασθε· οὐ διὰ τοῦτο εἰπὼν, ἀλλ' ἵνα κατάσχῃ αὐτοὺς, καὶ ἡ προφητεία μὴ διαπέσῃ. Ὅρα καθάπερ ἐν ἐκκλησίᾳ παιδευομένους αὐτοὺς τοῦ Παύλου τὴν φιλοσοφίαν, οὓς καὶ ἐκ μέσων αὐτῶν σώζει τῶν κινδύνων. Καὶ οἰκονομικῶς ἀπιστεῖται ὁ Παῦλος, ἵνα μετὰ τὴν πεῖραν τῶν πραγμάτων πιστευθῇ· ὅπερ οὖν καὶ γέγονε. Καὶ παραινεῖ πάλιν μεταλαβεῖν τροφῆς, καὶ πείθονται· καὶ αὐτὸς πρῶτος μεταλαμβάνει, οὐ λόγῳ, ἀλλὰ καὶ ἔργῳ πείθων ὡς οὐδὲν ἔβλαψεν ὁ χειμὼν, ἀλλὰ μᾶλλον αὐτῶν τὰς ψυχὰς καὶ ὠφέλησεν. Ἄχρι δὲ οὗ ἔμελλεν ἡμέραν γίνεσθαι, παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς, λέγων· Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες, ἄσιτοι διατελεῖτε μηδὲν προσλαβόμενοι. ∆ιὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖν τροφῆς· τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ τῆς κεφαλῆς πεσεῖται. Εἰπὼν δὲ ταῦτα, καὶ λαβὼν ἄρτον, εὐχαρίστησε τῷ Θεῷ ἐνώπιον πάντων, καὶ κλάσας ἤρξατο ἐσθίειν. Εὔθυμοι δὲ γενόμενοι πάντες, καὶ αὐτοὶ προσελάβοντο τροφῆς. Ἦμεν δὲ ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαὶ διακόσιαι ἑβδομηκονταέξ. Κορεσθέντες δὲ τῆς τροφῆς, ἐκούφιζον τὸ πλοῖον, ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν. Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον· κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν, εἰς ὃν ἐβουλεύσαντο, εἰ δυνατὸν, ἐξῶσαι τὸ πλοῖον. Καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων· καὶ ἐπάραντες τὸν ἀρτέμονα, τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. Περιπεσόντες δὲ εἰς τόπον διθάλασσον, ἐπώκειλαν τὴν ναῦν· καὶ ἡ μὲν πρῶρα ἐρείσασα, ἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας τῶν κυμάτων.
γʹ. Πάλιν πειρᾶται ὁ διάβολος ἐμποδίσαι τῇ προφητείᾳ· καὶ ἐβουλεύοντό τινας ἀνελεῖν, ἀλλ' οὐκ εἴασεν ὁ ἑκατόνταρχος, ἵνα τὸν Παῦλον σώσῃ· οὕτως ἤδη ᾠκειωμέ 60.370 νος ἦν αὐτῷ. Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο, ἵνα τοὺς δεσμώτας ἀποκτείνωσι, μή τις ἐκκολυμβήσας διαφύγῃ. Ὁ δὲ ἑκατόνταρχος βουλόμενος διασῶσαι τὸν Παῦλον, ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέ τε τοὺς δυναμένους κολυμβᾷν ἀποῤῥίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι, καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. Καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν. Καὶ διασωθέντες, τότε ἐπέγνωσαν, ὅτι Μελίτη ἡ νῆσος καλεῖται. Ὁρᾷς ὅσον γέγονεν ἀγαθὸν ἀπὸ τοῦ χειμῶνος; Οὐκ ἄρα ἐγκαταλείψεως ἦν ὁ χειμών. Καὶ πῶς, φησὶν, ἔφερον ἄσιτοι ὄντες καὶ μηδενὸς μεταλαβόμενοι; Ὁ φόβος κατεῖχεν αὐτοὺς καὶ οὐκ εἴα εἰς ἐπιθυμίαν τροφῆς ἐμπεσεῖν, μέλλοντας ὑπὲρ τῶν ἐσχάτων κινδυνεύειν. Τὸ μὲν οὖν γενόμενον ἀπὸ τοῦ καιροῦ ἐγένετο· τὸ δὲ θαῦμα μεῖζον, ὅτι ἐν καιρῷ τοιούτῳ ἐκ μέσων ἐσώθησαν τῶν κινδύνων, αὐτός τε καὶ δι' αὐτὸν οἱ λοιποί. Καὶ ἐπάραντες τὸν ἀρτέμονα, τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. Τοῦτο εἶπε, τὴν βίαν δεῖξαι βουλόμενος, ἢν ὑπέμενον χειμαζόμενοι· πολλάκις γὰρ οὐχ οὕτω ποιοῦσι. ∆ιὸ καὶ κατήγαγον τὴν ὀθόνην, τουτέστι τὰ ἱστία (ὅταν γὰρ σφοδρὸς ἄνεμος ᾖ, τοῦτο γίνεται), ἐγκόπτοντες τοῦ πνεύματος τὴν ῥύμην. Ταῦτα δὲ πάσχουσιν ἐν τῷ Ἀδρίᾳ, ἔνθα τὸ σώζεσθαι χαλεπόν. Ἦμεν δὲ ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαὶ διακόσιαι ἑβδομηκονταέξ. Καὶ πόθεν δῆλον, ὅτι τοσοῦτοι ἦσαν οἱ συμπλέοντες; Εἰκὸς ἦν αὐτοὺς ἐρωτᾷν τὴν αἰτίαν, δι' ἣν πλέουσι, καὶ μαθεῖν πάντα. Οἱ δὲ οὐδενὸς μετέλαβον, ὅτι οὐκ ἦν αὐτοῖς φροντὶς τροφῆς, ἅτε οὐ περὶ τῶν τυχόντων ὄντος τοῦ κινδύνου. Καὶ ὅρα πῶς οὐχ ἁπλῶς οὐδὲ ἡ παρολκὴ τοῦ πλοὸς γέγονε τῷ Παύλῳ, οὐδὲ ἄκαιρος ὁ πλοῦς, ἀλλὰ ποιεῖται αὐτὸν διδασκαλίας καιρόν. Οὐ μικρὸν δὲ τοῦτο, εἴ γε πάντες οὗτοι ἐπίστευσαν. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἱκανοῦ δὲ χρόνου διαγενομένου, καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοὸς, παρῄνει ὁ Παῦλος λέγων αὐτοῖς· Ἄνδρες, θεωρῶ, ὅτι μετὰ ὕβρεως καὶ ζημίας μέλλειν ἔσεσθαι τὸν πλοῦν. Ὅρα τὸ ἄτυφον· ἵνα μὴ δόξῃ προφητεύειν, ἀλλ' ὡς ἀπὸ στοχασμοῦ λέγειν, Θεωρῶ, φησίν· οὐ γὰρ ἂν ἐδέξαντο, εὐθέως εἰ τοῦτο εἶπε. Πρότερον γοῦν προφητεύει, καὶ λέγει· Ὁ Θεὸς, ᾧ λατρεύω, ἐνάγων αὐτούς. Πῶς οὖν οὐκ ἐγένετο μετὰ ζημίας ψυχῶν; Ἐγένετο ἂν, εἰ μὴ ὁ Θεὸς διέσωσεν. Ὅσον γὰρ κατὰ τὴν φύσιν τοῦ πράγματος, ἀπώλοντο ἄν· ἀλλ' ὁ Θεὸς ἐκώλυσεν. Ὁ δὲ ἑκατοντάρχης, φησὶ, τῷ κυβερνήτῃ μᾶλλον ἐπείθετο ἢ τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις. Ἵνα δειχθῇ, ὅτι οὐκ ἀπὸ στοχασμοῦ ταῦτα ἔλεγεν, ὁ κυβερνήτης τὰ ἐναντία λέγει, καὶ ταῦτα ἔμπειρος ὤν· οὕτως οὐκ ἀπὸ στοχασμοῦ ἦν τὰ λεγόμενα. Ἀνευθέτου δὲ τοῦ λιμένος, φησὶν, ὑπάρχοντος. Ὅρα καὶ ὁ τόπος διδάσκει μὴ ἀπὸ στοχασμοῦ εἶναι, ἀνεύθετος ὤν· μᾶλλον δὲ ἀπὸ στοχασμοῦ φαίνονται λέγοντες ἐκείνων οἱ πλείους, οἳ καὶ βουλεύονται ἀναχθῆναι ἐκεῖθεν· ἀλλ' οὐδὲν αὐτοῖς πλέον ἐκ τούτου γίνεται· περιπίπτουσι γὰρ κλύδωνι, καὶ ἐκβολὴν ὧν ἐπεφέροντο ποιοῦνται. ∆ιὸ καὶ τοῦτο δηλῶν, ἐπήγαγε· Σφοδρῶς δὲ χειμαζομένων ἡμῶν, αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἐῤῥίψαμεν. Ἵνα μὴ ἔχωσι μετὰ ταῦτα ἀπειθεῖν, ταῦτα συγχωρεῖται. Καὶ χαλεπὸς χειμὼν ἐγείρεται, καὶ πολὺ τὸ σκότος γίνεται. Εἶτα ἵνα μὴ ἀπόλωνται, καὶ ὁ σῖτος ῥίπτεται καὶ πάντα· 60.371 τοῦτο γάρ ἐστι, Τὴν σκευὴν τοῦ πλοίου ἐῤῥίψαμεν. Πολλῆς δὲ ἀσιτίας ὑπαρχούσης, εἶπεν ὁ Παῦλος· Ἔδει πειθαρχήσαντάς μοι κερδῆσαι τὴν ζημίαν. Εἶδες, πῶς οὐ μικρὰ πρὸς τὴν ἀκρόασιν συνεβάλετο καὶ ὁ χειμὼν καὶ τὸ σκότος; Καὶ ὅρα πῶς πείθεται ὁ ἑκατόνταρχος, ὥστε καὶ τὴν σκάφην ἀφεῖναι καὶ ἀπολέσαι. Εἰ δὲ οἱ ναῦται οὐδέπω ἐπείσθησαν, ἀλλ' ὕστερον πείθονται, μὴ θαυμάσῃς· καὶ γὰρ τὸ γένος τὸ τούτων ἰταμόν πώς ἐστι καὶ σκληρὸν πρὸς τὸ πείθεσθαι. Σὺ δέ μοι σκόπει τὴν σύνεσιν καὶ ἐντεῦθεν τοῦ Παύλου. Οὐ γὰρ ἐπιτιμᾷ καὶ τραχύνεται, ἀλλ' ἡμέρως, Οὕτως ἔδει, φησίν. Ἤδει γὰρ, ὅτι οὐκ ἔστιν εὐπαράδεκτος ἐγκαλῶν τις ἐν συμφορᾷ, ἀλλ' ὅταν καὶ τὰ πλείονα παρατρέχῃ τῆς συμφορᾶς, τότε εὐπαράδεκτος γίνεται. Τότε τοίνυν ἐπιτίθεται, ὅτε πᾶσα ἡ ἐλπὶς τοῦ σωθῆναι περιῃρέθη· τότε καὶ τὰ χρηστὰ προλέγει. Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο, φησὶ, φοβούμενοι ηὔχοντο ἡμέραν γενέσθαι. Ἵνα μή τις εἴπῃ, ὅτι οὐδὲν γέγονε, τοῦτο ἐπήγαγε, δεικνὺς πάντα γεγονότα. Ὅτι δὲ γέγονε, καὶ ὁ φόβος μαρτυρεῖ· Ηὔχοντο γὰρ, φησὶν, ἡμέραν γενέσθαι φοβούμενοι. Καὶ ὁ τόπος χαλεπός· κατὰ γὰρ τὸν Ἀδρίαν ταῦτα συμβαίνει· καὶ ἡ ἀσιτία ἡ πολλή· Τεσσαρεσκαιδεκάτην γὰρ σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε. Ὥστε ἐξ ἁπάντων ἐν μέσῳ ἦσαν θανάτου· διὸ καὶ ἐπάγει· Παρακαλῶ ὑμᾶς προσλαβεῖν τροφῆς. Τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· τουτέστι, Μή ποτε λιμῷ διαφθαρῆτε, τροφῆς μεταλάβετε. Λαβὼν δὲ ἄρτον, φησὶν, εὐχαρίστησε τῷ Θεῷ.
δʹ. Ὅρα, τὸ εὐχαριστῆσαι αὐτὸν ἐπὶ τοῖς γεγενημένοις οὐ μόνον αὐτοὺς ἐπέῤῥωσεν, ἀλλὰ καὶ εὐθύμους ποιεῖ. Ἦμεν δὲ, φησὶ, πᾶσαι αἱ ψυχαὶ ἐν τῷ πλοίῳ διακόσιαι ἑβδομηκονταέξ. Περὶ τούτων ἔλεγεν· Ἀποβολὴ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν. Τοῦτο πεπληροφορημένης ψυχῆς, τὸ εἰπεῖν, ὅτι σωθήσονται. Κορεσθέντες δὲ τῆς τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον. Ὁρᾷς; πρὸς τὸ λαβεῖν τροφὴν πείθονται μόνον· ἀλλ' οὕτω λοιπὸν τὸ πᾶν ἔῤῥιψαν ἐπὶ τὸν Παῦλον, ὡς καὶ τὸν σῖτον ἐκβαλεῖν. Ὅρα αὐτοὺς καὶ τὰ ἀνθρώπινα ποιοῦντας, καὶ οὐ κωλύοντα τὸν Παῦλον. Ὅτε δὲ, φησὶν, ἡμέρα ἐγένετο, ἀνῆκαν τὰς ζευκτηρίας. ∆ιαλύεται τὸ πλοῖον ἐν ἡμέρᾳ, ἵνα μὴ τῷ φόβῳ διαλυθῶσιν, ἵνα ἴδῃς ἔργῳ τὴν προφητείαν. Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο, ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν. Ὁρᾷς ὅτι καὶ κατὰ τοῦτο τῷ Παύλῳ ἐχαρίσθησαν; διὰ γὰρ αὐτὸν οὐκ εἴασεν αὐτοὺς ἀναιρεθῆναι ὁ ἑκατόνταρχος. Οὕτω μοι δοκοῦσιν ὡμολογημένοι εἶναι κακοὶ ἐκεῖνοι, ὥστε ἑλέσθαι αὐτοὺς καὶ ἀνελεῖν ἀλλ' οὐδὲν πλέον γέγονε, τοῦ βουλήματος κωλυθέντος, ἀλλ' οἱ μὲν ἐξεκολύμβησαν, οἱ δὲ ἐπὶ σανίδων ἐφέροντο, καὶ πάντες οὕτως ἐσώθησαν, καὶ ἡ προφητεία τέλος ἐλάμβανεν, εἰ καὶ μὴ τῷ χρόνῳ σεμνή τις οὖσα· οὐ γὰρ πρὸ πολλῶν ἐτῶν αὐτὴν προεῖπεν, ἀλλὰ τῇ φύσει τῶν πραγμάτων ἑπόμενος· ἀνέλπιστα γὰρ ἦν πάντα, καὶ διὰ τῆς οἰκείας σωτηρίας ἐμάνθανον τίς ὁ Παῦλος ἦν. Ἀλλ' εἴποι ἄν τις· ∆ιὰ τί μὴ καὶ τὸ πλοῖον διέσωσεν; Ἵνα μάθωσιν οἷον κίνδυνον διέφυγον· ὅτι οὐκ ἀνθρωπίνης βοηθείας ἦν τὸ πᾶν, ἀλλὰ τῆς τοῦ Θεοῦ χειρὸς χωρὶς πλοίου σωζούσης. Ὥστε οἱ δίκαιοι κἂν ἐν χειμῶνι ὦσι, κἂν ἐν θαλάσσῃ, κἂν ἐν πελάγει, οὐδὲν πάσχουσι δεινὸν, ἀλλὰ καὶ ἑτέρους συνδιασώζουσιν. Εἰ πλοῖον κινδυνεῦον καὶ ναυάγιον ὑπομένον, καὶ δεσμῶται διὰ Παῦλον ἐσώθησαν, ἐννόησον, τί ἐστιν ἅγιον ἄνδρα 60.372 εἶναι ἐν οἰκίᾳ· πολλοὶ γὰρ οἱ χειμῶνες καὶ ἡμῖν ἐφίστανται, καὶ πολλῷ τούτων χαλεπώτεροι, ἀλλὰ δύναται καὶ ἡμᾶς χαρίσασθαι, μόνον ἐὰν πειθώμεθα τοῖς ἁγίοις καθάπερ ἐκεῖνοι, ἂν ποιῶμεν ἃ προστάττουσιν. Οὐ γὰρ ἁπλῶς σώζονται, ἀλλὰ καὶ αὐτοὶ πίστιν εἰσήνεγκαν. Κἂν δέσμιος ᾖ ὁ ἅγιος, τῶν λελυμένων μείζονα ἐργάζεται. Καὶ σκόπει τοῦτο ἐνταῦθα γεγενημένον. Ὁ λελυμένος ἑκατόνταρχος αὐτοῦ ἐδεῖτο τοῦ δεδεμένου· ὁ ἐπιστήμων κυβερνήτης τοῦ μὴ κυβερνήτου ἔχρῃζε, μᾶλλον δὲ τοῦ ὄντως κυβερνήτου. Οὐ γὰρ τοιοῦτον ἐκυβέρνα σκάφος, ἀλλὰ τῆς οἰκουμένης τὴν Ἐκκλησίαν, παρ' ἐκείνου μαθὼν τοῦ καὶ θαλάσσης ∆εσπότου, οὐκ ἀνθρωπίνῃ τέχνῃ, ἀλλὰ πνευματικῇ σοφίᾳ. Ἐν τῷ σκάφει τούτῳ πολλὰ ναυάγια, πολλὰ κύματα, πνεύματα πονηρίας, Ἔσωθεν μάχαι, ἔξωθεν φόβοι· ὥστε ὁ ὄντως κυβερνήτης ἐκεῖνος ἦν. Ὅρα δὴ τὸν βίον ἡμῶν ἅπαντα πῶς τοιοῦτός ἐστι. Ποτὲ μὲν γὰρ φιλανθρωπίας ἀπολαύομεν, ποτὲ δὲ χειμῶνος, ποτὲ καὶ παρ' οἰκείαν ἀβουλίαν, καὶ παρὰ τὸ ῥᾳθυμεῖν δὲ μυρίοις ἐμπίπτομεν κακοῖς· μᾶλλον δὲ τοῦτο γίνεται, παρὰ τὸ μὴ ἀκούειν Παύλου, ὅταν ἐπειγώμεθά που ἀπελθεῖν, ἔνθα μὴ κελεύει. Συμπλεῖ γὰρ καὶ νῦν ἡμῖν, ἀλλ' οὐ δεδεμένος, καθάπερ τότε· παραινεῖ καὶ νῦν, καὶ λέγει τοῖς ἐν τῇ θαλάττῃ ταύτῃ· Προσέχετε ἑαυτοῖς· εἰσελεύσονται γὰρ μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς· καὶ πάλιν, Ἐν ὑστέροις καιροῖς ἐνστήσονται καιροὶ χαλεποὶ, καὶ ἔσονται οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες. Τοῦτο πάντων χαλεπώτερον τῶν πνευμάτων.
εʹ. Μένωμεν οὖν ἔνθα κελεύει ἐπὶ τῆς πίστεως, ἐπὶ τοῦ λιμένος τοῦ ἀσφαλοῦς· αὐτοῦ μᾶλλον ἀκούωμεν, ἢ τοῦ κυβερνήτου τοῦ ἐν ἡμῖν, τουτέστι τοῦ λογισμοῦ. Μὴ ἅπερ ἂν ὑποβάλλῃ οὗτος, ποιῶμεν, μὴ ἅπερ ὁ ναύκληρος, ἀλλὰ ἅπερ ἂν ὁ Παῦλος· μυρίους τοιούτους διῆλθε χειμῶνας. Μὴ τῇ πείρᾳ μανθάνωμεν, ἀλλὰ πρὸ τῆς πείρας κερδάνωμεν καὶ ὕβριν καὶ ζημίαν. Ἄκουσον τί φησιν· Οἱ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμόν. Πειθώμεθα τοίνυν αὐτῷ, ἐπεὶ καὶ ἐκεῖνοι μὴ πεισθέντες, ὁρᾶτε τί ἔπαθον. Καὶ πάλιν ἑτέρωθι λέγει, τί ποιεῖ ναυάγια· Οἵτινες, φησὶν, ἐναυάγησαν περὶ τὴν πίστιν. Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης. Πειθώμεθα Παύλῳ· κἂν ἐν μέσῳ ὦμεν χειμῶνι, πάντως ἀπαλλαγησόμεθα τῶν κινδύνων, κἂν τεσσαρεσκαίδεκα ἡμέραις ἄσιτοι διαμένωμεν, κἂν ἡ ἐλπὶς τῆς σωτηρίας ἐκπέσῃ, κἂν ἐν σκότῳ ὦμεν καὶ γνόφῳ, πεισθέντες αὐτῷ, ἀπαλλαγησόμεθα τῶν κινδύνων. Πλοῖον εἶναι νομίζωμεν τὴν οἰκουμένην πᾶσαν, κἀν τούτῳ τοὺς κακούργους καὶ μυρία ἔχοντας δεινὰ, τοὺς μὲν ἄρχοντας, τοὺς δὲ φύλακας, τοὺς δὲ δικαίους, οἷος Παῦλος, τοὺς δὲ δεσμίους, ταῖς ἁμαρτίαις δεδεμένους· ἂν μὲν οὖν Παύλῳ πειθώμεθα, οὐ δεδεμένοι ἀπολλύμεθα, ἀλλὰ καὶ λυόμεθα· χαριεῖται καὶ ἡμᾶς αὐτῷ ὁ Θεός. Ἢ οὐκ οἴει δεσμὸν εἶναι χαλεπὸν τὰ ἁμαρτήματα καὶ τὰ πάθη; οὐ γὰρ δὴ χεῖρες μόνον εἰσὶ δεδεμέναι, ἀλλ' ὁ πᾶς ἄνθρωπος. Εἰπὲ γάρ μοι, ὅταν τις χρήματα πολλὰ κεκτημένος μὴ ἀναλίσκῃ μηδὲ δαπανᾷ, ἀλλὰ κατέχῃ, οὐχὶ παντὸς δεσμίου χαλεπώτερον τῇ φειδωλίᾳ δεσμεῖται δεσμῷ ἀῤῥαγεῖ; Τί δαὶ, ὅταν τις εἱμαρμένῃ ἑαυτὸν ὑποβάλλῃ, οὐχὶ πάλιν ἄλλοις οὗτος δεσμοῖς δέδεται; Τί δαὶ, ὅταν παρατηρήσεσι; τί δαὶ, ὅταν συμβόλοις; οὐχὶ παντὸς δεσμοῦ ταῦτα χαλεπώτερα; τί δαὶ, ὅταν ἐπιθυμίᾳ ἀλόγῳ καὶ ἔρωτι; Τίς διαῤῥήξει τούτους ὑμῖν τοὺς δεσμούς; Τοῦ Θεοῦ χρεία ὥστε λυθῆναι. Καὶ ἓν μὲν τούτων ἀρκεῖ κίνδυνον ἐμποιῆσαι· ὅταν δὲ καὶ δεσμὰ καὶ χειμὼν, ἐννόησον ὅσον τὸ τῶν κινδύνων. Τί γὰρ οὐχ 60.373 ἱκανὸν διαφθεῖραι; οὐχ ὁ λιμὸς, ὁ χειμὼν, ἡ κακία τῶν ἐμπλεόντων, τὸ τοῦ καιροῦ ἀνεπιτήδειον; Ἀλλὰ πρὸς ταῦτα πάντα ἔστη ἡ λαμπρότης Παύλου. Οὕτω δὴ καὶ νῦν· κατέχωμεν παρ' ἑαυτοῖς τοὺς ἁγίους, καὶ οὐκ ἔσται χειμών· μᾶλλον δὲ, κἂν ᾖ χειμὼν, ἔσται εὐδία καὶ γαλήνη πολλὴ, καὶ ἀπαλλαγὴ τῶν κινδύνων· ἐπειδὴ τὸν ἅγιον εἶχε φίλον ἡ χήρα ἐκείνη, καὶ ὁ θάνατος ἐλύθη τοῦ παιδίου, καὶ τὸν παῖδα πάλιν ζῶντα ἀπελάμβανεν. Ἔνθα πόδες ἁγίων ἐπιβαίνουσιν, οὐδὲν ἔσται λυπηρόν· κἂν γένηται, πρὸς δοκιμὴν καὶ πρὸς μείζονα δόξαν τοῦ Θεοῦ. Ἔθισον τὸ ἔδαφος τῆς οἰκίας ὑπὸ τοιούτων πατεῖσθαι ποδῶν, καὶ οὐ πατήσει δαίμων ἐκεῖ· καὶ μάλα εἰκότως. Ὥσπερ γὰρ ἔνθα ἂν εὐωδία ᾖ, οὐχ ἕξει χώραν δυσωδία· οὕτω καὶ ἔνθα μύρον ἐστὶ τὸ ἅγιον, ἀποπνίγεται δαίμων, εὐφραίνει τοὺς συνόντας, διαχέει ψυχὴν, ἀνίησιν. Ἔνθα ἄκανθαι, ἐκεῖ θηρία· ἔνθα φιλοξενία, οὐκ εἰσὶν ἄκανθαι· ἡ γὰρ ἐλεημοσύνη εἰσελθοῦσα παντὸς δρεπάνου τομώτερον ἀναιρεῖ τὰς ἀκάνθας, παντὸς πυρὸς σφοδρότερον. Μὴ φοβηθῇς· αἰδεῖται τὰ ἴχνη τῶν ἁγίων, καθάπερ λέοντας ἀλώπεκες. ∆ίκαιος γὰρ, φησὶν, ὡς λέων πέποιθεν. Εἰσαγάγωμεν τούτους τοὺς λέοντας εἰς 60.374 τὴν οἰκίαν, καὶ πάντα φυγαδεύεται τὰ θηρία, οὐ βοώντων αὐτῶν μεγάλα, ἀλλ' ἁπλῶς φθεγγομένων. Οὐ γὰρ βρυχηθμὸς λέοντος οὕτω φυγαδεύει τὰ θηρία, ὡς εὐχὴ δικαίου φυγαδεύει δαίμονας· ἂν φθέγξηται μόνον, κατεπτήχασι. Καὶ ποῦ νῦν τοιοῦτοι, φησὶ, εἰσί; Πανταχοῦ, ἂν πιστεύωμεν ἡμεῖς, ἂν ζητῶμεν, ἂν περιεργαζώμεθα. Ποῦ ἐζήτησας, εἰπέ μοι; πότε τοῦτο ἔργον ἔσχες; πότε πρᾶγμα τοῦτο ἔθου; Εἰ δὲ οὐ ζητεῖς, μὴ θαυμάσῃς, ὅτι οὐχ εὑρίσκεις· Ὁ γὰρ ζητῶν εὑρίσκει, οὐχ ὁ μὴ ζητῶν. Ἄκουσον τοὺς ἐν ταῖς ἐρημίαις ὄντας· ἀπάγαγε χρυσίον καὶ ἀργύριον· πανταχοῦ τῆς οἰκουμένης εἰσί. Κἂν μὴ ἐν τῇ οἰκίᾳ δέξῃ, ἄπελθε σὺ πρὸς αὐτὸν, συγγένου τῷ ἀνδρὶ, πρὸς τὸ οἴκημα γένου τὸ ἐκείνου, ἵνα δυνηθῇς ἐπιτυχεῖν, καὶ τῆς παρ' αὐτοῦ εὐλογίας ἀπολαῦσαι. Μεγάλη γὰρ ἡ παρὰ τῶν ἁγίων εὐλογία, ἧς ἐπιτυγχάνειν σπουδάζωμεν, ἵνα διὰ τῶν εὐχῶν τούτων βοηθούμενοι, τῆς παρὰ τοῦ αὐτοὺς ἐνδυναμοῦντος Θεοῦ φιλανθρωπίας ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Ν∆ʹ
Οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν. Ἀνάψαντες γὰρ πυρὰν, προσελάβοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος. Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος, καὶ ἐπιθέντος ἐπὶ τὴν πυρὰν, ἔχιδνα ἐκ τῆς θέρμης διεξελθοῦσα, καθήψατο τῆς χειρὸς αὐτοῦ.
αʹ. Πῶς παρεῖχον τὴν φιλανθρωπίαν οἱ βάρβαροι, ἑρμηνεύει· Ἀνάψαντες γὰρ, φησὶ, πυρὰν, προσελάβοντο πάντας ἡμᾶς. Ἐπεὶ οὐδὲν ὄφελος ἀλλαχόθεν τῆς σωτηρίας ἦν, τοῦ χειμῶνος μέλλοντος αὐτοὺς διαφθείρειν, ἀνάπτουσι τὴν πυράν. Εἶτα ὁ Παῦλος λαβὼν φρύγανα ἐπετίθει ἐπὶ τὴν πυράν· ὃ καὶ δηλῶν ἐπάγει λέγων· Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος. Ὅρα αὐτὸν ἐνεργοῦντα, καὶ οὐδαμοῦ θαυματουργοῦντα ἁπλῶς, ἀλλ' ἀπὸ χρείας· καὶ ἐν τῷ χειμῶνι γὰρ αἰτίας οὔσης προεφήτευσεν, ἀλλ' οὐχ ἁπλῶς, καὶ ἐνταῦθα πάλιν φρύγανα συλλέγει καὶ ἐπιτίθησιν. Ὅρα οὐδὲν τετυφωμένον ποιοῦντα οὐδὲ περιττὸν, ἀλλ' ὥστε διασωθῆναι αὐτοὺς, καὶ θέρμης τινὸς ἀπολαῦσαι. Εἶτα ἔχιδνα ἐκ τῆς θέρμης ἐξελθοῦσα, τῆς χειρὸς αὐτοῦ ἅπτεται· καὶ ὅτι ἥψατο, δῆλον ποιεῖ τοῦτο ἐκ τῆς ἐπαγωγῆς, λέγων· Ὡς δὲ εἶδον οἱ βάρβαροι τὸ θηρίον κρεμάμενον ἐκ τῆς χειρὸς αὐτοῦ, ἔλεγον πρὸς ἀλλήλους· Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῇν οὐκ εἴασε. Καλῶς καὶ τοῦτο συνεχωρήθη, ὥστε καὶ ἰδεῖν αὐτοὺς καὶ φθέγξασθαι ταῦτα, ἵνα ὅταν γένηται, μὴ ἀπιστῆται τὸ θαῦμα. Ὅρα τὴν φυσικὴν κρίσιν διηρθρωμένην καὶ παρὰ βαρβάροις, καὶ αἰδεσίμως αὐτοὺς πρὸς ἀλλήλους λέγοντας, καὶ μηδὲ καταγινώσκοντας ἁπλῶς. Οὕτω καὶ οὗτοι πρότερον βλέπουσιν, ἵνα μᾶλλον θαυμάσωσιν. Ὁ μὲν οὖν ἀποτιναξάμενος τὸ θηρίον εἰς τὸ πῦρ, ἔπαθεν οὐδὲν κακόν· οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι, ἢ καταπίπτειν ἄφνω νεκρόν. Ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλλόμενοι ἔλεγον θεὸν αὐτὸν εἶναι. Οἳ ἐνόμιζον αὐτὸν πίμπρασθαι, τουτέστι διαῤῥήγνυσθαι, οὗτοι θεασάμενοι, ὅτι οὐδὲν κακὸν ἔπαθε, λέγουσιν, ὅτι θεός ἐστι. Πάλιν ἄλλη τούτων ὑπερβολὴ τιμῆς, ὥσπερ καὶ τῶν ὄχλων τῶν ἐν Λυκαονίᾳ. Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον χωρία ὑπῆρχε τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Ποπλίῳ· ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν. Ἰδοὺ πάλιν ἄλλος φιλόξενος ὁ Πόπλιος, καὶ πλούσιος καὶ εὐπορώτατος. Οὗτος οὐδὲν ἰδὼν, ἀλλ' ἀπὸ τῆς συμφορᾶς μόνης ἐλεήσας αὐτοὺς, ὑπεδέξατο καὶ ἐθεράπευσεν. Ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίᾳ συνεχόμενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἰάσατο αὐτόν. Ὥστε ἄξιος ἦν τοῦ παθεῖν καλῶς· διὸ καὶ ἀμοιβὴν αὐτῷ ἀποδιδοὺς τῆς ἀποδοχῆς ἰάσατο αὐτόν. Τούτου δὲ γενομένου, καὶ οἱ λοιποὶ οἱ ἔχοντες ἀσθενεῖς ἐν τῇ νήσῳ, προσήρχοντο καὶ ἐθεραπεύοντο· οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὴν χρείαν· τουτέστι, καὶ ἡμῖν ἔδωκαν ἀναγομένοις τὰ πρὸς τὴν χρείαν καὶ τοῖς ἄλλοις. Ὅρα αὐτοὺς οὐδὲ τοῦ χειμῶνος ἀπαλλαγέντας μένοντας ἀτημελήτους, ἀλλὰ καὶ τὴν ὑποδοχὴν φιλότιμον γενομένην δι' αὐτόν· τρεῖς γὰρ μῆνας ἦσαν ἐκεῖ τρεφόμενοι πάντες. Καὶ ὅτι τοσοῦτον χρόνον ἐποίησαν, ἄκουε πῶς τοῦτο ἑρμηνεύων ἐπάγει· Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ Ἀλεξανδρίνῳ, παρασήμῳ ∆ιοσκούροις. Καὶ καταχθέντες εἰς Συρακούσας, ἐπεμείναμεν ἡμέρας τρεῖς. Ὅθεν περιελθόντες κατηντήσαμεν εἰς Ῥήγιον· καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου, δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους· οὗ εὑρόντες ἀδελφοὺς, παρεκλήθημεν ἐπ' αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθομεν. Κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν, ἐξῆλθον εἰς ἀπάντησιν ἡμῖν, ἄχρις Ἀππίου φόρου, καὶ Τριῶν ταβερνῶν. Οὓς ἰδὼν ὁ Παῦλος, εὐχαριστήσας τῷ Θεῷ, ἔλαβε θάρσος. Ὅρα διὰ Παῦλον πάντα γινόμενα ταῦτα, ὥστε πιστεῦσαι τοὺς δεσμώτας, τοὺς στρατιώτας, τὸν ἑκατόνταρχον. Εἰ γὰρ αὐτολίθινοι ἦσαν, καὶ δι' ὧν συμβουλεύσαντος ἤκουσαν, καὶ δι' ὧν προειπόντος, καὶ δι' ὧν θαυματουργήσαντος, καὶ δι' ὧν θρέψαντος ἀπέλαυσαν, μεγάλα ἂν ἐφαντάσθησαν περὶ αὐτοῦ. Ὅρα ὅταν ὀρθὴ κρίσις ᾖ, καὶ μὴ προκατειλημμένη πάθει τινὶ, πῶς εὐθέως λαμβάνει τὰς κρίσεις τὰς ὀρθὰς καὶ τὰς ψήφους διεγνωσμένας. Ἤδη καὶ τῆς Σικελίας τὸ κήρυγμα ἥψατο· οὕτω δι 60.375 έδραμε καὶ ἐν Ποτιόλοις, ἔνθα καὶ ἀδελφούς τινας εὑρόντες ἐπιμένουσι παρ' αὐτοῖς. Εἶτα καὶ ἄλλοι κατὰ φήμην αὐτοῖς ἀπαντῶσι· τοσαύτη ἦν ἡ προθυμία τῶν ἀδελφῶν, ὅτι οὐκ ἐθορύβησεν αὐτοὺς τὸ ἐν δεσμοῖς εἶναι τὸν Παῦλον, ἀλλ' ἐξῆλθον εἰς ἀπάντησιν. Ὅρα δέ μοι αὐτὸν καὶ ἀνθρώπινόν τι παθόντα. Θάρσος γὰρ, φησὶν, ἔλαβεν ἰδὼν τοὺς ἀδελφούς. Καίτοι τοσαῦτα σημεῖα ἐργασάμενος, ἀλλ' ὅμως ἔλαβε καὶ ἀπὸ τῆς ὄψεως προσθήκην. Ἀπὸ τούτου μανθάνομεν, ὅτι ἀνθρωπίνως καὶ παρεκαλεῖτο, καὶ τοὐναντίον. Ὅτε δὲ ἤλθομεν εἰς Ῥώμην, ἐπετράπη τῷ Παύλῳ μένειν καθ' ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ. Ὁρᾷς; συνεχωρήθη αὐτῷ καθ' ἑαυτὸν μένειν. Οὐ μικρὸν καὶ τοῦτο τεκμήριον τοῦ πάνυ θαυμασθῆναι αὐτόν· οὐ γὰρ δὴ μετὰ τῶν ἄλλων ἠρίθμουν αὐτόν. Ἐγένετο δὲ μετὰ τρεῖς ἡμέρας συγκαλέσασθαι αὐτὸν τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους. Μετὰ τρεῖς ἡμέρας ἐκάλεσε τοὺς πρώτους τῶν Ἰουδαίων, ὥστε μὴ προληφθῆναι αὐτῶν τὰς ἀκοάς. Καὶ τί κοινὸν πρὸς ἐκείνους εἶχεν; οὐ γὰρ ἂν αὐτοὶ ἔμελλον κατηγορήσειν αὐτοῦ. Ἀλλ' ὅμως οὐ τούτου ἐφρόντιζεν, ἀλλὰ τοῦτο διδάξαι καὶ μὴ προστῆναι αὐτοῖς τὰ λεγόμενα.
βʹ. Οἱ μὲν οὖν Ἰουδαῖοι τοσαῦτα ὁρῶντες θαύματα, ἐδίωκον, ἤλαυνον· οἱ δὲ βάρβαροι οὐδὲν θεασάμενοι, ἀπὸ μόνης τῆς συμφορᾶς φιλάνθρωποι ἦσαν. Πάντως, φησὶ, φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος. Οὐχ ἁπλῶς ἀποφαίνονται, ἀλλὰ, πάντως, φασί· τουτέστιν, ὡς ἔνεστιν ἰδεῖν. Καὶ ἡ δίκη, φησὶ, ζῇν οὐκ εἴασε αὐτόν. Ἄρα καὶ τὸν περὶ προνοίας λόγον εἶχον, καὶ πολλῷ τῶν φιλοσόφων οὗτοι οἱ βάρβαροι φιλοσοφώτεροι ἐτύγχανον. Αὐτοὶ μὲν γὰρ οὐκ ἀφιᾶσι προνοίας ἀπολαύειν τὰ ὑπὸ σελήνην· οἱ δὲ πανταχοῦ νομίζουσι παρεῖναι τὸν Θεὸν, καὶ ὅτι, κἂν πολλά τις διαφύγῃ, οὐ διαφεύξεται εἰς τέλος. Καὶ ὅρα, πῶς οὐκ ἐπιτίθενται διόλου, ἀλλ' αἰδοῦνται τέως διὰ τὴν συμφοράν· οὐδὲ ἐκπομπεύουσιν, ἀλλὰ πρὸς ἀλλήλους λέγουσι· τὰ γὰρ δεσμὰ τοῦτο ἐδίδασκεν ὑποπτεύειν· καίτοι δεσμῶται ἦσαν. Αἰσχυνέσθωσαν οἱ λέγοντες, Μὴ εὖ ποίει τοὺς ἐν ταῖς φυλακαῖς· αἰσχυνθῶμεν τοὺς βαρβάρους· οὐ γὰρ ᾔδεσαν τίνες ἦσαν ἐκεῖνοι, ἀλλ' ἀπὸ τῆς συμφορᾶς τέως, ὅτι ἄνθρωποι ἦσαν, ἐμάνθανον· διὸ καὶ φιλανθρωπίας ἠξίωσαν αὐτούς. Ἐπὶ πολὺ δὲ, φησὶ, προσδοκώντων αὐτῶν, τουτέστιν, ὡς πολὺν χρόνον ἀνέμενον ἀποθανεῖσθαι. Ὁ δὲ τό τε θηρίον ἐξετίναξεν εἰς τὸ πῦρ, καὶ τὴν χεῖρα ἔδειξε παθοῦσαν μηδέν. Τοῦτο ἰδόντες καὶ ἐξεπλάγησαν καὶ ἐθαύμασαν. Οὐκ ἐγένετο δὲ τὸ σημεῖον εὐθὺς, ἀλλὰ τῷ χρόνῳ ἐνδιέτριψαν οἱ ἄνθρωποι, ὥστε μὴ δόξαι φαντασίας εἶναι· οὕτως οὐκ ἦν ἀπάτη, οὐκ ἦν συναρπαγή. Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχε χωρία τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Ποπλίῳ· ὃς ἀναδεξάμενος ἡμᾶς φιλοφρόνως ἐξένισε. Καλῶς οὕτως εἶπε· φιλοφροσύνης γὰρ μεγάλης, διακοσίας ἑβδομήκοντα τὸ ξενίσαι ψυχάς. Ἐννόησον τῆς φιλοξενίας ὅσον τὸ κέρδος· οὐχ ὡς ἀνάγκης οὔσης οὐδὲ ὡς ἄκων, ἀλλ' ὡς κέρδος τιθέμενος, τρεῖς ἡμέρας ἐξένισεν αὐτούς. ∆ιὸ καὶ ἀμοιβὴν τῆς τοιαύτης φιλοξενίας εἰκότως λαμβάνει, καὶ πολλῷ μείζονα ἢ ἔδωκε· τὸν γὰρ πατέρα αὐτοῦ θεραπεύει ὑπὸ δυσεντερίας κακῶς πάσχοντα· οὐ μόνον δὲ αὐτὸν, ἀλλὰ καὶ πολλοὺς ἔχοντας ἀσθενείας τῶν αὐτῶν ἀξιοῖ· ὃν καὶ ἀμειβόμενοι, τιμαῖς αὐτὸν καὶ χορηγίαις δωροῦνται. Τοῦτο δὲ δῆλον ποιῶν ἐπάγει· Οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὴν χρείαν. Οὐχὶ 60.376 μισθὸν ἔλαβε, μὴ γένοιτο· ἀλλὰ τὸ γεγραμμένον πληροῦται· Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. Οἱ δὲ οὕτως αὐτοὺς ὑποδεξάμενοι, εὔδηλον ὅτι καὶ τὸν λόγον ἐδέξαντο τοῦ κηρύγματος· οὐ γὰρ ἂν ἐν τριμήνῳ τοσαῦτα διελέχθη, μὴ σφόδρα αὐτῶν πιστευσάντων καὶ καρποὺς ἐπιδειξαμένων· ὥστε ἀπὸ τούτου τεκμήριον μέγα τοῦ πλήθους τῶν πιστευσάντων ἔστιν ἰδεῖν. Καὶ ἀνήχθημεν, φησὶ, ἐν πλοίῳ Ἀλεξανδρίνῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, παρασήμῳ ∆ιοσκούροις. Ἴσως τοῦτο ἦν γεγραμμένον ἐν αὐτῷ· οὕτως ἦσαν κατείδωλοι. Ὅρα ἐνδιατρίβοντας, καὶ πάλιν σπεύδοντας. Τῷ δὲ Παύλῳ ἐπετράπη μένειν καθ' ἑαυτόν. Λοιπὸν αἰδέσιμος οὕτως ἦν ὁ Παῦλος, ὡς καὶ συγχωρεῖσθαι καθ' ἑαυτὸν εἶναι. Καὶ ξένον οὐδέν· εἰ γὰρ καὶ πρὸ τούτου φιλανθρώπως ἐχρήσαντο αὐτῷ, πολλῷ μᾶλλον νῦν. Καὶ ἐπιγενομένου, φησὶ, νότου, δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους, οὗ εὑρόντες ἀδελφοὺς, παρεκλήθημεν ἐπ' αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθομεν. Κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν, ἐξῆλθον εἰς ἀπάντησιν ἡμῖν ἄχρις Ἀππίου φόρου καὶ Τριῶν ταβερνῶν. Ὅτι φοβηθέντες τὸν κίνδυνον ἐξῆλθον, καὶ ταῦτα ἱκανὰ ἐκείνους πιστώσασθαι. Ὅρα πῶς οὐδαμοῦ πόλει παρέβαλον ἐν τοσούτῳ πλῷ, ἀλλὰ νήσῳ, καὶ τὸν χειμῶνα ὁλόκληρον διήγαγον πλέοντες, ἐκείνων ῥυθμιζομένων εἰς τὴν πίστιν τῶν συμπλευσάντων, λέγω. Ἐπετράπη, φησὶ, μένειν καθ' ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ. Μάλα εἰκότως, ὥστε μὴ ἐξεῖναι μηδὲ ἐκεῖ ἐπιβουλήν τινα αὐτὸν ὑποστῆναι· οὐ γὰρ ἐνῆν στασιάσαι λοιπόν. Ὥστε οὐκ ἐκεῖνον ἐφύλασσεν, ἀλλ' ὥστε μὴ γενέσθαι τι τῶν ἀηδῶν· οὐ γὰρ ἐξῆν λοιπὸν καὶ πόλεως οὔσης τοσαύτης, καὶ βασιλέως ὄντος, καὶ ἐφέσεως οὔσης, γενέσθαι τι παρὰ τὴν ἀκολουθίαν. Οὕτως ἀεὶ διὰ τῶν δοκούντων εἶναι καθ' ἡμῶν, ὑπὲρ ἡμῶν πάντα γίνεται· φύλαξ γὰρ ἦν τοῦ Παύλου. Καὶ συγκαλέσας τοὺς πρώτους τῶν Ἰουδαίων, διαλέγεται αὐτοῖς· οἳ καὶ ἀντιλέγοντες ἀναχωροῦσι, καὶ ὑβρίζονται παρ' αὐτοῦ, καὶ οὐδὲν τολμῶσιν εἰπεῖν· οὐ γὰρ τῇ ἐξουσίᾳ αὐτῶν ἐπετρέπετο λοιπὸν τὰ κατ' αὐτόν. Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐ διὰ τῶν δοκούντων εἶναι πρὸς ἀσφάλειαν, ἀλλὰ καὶ διὰ τῶν ἐναντίων πάντα ὑπὲρ ἡμῶν γίνεται. Καὶ ἵνα μάθῃς, σκόπει ἐντεῦθεν. Ἐκέλευσεν ὁ Φαραὼ ῥίπτεσθαι εἰς τὸν ποταμὸν τὰ βρέφη. Εἰ μὴ ἐῤῥίφη τὰ βρέφη, εἰ μὴ ἡ πρόσταξις τοῦ Φαραὼ ἐγένετο, οὐκ ἂν ἐσώθη Μωϋσῆς, οὐκ ἂν ἐν βασιλείοις ἐτράφη. Ὅτε ἐσώζετο, οὐκ ἦν ἐν τιμῇ· ὅτε ἐξετέθη, τότε ἐγένετο ἐν τιμῇ. Τοῦτο δὲ ἐποίει ὁ Θεὸς, τὸ εὔπορον αὐτοῦ δεικνὺς καὶ εὐμήχανον. Ἠπείλησεν αὐτῷ ὁ Ἰουδαῖος λέγων· Μὴ ἀνελεῖν με σὺ θέλεις; καὶ τοῦτο αὐτὸν ὤνησεν. Ἄρα οἰκονομικῶς γέγονεν, ὥστε τὴν ὄψιν αὐτὸν ἐκείνην ἰδεῖν τὴν ἐν τῇ ἐρήμῳ, ὥστε τὸν προσήκοντα χρόνον πληρωθῆναι, ὥστε αὐτὸν ἐμφιλοσοφῆσαι τῇ ἐρήμῳ, καὶ ἐν ἀσφαλείᾳ ζῇν. Καὶ ἐν πάσαις ταῖς κατ' αὐτοῦ τῶν Ἰουδαίων ἐπιβουλαῖς ταυτὸν γίνεται· τότε λαμπρότερος καθίσταται, οἷον καὶ ἐπὶ τοῦ Ἀαρών· ἐπανέστησαν αὐτῷ, καὶ λαμπρότερον αὐτὸν ἐποίησαν· ἐντεῦθεν γὰρ αὐτῷ καὶ τὸ ἱερατικὸν ποικίλλεται ἔνδυμα, καὶ ἡ κίδαρις περιτίθεται, καὶ ὁ λοιπὸς τῆς στολῆς κόσμος, ὥστε ἀναμφισβήτητον εἶναι τὴν χειροτονίαν, ὥστε καὶ εἰς τὸ ἑξῆς θαυμάζεσθαι ἀπὸ τῶν πετάλων τοῦ χαλκοῦ. Ἴστε πάντως τὴν ἱστορίαν· διὸ καὶ παρατρέχω τὸ διήγημα. Καὶ εἰ βούλεσθε, πάλιν ἄνωθεν τὰ αὐτὰ ἐπέλθωμεν. Ὁ Καῒν τὸν ἀδελφὸν ἀνεῖλεν, ἀλλὰ ταύτῃ μᾶλλον ὠφέλησεν· ἄκουσον γὰρ τί φησι· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με· καὶ πάλιν ἀλλαχοῦ, Αἵματι, φησὶ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ. Ἀπήλλαξεν αὐτὸν τῆς ἀδηλίας τοῦ μέλλοντος, τὸν μισθὸν ηὔξησε· τὴν ἀγάπην ἐμάθομεν πάντες, ἣν ὁ Θεὸς ἔσχε πρὸς αὐτόν. Τί γὰρ ἠδίκηται, δεξάμενος τάχιον τὴν τελευτήν; Οὐδέν· τί γὰρ, εἰπέ μοι, οἱ βράδιον τελευτῶντες κερδαίνουσιν; Οὐδέν· οὐδὲ γὰρ παρὰ τὸ πολλὰ ζῇν ἔτη ἢ ὀλίγα ἡ εὐημερία, ἀλλὰ παρὰ τὸ εἰς δέον κεχρῆσθαι τῇ ζωῇ. Οἱ τρεῖς παῖδες ἐνεβλήθησαν εἰς κάμινον, καὶ διὰ τούτου γεγόνασι λαμπρότεροι· ὁ ∆ανιὴλ εἰς λάκκον, καὶ ἐντεῦθεν περιφανέστερος κατέστη.
γʹ. Ὁρᾷς πανταχοῦ τοὺς πειρασμοὺς μεγάλα τίκτοντας ἀγαθὰ καὶ ἐνταῦθα, μήτι γε ἐκεῖ· ἐπὶ δὲ τῆς κακίας ταυτὸν γίνεται, οἷον ἂν εἴ τις κάλαμον ἔχων παρατάττοιτο πρὸς πῦρ· ὁ γὰρ τοιοῦτος δοκεῖ μὲν πλήττειν τὸ πῦρ, αὐτὸ δὲ λαμπρότερον ποιεῖ, καὶ ἑαυτὸν ἀναλίσκει. Τροφὴ γὰρ γίνεται ἡ κακία καὶ ὑπόθεσις λαμπρότητος τῇ ἀρετῇ· τῇ γὰρ ἀδικίᾳ εἰς δέον τοῦ Θεοῦ χρωμένου, τὰ ἡμέτερα λάμπει μᾶλλον. Πάλιν ὁ διάβολος ὅταν ἐργάζηταί τι τοιοῦτον, λαμπροτέρους ποιεῖ τοὺς ὑπομένοντας. Τί οὖν, φησὶν, ἐπὶ τοῦ Ἀδὰμ οὐ γέγονε τοῦτο, ἀλλ' ἀτιμότερος γέγονε; Μάλιστα μὲν κἀκείνῳ ὁ Θεὸς εἰς δέον ἐχρήσατο· εἰ δέ πού τι ἔπαθεν, αὐτὸς ἑαυτὸν ἠδίκησε· τὰ μὲν γὰρ παρ' ἑτέρων εἰς ἡμᾶς γινόμενα μεγάλων ἡμῖν ἀγαθῶν αἴτια γίνεται, τὰ δὲ παρ' ἡμῶν αὐτῶν οὐκέτι. Ἐπειδὴ γὰρ ἀδικούμενοι μὲν ὑφ' ἑτέρων, ἀλγοῦμεν, ὑπὸ δὲ ἡμῶν αὐτῶν οὐκέτι, δείκνυσιν ὁ Θεὸς, ὅτι ὁ μὲν παρ' ἑτέρου ἀδίκως πάσχων, εὐδοκιμεῖ, ὁ δὲ ἑαυτὸν ἀδικῶν, βλάπτεται· καὶ μάλα εἰκότως, ἵνα ἐκεῖνο μὲν γενναίως φέρωμεν, τοῦτο δὲ μηκέτι· ἄλλως τε τὸ πᾶν ἐκεῖ τοῦ Ἀδὰμ γέγονε. ∆ιὰ τί γὰρ ἐπείθου τῇ γυναικί; διὰ τί γὰρ ἐναντία συμβουλεύουσαν οὐκ ἀπεκρούσω; Σὺ πάντως γέγονας αἴτιος, ἐπειδὴ εἰ ὁ διάβολος ἦν, ἔδει κατὰ τοῦτο τοὺς πειραζομένους πάντας ἀπόλλυσθαι· εἰ δὲ μὴ ἀπόλλυνται, παρ' ἡμᾶς ἡ αἰτία. Ἀλλ' ἔδει, φησὶ, πάντας τοὺς πειραζομένους κατορθοῦν, ἢ εἰ παρ' ἡμᾶς ἡ αἰτία, ἔδει καὶ χωρὶς τοῦ διαβόλου ἀπόλλυσθαι; Τοῦτο καὶ γίνεται· καὶ γὰρ πολλοὶ καὶ χωρὶς τοῦ διαβόλου ἀπόλλυνται· οὐ γὰρ δὴ πάντα αὐτὸς κατασκευάζει, ἀλλὰ πολλὰ καὶ ἀπὸ μόνης γίνεται τῆς νωθείας τῆς ἡμετέρας· εἰ δέ που κἀκεῖνος αἴτιος, ἡμῶν τὴν ἀρχὴν παρεχόντων. Εἰπὲ γάρ μοι, πότε ὁ διάβολος ἴσχυσεν ἐπὶ τοῦ Ἰούδα; Ὅτε εἰσῆλθε, φησὶν, εἰς αὐτὸν ὁ Σατανᾶς. Ἀλλ' ἄκουσον τὴν αἰτίαν· ὅτι κλέπτης ἦν, καὶ τὰ βαλλόμενα ἐβάσταζεν. Αὐτὸς ἔδωκεν αὐτῷ εὐρυχωρίαν τῆς εἰσόδου· ὥστε οὐχ ὁ διάβολος τὴν ἀρχὴν ἐντίθησιν, ἀλλ' ἡμεῖς αὐτὸν δεχόμεθα καὶ καλοῦμεν. Ἀλλ' εἰ μὴ ἐκεῖνος, φησὶν, ἦν, οὐκ ἂν μεγάλα ἐγένετο τὰ δεινά. Ἀλλ' ἀπαραίτητος ἡμῖν ἔμελλεν εἶναι ἡ κόλασις· νῦν μὲν γὰρ, ἀγαπητὲ, τὰ τῆς κολάσεως ἡμῖν ἡμερώτερα, εἰ δὲ δι' ἑαυτῶν εἰργαζόμεθα τὰ δεινὰ, ἀφόρητος ἦν ἡ τιμωρία. Εἰπὲ γάρ μοι, εἰ ταῦτα, ἃ ἥμαρτεν ὁ Ἀδὰμ, χωρὶς συμβουλῆς ἥμαρτε, τίς αὐτὸν ἂν ἐξήρπασε τῶν κινδύνων· 60.378 Ἀλλ' οὐκ ἂν ἥμαρτε, φησί. Πόθεν μοι τοῦτο λέγεις; Ὁ γὰρ οὕτω χαῦνος καὶ ῥᾴθυμος καὶ πρὸς ἄνοιαν ἕτοιμος, ὥστε δέξασθαι τοιαύτην συμβουλὴν, πολλῷ μᾶλλον καὶ χωρὶς τούτου τοῦτο γέγονεν ἄν. Ποῖος διάβολος τοὺς τοῦ Ἰωσὴφ ἀδελφοὺς εἰς φθόνον ἐνέβαλεν; Ἂν νήφωμεν τοίνυν, ἀγαπητοὶ, καὶ εὐδοκιμήσεως ἡμῖν αἴτιος ὁ διάβολος γίνεται. Τί γὰρ ἔβλαψε τὸν Ἰὼβ ἡ τοσαύτη αὐτοῦ μηχανή; Μὴ εἴπῃς, φησὶ, τοῦτο, ἀλλ' ὁ ἀσθενὴς βλάπτεται. Ἀλλ' ὁ ἀσθενὴς, κἂν μὴ διάβολος ᾖ, βλάπτεται. Ἀλλὰ μειζόνως, φησὶ, μετὰ τῆς ἐκείνου ἐνεργείας. Ἀλλ' ἔλαττον, ὅταν μετὰ τῆς ἐκείνου ἐνεργείας ἁμάρτῃ, κολάζεται· οὐ γὰρ πάντων τῶν ἁμαρτημάτων αἱ αὐταὶ τιμωρίαι. Μὴ ἀπατῶμεν ἑαυτούς· οὐκ ἔστιν ἡμῖν ὁ διάβολος αἴτιος, ἐὰν νήφωμεν· ἐκεῖνος ἡμᾶς μᾶλλον ἀφυπνίζει, ἐκεῖνος ἡμᾶς διεγείρει. Εἰπὲ γάρ μοι (τέως ταῦτα ἐξετάσωμεν), μὴ ἔστω θηρία, μὴ ἔστω ἀνωμαλία ἀέρων, μὴ νόσος, μὴ λῦπαι, μὴ ἀθυμίαι, μὴ ἕτερόν τι τῶν τοιούτων· τί οὐκ ἂν ἐγένετο ὁ ἄνθρωπος; Χοῖρος μᾶλλον ἢ ἄνθρωπος, δοκῶ μοι, γέγονεν ἂν, γαστριζόμενος καὶ μεθύων, καὶ ὑπὸ μηδενὸς τούτων ἐνοχλούμενος. Νῦν δὲ αἱ φροντίδες καὶ αἱ μέριμναι γυμνάσιόν εἰσι φιλοσοφίας καὶ διδασκάλειον, καὶ ἀγωγὴ παιδείας ἀρίστης. Σκόπει δὲ καὶ ἄλλως· τρεφέσθω τις ἐν βασιλείοις μήτε λυπούμενος μήτε φροντίζων μήτε μεριμνῶν, καὶ μήτε ὀργῆς ἔχων πρόφασιν μήτε ἀποτυχίας, ἀλλὰ πάντα, ἅπερ ἂν ἐπιθυμήσῃ, ποιείτω, καὶ ἐπιτυγχανέτω, καὶ πάντας ἐχέτω ὑπακούοντας· ἂν μὴ παντὸς θηρίου ἀλογώτερος γένηται ὁ τοιοῦτος; Νῦν δὲ ὥσπερ ἀκόνη ἐστὶν ἐκτρίβουσα ἡμᾶς τὰ τῶν περιστάσεων, τὰ τῶν θλίψεων. ∆ιὰ τοῦτο τῶν πλουτούντων οἱ πένητες ὡς ἐπὶ τὸ πλεῖστόν εἰσι συνετώτεροι, καθάπερ πολλοῖς περικρουόμενοι καὶ περιαντλούμενοι κύμασι. Καὶ γὰρ σῶμα τὸ μὲν ἀργὸν καὶ ἀκίνητον νοσῶδες καὶ ἀηδὲς, τὸ δὲ κινούμενον καὶ κάμνον καὶ ταλαιπωρούμενον ὡραιότερον καὶ ὑγιεινότερον· τοῦτο δὲ ἐπὶ ψυχῆς εὕροι τις ἄν. Καὶ σίδηρος κείμενος μὲν διαφθείρεται, ἐργαζόμενος δὲ λάμπει· καὶ ψυχὴ ὡσαύτως κινουμένη· κίνησις δὲ ψυχῆς αἱ περιστάσεις αὗται. Καὶ τέχναι ἀπόλλυνται, μὴ κινουμένης ψυχῆς· κινεῖται δὲ ὅταν μὴ πάντα εὐθέα ᾖ· κινεῖται γὰρ ὑπὸ τῶν ἐναντίων. Εἰ μὴ εἴη ἐναντία, οὐδὲν ἂν εἴη τὸ κινοῦν· οἷον, εἰ πάντα ἦν εἰργασμένα καλῶς, οὐκ ἂν εὗρεν ἡ τέχνη κινεῖσθαι. Οὕτω καὶ, [εἰ πάντα ἦν κατὰ νοῦν ἡμῖν, οὐκ ἂν εὗρεν ἡ ψυχὴ κινεῖσθαι·] εἰ πανταχοῦ διεβαστάζετο, ἀηδὴς ἦν. Οὐχ ὁρᾷς, ὅτι καὶ τροφοῖς παρακελευόμεθα, μὴ διαπαντὸς βαστάζειν τὰ παιδία, ὥστε μὴ εἰς ἔθος αὐτὰ καθιστᾷν, μήτε ἐξίτηλα αὐτὰ ποιεῖν; ∆ιὰ τοῦτο τὰ ἐπ' ὄψεσιν ἀνατρεφόμενα τῶν γονέων, ἀσθενέστερα γίνεται, τῆς φειδοῦς τῆς ἀκαίρου τε καὶ ἀμέτρου λυμαινομένης αὐτῶν τὴν ὑγίειαν. Καλὸν καὶ λύπη σύμμετρος, καλὸν καὶ φροντὶς, καλὸν καὶ ἔνδεια· ἰσχυροὺς γὰρ ἡμᾶς ποιεῖ καλὰ καὶ τὰ ἐναντία· ἕκαστον γὰρ αὐτῶν ἄμετρον γενόμενον ἀπόλλυσι, καὶ τὸ μὲν χαυνοῖ, τὸ δὲ διαῤῥήγνυσιν. Οὐχ ὁρᾷς, ὅτι καὶ τοὺς αὐτοῦ μαθητὰς ὁ Χριστὸς οὕτως ἐνάγει; Εἰ ἐκεῖνοι δὲ τούτων ἐδέοντο, πολλῷ μᾶλλον ἡμεῖς. Εἰ δὲ δεόμεθα, μὴ ἀγανακτῶμεν, ἀλλὰ καὶ χαίρω μεν ἐπὶ ταῖς θλίψεσι· φάρμακα γὰρ ταῦτά ἐστι κατάλληλα τοῖς ἡμετέροις τραύμασι, τὰ μὲν πικρὰ, τὰ δὲ ἡδέα· ἑκάτερον δὲ αὐτῶν καθ' ἑαυτὸ ἂν εἴη ἄχρηστον. Χάριν τοίνυν ἔχωμεν τῷ Θεῷ ὑπὲρ τούτων ἁπάντων· οὐ γὰρ ἁπλῶς ταῦτα συγχωρεῖ γίνεσθαι, ἀλλ' ὑπὲρ τοῦ συμφέροντος τῶν ἡμετέρων ψυχῶν. Τὴν ἡμετέραν τοίνυν εὐγνωμοσύνην ἐπιδεικνύμενοι, εὐχαριστῶμεν, δοξάζωμεν, γενναίως ἀντέχωμεν, τὸ πρόσκαιρον αὐτῶν λογι 60.380 ζόμενοι, καὶ πρὸς τὰ μέλλοντα τείνοντες ἑαυτῶν τὴν διάνοιαν, ἵνα καὶ τὰ παρόντα κούφως ἐνέγκωμεν, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΝΕʹ
Ἐγένετο δὲ μετὰ τρεῖς ἡμέρας, συγκαλέσασθαι τὸν Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους. Συνελθόντων δὲ αὐτῶν, ἔλεγε πρὸς αὐτούς· Ἄνδρες ἀδελφοὶ, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων· οἵ τινες ἀνακρίναντές με, ἐβούλοντο ἀπολῦσαι, διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί. Ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων, ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορῆσαι. ∆ιὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ, τὴν ἅλυσιν ταύτην περίκειμαι.
αʹ. Καλῶς τοῦτο καὶ συμφερόντως ποιεῖ, τοὺς πρώτους τῶν Ἰουδαίων εἰς διάλεξιν συγκαλῶν. Ἐβούλετο γὰρ καὶ ἑαυτὸν ἀπαλλάξαι αἰτίας καὶ ἑτέρους· ἑαυτὸν μὲν, ἵνα μὴ κατηγορῶσιν αὐτοῦ, καὶ τοῦτο αὐτοὺς βλάπτῃ· ἐκείνους δὲ, ἵνα μὴ δόξῃ αὐτῶν εἶναι τὸ πᾶν· Εἰκὸς γὰρ κρατῆσαι φήμην, ὅτι ὑπὸ Ἰουδαίων παρεδόθη· τοῦτο δὲ ἱκανὸν ἦν αὐτοὺς πλῆξαι. Εὐθέως οὖν πρὸς τοῦτο ἵσταται, καὶ τὰ καθ' ἑαυτὸν οὕτω πως πράως ἀπολογεῖται. Ὅρα δὲ πῶς καὶ τὴν ἀπολογίαν ὑφαίνει, λέγων· Ἄνδρες ἀδελφοὶ, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων. Εἶτα οὕτως εἰπὼν, ἐπειδὴ εἰκὸς ἦν τινας ἀκούοντας εἰπεῖν, Πῶς ἔχει λόγον ἁπλῶς σε παραδοῦναι; ἐπήγαγεν· Οἵτινες ἀνακρίναντές με, ἐβούλοντο ἀπολῦσαι· ὡσεὶ ἔλεγε· Μαρτυροῦσιν οἱ Ῥωμαίων ἄρχοντες, οἳ καὶ ἀνέκριναν καὶ ἤθελον ἀπολύειν. Πῶς οὖν οὐκ ἀπέλυσαν; Ἀντιλεγόντων Ἰουδαίων, φησίν. Ὁρᾷς πῶς καθαιρεῖαὐτῶν τὰ ἐγκλήματα; Εἰ γὰρ ἐβούλετο αὐξῆσαι, ἐνῆν καὶ καταφορικώτερον χρήσασθαι. ∆ιὸ καὶ οὕτως εἰπὼν, ἐπήγαγεν· Ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα· ὥστε συγγνώμης τὸ πᾶν ἐστιν. Εἶτα, ἵνα μηδεὶς εἴπῃ, Τί οὖν; καὶ ἵνα αὐτῶν κατηγορήσῃς, τοῦτο πεποίηκας; διὰ τῆς ἐπαγωγῆς διορθοῦται τὸ ὑφορμοῦν, καὶ λέγει· Οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορῆσαι· τουτέστιν, Ἐπεκαλεσάμην Καίσαρα οὐχ ὥστε κατηγορῆσαι, ἀλλ' ὥστε διαφυγεῖν τὸν κίνδυνον. Ἕνεκεν γὰρ ὑμῶν τὴν ἅλυσιν ταύτην περίκειμαι. Τοσοῦτον ἀπέχω, φησὶν, ἐχθρῶς πρὸς ἡμᾶς διακεῖσθαι, ὅτι καὶ τὴν ἅλυσιν περίκειμαι. Τί οὖν ἐκεῖνοι; Οὕτως ἐχειρώθησαν τῷ λόγῳ, ὡς μὴ μόνον ὑπὲρ ἑαυτῶν, ἀλλὰ καὶ ὑπὲρ τῶν συγγενῶν ἀπολογήσασθαι· ὅθεν τοῦτο δηλῶν ἐπάγει· Οἱ δὲ εἶπον πρὸς αὐτόν· Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέ τι περὶ σοῦ πονηρόν. Ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν ἐστιν ἡμῖν, ὅτι πανταχοῦ ἀντιλέγεται. Ὡσεὶ ἔλεγον· Οὔτε διὰ γραμμάτων, οὔτε δι' ἀνθρώπων ἐγνώρισάν τι 60.380.10 περὶ σοῦ πονηρόν· πλὴν ἀλλ' ἀκοῦσαι βουλόμεθα παρὰ σοῦ. Οὕτω προκατέβαλον τὴν οἰκείαν γνώμην δεικνύντες, καί φασι· Περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν ἐστιν ἡμῖν, ὅτι πανταχοῦ ἀντιλέγεται. Οὐκ εἶπον, ὅτι Ἀντιλέγομεν, ἀλλ' Ἀντιλέγεται, κατηγορίας ἑαυτοὺς ἀπολύοντες. Ταξάμενοι δὲ αὐτῷ ἡμέραν, ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες· οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, πείθων τε αὐτοὺς τὰ περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας. Καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν. Εἶδες πῶς οὐκ εὐθέως ἀποκρίνεται, ἀλλὰ δίδωσιν αὐτοῖς ἡμέραν τοῦ ἐλθεῖν καὶ ἀκοῦσαι· οἷς καὶ παραγενομένοις διελέγετο ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν. Καὶ οἱ μὲν ἐπείθοντο, οἱ δὲ ἠπίστουν. Ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους, ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν· Καλῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ἡμῶν, λέγον· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπόν· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Ὅτε ἀνεχώρουν ἀντιτασσομένων αὐτῶν, τότε τὸν Ἡσαΐαν ἐφίστησιν, οὐκ ἐκείνους ὑβρίσαι βουλόμενος, ἀλλὰ τούτους στηρίξαι. Τί λέγοντα; Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε. Ὁρᾷςπῶς αὐτοὺς ἐξέβαλε πάσης συγγνώμης; εἴ γε καὶ τὸν προφήτην ἔχοντες προαναφωνήσαντα πόῤῥωθεν ταῦτα οὐκ ἀπεστράφησαν. Τῷ δὲ εἰπεῖν, Καλῶς, δείκνυσι καὶ δικαίως ἐκβεβλημένους. Ὥστε τοῖς ἔθνεσι δέδοται γνῶναι τὸ μυστήριον τοῦτο. Οὐδὲν οὖν θαυμαστὸν, εἰ ἀντέλεγον· ἄνωθεν τοῦτο προελέγετο. Εἶτα πάλιν τὸν ζῆλον κατ' αὐτῶν κινεῖ τὸν ἐξ ἐθνῶν, ἐπάγων καὶ λέγων· Γνωστὸν οὖν ἔστω ὑμῖν, ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τοῦτο τὸ σωτήριον τοῦ Θεοῦ· αὐτοὶ καὶ ἀκούσονται. Καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἀπῆλθον οἱ Ἰουδαῖοι, πάλιν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν. Ἔμεινε δὲ ὁ Παῦλος διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτὸν, κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ διδάσκων τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, μετὰ πάσης παῤῥησίας ἀκωλύτως. Ἀμήν. Ἐνταῦθα δείκνυσι τὴν αὐτοῦ ἐλευθερίαν λοιπόν· κηρύττει γὰρ ἀκωλύτως ἐν Ῥώμῃ ὁ ἐν Ἰουδαίᾳ κωλυθεὶς, καὶ ἔμεινεν ἐπὶ δύο ἔτη διδάσκων ἐκεῖ.
βʹ. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. ∆ιὰ ταύτην οὖν, φησὶ, τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν· τουτέστι, διὰ τοῦτο ἠβουλήθην, ὥστε μὴ ἐξεῖναί τινι κατηγορεῖν 60.381 καὶ τὰ παριστάμενα λέγειν, ὅτι δὴ τὰς χεῖρας αὐτῶν 60.381 διαφυγὼν ἐπὶ τοῦτο ἦλθον· οὐ γὰρ ἑτέροις διδοὺς κακὰ, ἀλλ' αὐτὸς φεύγων κακὰ, ἦλθον. Οἱ δὲ πρὸς αὐτόν· Ἀξιοῦμεν ἀκοῦσαι παρὰ σοῦ ἃ φρονεῖς. Ὅρα καὶ αὐτοὺς ἡμερώτερον διαλεγομένους· Ἀξιοῦμεν, φησὶ, καὶ βούλονται ἀπολογήσασθαι καὶ ὑπὲρ ἐκείνων· διὸ καὶ ἧκον ταξάμενοι αὐτῷ ἡμέραν. Τοῦτο δὲ τοῦ σφόδρα ἑαυτῶν καταγνῶναι τεκμήριον καὶ τοῦ μὴ θαῤῥεῖν. Εἰ γὰρ ἐθάῤῥουν, κἂν τοῦτο ἐποίησαν καὶ συνῆλθον, ὥστε αὐτὸν συναρπάσαι. νῦν δὲ μὴ θαῥῥοῦντες, καὶ ἐλθεῖν ὤκνησαν· ἄλλως τε καὶ τῷ πολλάκις ἐπιχειρῆσαι ἔδειξαν, ὅτι οὐκ ἐθάῤῥουν. Καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, φησὶν, οἱ δὲ ἠπίστουν, καὶ ἀσύμφωνοι ὄντες ἀπελύοντο· τουτέστι, μὴ πιστεύοντες ἀνεχώρουν. Ὅρα πῶς οὐ ῥάπτουσιν ἐπιβουλὰς νῦν κατ' αὐτοῦ, ἀλλ' ἐν τῇ Ἰουδαίᾳ, ἔνθα ὡς ἐν τυραννίδι ἦσαν. Τίνος οὖν ἕνεκεν ᾠκονόμησεν ἐκεῖ αὐτὸν ἀπελθεῖν, καίτοι εἶπε, Σπεῦσον, ἔξελθε ἐξ Ἱερουσαλήμ; Ἵνα δειχθῇ καὶ αὐτῶν ἡ κακία, καὶ ἡ προφητεία τοῦ Χριστοῦ ἀληθὴς, ὅτι οὐκ ἀνέχονται· καὶ ὥστε μαθεῖν πάντας, ὅτι ἕτοιμός ἐστι παθεῖν, καὶ ὥστε εἰς παράκλησιν τῶν ἐν Ἰουδαίᾳ γενέσθαι τὸ οἰκονομούμενον· καὶ γὰρ κἀκεῖ πολλὰ ἔπαθε δεινά. Εἰ δὲ κηρύττων τὰ Ἰουδαϊκὰ, ταῦτα ἔπασχεν, εἰ ἐκήρυττε τὰ τῆς δόξης τοῦ Χριστοῦ, πῶς ἂν ἠνέσχοντο; Ἁγνιζόμενος οὐκ ἐγένετο φορητὸς, καὶ πῶς κηρύσσων φορητὸς ἦν; Τί ἐγκαλεῖτε ὑμεῖς; τί ἠκούσατε; Οὐδὲν τοιοῦτον εἶπεν ἁπλῶς. Ὤφθη, καὶ πάντας παρώξυνεν. Εἰκότως ἄρα τοῖς ἔθνεσιν ἀπενεμήθη ἡ σωτηρία, εἰκότως μακρὰν ἐπέμφθη, κἀκεῖ μέλλων τοῖς ἔθνεσι διαλέγεσθαι. Σκόπει δέ· πρώτους Ἰουδαίους καλεῖ, ἔπειτα δείξας αὐτοῖς τὰ πράγματα, τότε ἐπὶ τὰ ἔθνη ἔρχεται. Τὸ δὲ οὕτως εἰπεῖν, ὅτι Εἶπε τὸ Πνεύμα, οὐδὲν θαυμαστόν· καὶ γὰρ ἄγγελος λέγεται λέγειν ἅπερ ἂν ὁ Κύριος εἴπῃ. Καλῶς εἶπε, φησὶ, τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ' ἐνταῦθα μὲν οὕτως, ἐκεῖ δὲ οὐκέτι. Ἄλλως δὲ καὶ ὅταν διηγῆταί τις περὶ τῶν ὑπὸ τοῦ ἀγγέλου λεχθέντων, οὐ λέγει, Καλῶς εἶπεν ὁ ἄγγελος, ἀλλὰ, Καλῶς εἶπεν ὁ Κύριος, καλῶς εἶπε τὸ Πνεῦμα· ὡσεὶ ἔλεγεν· Οὐκ ἐμοὶ ἀπιστεῖτε, ἀλλὰ τῷ Πνεύματι. Ὥστε ἄνωθεν τοῦτο προῄδει ὁ Θεός. Οἵτινες ἀνακρίναντές με, φησὶν, ἐβούλοντο ἀπολῦσαι· τουτέστιν, οὐδὲν εὑρόντες ἄξιον καταδίκης ἐν ἐμοὶ, ἀπολύειν ἤθελον. Καὶ δέον ἐκείνους ἐξελέσθαι, παρέδωκαν εἰς χεῖρας Ῥωμαίων· καὶ τοσαύτη ἡ περιουσία τῆς ἐλευθερίας, ὅτι οὐδὲ ἐκεῖνοι ἴσχυσαν κατακρῖναι, ἀλλὰ δέσμιον παρέδωκαν. Ἠναγκάσθην, φησὶν, ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορῆσαι· τουτέστιν, οὐχ ἵνα κακοῖς ἑτέρους περιβάλω, ἀλλ' ἵνα κακῶν ἐμαυτὸν ἀπαλλάξω, τοῦτο ἐποίησα, καὶ οὐχ ἑκὼν, ἀλλ' ἀναγκασθείς. Ὅρα οἰκειότητα ῥημάτων· οὐκ ἀλλοτριοῦται αὐτοὺς, ἀλλ' οἰκειοῦται τῷ εἰπεῖν, Τοῦ ἔθνους μου. Πάλιν δὲ κατασπείρει τὸ δόγμα. Καὶ οὐκ εἶπεν, Οὐ κατηγορῶ, ἀλλ', Οὐκ ἔχω τι κατηγορῆσαι, καίτοι τοιαῦτα παθὼν οὕτω δεινά. Οὐδὲν οὖν τούτων φησὶν, ἵνα μὴ φορτικὸν ποιήσῃ τὸν λόγον· οὐδὲ χαρίζεσθαι αὐτοῖς δοκεῖ. Καὶ διὰ τοῦτο οὐ λέγει, ἀλλ' αἰνίττεται μόνον καὶ παρατρέχει· τοῦτο γὰρ ἦν τέως τὸ σπουδαζόμενον, τὸ δεῖξαι ὅτι Ῥωμαίοις παρέδωκαν δέσμιον. Τοὺς δὲ καταδικάσαι δέον ἐκείνους, δέον κατηγορῆσαι, μᾶλλον ἀπολογοῦνται· δι' ὧν δὲ συμφαίνουσι τὴν ἀπολογίαν, κατηγοροῦσιν αὐτῶν. Γνωστόν ἐστιν ἡμῖν, ὅτι πανταχοῦ, φησὶν, ἀντιλέγεται. Ἀλλ' εἰ καὶ τοῦτο συμβαίνει, ὅμως καὶ πιστεύετε πανταχοῦ. Οἷς ἐξετίθετο, 60.382 φησὶν, ἀπό τε νόμου καὶ προφητῶν. Ὅρα πάλιν οὐκ ἀπὸ σημείων, ἀλλ' ἀπὸ νόμου καὶ προφητῶν ἐπιστομίζοντα αὐτοὺς, καὶ πανταχοῦ τοῦτο ποιοῦντα· καίτοι γε ἐνῆν καὶ σημεῖα ποιῆσαι, ἀλλὰ λοιπὸν οὐκ ἔτι πιστὸν τὸ πρᾶγμα ἦν· μέγα γὰρ τοῦτο σημεῖον, τὸ ἀπὸ νόμου καὶ τῶν προφητῶν διαλέγεσθαι. Εἶτα ἵνα μὴ νομίσῃς παράδοξον εἶναι, τὸ μεῖναι αὐτοὺς ἀπειθοῦντας, ἐπάγει καὶ προφητείαν τὴν λέγουσαν· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· μᾶλλον, φησὶ, νῦν ἢ τότε· καὶ ὄψεσθε, καὶ οὐ μὴ ἴδητε· μᾶλλον νῦν ἢ τότε. Πρὸς ἐκείνους εἴρηται ταῦτα τοὺς ἀπιστήσαντας, ἃ καὶ οὐχ ὑβρίζοντος ἦν, ἀλλὰ τὸ σκάνδαλον ἀναιροῦντος. Γνωστὸν οὖν ἔστω ὑμῖν, φησὶν, ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τὸ σωτήριον τοῦ Θεοῦ· αὐτοὶ καὶ ἀκούσονται. Τί οὖν ἡμῖν διαλέγῃ; ταῦτα οὐκ ᾔδεις; Ναὶ, ἀλλ' ὥστε πεισθῆναι ἀπολογοῦμαι, καὶ μηδενὶ δοῦναι λαβήν. Ἔμεινε δὲ ὁ Παῦλος διετίαν ὅλην, φησὶ, διδάσκων μετὰ πάσης παῤῥησίας ἀκωλύτως. Καλῶς τοῦτο προσέθηκεν· ἔνι γὰρ μετὰ παῤῥησίας λέγειν, ἀλλὰ κεκωλυμένως. Τὴν οὖν παῤῥησίαν Παύλου οὐδὲν ἐνέκοψεν, ἀλλὰ καὶ ἀκωλύτως ἔλεγεν. Ἔμεινε δὲ ὁ Παῦλος διετίαν ὅλην, φησὶν, ἐν ἰδίῳ μισθώματι· οὕτως ἦν ἀπέριττος, μᾶλλον δὲ οὕτω τὸν διδάσκαλον αὐτοῦ ἐμιμεῖτο ἐν πᾶσιν, ὅτι καὶ τὴν οἴκησιν εἶχεν, οὐκ ἐξ ἀλλοτρίων πόνων, ἀλλ' ἀφ' ὧν αὐτὸς εἰργάζετο· τοῦτο γὰρ σημαίνει τὸ, Ἐν ἰδίῳ μισθώματι. Ὅτι δὲ καὶ ὁ ∆εσπότης οἰκίαν οὐκ ἐκέκτητο, ἄκουε αὐτοῦ λέγοντος πρὸς τὸν οὐκ ὀρθῶς εἰπόντα· Ἀκολουθήσω σοι, ὅπου ἂν ἀπέρχῃ· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει, ποῦ τὴν κεφαλὴν κλίνῃ. Οὕτως ἐξ ἑαυτοῦ τὸ μηδὲν κεκτῆσθαι ἐπαίδευσε, μηδὲ σφόδρα τοῖς βιωτικοῖς προσηλῶσθαι. Καὶ ἀπεδέχετο τοὺς εἰσπορευομένους, φησὶ, πρὸς αὐτὸν, κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ. Ὅρα οὐδὲν περὶ τῶν παρόντων, ἀλλὰ περὶ τῆς τοῦ Θεοῦ βασιλείας πάντα φθεγγόμενον. Ὁρᾷς οἰκονομίαν Θεοῦ; Μέχρι τούτων τὸν λόγον ἵστησιν ὁ συγγραφεὺς, καὶ ἀφίησι διψῶντα τὸν ἀκροατὴν, ὥστε τὸ λοιπὸν ἀφ' ἑαυτοῦ συλλογίζεσθαι. Τοῦτο καὶ οἱ ἔξω ποιοῦσι· τὸ γὰρ πάντα εἰδέναι, νωθῆ ποιεῖ καὶ ἐκλελυμένον. Τοῦτο δὲ ποιεῖ, καὶ οἷα τὰ μετὰ ταῦτα, οὐ λέγει, περιττὸν ὅσον πρὸς τοὺς ἐντυγχάνοντας τοῖς συγγραφεῖσιν ἡγούμενος, καὶ ἀπὸ τούτων μανθάνοντας τὸ προστιθέναι τῷ λόγῳ· πάντως γὰρ οἷα τὰ πρότερα, τοιαῦτα ἔσχε καὶ τὰ μετὰ τοῦτο. Ἄκουε δὲ καὶ οἷα μετὰ ταῦτα γράφων πρὸς Ῥωμαίους, φησὶν, Ὡς ἂν πορεύωμαι εἰς τὴν Ἱσπανίαν, ἐλεύσομαι πρὸς ὑμᾶς.
γʹ. Ὁρᾷς πῶς πάντα προεώρα ἡ ἁγία καὶ θεία κεφαλὴ, ὁ τῶν οὐρανῶν ὑψηλότερος, ὁ ψυχὴν ἔχων πάντα ὁμοῦ περιλαβεῖν δυναμένην, ὁ τὰ πρῶτα κατέχων, Παῦλος; οὗ τοῖς εἰδόσι καὶ τὸ ὄνομα μόνον ἀρκεῖ πρὸς διέγερσιν ψυχῆς πρὸς νῆψιν, πρὸς τὸ πάντα ὕπνον ἀποτινάξασθαι. Ἐδέξατο αὐτὸν Ῥώμη δεδεμένον, ἀπὸ θαλάσσης ἀναβάντα, ἐκ ναυαγίου διασωθέντα, καὶ ἀπηλλάγη τοῦ ναυαγίου τῆς πλάνης. Καθάπερ γάρ τις βασιλεὺς ναυμαχήσας καὶ νικήσας, ἐπέβαινε τῆς βασιλικωτάτης ἐκείνης πόλεως. Περὶ τούτων ἔγραφεν· Ἐλεύσομαι καὶ συναναπαύσομαι ὑμῖν ἐν πληρώματι εὐλογίας τοῦ Εὐαγγελίου· καὶ πάλιν, Πορεύομαι διακονήσων εἰς Ἱερουσαλήμ. Τουτέστιν, ὅπερ ἔλεγεν, Ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου, παρεγενόμην. Ἐγγύτερος 60.383 ἦν λοιπὸν τοῦ στεφάνου· ἐδέξατο αὐτὸν ἡ Ῥώμη δεδεμένον, καὶ εἶδε στεφανωθέντα καὶ ἀνακηρυχθέντα. Ἐκεῖ Συναναπαύσομαι ὑμῖν, ἔφη. Ἐνταῦθα πορεύομαι, διακονήσων εἰς Ἱερουσαλήμ. Τὸ δὲ ἀρχὴ τοῦ δρόμου πάλιν ἦν, καὶ τρόπαια τροπαίοις συνῆπτεν, ἀκατάπληκτος ὤν. Κόρινθος αὐτὸν κατέσχε δύο ἔτη, καὶ Ἀσία τρία, καὶ αὕτη δύο τέως, ὥστε δεύτερον ἐπέβη, ὅτε καὶ ἐτελειώθη. Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, φησὶν, οὐδείς μοι συμπαρεγένετο. Οὕτω διέφυγε τότε, καὶ πᾶσαν ἐμπλήσας τὴν οἰκουμένην τοῦ κηρύγματος, κατέλυσεν οὕτω τὸν βίον. Τί ἐβούλου μαθεῖν τὰ μετὰ ταῦτα; Τοιαῦτά ἐστι κἀκεῖνα· δεσμὰ, βάσανοι, μάχαι, φυλακαὶ, ἐπιβουλαὶ, συκοφαντίαι, θάνατοι καθημερινοί. Εἶδες αὐτοῦ μικρὸν μέρος; Τοιοῦτον νόει καὶ τὸ λοιπόν. Ὥσπερ ἐπὶ τοῦ οὐρανοῦ, ὅσον ἂν ἴδῃς αὐτοῦ, τοσοῦτόν ἐστι καὶ τὸ ἄλλο· οὐρανοῦ γὰρ ἂν μέρος θεάσῃ ἓν, ὅπου ἂν ἀπέλθῃς, τοιοῦτον ὄψει καὶ τὸ λοιπόν· ἢ καθάπερ ἡλίου τὰς ἀκτῖνας κἂν ἐκ μέρους ἴδῃς, στοχάζῃ ἐκ τούτων οἷος ὁ ἥλιος, οὕτω καὶ ἐπὶ Παύλου. Τὰς πράξεις εἶδες ἐκ μέρους αὐτοῦ, πᾶσαι τοιαῦται τυγχάνουσι, κινδύνων γέμουσαι. Οὐρανὸς ἦν ἐκεῖνος ἥλιον δικαιοσύνης ἔχων, οὐ τοιοῦτον, ὥστε καὶ οὐρανοῦ βελτίων ὁ ἀνήρ. Μικρὸν οἴει τοῦτο εἶναι; Οὐκ ἔγωγε οἶμαι. Ὅταν ἀπόστολον εἴπῃς, εὐθέως πάντες αὐτὸν ἐννοοῦσιν· ὅταν Βαπτιστὴν, εὐθέως τὸν Ἰωάννην. Τίνι ἄν τις παραβάλῃ τὰ ἐκείνου ῥήματα; θαλάσσῃ, ἢ καὶ ὠκεανῷ; Ἀλλ' οὐδὲν ἴσον. Πολλῷ ταύτης δαψιλέστερα τὰ ῥεύματα τὰ τούτου, καθαρώτερα καὶ βαθύτερα, ὥστε καὶ θάλασσαν καὶ οὐρανὸν οὐκ ἄν τις ἁμάρτοι τὴν Παύλου καρδίαν εἰπὼν, τὸ μὲν διὰ τὸ καθαρὸν, τὸ δὲ διὰ τὸ βαθύ. Θάλασσά ἐστιν, οὐκ ἀπὸ πόλεως εἰς πόλιν ἄγουσα τοὺς ἐμπλέοντας, ἀλλ' ἀπὸ γῆς εἰς οὐρανόν· εἴ τις ταύτην πλέοι τὴν θάλασσαν, ἐξ οὐρίας πλεύσεται. Ἐν ταύτῃ τῇ θαλάσσῃ οὐκ ἄνεμοι, ἀλλ' ἀντὶ ἀνέμων Πνεῦμα θεῖον ἅγιον τὰς ἐμπλεούσας παραπέμπει ψυχάς· οὐκ ἔστιν ἐνταῦθα κύματα, οὐκ ἔστι σκόπελος, οὐκ ἔστι θηρία· πάντα γαληνά. Θάλασσά ἐστι λιμένος γαληνοτέρα καὶ ἀσφαλεστέρα, οὐδὲν ἁλμυρὸν ἔχουσα, ἀλλὰ πηγὴν [καθαρὰν καὶ] ἥδιστα ῥέουσαν νάματα, ἡλίου λαμπροτέραν καὶ διειδεστέραν· θάλασσά ἐστι, οὐ λίθους ἔχουσα τιμίους, οὐδὲ ἁλουργίδα τοιαύτην, ἀλλὰ κτήματα πολλῷ τούτων βελτίω. Ὁ βουλόμενος εἰς τοῦτο καθεῖναι τὸ πέλαγος 60.384 ἑαυτὸν, οὐ κολυμβητῶν δεῖται, οὐκ ἐλαίου, ἀλλὰ φιλοσοφίας πολλῆς· εὑρήσει ἐν αὐτῷ πάντα τὰ ἀγαθὰ τὰ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ὁ τοιοῦτος καὶ δυνήσεται γενέσθαι βασιλεὺς, καὶ πάντα τὸν κόσμον λαβεῖν, καὶ ἐν τιμῇ εἶναι μεγίστῃ· ὁ ταύτην πλέων τὴν θάλασσαν οὐδέποτε ναυάγιον ὑποστήσεται, ἀλλὰ πάντα εἴσεται καλῶς. Ἀλλ' ὥσπερ οἱ ταύτης ἄπειροι τῆς θαλάσσης ἀποπνίγονται, οὕτω δὴ καὶ ἐνταῦθα· ὅπερ δὴ πάσχουσι καὶ αἱρετικοὶ τοῖς ὑπὲρ δύναμιν ἐγχειροῦντες. ∆εῖ δὴ τὸ βάθος τοίνυν εἰδέναι, ἢ μὴ κατατολμᾷν. Ἂν μέλλωμεν πλεῖν τὸ πέλαγος τοῦτο, εὔζωνοι γενώμεθα. Οὐκ ἠδυνήθην ὑμῖν, φησὶ, λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς. Μηδεὶς ἀκαρτέρητος τοῦτο πλείτω τὸ πέλαγος. Κατασκευάσωμεν ἑαυτοῖς πλοῖα, τουτέστιν σπουδὴν, προθυμίαν, εὐχὰς, ὥστε διανύσαι τὸ πέλαγος ἐν ἡσυχίᾳ· καὶ γὰρ τὸ ὕδωρ τοῦτο ζῶν ἐστι. Καθάπερ εἴ τις πυρὸς λάβοι στόμα, οὕτως ὁ Παῦλον εἰδὼς στομοῦται· καθάπερ εἴ τις μάχαιραν ὀξεῖαν ἔχοι, οὕτως ὁ τοιοῦτος πάλιν ἀκάθεκτος γίνεται. Καὶ πρὸς τὸ νοῆσαι δὲ τὰ Παύλου βίου καθαροῦ δεῖται. ∆ιὰ τοῦτο καὶ ἔλεγε· Γάλακτος ἐν χρείᾳ κατέστητε, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ἔστι γὰρ, ἔστιν ἀσθένεια τῆς ἀκοῆς. Καθάπερ γὰρ στόμαχος οὐκ ἂν δέξαιτο ὑγιεινὰ σιτία καὶ δυσκατέργαστα, ἀσθενὴς ὢν, οὕτω καὶ ψυχὴ ὀγκωθεῖσα, φλεγμαίνουσα, ἄτονος γενομένη καὶ ἔκλυτος, οὐκ ἂν δυνηθείη δέξασθαι τὸν πνευματικὸν λόγον. Ἄκουε τῶν μαθητῶν λεγόντων· Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; Ἂν δὲ ἰσχυρὰ ᾖ καὶ ὑγιεινὴ, πάντα ῥᾷστα, πάντα εὔκολα, ὑψηλοτέρα γίνεται καὶ κουφοτέρα, μᾶλλον μετεωρίζεται καὶ εἰς ὕψος αἴρεται. Ταῦτα οὖν εἰδότες ὑγιεινὴν ἡμῶν κατασκευάσωμεν τὴν ψυχὴν, καὶ ζηλώσωμεν τὸν Παῦλον, καὶ μιμησώμεθα τὴν γενναίαν ἐκείνην καὶ ἀδαμαντίνην ψυχήν· ἵνα κατ' ἴχνος τῶν ἐκείνῳ βεβιωμένων πορευόμενοι, δυνηθῶμεν τὸ πέλαγος τοῦ παρόντος βίου διαπλεῦσαι, καὶ εἰς τὸν ἀκύμαντον λιμένα καταντῆσαι, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀξίως τοῦ Χριστοῦ βιοῦσιν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.